3690 204 0 5 7 0 II-III d. C. Storiografia Cassius Dio LXXIV" Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae LXXIV

   Σεουῆρος μὲν δὴ αὐτοκράτωρ οὕτω γενόμενος τοὺς μὲν ‹δορυφόρους τοὺς› χειρουργήσαντας τὸ κατὰ τὸν Περτίνακα ἔργον θανάτῳ ἐζημίωσε, τοὺς δὲ ἄλλους, πρὶν ἐν τῇ Ῥώμῃ γενέσθαι [δορυφόρους] μεταπεμψάμενος καὶ ἐν πεδίῳ περισχὼν οὐκ εἰδότας τὸ μέλλον σφίσι συμβήσεσθαι, πολλά τε καὶ πικρὰ ὑπὲρ τῆς ἐς τὸν αὐτοκράτορά σφων παρανομίας ὀνειδίσας αὐτοῖς, τῶν τε ὅπλων ἀπέλυσε τούς τε ἵππους ἀφείλετο καὶ τῆς Ῥώμης ἀπήλασεν.

[2] ἔνθα δὴ οἱ μὲν ἄλλοι καὶ ἄκοντες τά τε ὅπλα ἀπερρίπτουν καὶ τοὺς ἵππους ἠφίεσαν, ἔν τε τοῖς χιτῶσιν ἄζωστοι ἐσκεδάννυντο· εἷς δέ τις, οὐκ ἐθελήσαντος τοῦ ἵππου ἀποστῆναι ἀλλ' ἐπακολουθοῦντος αὐτῷ καὶ χρεμετίζοντος, καὶ ἐκεῖνον καὶ ἑαυτὸν κατεχρήσατο· καὶ ἐδόκει τοῖς ὁρῶσι καὶ ὁ ἵππος ἡδέως ἀποθνήσκειν.

[3] πράξας δὲ ὁ Σεουῆρος ταῦτα ἐς τὴν Ῥώμην ἐσῄει, [καὶ] μέχρι μὲν τῶν πυλῶν ἐπί τε τοῦ ἵππου καὶ ἐν ἐσθῆτι ἱππικῇ ἐλθών, ἐντεῦθεν δὲ τήν τε πολιτικὴν ἀλλαξάμενος καὶ βαδίσας· καὶ αὐτῷ καὶ ὁ στρατὸς πᾶς, καὶ οἱ πεζοὶ καὶ [4] οἱ ἱππεῖς, ὡπλισμένοι παρηκολούθησαν. καὶ ἐγένετο ἡ θέα πασῶν ὧν ἑόρακα λαμπροτάτη· ἥ τε γὰρ πόλις πᾶσα ἄνθεσί τε καὶ δάφναις ἐστεφάνωτο καὶ ἱματίοις ποικίλοις ἐκεκόσμητο, φωσί τε καὶ θυμιάμασιν ἔλαμπε, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες καὶ γανύμενοι πολλὰ ἐπευφήμουν, οἵ τε στρατιῶται ἐν τοῖς ὅπλοις ὥσπερ ἐν πανηγύρει τινὶ πομπῆς ἐκπρεπόντως ἀνεστρέφοντο, καὶ προσέτι [5] ἡμεῖς ἐν κόσμῳ περιῄειμεν. ὁ δ' ὅμιλος ἰδεῖν τε αὐτὸν καί τι φθεγγομένου ἀκοῦσαι, ὥσπερ τι ὑπὸ τῆς τύχης ἠλλοιωμένου, ποθοῦντες ἠρεθίζοντο· καί τινες καὶ ἐμετεώριζον ἀλλήλους, ὅπως ἐξ ὑψηλοτέρου αὐτὸν κατίδωσιν. Xiph. 293, 19-294, 15 R. St.

[2]

[1]    ἐσελθὼν δὲ οὕτως ἐνεανιεύσατο μὲν οἷα καὶ οἱ πρῴην ἀγαθοὶ αὐτοκράτορες πρὸς ἡμᾶς, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτενεῖ· καὶ ὤμοσε περὶ τούτου, καὶ τό γε μεῖζον, ψηφίσματι κοινῷ αὐτὸ κυρωθῆναι προσετετάχει, πολέμιον καὶ τὸν αὐτοκράτορα καὶ τὸν ὑπηρετήσοντα αὐτῷ ἔς τι τοιοῦτον, αὐτούς τε καὶ τοὺς παῖδας αὐτῶν, [2] νομίζεσθαι δογματίσας. πρῶτος μέντοι αὐτὸς τὸν νόμον τουτονὶ παρέβη καὶ οὐκ ἐφύλαξε, πολλοὺς ἀνελών· καὶ γὰρ καὶ αὐτὸς ὁ Σόλων ὁ Ἰούλιος, ὁ καὶ τὸ δόγμα τοῦτο κατὰ πρόσταξιν αὐτοῦ συγγράψας, οὐ πολλῷ ὕστερον ἐσφάγη. καὶ πολλὰ μὲν ἡμῖν οὐ [3] καταθύμια ἔπραττεν, αἰτίαν ‹τε› ἔσχεν ἐπὶ τῷ πλήθει στρατιωτῶν ὀχλώδη τὴν πόλιν ποιῆσαι καὶ δαπάνῃ χρημάτων περιττῇ τὸ κοινὸν βαρῦναι, καὶ τὸ μέγιστον ὅτι μὴ ἐν τῇ τῶν συνόντων οἱ εὐνοίᾳ [4] ἀλλ' ἐν τῇ ἐκείνων ἰσχύι τὴν ἐλπίδα τῆς σωτηρίας ἐποιεῖτο· μάλιστα δὲ ἐπεκάλουν αὐτῷ τινες ὅτι καθεστηκότος ἔκ τε τῆς Ἰταλίας καὶ τῆς Ἰβηρίας τῆς ‹τε› Μακεδονίας καὶ τοῦ Νωρικοῦ μόνον τοὺς σωματοφύλακας εἶναι, κἀκ τούτου καὶ τοῖς εἴδεσιν αὐτῶν ἐπιεικεστέρων καὶ τοῖς ἤθεσιν ἁπλουστέρων ὄντων, τοῦτο μὲν κατέλυσεν, [5] ἐκ δὲ δὴ τῶν στρατοπέδων ὁμοίως πάντων τὸ ἀεὶ ἐνδεὲς ὂν ἀντικαθίστασθαι τάξας, αὐτὸς ‹μὲν› ὡς καὶ ἐπιστησομένοις διὰ τοῦτο τὰ στρατιωτικὰ μᾶλλον αὐτοῖς χρησόμενος, καί τι καὶ ἆθλον τοῖς ἀγαθοῖς τὰ πολέμια προθήσων ἐποίησεν αὐτό, τῷ δὲ δὴ ἔργῳ σαφέστατα τήν τε ἡλικίαν τὴν ἐκ τῆς Ἰταλίας παραπώλεσε πρὸς λῃστείας [6] καὶ μονομαχίας ἀντὶ τῆς πρὶν στρατείας τραπομένην, καὶ τὸ ἄστυ ὄχλου στρατιωτῶν συμμίκτου καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων ὁμιλῆσαί τε ἀγροικοτάτων ἐπλήρωσε. Xiph. 294, 15-30 R. St., et (§ 3–6) Exc. Val. 337 (p. 733).

[3]

[1]    σημεῖα δὲ αὐτῷ ἐξ ὧν τὴν ἡγεμονίαν ἤλπισε, ταῦτα ἐγένετο. ὅτε γὰρ ἐς τὸ βουλευτήριον ἐσεγράφη, ὄναρ ἔδοξε λύκαινάν τινα κατὰ ταὐτὰ τῷ Ῥωμύλῳ θηλάζειν. μέλλοντί τε αὐτῷ τὴν Ἰουλίαν ἄγεσθαι ἡ Φαυστῖνα ἡ τοῦ Μάρκου γυνὴ τὸν θάλαμόν σφισιν ἐν [2] τῷ Ἀφροδισίῳ τῷ κατὰ τὸ παλάτιον παρεσκεύασεν. ὕδωρ τε ἐκ τῆς χειρὸς αὐτῷ καθεύδοντί ποτε, ὥσπερ ἐκ πηγῆς, ἀνεδόθη. καὶ ἐν Λουγδούνῳ ἄρχοντι πᾶσα αὐτῷ ἡ τῶν Ῥωμαίων δύναμις προσῆλθέ τε καὶ ἠσπάσατο, ὄναρ φημί. καὶ ἄλλοτε ἀνήχθη ἐς περιωπὴν ὑπό τινος, καὶ καθορῶν ἀπ' αὐτῆς πᾶσαν μὲν τὴν γῆν πᾶσαν δὲ τὴν θάλατταν ἐφήπτετο αὐτῶν ὥσπερ παναρμονίου τινὸς ὀργάνου, [3] καὶ ἐκεῖνα συνεφθέγγετο. καὶ αὖθις ἵππον ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ τὸν μὲν Περτίνακα [καὶ] ἀναβεβηκότα ἀπορρῖψαι, ἑαυτὸν δὲ ἑκόντα ἀναλαβεῖν ἐνόμισε. ταῦτα μὲν ἐκ τῶν ὀνειράτων ἔμαθεν, ὕπαρ δὲ ἐς [τε] τὸν βασιλικὸν δίφρον ἔφηβος ὢν ἔτι ἀγνοίᾳ ἐνιδρύθη.

   τὴν μὲν οὖν ἡγεμονίαν μετὰ τῶν ἄλλων καὶ ταῦτα αὐτῷ προεδήλωσε· [4] [1] καταστὰς δὲ ἐς αὐτὴν ἡρῷον τῷ Περτίνακι κατεσκεύασε, τό τε ὄνομα αὐτοῦ ἐπί τε ταῖς εὐχαῖς ἁπάσαις καὶ ἐπὶ τοῖς ὅρκοις ἅπασι προσέταξεν ἐπιλέγεσθαι, καὶ χρυσῆν εἰκόνα αὐτοῦ ἐφ' ἅρματος ἐλεφάντων ἐς τὸν ἱππόδρομον ἐσάγεσθαι, καὶ ἐς τὰ λοιπὰ ἐκέλευσε θέατρα θρόνους [τε] τρεῖς καταχρύσους αὐτῷ ἐσκομίζεσθαι.

[2] ἡ δὲ δὴ ταφὴ καίτοι πάλαι τεθνηκότος αὐτοῦ τοιάδε ἐγένετο. ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ βῆμα ξύλινον ἐν χρῷ τοῦ λιθίνου κατεσκευάσθη, καὶ ἐπ' αὐτοῦ οἴκημα ἄτοιχον περίστυλον, ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποικιλμένον, ἐτέθη, καὶ ἐν αὐτῷ κλίνη [3] ὁμοία, κεφαλὰς πέριξ θηρίων χερσαίων τε καὶ θαλασσίων ἔχουσα, ἐκομίσθη στρώμασι πορφυροῖς καὶ διαχρύσοις κεκοσμημένη, καὶ ἐς αὐτὴν εἴδωλόν τι τοῦ Περτίνακος κήρινον, σκευῇ ἐπινικίῳ εὐθετημένον, ἀνετέθη, καὶ αὐτοῦ τὰς μυίας παῖς εὐπρεπής, ὡς δῆθεν καθεύδοντος, [4] πτεροῖς ταῶνος ἀπεσόβει. προκειμένου δ' αὐτοῦ ὅ τε Σεουῆρος καὶ ἡμεῖς οἱ βουλευταὶ αἵ τε γυναῖκες ἡμῶν προσῄειμεν πενθικῶς ἐσταλμένοι· καὶ ἐκεῖναι μὲν ἐν ταῖς στοαῖς, ἡμεῖς δὲ ὑπαίθριοι ἐκαθεζόμεθα. κἀκ τούτου πρῶτον μὲν ἀνδριάντες πάντων [5] τῶν ἐπιφανῶν Ῥωμαίων τῶν ἀρχαίων, ἔπειτα χοροὶ παίδων καὶ ἀνδρῶν θρηνώδη τινὰ ὕμνον ἐς τὸν Περτίνακα ᾄδοντες παρῆλθον· καὶ μετὰ τοῦτο τὰ ἔθνη πάντα τὰ ὑπήκοα ἐν εἰκόσι χαλκαῖς, ἐπιχωρίως σφίσιν ἐσταλμένα, καὶ τὰ ἐν τῷ ἄστει αὐτῷ γένη, τό τε τῶν ῥαβδούχων καὶ τὸ τῶν γραμματέων τῶν τε κηρύκων καὶ ὅσα [6] ἄλλα τοιουτότροπα, ἐφείπετο. εἶτ' εἰκόνες ἧκον ἀνδρῶν ἄλλων, οἷς τι ἔργον ἢ ἐξεύρημα ἢ καὶ ἐπιτήδευμα λαμπρὸν ἐπέπρακτο, καὶ μετ' αὐτοὺς οἵ τε ἱππεῖς καὶ οἱ πεζοὶ ὡπλισμένοι οἵ τε ἀθληταὶ ἵπποι καὶ τὰ ἐντάφια, ὅσα ὅ τε αὐτοκράτωρ καὶ ἡμεῖς αἵ τε γυναῖκες ἡμῶν καὶ οἱ ἱππεῖς οἱ ἐλλόγιμοι οἵ τε δῆμοι καὶ τὰ ἐν τῇ πόλει συστήματα ἐπέμψαμεν· καὶ αὐτοῖς βωμὸς περίχρυσος, ἐλέφαντί [5] [1] τε καὶ λίθοις Ἰνδικοῖς ἠσκημένος, ἠκολούθει. ὡς δὲ παρεξῆλθε ταῦτα, ἀνέβη ὁ Σεουῆρος ἐπὶ τὸ βῆμα τὸ τῶν ἐμβόλων, καὶ ἀνέγνω ἐγκώμιον τοῦ Περτίνακος. ἡμεῖς δὲ πολλὰ μὲν καὶ διὰ μέσου τῶν λόγων αὐτοῦ ἐπεβοῶμεν, τὰ μὲν ἐπαινοῦντες τὰ δὲ καὶ [2] θρηνοῦντες τὸν Περτίνακα, πλεῖστα δὲ ἐπειδὴ ἐπαύσατο. καὶ τέλος, μελλούσης τῆς κλίνης κινηθήσεσθαι, πάντες ἅμα ὠλοφυράμεθα καὶ πάντες ἐπεδακρύσαμεν. κατεκόμισαν δὲ αὐτὴν ἀπὸ τοῦ βήματος οἵ τε ἀρχιερεῖς καὶ αἱ ἀρχαὶ αἵ τε ἐνεστῶσαι καὶ αἱ ἐς νέωτα ἀποδεδειγμέναι, [3] καὶ ἱππεῦσί τισι φέρειν ἔδοσαν. οἱ μὲν οὖν ἄλλοι πρὸ τῆς κλίνης προῄειμεν, καί τινες ἐκόπτοντο ἑτέρων πένθιμόν τι ὑπαυλούντων· ὁ δ' αὐτοκράτωρ ἐφ' ἅπασιν εἵπετο, καὶ οὕτως ἐς τὸ Ἄρειον πεδίον ἀφικόμεθα. ἐπεσκεύαστο δὲ ἐν αὐτῷ πυρὰ πυργοειδὴς τρίβολος, ἐλέφαντι καὶ χρυσῷ μετὰ ἀνδριάντων τινῶν κεκοσμημένη, καὶ ἐπ' αὐτῆς τῆς ἄκρας ἅρμα ἐπίχρυσον, ὅπερ ὁ Περτίναξ [4] ἤλαυνεν. ἐς οὖν ταύτην τὰ ἐντάφια ἐνεβλήθη καὶ ἡ κλίνη ἐνετέθη, καὶ μετὰ τοῦτο τὸ εἴδωλον ὅ τε Σεουῆρος καὶ οἱ συγγενεῖς τοῦ Περτίνακος ἐφίλησαν. καὶ ὁ μὲν ἐπὶ βῆμα ἀνέβη, ἡμεῖς δὲ ἡ βουλὴ πλὴν τῶν ἀρχόντων ἐπὶ ἰκρία, ὅπως ἀσφαλῶς τε ἅμα καὶ ἐπιτηδείως [5] τὰ γινόμενα θεωρήσωμεν. οἱ δὲ ἄρχοντες καὶ ἡ ἱππὰς τὸ τέλος προσφόρως σφίσιν ἐσκευασμένοι, οἵ τε ἱππεῖς οἱ στρατιῶται καὶ οἱ πεζοὶ περὶ τὴν πυρὰν πολιτικάς τε ἅμα καὶ ποιητικὰς διεξόδους διελίττοντες διεξῆλθον· εἶθ' οὕτως οἱ ὕπατοι πῦρ ἐς αὐτὴν ἐνέβαλον. γενομένου δὲ τούτου ἀετός τις ἐξ αὐτῆς ἀνέπτατο. καὶ ὁ μὲν Περτίναξ οὕτως ἠθανατίσθη. Xiph. 294, 30-296, 32 R. St.

[6]    ὅτι ὁ Περτίναξ, τὸ μὲν εὐπόλεμον ἄγροικον τὸ δὲ εἰρηναῖον δειλὸν ὡς τὸ πολὺ ἐκβαῖνον, ἀμφότερα κράτιστος ὁμοίως ἐγένετο, φοβερὸς μὲν πολεμῆσαι σοφὸς δὲ εἰρηνεῦσαι ὤν· καὶ τὸ μὲν θρασύ, οὗ τὸ ἀνδρεῖον μετέχει, πρός τε τὸ ἀλλόφυλον καὶ πρὸς τὸ στασιάζον, τὸ δὲ ἐπιεικές, οὗ τὸ δίκαιον μεταλαμβάνει, πρός τε τὸ οἰκεῖον [7] καὶ πρὸς τὸ σῶφρον ἐνεδείκνυτο. προαχθεὶς δὲ ἐς τὴν τῆς οἰκουμένης προστασίαν οὐκ ἠλέγχθη ποτὲ ὑπὸ τῆς τοῦ μείζονος αὐξήσεως, ὥστε ἐν μὲν τοῖς ταπεινότερος ἐν δὲ τοῖς ὀγκωδέστερος τοῦ καθήκοντος γενέσθαι, ἀλλ' ὁμοίως ἀπ' ἀρχῆς διὰ πάντων μέχρι τῆς τελευτῆς διετέλεσεν σεμνὸς ἔξω τοῦ σκυθρωποῦ, πρᾷος ἔξω τοῦ ταπεινοῦ, φρόνιμος ἄνευ κακουργίας, δίκαιος ἄνευ ἀκριβολογίας, οἰκονομικὸς χωρὶς ῥυπαρίας, μεγαλόνους χωρὶς αὐχήματος. Exc. Val. 338 (p. 734).

[6]

[1]    ὁ δὲ Σεουῆρος ἐξεστράτευσε κατὰ τοῦ Νίγρου. οὗτος δὲ Ἰταλὸς μὲν ἦν, ἐξ ἱππέων, οὔτε δὲ ἐς τὸ κρεῖττον οὔτε ἐς τὸ χεῖρον ἐπίσημος, ὥστε τινὰ ἢ πάνυ αὐτὸν ἐπαινεῖν ἢ πάνυ ψέγειν· διὸ [2] καὶ τῇ Συρίᾳ ὑπὸ Κομμόδου προσετάχθη. ἐχρῆτο δὲ ὑποστρατήγῳ μετὰ καὶ τῶν ἄλλων τῷ Αἰμιλιανῷ, ὅτι τε μεσεύων καὶ ἐφεδρεύων τοῖς πράγμασι πάντων τῶν τότε βουλευόντων καὶ συνέσει καὶ ἐμπειρίᾳ πραγμάτων προφέρειν ἐδόκει (ἐπὶ πολλῶν γὰρ ἐθνῶν ἐξήταστο, ὑφ' ὧνπερ καὶ ἐξώγκωτο), ὅτι τε τοῦ Ἀλβίνου προσήκων ἦν. Xiph. 296, 32297, 5 R. St. et (14 1) Exc. Val. 339 et (14 2) Exc. Val. 340 (p. 734).

[2a]    ὅτι ὁ Νίγρος ἦν μὲν οὐδ' ἄλλως ἀρτίφρων, ἀλλὰ καὶ πάνυ πολλὰ δυνηθεὶς ἐπλημμέλησε· τότε δὲ καὶ μᾶλλον ὠγκώθη, ὥστε τοῖς μὲν [τὸν] Ἀλέξανδρον αὐτὸν νέον ὀνομάζουσι χαίρειν, τῷ δὲ ἐρομένῳ "τίς σοι ταῦτα ποιεῖν ἐπιτέτροφεν" τὸ ξίφος δεῖξαι, εἰπεῖν ὅτι "τοῦτο". Exc. Val. 341 (p. 734).

[3]    συνερρωγότος δὲ τοῦ πολέμου ἦλθέ τε ἐς τὸ Βυζάντιον, καὶ ἐντεῦθεν ἐπὶ τὴν Πέρινθον ἐπεστράτευσε. γενομένων δὲ αὐτῷ σημείων οὐκ ἀγαθῶν ἐταράχθη· ἀετός τε γὰρ ἐπ' ἄγαλμα στρατιωτικὸν ἱζήσας ἐπὶ τοσοῦτον ἐπέμεινε, καίπερ ἀποσοβούμενος, ὥστε καὶ ἁλῶναι, καὶ μέλισσαι κηρία περὶ τὰ σημεῖα τὰ στρατιωτικά, [4] τάς τε εἰκόνας αὐτοῦ μάλιστα, περιέπλασσον. διὰ ταῦτα οὖν ἀπῆρεν ἐς τὸ Βυζάντιον. ὁ Αἰμιλιανὸς δὲ περὶ Κύζικον συμβαλών τισι τῶν στρατηγῶν τῶν τοῦ Σεουήρου ἡττήθη πρὸς αὐτῶν καὶ ἐσφάγη. καὶ μετὰ ταῦτα μεταξὺ τῶν στενῶν τῆς τε Νικαίας καὶ τῆς Κίου πόλεμος αὐτοῖς μέγας γίνεται καὶ πολύτροπος· [5] οἱ μὲν γὰρ ἐν τῷ πεδίῳ συστάδην ἐμάχοντο, οἱ δὲ τοὺς λόφους καταλαβόντες ἐξ ὑπερδεξίων ἔβαλλον καὶ ἠκόντιζον ἐς τοὺς ἐναντίους, οἱ δὲ καὶ ἀπὸ τῆς λίμνης ἐς πλοῖα ἐμβεβηκότες τοῖς πολεμίοις ἐπετοξάζοντο. κατ' ἀρχὰς μὲν οὖν ἐνίκων οἱ Σεουήρειοι, ὑπὸ τῷ Κανδίδῳ ταττόμενοι, καὶ τοῖς χωρίοις ὅθεν [6] ἐμάχοντο, ὑπερδεξίοις οὖσι, πλεονεκτοῦντες· μετὰ δὲ αὐτοῦ τοῦ Νίγρου ἐπιφανέντος παλινδίωξις γίνεται καὶ νίκη τῶν Νιγρείων. ἔπειτα τοῦ Κανδίδου τῶν σημειοφόρων ἐπιλαμβανομένου, καὶ στρέφοντος αὐτοὺς ἀντιπροσώπους τοῖς πολεμίοις, τοῖς τε στρατιώταις τὴν φυγὴν ὀνειδίζοντος, αἰσχυνθέντες οἱ περὶ αὐτὸν ὑπέστρεψαν καὶ τῶν ἐναντίων ἀντεπεκράτησαν. κἂν πανωλεθρίᾳ τούτους διέφθειραν, εἰ μὴ ἡ πόλις ἐγγὺς ἦν καὶ νὺξ σκοτεινὴ ἐγένετο.

[7]

[1]    μετὰ δὲ ταῦτα ἐν Ἰσσῷ πρὸς ταῖς καλουμέναις πύλαις μεγίστη γίνεται μάχη, τῷ μὲν Σεουηρείῳ στρατεύματι Οὐαλεριανοῦ τε καὶ Ἀνυλλίνου ἐπιστατούντων, Νίγρου δὲ αὐτοῦ τοῖς οἰκείοις παρόντος τάγμασι καὶ συντάσσοντος ἐς τὸν πόλεμον. ἡ δὲ ἐσβολὴ αὕτη, αἱ [2] Κιλίκειοι πύλαι, διὰ τὴν στενότητα οὕτω προσαγορεύονται· ἔνθεν μὲν γὰρ ὄρη ἀπότομα ἀνατείνει, ἔνθεν δὲ κρημνοὶ βαθεῖς ἐς τὴν θάλασσαν καθήκουσιν. ὁ οὖν Νίγρος στρατόπεδον ἐνταῦθα ἐπὶ λόφου τινὸς ἰσχυροῦ ἐποιήσατο, καὶ πρώτως μὲν τοὺς ὁπλίτας, ἔπειτα τοὺς ἀκοντιστὰς τούς τε λιθοβόλους, καὶ τοὺς τοξότας ἐπὶ πᾶσιν ἔταξεν, ἵν' οἱ μὲν ἐκ χειρὸς τοὺς προσμιγνύντας σφίσιν ἀμύνοιντο, [3] οἱ δὲ ἐκ πολλοῦ τῇ ἰσχύι καὶ ὑπὲρ ἐκείνων χρῷντο· τό τε γὰρ ἐπ' ἀριστερὰ καὶ τὸ ἐπὶ δεξιὰ ὑπό τε τῶν κρημνῶν πρὸς τῇ θαλάσσῃ ὑπό τε τῆς ὕλης ἀνεκβάτου οὔσης ἐπέφρακτο. τό τε οὖν στράτευμα οὕτω διέταξε, καὶ τὰ σκευοφόρα ἐπ' αὐτῷ κατεχώρισεν, ὅπως, [4] ἄν τις αὐτῶν φυγεῖν ἐθελήσῃ, μὴ δυνηθῇ. ὁ οὖν Ἀνυλλῖνος συνιδὼν τοῦτο τὴν μὲν ἀσπίδα προεβάλετο, καὶ ἐπ' αὐτῇ τὸ κοῦφον πᾶν ἐπέταξεν, ἵν' οἱ μὲν πόρρωθεν ὑπὲρ αὐτῶν ἀνείργωσι τοὺς ἐναντίους, οἱ δ' ἀσφαλῆ τὴν ἄνοδόν σφισιν ἀντιπαράσχωσι· τοὺς δ' ἱππέας μετὰ Οὐαλεριανοῦ ἔπεμψε, τήν τε ὕλην τρόπον τινὰ περιελθεῖν καὶ κατὰ νώτου τοῖς Νιγρείοις αἰφνίδιον ἐπιπεσεῖν κελεύσας.

[5] ἐπεὶ δὲ ἐς χεῖρας ᾔεσαν, τῶν Σεουηρείων τὰς ἀσπίδας τὰς μὲν προβαλομένων τὰς δὲ ἐπιβαλομένων ἐς χελώνης τρόπον, καὶ οὕτω πλησιασάντων τοῖς ἐναντίοις, ἐγένετο μὲν ἰσόρροπος ἡ μάχη ἐπὶ μακρότατον, ἔπειτα οἱ τοῦ Νίγρου πολὺ τῷ πλήθει σφῶν καὶ τῇ τοῦ [6] χωρίου φύσει προέσχον. κἂν παντελῶς ἐκράτησαν, εἰ μὴ νέφη ἐξ αἰθρίας καὶ ἄνεμος ἐκ νηνεμίας βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ ὀξεῖαι μεθ' ὑετοῦ λάβρου κατὰ πρόσωπον αὐτοῖς προσέπεσον· τοὺς μὲν γὰρ Σεουηρείους ἅτε καὶ κατόπιν ὄντα οὐκ ἐλύπει ταῦτα, τοὺς [7] δὲ Νιγρείους ἐμπίπτοντα ἐξ ἐναντίας ἰσχυρῶς ἐτάραττε. μέγιστον δ' αὕτη ἡ συντυχία τοῦ γενομένου τοῖς μὲν θάρσος ὡς καὶ παρὰ τοῦ θείου βοηθουμένοις, τοῖς δὲ δέος ὡς καὶ ὑπ' αὐτοῦ πολεμουμένοις ἐμβαλοῦσα τοὺς μὲν καὶ ὑπὲρ τὴν ἰσχὺν ἐπέρρωσε, τοὺς δὲ [8] καὶ παρὰ τὴν δύναμιν ἐξεφόβησε· καί σφισι φεύγουσιν ἤδη ὁ Οὐαλεριανὸς ἐπεφάνη. ἰδόντες οὖν αὐτὸν ἀνάπαλιν ἐτράποντο, καὶ μετὰ τοῦτο τοῦ Ἀνυλλίνου σφᾶς ἀνακόψαντος ἀνέστρεψαν· εἶτ' ἄνω καὶ [8] [1] κάτω διατρέχοντες, ὅπῃ διαπέσοιεν, ἐπλανῶντο. καὶ φθόρον δὴ τοῦτον πλεῖστον ἐν τῷδε τῷ πολέμῳ συνέβη γενέσθαι· δύο γὰρ μυριάδες τῶν μετὰ τοῦ Νίγρου διώλοντο. καὶ τοῦτ' ἄρα τὸ τοῦ [2] ἱερέως ὄναρ ἐδήλου· ἐν γὰρ τῇ Παννονίᾳ ὄντος τοῦ Σεουήρου ὁ ἱερεὺς τοῦ Διὸς ὄναρ εἶδεν ἄνδρα τινὰ μέλανα ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσβιαζόμενον καὶ ὑπὸ χειρῶν ἀπολλύμενον· τὸ γὰρ ὄνομα τοῦ Νίγρου ἐξελληνίζοντες οἱ ἄνθρωποι τὸν μέλανα ἐκεῖνον εἶναι [3] ἔγνωσαν. ἁλούσης δὲ τῆς Ἀντιοχείας οὐ πολλῷ ὕστερον ἔφυγε μὲν ἀπ' αὐτῆς ὡς πρὸς τὸν Εὐφράτην ὁ Νίγρος, διανοούμενος ἐς τοὺς βαρβάρους φυγεῖν, ἑάλω δὲ ὑπὸ τῶν καταδιωξάντων καὶ ἀπετμήθη τὴν κεφαλήν. καὶ ταύτην ὁ Σεουῆρος ἐς τὸ Βυζάντιον πέμψας ἀνεσταύρωσεν, ἵν' ἰδόντες αὐτὴν οἱ Βυζάντιοι προσχωρήσωσι. μετὰ δὲ ταῦτα ὁ Σεουῆρος τοὺς τὰ τοῦ Νίγρου φρονήσαντας ἐδικαίου. Xiph. 297, 52-99, 9 R. St.

[4]    ὅτι ὁ Σεουῆρος τὰς πόλεις τούς τε ἰδιώτας τοὺς μὲν ἐκόλαζε τοὺς δὲ ἠμείβετο, τῶν δὲ δὴ βουλευτῶν τῶν Ῥωμαίων ἀπέκτεινε μὲν οὐδένα, τοὺς δὲ δὴ πλείους τὰς οὐσίας ἀφείλετο καὶ ἐς νήσους κατέκλεισεν. ἠργυρολόγησέ τε δεινῶς· τά τε γὰρ ἄλλα καὶ ὅσα τῷ Νίγρῳ καὶ ἰδιῶταί τινες καὶ δῆμοι, οὐχ ὅτι ἑκούσιοι ἀλλὰ καὶ [5] ἀναγκαστοί, ἐδεδώκεσαν, τετραπλάσια ἐπεσέπραξεν. καὶ ᾐσθάνετο μέν που καὶ αὐτὸς τοῦτο, πολλῶν δὲ δὴ χρημάτων χρῄζων ἐν οὐδενὶ λόγῳ τὰ θρυλούμενα ἐποιεῖτο. Exc. Val. 342 (p. 734).

[9]

[1]    Κάσσιος δὲ Κλήμης βουλευτὴς παρ' αὐτῷ τῷ Σεουήρῳ κρινόμενος οὐκ ἀπεκρύψατο τὴν ἀλήθειαν, ἀλλ' ὧδέ πως ἐπαρρησιάσατο. "ἐγώ" ἔφη "οὔτε σὲ οὔτε Νίγρον ἠπιστάμην, καταληφθεὶς δὲ δὴ ἐν τῇ ἐκείνου μερίδι τὸ παρὸν ἀναγκαίως ἐθεράπευσα, οὐχ ὡς σοὶ [2] πολεμήσων ἀλλ' ὡς Ἰουλιανὸν καταλύσων. οὔτ' οὖν ἐν τούτῳ τι ἠδίκησα, τὰ αὐτά σοι κατ' ἀρχὰς σπουδάσας, οὔθ' ὅτι μὴ πρὸς σὲ ὕστερον, ἐγκαταλιπὼν ὃν ἅπαξ ὑπὸ τοῦ δαιμονίου ἔλαχον, μετέστην· οὐδὲ γὰρ οὐδὲ σὺ τῶν παρακαθημένων σοι καὶ συνδικαζόντων τούτων οὐδένα ἂν ἠθέλησας προδόντα σε πρὸς ἐκεῖνον αὐτομολῆσαι.

[3] ἐξέταζε οὖν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα, ἀλλ' αὐτὰ τὰ πράγματα. πᾶν γὰρ ὅ τι ἂν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιῇ· καὶ γὰρ εἰ τὰ μάλιστα μήτε δίκῃ μήτ' ἀποφάσει τινὶ ἁλώσῃ, ἀλλὰ τῇ παρὰ τοῖς ἀνθρώποις φήμῃ, ἧς ἐς ἀίδιον μνήμη καταλελείψεται, δόξεις ταῦτα ἐφ' οἷς [4] συνέβη ἑτέροις ἐγκαλεῖν". τοῦτον μὲν οὖν ὁ Σεουῆρος τῆς παρρησίας θαυμάσας, τὴν ἡμίσειαν αὐτῷ τῆς οὐσίας ἔχειν συνεχώρησεν. Xiph. 299, 9-25 R. St.

   ὅτι συχνοὶ ὡς καὶ τὰ τοῦ Νίγρου φρονήσαντες, καὶ τῶν οὔτ' ἰδόντων ποτὲ αὐτὸν οὔτε συναραμένων οἱ, ἐπηρεάσθησαν. Exc. Val. 343 (p. 737).

[10]

[1]    οἱ δὲ δὴ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ τελευτήσαντος πολλὰ καὶ θαυμαστὰ ἔδρασαν. ἡ δὲ πόλις αὐτῶν ἐν καιρῷ πάνυ καὶ τῶν ἠπείρων καὶ τῆς διὰ μέσου σφῶν θαλάσσης κεῖται, τῇ τε τοῦ χωρίου ἅμα καὶ τῇ τοῦ Βοσπόρου φύσει ἰσχυρῶς παρεσκευασμένη.

[2] αὐτή τε γὰρ ἐπὶ μετεώρου πεπόλισται, προέχουσα ἐς τὴν θάλασσαν· καὶ ἐκείνη χειμάρρου δίκην ἐκ τοῦ Πόντου καταθέουσα τῇ τε ἄκρᾳ προσπίπτει, καὶ μέρει μέν τινι ἐς τὰ δεξιὰ ἀποτρέπεται κἀνταῦθα τόν τε κόλπον καὶ τοὺς λιμένας ποιεῖ, τῷ δὲ δὴ πλείονι πρὸς τὴν Προποντίδα παρ' αὐτὴν τὴν πόλιν πολλῇ σπουδῇ χωρεῖ.

[3] καὶ μέντοι καὶ τὰ τείχη καρτερώτατα εἶχον. ὅ τε γὰρ θώραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο, πλαξὶ χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι δοκεῖν, καὶ ἐπάνωθεν [4] αὐτοῦ περίδρομον καὶ στεγανὸν καὶ εὐφύλακτον ὑπάρχειν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκείμενοι καὶ θυρίδας πέριξ ἐπαλλήλας ἔχοντες ἦσαν, ὥστε τοὺς προσβάλλοντας τῷ κύκλῳ ἐντὸς αὐτῶν ἀπολαμβάνεσθαι· δι' ὀλίγου τε γὰρ καὶ οὐ κατ' εὐθύ, ἀλλ' οἱ μὲν τῇ οἱ δὲ τῇ σκολιώτερον ᾠκοδομημένοι, πᾶν τὸ προσπῖπτόν [5] σφισιν ἐνεκυκλοῦντο. τοῦ δὲ δὴ περιβόλου τὰ μὲν πρὸς τῆς ἠπείρου μέγα ὕψος ‹ἦρτο›, ὥστε καὶ τοὺς τυχόντας ἀπ' αὐτῶν ἀμύνασθαι, τὰ δὲ πρὸς τῇ θαλάττῃ ἧττον· αἵ τε γὰρ πέτραι ἐφ' ὧν ἐπῳκοδόμηντο καὶ ἡ τοῦ Βοσπόρου δεινότης θαυμαστῶς σφισι συνεμάχουν. οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἁλύσεσιν ἦσαν, καὶ αἱ χηλαὶ αὐτῶν πύργους ἐφ' ἑκάτερα πολὺ προέχοντας ἔφερον, ὥστ' ἄπορον τῷ πολεμίῳ τὸν πρόσπλουν ποιεῖν.

[6] τὸ δ' ὅλον ὁ Βόσπορός σφας μέγιστα ὠφελεῖ· ἀνάγκη γὰρ πᾶσα, ἂν ἅπαξ τις ἐς τὸ ῥεῦμα ἐμπέσῃ, καὶ ἄκοντα αὐτὸν πρὸς τὴν γῆν ἐκπεσεῖν. τοῦτο δὲ τῷ μὲν φίλῳ ἥδιστόν ἐστι, τῷ δὲ ἐναντίῳ ἀπορώτατον.

[11]

[1]    οὕτω μὲν οὖν τὸ Βυζάντιον ἐτετείχιστο, καὶ προσέτι καὶ μηχαναὶ κατὰ παντὸς τοῦ τείχους ποικιλώταται ἦσαν. τοῦτο μὲν γὰρ ἐπὶ τοὺς πλησιάζοντας καὶ πέτρας καὶ δοκοὺς ἐνέβαλλον, τοῦτο δὲ ἐπὶ τοὺς ἀφεστηκότας καὶ λίθους καὶ βέλη δόρατά τε ἠφίεσαν, ὥστε ἐντὸς πολλοῦ χωρίου μηδένα αὐτῶν ἀκινδύνως πελάσαι δύνασθαι· [2] ἁρπάγας τε ἕτεραι ἔχουσαι καὶ καθίεντο ἐξαπιναίως καὶ ἀνέσπων διὰ βραχέος καὶ πλοῖα καὶ μηχανήματα. Πρίσκος πολίτης ἐμὸς τὰ πλείω αὐτῶν ἐτεκτήνατο, καὶ διὰ τοῦτο θανάτου τε ἅμα ὦφλε καὶ ἐσώθη· ὁ γὰρ Σεουῆρος τὴν τέχνην αὐτοῦ μαθὼν ἐκώλυσεν αὐτὸν ἀποθανεῖν, κἀκ τούτου ἔς τε ἄλλα τινὰ αὐτῷ ἐχρήσατο καὶ ἐς τὴν τῶν Ἄτρων πολιορκίαν, καὶ μόνα γε τὰ ἐκείνου μηχανήματα [3] οὐκ ἐκαύθη ὑπὸ τῶν βαρβάρων. καὶ πλοῖα δὲ τοῖς Βυζαντίοις πεντακόσια, τὰ μὲν πλεῖστα μονήρη, ἔστι δ' ἃ καὶ δίκροτα, κατεσκεύαστο ἐμβόλους ἔχοντα· καί τινα αὐτῶν ἑκατέρωθεν καὶ ἐκ τῆς πρύμνης καὶ ἐκ τῆς πρῴρας πηδαλίοις ἤσκητο καὶ κυβερνήτας ναύτας τε διπλοῦς εἶχεν, ὅπως αὐτοὶ μὴ ἀναστρεφόμενοι καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι, καὶ τοὺς ἐναντίους καὶ ἐν τῷ πρόσπλῳ καὶ ἐν τῷ ἀπόπλῳ σφῶν σφάλλωσι.

[12]

[1]    πολλὰ μὲν οὖν καὶ ἔδρασαν καὶ ἔπαθον οἱ Βυζάντιοι, ἅτε τοῖς ἐκ τῆς οἰκουμένης ὡς εἰπεῖν στόλοις ἐπὶ ὅλον τριετῆ χρόνον πολιορκούμενοι· λελέξεται δὲ ὀλίγα καὶ τὰ ἐχόμενά τινος θαύματος. ᾕρουν μὲν γὰρ καὶ πλοῖά τινα παραπλέοντα εὐκαίρως ἐπιτιθέμενοι, ᾕρουν [2] δὲ καὶ τριήρεις τῶν ἐν τῷ ὅρμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ὑποτέμνοντες, καὶ ἥλους ἐς τοὺς ταρσούς σφων, καλῳδίοις ἐκ τῆς φιλίας ἐκδεδεμένους ἐμπηγνύντες, ἐπεσπῶντο, ὥστ' αὐτὰς ἐφ' ἑαυτῶν αὐτομάτας προσπλεούσας ὁρᾶσθαι, [3] μήτ' ἐρέτου μήτ' ἀνέμου μηδενὸς ἐπισπέρχοντος. ἤδη δὲ καὶ ἐθελονταί τινες ἔμποροι, ὡς καὶ ἄκοντες, ὑπ' αὐτῶν ἡλίσκοντο, καὶ τὰ ἀγώγιμα μεγάλων χρημάτων πωλήσαντες ἐξέπλεον ἐκδιδράσκοντες. ἐπεὶ δὲ πάντων αὐτοῖς ἐκδαπανηθέντων τῶν ἔνδον ἐς τὸ στενὸν κομιδῇ τῶν τε πραγμάτων καὶ τῶν ἐλπίδων τῶν ἐπ' αὐτοῖς [4] ἐληλύθεσαν, πρότερον μέν, καίπερ πάνυ πιεζόμενοι ἅτε καὶ τῶν ἔξω πάντων ἀποκεκλειμένοι, ὅμως ἀντεῖχον, καὶ ἔς τε τὰς ναῦς τοῖς τε ξύλοις τοῖς ἐκ τῶν οἰκιῶν καὶ ταῖς θριξὶ ταῖς [ἐκ] τῶν γυναικῶν, σχοινία ἀπ' αὐτῶν πλέκοντες, ἐχρῶντο, καὶ ὁπότε τινὲς τῷ τείχει προσβάλοιεν, τούς τε λίθους σφίσι τοὺς ἐκ τῶν θεάτρων καὶ [5] ἵππους χαλκοῦς καὶ ἀνδριάντας χαλκοῦς ὅλους ἐπερρίπτουν· ἐπεὶ δὲ καὶ ἡ τροφή σφας ἐπέλιπεν ἡ νενομισμένη καὶ δέρματα διαβρέχοντες ἤσθιον, εἶτα καὶ ταῦτα καταναλώθη, οἱ μὲν πλείους ἐξέπλευσαν, τηρήσαντες ζάλην καὶ καταιγίδα ὥστε μηδένα ἀνταναχθῆναί σφισιν, ἵν' ἢ ἀπόλωνται ἢ ἐπισιτίσωνται, καὶ προσπίπτοντες ἀπροσδοκήτως τοῖς ἀγροῖς πάνθ' ὁμοίως ἐλῄζοντο, οἱ δ' ὑπολειπόμενοι [6] δεινότατον ἔργον ἔδρασαν· ἐπεὶ γὰρ ἐν τῷ ἀσθενεστάτῳ ἐγένοντο, [13] [1] ἐπ' ἀλλήλους ἐτράποντο καὶ ἀλλήλων ἐγεύοντο. οὗτοι μὲν οὖν ἐν τούτοις ἦσαν, οἱ δὲ ἄλλοι ἐπεὶ τὰ σκάφη καὶ ὑπὲρ τὴν δύναμιν αὐτῶν κατεγέμισαν, ἦραν χειμῶνα μέγαν καὶ τότε ἐπιτηρήσαντες. οὐ μὴν καὶ ὤναντό γε αὐτοῦ· οἱ γὰρ Ῥωμαῖοι καταβαρεῖς αὐτοὺς καὶ βραχὺ πάνυ τοῦ ὕδατος ὑπερέχοντας ἰδόντες ἀντανήχθησαν, [2] καὶ αὐτοῖς ἐσκεδασμένοις, ὥς που καὶ ὁ ἄνεμος καὶ ὁ κλύδων ἦγε, προσπίπτοντες ναυμαχίας μὲν οὐδὲν ἔργον ἔσχον, τὰ δὲ δὴ πλοῖα αὐτῶν ἀφειδῶς ἔκοπτον, πολλὰ μὲν τοῖς κοντοῖς ὠθοῦντες, πολλὰ δὲ καὶ τοῖς ἐμβόλοις ἀναρρηγνύντες, ἔστι δ' ἃ καὶ αὐτῇ τῇ προσβολῇ [3] σφῶν ἀνατρέποντες. καὶ ἐκεῖνοι δρᾶσαι μὲν οὐδέν, οὐδ' εἰ τὰ μάλιστα ἤθελον, ἠδύναντο· διαφυγεῖν δέ πῃ πειρώμενοι οἱ μὲν ὑπὸ τοῦ πνεύματος, ἀπλήστως αὐτῷ χρώμενοι, ἐβαπτίζοντο, οἱ δ' [4] ὑπὸ τῶν ἐναντίων καταλαμβανόμενοι διώλλυντο. θεώμενοι δὲ ταῦτα οἱ ἐν τῷ Βυζαντίῳ τέως μὲν ἐθεοκλύτουν καὶ ἐπεβόων ἄλλοτε ἄλλοι τοῖς γινομένοις, ὡς ἑκάστῳ τι τῆς θέας ἐκείνης ἢ τοῦ πάθους προσέπιπτεν· ἐπεὶ δὲ πανσυδὶ αὐτοὺς ἀπολλυμένους εἶδον, τότε δὴ ἀθρόοι καὶ ἀνῴμωξαν καὶ ἀνεθρήνησαν, κἀκ τούτου τό τε λοιπὸν [5] τῆς ἡμέρας καὶ τὴν νύκτα πᾶσαν ἐπένθουν. τοσαῦτα γὰρ τὰ πάντα ναυάγια ἐγένετο ὥστε καὶ ἐς τὰς νήσους καὶ ἐς τὴν Ἀσίαν ἐξενεχθῆναί τινα, καὶ ἀπ' αὐτῶν καὶ τὴν ἧττάν σφων, καὶ πρὶν ἀκουσθῆναι, γνωσθῆναι. καὶ τῇ ὑστεραίᾳ τοῖς Βυζαντίοις ἐπὶ μεῖζον [6] τὸ δεινὸν ηὐξήθη· ὡς γὰρ ὁ κλύδων ἐστόρεστο, πᾶσα ἡ θάλασσα ἡ πρὸς τῷ Βυζαντίῳ καὶ τῶν νεκρῶν καὶ τῶν ναυαγίων καὶ τοῦ αἵματος ἐπληρώθη, πολλὰ δὲ καὶ ἐς τὴν γῆν ἐξεβράσθη, ὥστε καὶ χαλεπώτερον ἐκ τῆς ὄψεώς σφων τὸ δεινὸν αὐτοῦ τοῦ ἔργου φανῆναι.

[14]

[1]   παρέδοσαν μὲν οὖν αὐτίκα τὴν πόλιν καὶ ἄκοντες οἱ Βυζάντιοι, Ῥωμαῖοι δὲ τοὺς μὲν στρατιώτας καὶ τοὺς ἐν τέλει διεχρήσαντο πάντας, πλὴν τοῦ πύκτου ὃς πολλὰ τοὺς Βυζαντίους ὠφέλησε καὶ τοὺς Ῥωμαίους ἔβλαψεν· οὗτος γὰρ παραχρῆμα πύξ τε παίσας τῶν στρατιωτῶν τινὰ καὶ ἑτέρῳ λὰξ ἐνθορών, ὅπως ὀργισθέντες διαφθείρωσιν [2] αὐτόν, προαπώλετο. ὁ δὲ Σεουῆρος οὕτως ἥσθη ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαντίου ὡς καὶ πρὸς τοὺς στρατιώτας, ἐν τῇ Μεσοποταμίᾳ τότε ὤν, αὐτὸ τοῦτο εἰπεῖν, "εἵλομεν δὲ καὶ τὸ Βυζάντιον".

[3] ἔπαυσε δὲ τὴν πόλιν τῆς τε ἐλευθερίας καὶ τοῦ ἀξιώματος τοῦ πολιτικοῦ, καὶ δασμοφόρον ἀποφήνας τάς τε οὐσίας τῶν πολιτῶν δημεύσας, αὐτήν τε καὶ τὴν χώραν αὐτῆς Περινθίοις ἐχαρίσατο, καὶ αὐτῇ ἐκεῖνοι οἷα κώμῃ χρώμενοι οὐδὲν ὅ τι οὐχ ὕβριζον.

[4] ταῦτα μὲν οὖν δικαίως πως ποιῆσαι ἔδοξε· τὰ δὲ δὴ τείχη τῆς πόλεως διαλύσας ἐκείνους μὲν οὐδὲν πλέον τῆς στερήσεως τῆς δόξης, ἣν ἐκ τῆς ἐπιδείξεως αὐτῶν ἐκαρποῦντο, ἐλύπησε, τῶν δὲ δὴ Ῥωμαίων μέγα καὶ φυλακτήριον καὶ ὁρμητήριον πρὸς τοὺς ἐκ τοῦ [5] Πόντου καὶ τῆς Ἀσίας βαρβάρους καθεῖλε. καὶ εἶδον ἐγὼ τά τε τείχη πεπτωκότα ὥσπερ ὑπ' ἄλλων τινῶν ἀλλ' οὐχ ὑπὸ Ῥωμαίων ἑαλωκότα, ἐτεθεάμην δὲ αὐτὰ καὶ ἑστηκότα καὶ ἠκηκόειν αὐτῶν καὶ λαλούντων. ἑπτὰ μὲν γὰρ ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι καθήκοντες πρὸς τὴν θάλασσαν ἦσαν, τούτων δ' εἰ μέν τις ἄλλῳ [6] τῳ προσέμιξεν, ἥσυχος ἦν, εἰ δὲ δὴ τῷ πρώτῳ ἐνεβόησέ τινα ἢ καὶ λίθον ἐνέρριψεν, αὐτός τε ἤχει καὶ ἐλάλει καὶ τῷ δευτέρῳ τὸ αὐτὸ τοῦτο ποιεῖν παρεδίδου, καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλήλους, ἀλλ' ἐν τῷ μέρει πάντες, παρὰ τοῦ πρὸ αὐτοῦ ὁ ἕτερος, τήν τε ἠχὴν καὶ τὴν φωνὴν διεδέχοντό τε καὶ παρεπέμποντο.

[9]

[5]    ὅτι ὁ Σεουῆρος ἐπεχείρησε τοὺς τιμωρουμένους ὑπ' αὐτοῦ ... τῷ Κλάρῳ τῷ Ἐρυκίῳ μηνυτῇ κατ' αὐτῶν χρήσασθαι, ἵνα τόν τε ἄνδρα διαβάλῃ καὶ τὸν ἔλεγχον ἀξιοχρεώτερον πρός τε τὸ γένος αὐτοῦ καὶ πρὸς τὴν δόξαν ποιεῖσθαι νομισθείη· καὶ τήν γε σωτηρίαν τήν τε ἄδειαν αὐτῷ δώσειν [6] ὑπέσχετο. ἐπεὶ δὲ ἐκεῖνος ἀποθανεῖν μᾶλλον ἢ τοιοῦτόν τι ἐνδεῖξαι εἵλετο, πρὸς τὸν Ἰουλιανὸν ἐτράπετο, καὶ τοῦτον ἀνέπεισεν. καὶ διὰ τοῦτ' αὐτὸν ἀφῆκεν, ὅσον γε μήτ' ἀποκτεῖναι μήτ' ἀτιμάσαι· ταῖς γὰρ δὴ βασάνοις ἰσχυρῶς πάντα ὑπ' αὐτοῦ ἠκρίβωσεν, ἐν οὐδενὶ λόγῳ τὸ ἀξίωμα τὸ τότε αὐτῷ ποιησάμενος. Exc. Val. 344 (p. 737).