3731 259 0 3 4 0 II-III d. C. Storiografia Cassius Dio LXV Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 2

Cassius Dio - Historiae Romanae LXV

   οἱ δ' ἐν τῇ Ῥώμῃ ὡς ἤκουσαν τὸ τοῦ Ὄθωνος πάθος, παραχρῆμα, ὥσπερ εἰκὸς ἦν, μετεβάλοντο· τόν τε γὰρ Ὄθωνα, ὃν πρότερον ἐπῄνουν καὶ νικᾶν ηὔχοντο, ἐλοιδόρουν ὡς πολέμιον, καὶ τὸν Οὐιτέλλιον, ᾧ κατηρῶντο, καὶ ἐπῄνουν καὶ αὐτοκράτορα ἀνηγόρευον.

[b] οὕτω που οὐδὲν πάγιόν ἐστι τῶν ἀνθρωπίνων, ἀλλ' ὁμοίως οἵ τε ἐς τὰ μάλιστα ἀνθοῦντες καὶ οἱ ἐν τῷ ταπεινοτάτῳ ὄντες ἀστάθμητά τε αἱροῦνται, καὶ πρὸς τὰς τύχας σφῶν καὶ τοὺς ἐπαίνους καὶ τοὺς ψόγους τάς τε τιμὰς καὶ τὰς ἀτιμίας λαμβάνουσι. Xiph. 193, 1223 R. St.

[2a]    ὄντι δ' ἐν τῇ Γαλατίᾳ ὁ θάνατος ἠγγέλθη τοῦ Ὄθωνος. ἦλθε δὲ πρὸς αὐτὸν καὶ ἡ γυνὴ καὶ τὸ παιδίον, καὶ ἐπὶ βήματος Γερμανικόν τε καὶ αὐτοκράτορα ἐπωνόμασεν, ἑξάετες ὄν. Zon. 11, 16 p. 486, 19487, β. (. , ‑ δ.)

[3]    ὅτι ὁ Οὐιτέλλιος εἶδεν ἐν Λουγδούνῳ μονομάχων ἀγῶνας καὶ ἐν Κρεμῶνι, ὥσπερ οὐκ ἀρκοῦντος τοῦ πλήθους τῶν ἐν ταῖς μάχαις ἀπολωλότων καὶ τότε καὶ ἔτι ἀτάφων ἐρριμμένων, ὡς καὶ αὐτὸς ἐθεάσατο· διεξῆλθε γὰρ διὰ παντὸς τοῦ χωρίου ἐν ᾧ ἔκειντο, ἐμπιμπλάμενος τῆς θέας ὥσπερ τότε νικῶν, καὶ οὐκ ἐκέλευσέ σφας οὐδ' ὣς ταφῆναι. Exc. Val. 2644a (p. 698).

[4]    Οὐιτέλλιος δὲ ἐπεὶ ἐν τῇ Ῥώμῃ ἐγένετο, τἆλλά τε διῴκει ὥς που καὶ ἐδόκει αὐτῷ, καὶ πρόγραμμα ἔθετο δι' οὗ τοὺς ἀστρολόγους ἐξήλασε, προειπών σφισιν ἐντὸς τῆσδε τῆς ἡμέρας, ῥητήν τινα τάξας, ἐξ ἁπάσης τῆς Ἰταλίας χωρῆσαι. καὶ αὐτῷ ἐκεῖνοι νυκτὸς ἀντιπροθέντες γράμματα ἀντιπαρήγγειλαν ἀπαλλαγῆναι ἐκ τοῦ βίου ἐντὸς τῆς ἡμέρας ἐν ᾗ ἐτελεύτησε. καὶ οἱ μὲν οὕτως ἀκριβῶς τὸ γενησόμενον προέγνωσαν. Xiph. 193, 2330 R. St., Zon. 11, 16 p. 487, 38 B. (p. 47, 713 D.)

[2]

[1]    αὐτὸς δὲ τῇ τε τρυφῇ καὶ τῇ ἀσελγείᾳ προσκείμενος οὐδὲν ἔτι τῶν ἄλλων οὔτε τῶν ἀνθρωπίνων οὔτε τῶν θείων ἐφρόντιζεν. ἦν μὲν γὰρ καὶ ἀπ' ἀρχῆς τοιοῦτος οἷος περί τε τὰ καπηλεῖα καὶ περὶ τὰ κυβευτήρια τούς τε ὀρχηστὰς καὶ τοὺς ἁρματηλάτας ἐσπουδακέναι, καὶ ἀμύθητα ἐς τὰ τοιαῦτα ἀνήλισκε, καὶ διὰ τοῦτο καὶ [2] δανειστὰς πολλοὺς εἶχε· τότε δὲ καὶ μᾶλλον, ἅτε καὶ ἐν τοσαύτῃ ἐξουσίᾳ καθεστώς, ὕβριζε, καὶ τὸ πλεῖστον καὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐδαπάνα ἀπλήστως τε ἐμφορούμενος καὶ συνεχῶς πάντα ἐξεμῶν, ὡς μόνῃ τῇ παρόδῳ τῶν σιτίων τρέφεσθαι. ἀφ' οὗπερ καὶ ἀνταρκεῖν ἐδύνατο, ἐπεὶ οἵ γε συνδειπνοῦντες αὐτῷ [3] πάνυ κακῶς ἀπήλλασσον. πολλοὺς γὰρ ἀεὶ τοὺς πρώτους ὁμοσίτους ἐποιεῖτο, καὶ πολλάκις καὶ παρ' αὐτοῖς εἱστιᾶτο· ὅθεν χαριέστατον λόγον εἷς τις αὐτῶν Οὐίβιος Κρίσπος ἀρρωστήσας, καὶ διὰ τοῦτο ἡμέρας τινὰς ἀπολειφθεὶς τοῦ συσσιτίου, εἶπεν, ὅτι "εἰ [3] [1] μὴ ἐνενοσήκειν, πάντως ἂν ἀπωλώλειν". καὶ ἐγένετο ὁ χρόνος ὁ τῆς ἀρχῆς αὐτοῦ σύμπας οὐδὲν ἄλλο ἢ μέθαι τε καὶ κῶμοι· πάντα τε γὰρ τὰ τιμιώτατα καὶ ἀπ' αὐτοῦ τοῦ ὠκεανοῦ, ἵνα μηδὲν εἴπω πλέον, καὶ ἐκ τῆς γῆς καὶ ἐκ τῆς θαλάσσης συνήγετο, καὶ πολυτελῶς οὕτως ἐσκευάζετο ὥστε Οὐιτελλιανὰ καὶ νῦν ἐξ ἐκείνου καὶ [2] πέμματα καὶ ἄλλα τινὰ βρώματα ὀνομάζεσθαι. καὶ τί ἄν τις καθ' ἕκαστον αὐτῶν καταλέγοι, ὁπότε πρὸς πάντων ὁμοίως ὡμολόγηται δύο τε αὐτὸν μυριάδας μυριάδων καὶ δισχιλίας πεντακοσίας ἐν τῷ τῆς ἀρχῆς χρόνῳ ἐς τὰ δεῖπνα δεδαπανηκέναι. ἐπέλιπέ τε γὰρ [3] πάντα τὰ πολυτίμητα δι' ὀλίγου, καὶ ἔδει πάντως αὐτὰ εἶναι. μίαν γοῦν ποτε λοπάδα πέντε καὶ εἴκοσι μυριάδων ἐσκεύασε, γλώττας τε καὶ ἐγκεφάλους καὶ ἥπατα καὶ ἰχθύων καὶ ὀρνίθων τινῶν ἐμβαλών. καὶ ἐπειδὴ ἀδύνατον ἦν κεραμεᾶν τηλικαύτην γενέσθαι, ἀργύρου τε ἐποιήθη καὶ ἔμεινε πολὺν χρόνον ὥσπερ τι ἀνάθημα, μέχρις οὗ Ἀδριανὸς αὐτὴν ἰδὼν συνεχώνευσεν. Xiph. 193, 30194, 25 R. St., et (usque ad ὀνομάζεσθαι c. 3, 1) Exc. Val. 2644B (p. 698).

[4]   ἐπειδὴ δ' ἅπαξ τούτων ἐμνημόνευσα, καὶ ἐκεῖνο προσθήσω ὅτι οὐδὲ τῇ οἰκίᾳ τῇ τοῦ Νέρωνος τῇ χρυσῇ ἠρκεῖτο, ἀλλὰ καίτοι σφόδρα καὶ τὸ ὄνομα καὶ τὸν βίον τά τε ἐπιτηδεύματα αὐτοῦ πάντα καὶ ἀγαπῶν καὶ ἐπαινῶν, ὅμως ᾐτιᾶτο αὐτὸν κακῶς τε ᾠκηκέναι καὶ κατασκευῇ καὶ ὀλίγῃ καὶ ταπεινῇ κεχρῆσθαι λέγων· νοσήσας [4] γοῦν ποτε ἐζήτησεν οἴκημα ἐν ᾧ κατοικήσει. οὕτως αὐτὸν οὐδὲ τῶν ἐκείνου τι ἤρεσεν. ἡ γυνὴ δὲ αὐτοῦ Γαλερία ὡς ὀλίγου ἐν τῷ βασιλικῷ κόσμου εὑρεθέντος κατεγέλα. ἀλλ' οὗτοι μὲν ἐκ τῶν ἀλλοτρίων ἀναλίσκοντες οὐδ' ἠρίθμουν τι ἐκ τῶν δαπανωμένων, οἱ δὲ δὴ δειπνίζοντές σφας ἐν μεγάλῳ κακῷ ἐγίγνοντο, πλὴν ὀλίγων οἷς [5] τι ἀνταπεδίδου. καίπερ οὐδ' ὅλης τῆς ἡμέρας οἱ αὐτοὶ εἱστίων αὐτόν, ἀλλ' ἄλλοι μὲν ἀκρατίσασθαι παρεῖχον, ἄλλοι δὲ ἀριστῆσαι, ἕτεροι δὲ δεῖπνον, ἕτεροι μεταδόρπιά τινα πλησμονῆς παραμύθια· πάντες γὰρ οἱ δυνάμενοι ἑστιᾶν αὐτὸν ἐσπούδαζον· ὥστε ὀλίγων ἡμερῶν διελθουσῶν ἑκατὸν ἐς τὸν δεῖπνον μυριάδας ἀναλῶσαι. καὶ τὰ γενέθλια αὐτοῦ ἐπὶ δύο ἡμέρας ἑωρτάζετο, καὶ θηρία. καὶ ἄνδρες πολλοὶ ἀπεκτάνθησαν. Xiph. 194, 25195, 4 R. St., Exc. Val. 265 et 266 (p. 698).

[6]   οὕτω δὲ βιοὺς οὐκ ἄμοιρος ἦν παντάπασι καὶ καλῶν ἔργων. τό τε γὰρ ἐπὶ Νέρωνος καὶ τὸ ἐπὶ Γάλβου τοῦ τε Ὄθωνος κοπὲν νόμισμα ἐτήρησεν, οὐκ ἀγανακτῶν ταῖς εἰκόσιν αὐτῶν· καὶ ὅσα τισὶν ἐδεδώρηντο [6] ἐφύλαξε, μηδένα μηδὲν ἀφελόμενος. καὶ οὔτε τὰ ἐκ τῶν συντελειῶν ἐποφληθέντα ἀπῄτησεν οὔτε οὐσίαν τινὸς ἐδήμευσεν, ὀλίγους μὲν πάνυ τῶν τὰ Ὄθωνος πραξάντων ἀποκτείνας, μηδὲ τὰς ἐκείνων μέντοι οὐσίας τοὺς προσήκοντάς σφων ἀποστερήσας. καὶ τοῖς οἰκείοις δὲ τῶν πρότερόν ποτε [7] θανατωθέντων ἐδωρήσατο πάντα ὅσα ἔτι ἐν τῷ δημοσίῳ εὕρητο. ἀλλ' οὐδὲ τὰς διαθήκας τῶν ἀντιπολεμησάντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων ᾐτιάσατο. ἀπηγόρευσε δὲ καὶ τοῖς βουλευταῖς καὶ τοῖς ἱππεῦσι μονομαχεῖν ἢ ἐν ὀρχήστρᾳ θέαν τινὰ παρέχειν. καὶ διὰ ταῦτα ἐπῃνεῖτο. Zon. 11, 16 p. 488, 719 B. (p. 48, 924 D.)

[4]

[4]    ὅτι τοιούτου τοῦ Οὐιτελλίου ὄντος οὐδ' οἱ στρατιῶται ἐσωφρόνουν, ἀλλὰ καὶ ὕβρεις καὶ ἀσέλγειαι ὑπ' αὐτῶν πολλαὶ πανταχοῦ ὁμοίως ἐγίγνοντο. Exc. Val. 267 (p. 701).

[5]    ὅτι Βιτέλλιος ἀνέβη εἰς τὸ Καπιτώλιον καὶ τὴν μητέρα αὐτοῦ ἠσπάσατο. ἐκείνη δὲ ἐπιεικὴς ἦν, καὶ ὅτε πρῶτον ἤκουσεν ὅτι Γερμανικὸς ἐπεκλήθη ὁ υἱὸς αὐτῆς, εἶπεν "ἐγὼ μὲν Βιτέλλιον ἀλλ' οὐ Γερμανικὸν τέτοκα". Petr. Patr. exc. Vat. 93 (p. 218 Mai. 6 p. 199, 2428 δ.)

[5]

[1]    γέλωτα μέντοι ὁ Οὐιτέλλιος πολλοῖς παρεῖχεν· ὁρῶντες γὰρ ἄνδρα σεμνοπροσωποῦντα ἐν ταῖς δημοσίαις προσόδοις ὃν ᾔδεσαν πεπορνευκότα, καὶ ἐφ' ἵππου βασιλικοῦ καὶ ἐν χλαμύδι πορφυρᾷ ὃν ἠπίσταντο τοὺς ἀγωνιστὰς ἵππους ἐν τῇ οὐενετίῳ ἐσθῆτι ψήχοντα, [2] μετά τε ὄχλου στρατιωτῶν τοσούτου ἐς τὸ Καπιτώλιον ἀνιόντα ὃν οὐδεὶς οὐδ' ἐν τῇ ἀγορᾷ πρότερον διὰ τὸ τῶν δανειστῶν πλῆθος ἰδεῖν ἐδύνατο, καὶ προσκυνούμενον πρὸς πάντων ὃν οὐδεὶς οὐδὲ φιλῆσαί ποτε ἡδέως ἠθέλησεν, οὐκ εἶχον ὅπως τὸν γέλωτα κατάσχωσιν.

[3] οἵ γε μὴν δεδανεικότες τι αὐτῷ ἐξορμῶντος μὲν αὐτοῦ ἐς τὴν Γερμανίαν ἐπελάβοντο, καὶ μόλις ποτὲ κατεγγυηθέντα αὐτὸν ἀπέλυσαν· τότε δὲ οὐχ ὅσον οὐ κατεγέλων ἀλλὰ καὶ ἐθρήνουν καὶ κατεκρύπτοντο, καὶ αὐτοὺς ἀναζητῶν τήν τε σωτηρίαν σφίσιν ἐς τὸ ὀφειλόμενον ἀποδιδόναι ἔλεγε καὶ τὰ συμβόλαια ἀπῄτει. Xiph. 195, 417 R. St., et (14 3) Exc. Val. 268 (p. 701).

[7]   ἐπεφοίτα δὲ καὶ τοῖς θεάτροις συνεχῶς, ὥστε καὶ τὸν ὅμιλον ἀπ' αὐτῶν ἀναρτᾶσθαι. συνεσίτει δὲ καὶ τοῖς δυνατωτάτοις ἁπλοϊζόμενος, ὥστε αὐτοὺς ἔτι καὶ μᾶλλον προσεταιρίζεσθαι· τῶν τε ἀρχαίων συμβιωτῶν ἰσχυρῶς ἐμέμνητο, καὶ πάνυ αὐτοὺς ἐτίμα, οὐκ ἀπαξιῶν γνωρίζειν τινὰ αὐτῶν δοκεῖν, ὥσπερ ἕτεροι· πολλοὶ γὰρ ἐπὶ μέγα παραλόγως ἀρθέντες μισοῦσι τοὺς συνειδότας σφίσι τὴν ἐν τῷ πρὶν ταπεινότητα. Xiph. 195, 1724 R. St.

[4]    ὅτι ὁ Οὐιτέλλιος, Πρίσκου ἀντειπόντος τι αὐτῷ ἐν τῷ συνεδρίῳ καί τινα καὶ τῶν στρατιωτῶν καταδραμόντος, ἐπεκαλέσατο μὲν τοὺς δημάρχους ὡς καὶ τῆς παρ' αὐτῶν ἐπικουρίας δεόμενος, οὔτε δὲ αὐτός τι κακὸν τὸν Πρίσκον ἠργάσατο οὔθ' ὑπ' ἐκείνων παθεῖν εἴασεν, ἀλλὰ καὶ ἔφη ὅτι "μὴ ταράττεσθε, πατέρες, μηδ' ἀγανακτεῖτε, εἰ δύο ἄνδρες ἐξ ὑμῶν διηνέχθημέν τι πρὸς ἀλλήλους". καὶ [5] τοῦτο ‹μὲν› ἐξ ἐπιεικείας πεποιηκέναι ἔδοξεν· ὅτι μέντοι τὸν Νέρωνα μιμεῖσθαι ἤθελε καὶ ἐνήγισε [τε] αὐτῷ, καὶ ὅτι τοσαῦτα ἐς τὰ δεῖπνα ἀνήλισκεν, οἱ μὲν ἄλλοι καὶ κατὰ τοῦτ' ἔχαιρον, οἱ δὲ δὴ νοῦν ἔχοντες ἤχθοντο, εὖ ἐπιστάμενοι ὅτι οὐδὲ τὰ ἐξ ἁπάσης τῆς οἰκουμένης χρήματα ἀρκέσει. Exc. Val. 269 (p. 701).

[8]

[1]    πράττοντι δ' αὐτῷ ταῦτα σημεῖα πονηρὰ ἐγένετο. καὶ γὰρ κομήτης ἀστὴρ ἐφαντάσθη καὶ ἡ σελήνη παρὰ τὸ καθεστηκὸς δὶς ἐκλελοιπέναι ἔδοξε· καὶ γὰρ τεταρταία καὶ ἑβδομαία ἐσκιάσθη. καὶ ἡλίους δύο ἅμα, ἔκ τε τῶν ἀνατολῶν καὶ ἐκ τῶν δυσμῶν, τοῦτον μὲν ἀσθενῆ καὶ ὠχρὸν ἐκεῖνον [2] δὲ λαμπρὸν καὶ ἰσχυρόν, εἶδον. ἔν τε τῷ Καπιτωλίῳ ἴχνη πολλὰ καὶ μεγάλα δαιμόνων τινῶν ὡς καὶ κατεληλυθότων ἀπ' αὐτοῦ ἑωράθη· καὶ ἔλεγον οἱ στρατιῶται οἱ τὴν νύκτα ἐκείνην αὐτῷ ἐγκεκοιτηκότες ὅτι ὁ τοῦ Διὸς ναὸς αὐτόματος σὺν πολλῷ κτύπῳ ἠνεῴχθη, ὥστε τινὰς τῶν φυλάκων ἐκπλαγέντας ἀποψῦξαι. Xiph. 195, 24196, 1 R. St., et (14 1) Zon. 11, 16 p. 488, 20489, 4 B. (p. 48, 2532 D.)

[2]    ἐπράχθη δὲ ταῦτα, καὶ ὁ Οὐεσπασιανὸς Ἰουδαίοις πολεμῶν, πυθόμενος τήν τε τοῦ Οὐιτελλίου καὶ τὴν τοῦ Ὄθωνος ἐπανάστασιν, ἐβουλεύετο ὅ τι χρὴ πρᾶξαι. Xiph. 196, 13 R. St.

[3a]    ὅτι ὁ Οὐεσπασιανὸς οὔτ' ἄλλως προπετὴς ἦν, καὶ ἐς ταραχώδη οὕτω πράγματα καὶ πάνυ ὤκνει ἑαυτὸν καθεῖναι. Exc. Val. 270 (p. 701).

[2]    ἥ τε γὰρ τῶν ἀνθρώπων εὔνοια πολλὴ ἦν πρὸς αὐτόν (ἡ γὰρ ἐκ τῆς Βρεττανίας δόξα καὶ ἡ ἐκ τοῦ ἐν χερσὶ πολέμου εὔκλεια τό τε ἐπιεικὲς καὶ φρόνιμον αὐτοῦ πρὸς ἐπιθυμίαν σφᾶς ἦγε τῆς [4] παρ' αὐτοῦ προστατείας), καὶ ὁ Μουκιανὸς ἰσχυρῶς προσέκειτο, ἐλπίσας τὸ μὲν ὄνομα τῆς ἀρχῆς ἐκεῖνον ἕξειν, [καὶ] αὐτὸς δὲ διὰ τὴν ἐπιείκειαν αὐτοῦ ἰσομοιρήσειν. αἰσθόμενοι δὲ οἱ στρατιῶται τούτων, καὶ περιστάντες τὴν σκηνὴν αὐτοῦ, ἀνεῖπον αὐτὸν αὐτοκράτορα.

[9]

[1] ἐγεγόνει μὲν οὖν καὶ σημεῖα καὶ ὄνειροι τῷ Οὐεσπασιανῷ τὴν μοναρχίαν ἐκ πολλοῦ δηλοῦντα, ἃ καὶ ἐν τῷ αὐτοῦ βίῳ [2] λελέξεται· τηνικαῦτα δὲ τὸν μὲν Μουκιανὸν ἐς τὴν Ἰταλίαν ἐπὶ τὸν Οὐιτέλλιον ἔπεμψεν, αὐτὸς δὲ τά τε ἐν τῇ Συρίᾳ ἐπιδὼν καὶ τὸν πόλεμον τὸν πρὸς Ἰουδαίους ἄλλοις τισὶ προστάξας ἐς τὴν Αἴγυπτον ἐκομίσθη καὶ συνέλεγε χρήματα, ὧν που καὶ τὰ μάλιστα [3] ἔχρῃζε, καὶ σῖτον, ἵν' ὅτι πλεῖστον ἐς τὴν Ῥώμην ἀποστείλῃ. οἱ δ' ἐν τῇ Μυσίᾳ στρατιῶται τὰ κατ' αὐτὸν πεπυσμένοι οὐδ' ἀνέμειναν τὸν Μουκιανόν (ἐπυνθάνοντο γὰρ ἐν ὁδῷ εἶναι), ἀλλ' Ἀντώνιον Πρῖμον, φυγόντα μὲν ἐκ καταδίκης ἐπὶ τοῦ Νέρωνος, καταχθέντα δὲ ὑπὸ τοῦ Γάλβα καὶ τοῦ Παννονικοῦ στρατοπέδου [4] ἄρχοντα, εἵλοντο στρατηγόν. καὶ ἔσχεν οὗτος τὴν αὐτοτελῆ ἀρχὴν μήθ' ὑπὸ τοῦ αὐτοκράτορος μήθ' ὑπὸ τῆς γερουσίας αἱρεθείς. τοσαύτη τῶν στρατιωτῶν ἦν πρός τε τὸν Οὐιτέλλιον ὀργὴ καὶ πρὸς τὰς ἁρπαγὰς ὁρμή· οὐ γάρ που καὶ ἐπ' ἄλλο τι ταῦτα ἔπραττον ἢ ἵνα τὴν Ἰταλίαν διαρπάσωσιν. ὃ καὶ ἐγένετο.

[10]

[1]    ἀκούσας δὲ ταῦτα ὁ Οὐιτέλλιος αὐτὸς μὲν κατὰ χώραν ἔμεινε, τῇ τε ἄλλῃ τρυφῇ καὶ τότε χρώμενος καὶ ἀγῶνας μονομαχίας τιθείς (ἐν οἷς καὶ ὁ Σπόρος μέλλων ἐν κόρης ἁρπαζομένης σχήματι ἐς τὸ θέατρον ἐσαχθήσεσθαι οὐκ ἤνεγκε τὴν ὕβριν ἀλλ' ἑαυτὸν προαπέσφαξε), τῷ δὲ δὴ Ἀλιηνῷ τὸν πόλεμον μεθ' ἑτέρων προσέταξεν.

[2] Ἀλιηνὸς δὲ ἐς μὲν τὴν Κρεμῶνα ἀφίκετο καὶ προκατέσχεν αὐτήν, ὁρῶν δὲ τοὺς στρατιώτας τοὺς μὲν ἑαυτοῦ ἔκ τε τῆς τρυφῆς τῆς ἐν τῇ Ῥώμῃ ἐκδεδιῃτημένους καὶ ἐκ τῆς ἀγυμνασίας διατεθρυμμένους, τοὺς δὲ ἑτέρους καὶ τοῖς σώμασι γεγυμνασμένους [3] καὶ ταῖς ψυχαῖς ἐρρωμένους, ἐφοβεῖτο· καὶ μετὰ τοῦτο ἐπειδὴ καὶ λόγοι αὐτῷ παρὰ τοῦ Πρίμου φίλιοι ἦλθον, συνεκάλεσε τοὺς στρατιώτας, καὶ τήν τε τοῦ Οὐιτελλίου ἀσθένειαν καὶ τὴν τοῦ Οὐεσπασιανοῦ ἰσχὺν τόν τε ἑκατέρου τρόπον εἰπὼν μεταστῆναι ἔπεισε. καὶ τότε μὲν τάς τε τοῦ Οὐιτελλίου εἰκόνας ἀπὸ τῶν σημείων καθεῖλον [4] καὶ ὑπὸ τοῦ Οὐεσπασιανοῦ ἀρχθήσεσθαι ὤμοσαν, διαλυθέντες δὲ καὶ ἐς τὰς σκηνὰς ἀναχωρήσαντες μετενόησαν, καὶ ἐξαίφνης σπουδῇ καὶ θορύβῳ πολλῷ συστραφέντες τὸν Οὐιτέλλιον αὐτοκράτορα αὖθις ἀνεκάλουν καὶ τὸν Ἀλιηνὸν ὡς καὶ προδιδόντα σφᾶς ἔδησαν, οὐδὲν οὐδὲ τῆς ὑπατείας αὐτοῦ προτιμήσαντες· τοιαῦτα γὰρ τὰ τῶν πολέμων τῶν ἐμφυλίων μάλιστα ἔργα ἐστίν.

[11]

[1]    ταραχῆς οὖν καὶ κατὰ τοῦτο πολλῆς ἐν τῷ τοῦ Οὐιτελλίου στρατοπέδῳ οὔσης, ἐπηύξησεν αὐτὴν ἡ σελήνη τῆς νυκτὸς ἐκλιποῦσα, οὐχ ὅτι καὶ ἐσκιάσθη (καίτοι τοῖς θορυβουμένοις καὶ τὰ τοιαῦτα φόβον φέρει) ἀλλ' ὅτι καὶ αἱματώδης καὶ μέλαινα ἄλλα τέ τινα [2] χρώματα φοβερὰ ἀφιεῖσα ὤφθη. οὐ μέντοι καὶ παρὰ τοῦτο οὔτε μετέθεντο οὔτε ἐνέδοσαν, (ἀλλ' ἐς χεῖρας ἀλλήλοις ἐλθόντες προθυμότατα ἠγωνίσαντο [14 3], καίπερ ἄναρκτοι, ὥσπερ εἶπον, οἱ Οὐιτελλίειοι ὄντες· ὁ γὰρ Ἀλιηνὸς ἐν τῇ Κρεμῶνι ἐδέδετο [14 5]). Xiph. 196, 3197, 19 R. St.

[3]    ὅτι οἱ στρατιῶται τοῦ Οὐιτελλίου τῷ Πρίμῳ τῇ ὑστεραίᾳ, ὑπαγομένῳ σφᾶς δι' ἀγγέλων ὁμολογῆσαι, ἀντέπεμψαν ἀντιπαραινοῦντες τὰ τοῦ Οὐιτελλίου προελέσθαι, καὶ ἐς χεῖρας ἐλθόντες τοῖς [4] στρατιώταις αὐτοῦ προθυμότατα ἠγωνίσαντο. ἡ δὲ δὴ μάχη οὐκ ἐκ παρασκευῆς ἐγένετο, ἀλλ' αἰφνίδιον ὀλίγοι τινὲς τῶν ἱππέων, οἷα παρὰ τοῖς ἀντιστρατοπεδευομένοις γίγνεται, ‹τοῖς› προνομεύουσι τῶν ἑτέρων ἐπέθεντο, καὶ μετὰ τοῦτο προσβοηθούντων ἑκατέροις ἀμφοτέρωθεν, ὥς που ἐτύγχανον αἰσθόμενοι, τοτὲ μὲν τοῖς τοτὲ δὲ τοῖς ἄλλων, εἶτ' ἄλλων, καὶ πεζῶν καὶ ἱππέων, καὶ ταῖς μάχαις αἱ [5] τροπαὶ συνεγίγνοντο, μέχρις οὗ πάντες συνέδραμον. τότε δὲ ἐς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησαν, καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν καίπερ ἄναρκτοι· ὁ γὰρ Ἀλιηνὸς ἐδέδετο.

[12]

[1]    κἀκ τούτου καὶ ἴση καὶ ἀντίρροπος οὐκ ἐν τῇ ἡμέρᾳ μόνον ἀλλὰ καὶ ἐν τῇ νυκτὶ ἡ μάχη αὐτῶν ἐγένετο. καὶ ‹γὰρ› νὺξ αὐτὴν ἐπέλαβε, καὶ οὐδὲ ἐκείνη σφᾶς διέλυσε· τοσαύτῃ που καὶ ὀργῇ καὶ προθυμίᾳ, καίπερ καὶ γνωρίζοντες ἀλλήλους καὶ λαλοῦντες σφίσιν, [2] ἐχρήσαντο. ὅθεν οὔθ' ὁ λιμὸς αὐτοὺς οὔτε ὁ κάματος οὔτε τὸ ψῦχος οὔθ' ὁ σκότος, οὐ τὰ τραύματα, οὐχ οἱ φόνοι, οὐ τὰ λείψανα τῶν προτέρων νεκρῶν, οὐχ ἡ μνήμη τοῦ πάθους, οὐ τὸ πλῆθος τῶν μάτην ἀπολομένων ἐπράυνε· τοιαύτη τις μανία ἀμφοτέρους [3] ὁμοίως κατέσχε, καὶ οὕτως ἐπεθύμουν, καὶ ἐξ αὐτῆς τῆς τοῦ χωρίου μνήμης παροξυνόμενοι, οἱ μὲν καὶ τότε νικῆσαι, οἱ δὲ μὴ καὶ τότε ἡττηθῆναι, ὥσπερ ἀλλοφύλοις τισὶν ἀλλ' οὐκ οἰκείοις πολεμοῦντες, καὶ μέλλοντες ἐξ ἑκατέρου πάντες ὁμοίως ἢ αὐτίκα [4] ἀπολέσθαι ἢ μετὰ ταῦτα δουλεύειν. οὔκουν οὐδὲ τῆς νυκτὸς ἐπελθούσης, ὥσπερ εἶπον, ἐνέδοσαν, ἀλλὰ καὶ ἐκκαμόντες, καὶ διὰ τοῦτο πολλάκις καὶ ἀναπαυόμενοι καὶ ἐς λόγους ἀλλήλοις ἰόντες, ὅμως [13] [1] ἠγωνίζοντο. καὶ ἦν ἰδεῖν, ὁσάκις γε καὶ ἡ σελήνη διέλαμψε (νέφη γὰρ αὐτὴν πολλὰ καὶ ποικίλα διαθέοντα συνεχῶς συνέκρυπτεν), ἔστι μὲν ὅτε μαχομένους αὐτούς, ἔστι δ' ὅτε ἑστηκότας καὶ ἐπὶ τὰ δόρατα ἐπερηρεισμένους ἢ καὶ καθημένους. καὶ τοτὲ μὲν κοινῇ [2] τε συνεβόων, οἱ μὲν τὸν Οὐεσπασιανὸν οἱ δὲ τὸν Οὐιτέλλιον ὀνομάζοντες, καὶ ἀντιπροεκαλοῦντο ἀλλήλους, λοιδοροῦντές τε καὶ ἐπαινοῦντες ἑκάτερον· τοτὲ δὲ καὶ ἰδίᾳ ἄλλος ἄλλῳ διελάλει· "συστρατιῶτα, πολῖτα, τί ποιοῦμεν; τί μαχόμεθα; δεῦρ' ἧκε πρὸς ἐμέ".

[3] "μὴ δῆτα, ἀλλὰ σὺ πρὸς ἐμέ". καὶ τί ἄν τις τοῦτο θαυμάσειεν, ὁπότε καὶ σιτία καὶ ποτὰ αἵ τε γυναῖκες ἐκ τῆς πόλεως τοῖς τοῦ Οὐιτελλίου στρατιώταις τῆς νυκτὸς ἐνεγκοῦσαι ἔδωκαν, καὶ ἐκεῖνοι αὐτοί τε ἔφαγον καὶ ἔπιον καὶ τοῖς ἀντιμαχομένοις ὤρεγον. καί τις αὐτῶν ὀνομαστὶ τὸν ἀντίπαλον ἀνακαλέσας (πάντες γὰρ ὡς εἰπεῖν [4] καὶ ᾔδεσαν ἀλλήλους καὶ ἐγνώριζον) "λαβὲ" ἔφη, "συστρατιῶτα, καὶ φάγε· οὐ γὰρ ξίφος ἀλλὰ ἄρτον σοι δίδωμι. λαβὲ καὶ πίε· οὐ γὰρ ἀσπίδα ἀλλὰ κύλικά σοι προτείνω, ἵνα, ἄν τε σὺ ἀποκτείνῃς ἐμὲ ἄν τε καὶ ἐγὼ σέ, ῥᾷον ἀπαλλάξωμεν, μηδὲ ἐκλελυμένῃ καὶ ἀσθενεῖ [5] τῇ χειρὶ μήτε σὺ ἐμὲ κατακόψῃς μήτε ἐγὼ σέ. ταῦτα γὰρ ἡμῖν ζῶσιν ἔτι τὰ ἐναγίσματα καὶ Οὐιτέλλιος καὶ Οὐεσπασιανὸς διδοῦσιν, ἵν' ἡμᾶς τοῖς πάλαι νεκροῖς καταθύσωσι". τοιαῦτα ἄν τινες πρὸς ἀλλήλους εἰπόντες, καὶ ἀναπαυσάμενοι χρόνον τινὰ καὶ ἐμφαγόντες, [14] [1] πάλιν ἂν ἐμαχέσαντο· εἶτ' ἀνασχόντες αὖθις αὖ συνέβαλον. καὶ ταῦθ' οὕτω δι' ὅλης τῆς νυκτὸς μέχρι τῆς ἕω ἐγένετο. Xiph. 197, 17198, 17 R. St. (inde a c. 12, 1) et Exc. U4G 404a.

[2]    ἔνθα δὴ καὶ τοιόνδε τι δύο ἄνδρες τῶν Οὐεσπασιανείων ἔπραξαν· ἐπειδὴ γὰρ ἰσχυρῶς ἐκ μηχανήματός τινος ἐβλάπτοντο, ἀσπίδας τε ἐκ τῶν Οὐιτελλιείων σκύλων ἥρπασαν, καὶ τοῖς ἀντικαθεστηκόσι μιχθέντες ἔλαθον μέχρι τῆς μηχανῆς ἐλθόντες ὡς καὶ ἐκείνων ὄντες, καὶ τὰ σχοινία αὐτῆς διέκοψαν ὥστε μηδὲν ἔτι [3] βέλος αὐτῆς ἀφεῖναι δυνηθῆναι. ἀνατείλαντος δὲ τοῦ ἡλίου, καὶ τῶν στρατιωτῶν ἐκ τοῦ τρίτου στρατοπέδου τοῦ Γαλατικοῦ καλουμένου καὶ ἐν τῇ Συρίᾳ χειμάζοντος, τότε δὲ κατὰ τύχην ἐν τῇ τοῦ Οὐεσπασιανοῦ μερίδι ὄντος, ἀσπασαμένων αὐτὸν ἐξαίφνης ὥσπερ εἰώθεσαν, ὑποτοπήσαντες οἱ τοῦ Οὐιτελλίου τὸν Μουκιανὸν παρεῖναι ἠλλοιώθησαν καὶ ἡττηθέντες ὑπὸ τῆς βοῆς ἔφυγον· οὕτω που καὶ τὰ βραχύτατα μεγάλως τοὺς προκεκμηκότας ἐκπλήσσει.

[4] καὶ ἐς τὸ τεῖχος ἀναχωρήσαντες χεῖράς τε προετείνοντο καὶ ἱκέτευον. καὶ ἐπεὶ μηδεὶς αὐτῶν ἐσήκουεν, ἔλυσαν τὸν ὕπατον, καὶ αὐτὸν τῇ τε ἐσθῆτι τῇ ἀρχικῇ καὶ ταῖς ῥάβδοις κοσμήσαντες ἔπεμψαν ἀνθ' ἱκετηρίας, καὶ ἔτυχον τῶν σπονδῶν· ὁ γὰρ Ἀλιηνὸς διὰ τὸ ἀξίωμα καὶ διὰ τὴν συμφορὰν ἔπεισε ῥᾳδίως τὸν Πρῖμον τὴν ὁμολογίαν σφῶν δέξασθαι.

[15]

[1]    ὡς μέντοι αἵ τε πύλαι ἠνεῴχθησαν καὶ ἐν ἀδείᾳ πάντες ἐγένοντο, τότε δὴ ἐξαίφνης πανταχόθεν τε ἅμα ἐσέδραμον καὶ διήρπασαν πάντα καὶ ἐνέπρησαν. καὶ ἐγένετο καὶ τοῦτο τὸ πάθος οὐδενὸς τῶν δεινοτάτων σμικρότερον· ἥ τε γὰρ πόλις καὶ μεγέθεσι καὶ κάλλεσιν οἰκοδομημάτων ἤσκητο, καὶ χρήματα παμπληθῆ καὶ [2] τῶν ἐπιχωρίων καὶ τῶν ξένων ἐς αὐτὴν συνεληλύθει. καὶ τά γε πλείω κακὰ οἱ Οὐιτελλίειοι ἔδρασαν, ἅτε καὶ τὰς οἰκίας τῶν πλουσιωτάτων καὶ τὰς διεξόδους τῶν στενωπῶν ἀκριβῶς εἰδότες· οὐδὲ ἔμελεν αὐτοῖς εἰ ὧν ὑπερεμαχέσαντο, τούτους ἀπώλεσαν, ἀλλ' ὡς καὶ αὐτοὶ καὶ ἠδικημένοι καὶ κεκρατηκότες ἔπαιον ἔσφαττον, ὥστε καὶ πέντε μυριάδας σὺν τοῖς ἐν τῇ μάχῃ πεσοῦσιν ἀπολέσθαι.

[16]

[1]    Οὐιτέλλιος δὲ ὡς ἐπύθετο τῆς ἥττης, τέως μὲν ἐθορυβεῖτο, τὸ μέν τι καὶ ὑπὸ σημείων ταραχθείς (θύσαντος γὰρ αὐτοῦ θυσίαν τινά, καὶ ἐπ' αὐτῇ δημηγοροῦντος τοῖς στρατιώταις, γῦπες πολλοὶ προσπεσόντες τά τε ἱερὰ διεσκέδασαν καὶ ἐκεῖνον ἀπὸ τοῦ βήματος [2] ὀλίγου δεῖν κατέβαλον), τὸ δὲ δὴ πλέον διὰ τὴν ἀγγελίαν τῆς ἥττης· καὶ τὸν μὲν ἀδελφὸν διὰ ταχέων ἐς Ταρρακῖναν ἔπεμψε, καὶ δι' αὐτοῦ τὴν πόλιν κατέσχεν ὀχυρὰν οὖσαν, τῶν δὲ δὴ τοῦ Οὐεσπασιανοῦ [3] στρατηγῶν ἐπιόντων τῇ Ῥώμῃ ἐξεπλάγη τε καὶ ἐξέστη. ἓν μὲν γὰρ οὐδὲν οὔτε ἔπραττεν οὔτε ἐφρόνει, ἐμπλήκτως δὲ ἄνω καὶ κάτω ἐφέρετο ὥσπερ ἐν κλύδωνι. καὶ γὰρ ἀντείχετο τῆς ἡγεμονίας καὶ πάντως ὡς καὶ πολεμήσων παρεσκευάζετο, καὶ ἑκὼν αὐτὴν ἠφίει [4] καὶ πάντως ὡς καὶ ἰδιωτεύσων ἡτοιμάζετο. καὶ ἔστι μὲν ὅτε τὴν χλαμύδα τὴν πορφυρᾶν ἐφόρει καὶ ξίφος παρεζώννυτο, ἔστι δ' ὅτε ἐσθῆτα φαιὰν ἀνελάμβανεν. ἐδημηγόρει τε καὶ ἐν τῷ παλατίῳ καὶ ἐν τῇ ἀγορᾷ ἄλλοτε ἄλλα, ἐπί τε μάχην καὶ ἐπὶ διαλλαγὰς αὐτοὺς [5] προτρεπόμενος· καὶ τοτὲ μὲν καὶ ἑαυτὸν ὑπὲρ τοῦ κοινοῦ δὴ ἐπεδίδου, τοτὲ δὲ καὶ τὸ παιδίον κατέχων καὶ φιλῶν προέβαλλεν αὐτοῖς ὡς ἐλεηθησόμενος. τούς τε δορυφόρους ἀπήλλαττε καὶ πάλιν μετεπέμπετο, τό τε παλάτιον ἐκλιπὼν ἂν καὶ ἐς τὴν τοῦ ἀδελφοῦ οἰκίαν ἀπιὼν εἶτα ἀνεκομίζετο, ὥστε ἐκ τούτων καὶ τοὺς ἄλλους [6] τοὺς πλείστους τῆς σπουδῆς παραλῦσαι. ὁρῶντες γὰρ αὐτὸν δεῦρο καὶ ἐκεῖσε ἐμμανῶς ᾄττοντα οὔτε τι τῶν προστασσομένων σφίσιν ὁμοίως ἔπραττον, οὔτε τὰ ἐκείνου μᾶλλον ἢ τὰ σφῶν διεσκόπουν. καὶ τά τε ἄλλα αὐτὸν ἐκερτόμουν, καὶ μάλιστα ὁπότε τὸ ξίφος ἐν ταῖς ἐκκλησίαις τοῖς τε ὑπάτοις καὶ τοῖς ἄλλοις βουλευταῖς ὤρεγεν ὡς καὶ τὴν αὐτοκράτορα ἀρχὴν δι' αὐτοῦ ἀποτεθειμένος· οὔτε γὰρ ἐκείνων τις λαβεῖν αὐτὸ ἐτόλμα, καὶ οἱ προσεστηκότες ἐχλεύαζον.

[17]

[1]    πρὸς οὖν ταῦτα, ἄλλως τε καὶ πελάζοντος ἤδη τοῦ Πρίμου, συνελθόντες οἵ τε ὕπατοι Γάιος Κυΐντιος Ἀττικὸς καὶ Γναῖος Καικίλιος Σίμπλιξ καὶ Σαβῖνος (συγγενὴς οὗτος Οὐεσπασιανοῦ) τῶν τε ἄλλων οἱ πρῶτοι γνώμας ἐποιήσαντο, καὶ ἐς τὸ παλάτιον ὥρμησαν σὺν τοῖς ὁμογνωμονοῦσί σφισι στρατιώταις ὡς ἢ πείσοντες ἢ καὶ [2] καταναγκάσοντες τὸν Οὐιτέλλιον τὴν ἀρχὴν ἀπειπεῖν. καὶ περιπεσόντες τοῖς Κελτοῖς τοῖς φρουροῦσιν αὐτὸν κακῶς ἀπήλλαξαν, κἀκ τούτου ἔς τε τὸ Καπιτώλιον ἀνέφυγον, κἀνταῦθα τὸν Δομιτιανὸν τὸν τοῦ Οὐεσπασιανοῦ υἱὸν καὶ τοὺς συγγενεῖς αὐτοῦ μεταπεμψάμενοι [3] ἐν φυλακῇ ἐποιήσαντο. τῇ δ' ὑστεραίᾳ προσβαλόντων σφίσι τῶν ἐναντίων χρόνον μέν τινα ἀπεκρούσαντο αὐτούς, ἐμπρησθέντων δὲ τῶν περὶ τὸ Καπιτώλιον ἀνεκόπησαν ὑπὸ τοῦ πυρός. καὶ οὕτως ἐπαναβάντες οἱ τοῦ Οὐιτελλίου στρατιῶται ἐκείνων τε συχνοὺς ἐφόνευσαν, καὶ διαρπάσαντες πάντα τὰ ἀνακείμενα κατέπρησαν ἄλλα τε καὶ τὸν ναὸν τὸν μέγαν, τόν τε Σαβῖνον καὶ τὸν Ἀττικὸν συλλαβόντες [4] πρὸς τὸν Οὐιτέλλιον ἔπεμψαν. Δομιτιανὸς δὲ καὶ Σαβῖνος ὁ τοῦ Σαβίνου παῖς ἐν τῷ πρώτῳ θορύβῳ διαφυγόντες ἐκ τοῦ Καπιτωλίου καὶ ἐς οἰκίας τινὰς κατακρυφθέντες ἐλελήθεσαν. Xiph. 198, 17200, 25 R. St.

[18]

[1]    ὡς δὲ οἱ Οὐεσπασιάνειοι στρατιῶται πλησίον ἐγένοντο, οὓς ὅ τε Κύιντος Πετίλιος Κερεάλιος βουλευτὴς τῶν πρώτων καὶ τῷ Οὐεσπασιανῷ κατ' ἐπιγαμίαν τινὰ προσήκων καὶ ὁ Πρῖμος ὁ Ἀντώνιος ἦγον (ὁ γὰρ Μουκιανὸς οὔπω ἐπεφθάκει), ἐν παντὶ δέους ὁ Οὐιτέλλιος [2] ἐγεγόνει. οὗτοι γὰρ πρῶτον μὲν δι' ἀγγέλων τινῶν, ἔς τε λάρνακας μετὰ τῶν νεκρῶν καὶ ἐς ἀρρίχους ὀπώραν ἐχούσας ἢ καὶ καλάμους ὀρνιθευτῶν τὰ γράμματα ἐμβάλλοντες, πάντα τὰ ἐν τῇ πόλει δρώμενα ἐμάνθανον καὶ πρὸς ἐκεῖνα ἐβουλεύοντο· τότε δ' ἰδόντες τὸ πῦρ τὸ ἐκ τοῦ Καπιτωλίου ὥσπερ ἐκ φρυκτωρίας αἰρόμενον [3] ἠπείχθησαν. καὶ πρότερος τῇ πόλει μετὰ τοῦ ἱππικοῦ ὁ Κερεάλιος προσμίξας ἡττήθη μὲν κατ' αὐτὴν τὴν ἔσοδον, ἅτε ἐν στενῷ μεθ' ἱππέων ἀποληφθείς, ἐπέσχε δ' οὖν τό τι κακὸν ὑπὸ τῶν ἐναντίων γενέσθαι· ὁ γὰρ Οὐιτέλλιος καταλλαγήσεσθαι ἐκ τῆς ἐπικρατείας ἐλπίσας τοὺς στρατιώτας ἀνεχαίτισεν, καὶ τὴν βουλὴν συναγαγὼν πρέσβεις παρ' αὐτῶν μετὰ τῶν ἀειπαρθένων πρὸς τὸν Κερεάλιον [19] [1] ἔπεμψεν. ὡς δ' οὐδεὶς αὐτῶν ἐσήκουσεν, ἀλλ' ὀλίγου καὶ ἀπέθανον, πρός τε τὸν Πρῖμον καὶ αὐτὸν ἤδη προσπελάζοντα ἦλθον, [2] καὶ λόγου μὲν ἔτυχον, ἔπραξαν δὲ οὐδέν. οἱ γὰρ στρατιῶται ἐπ' αὐτὸν ὀργῇ ἐχώρησαν, καὶ τήν τε φυλακὴν τῆς τοῦ Τιβέριδος γεφύρας ῥᾳδίως ἔλυσαν (ἐπειδὴ γὰρ ἐνστάντες ἐς αὐτὴν ἐκώλυσάν σφας διελθεῖν, διενήξαντο τὸν ποταμὸν οἱ ἱππεῖς καὶ κατὰ τοῦ νώτου σφίσιν ἐπέπεσον), καὶ μετὰ τοῦτο ἄλλοι ἄλλῃ ἐσβαλόντες οὐδὲν [3] ὅ τι τῶν δεινοτάτων οὐκ ἐποίησαν· πάντα γὰρ ὅσα τῷ Οὐιτελλίῳ καὶ τοῖς σὺν αὐτῷ οὖσιν ἐπεκάλουν, καὶ δι' ἃ καὶ πολεμεῖν σφισιν ἐσκήπτοντο, ἔδρασαν, καὶ ἀπέκτειναν πολλούς. συχνοὶ δὲ καὶ αὐτῶν ἀπό τε τῶν στεγῶν τῷ κεράμῳ βαλλόμενοι καὶ ἐν ταῖς στενοχωρίαις ὑπὸ τοῦ πλήθους τῶν ἀνθισταμένων ὠθούμενοι ἐκόπτοντο, ὥστε ἐς πέντε μυριάδας ἀνθρώπων ὅλας ἐν ταῖς ἡμέραις ἐκείναις φθαρῆναι. Xiph. 200, 25201, 18 R. St., et (inde a p. 131 v. 5) Exc. U4G 404b (p. 396).

[20]

[1]    τῆς οὖν πόλεως πορθουμένης, καὶ τῶν ἀνθρώπων τῶν μὲν μαχομένων τῶν δὲ φευγόντων, καὶ ἤδη καὶ αὐτῶν ἐκείνων, ὅπως τῶν ἐσεληλυθότων δόξαντες εἶναι σωθῶσι, καὶ ἁρπαζόντων τινὰ καὶ φονευόντων, ὁ Οὐιτέλλιος φοβηθεὶς χιτωνίσκον τε ῥακώδη καὶ ῥυπαρὸν ἐνέδυ, καὶ ἐς οἴκημα σκοτεινόν, ἐν ᾧ ἐτρέφοντο κύνες, ἐκρύφθη, γνώμην ἔχων τῆς νυκτὸς ἐς τὴν Ταρρακῖναν πρὸς τὸν ἀδελφὸν ἀποδρᾶναι.

[2] καὶ αὐτὸν ἀναζητήσαντες οἱ στρατιῶται καὶ ἐξευρόντες (οὐ γάρ που καὶ ἐπὶ πολὺ λαθεῖν ἀκριβῶς ἐδύνατο ἅτε αὐτοκράτωρ γεγονώς) συνέλαβον φορυτοῦ καὶ αἵματος ἀναπεπλησμένον (ὑπὸ γὰρ τῶν κυνῶν ἐλελύμαντο), κἀκ τούτου τὴν ἐσθῆτα αὐτοῦ περιρρήξαντες καὶ τὼ χεῖρε ἐς τοὐπίσω δήσαντες, τῷ τε αὐχένι σχοινίον περιθέντες, κατήγαγον ἐκ τοῦ παλατίου τὸν Καίσαρα τὸν ἐν αὐτῷ [3] ἐντρυφήσαντα, καὶ διὰ τῆς ἱερᾶς ὁδοῦ ἔσυραν τὸν αὐτοκράτορα τὸν ἐν τῷ βασιλικῷ δίφρῳ πολλάκις σοβήσαντα, ἔς τε τὴν ἀγορὰν ἐσεκόμισαν τὸν Αὔγουστον ἐν ᾗ πολλάκις ἐδημηγόρησε. καὶ οἱ μὲν ἐρράπιζον αὐτόν, οἱ δὲ τοῦ γενείου ἔτιλλον· πάντες δὲ ἔσκωπτον καὶ πάντες ὕβριζον, τά τε ἄλλα καὶ τὴν ἀσωτίαν αὐτοῦ ἐπιλέγοντες, [21] [1] ἐπειδὴ καὶ γαστροπίων ἦν. αἰσχυνομένου τε ἐπὶ τούτοις αὐτοῦ καὶ κάτω βλέποντος, οἱ στρατιῶται ξιφιδίοις αὐτὸν ὑπὸ τὸ γένειον ὑπεκέντουν, ἵνα καὶ ἄκων ἄνω βλέπῃ. ἰδὼν δὲ τοῦτο Κελτός τις οὐκ ἤνεγκεν, ἀλλ' ἐλεήσας αὐτόν "ἐγώ σοι" ἔφη "βοηθήσω, ὡς μόνως δύναμαι". καὶ ὁ μὲν ἐκεῖνόν τε ἔτρωσε καὶ ἑαυτὸν ἔσφαξεν, [2] οὐ μέντοι καὶ ὁ Οὐιτέλλιος ἀπέθανεν ἐκ τοῦ τραύματος, ἀλλ' ἐσύρετο ἐς τὸ δεσμωτήριον ὥσπερ καὶ οἱ ἀνδριάντες αὐτοῦ, πολλῶν μὲν γελοίων πολλῶν δὲ καὶ αἰσχρῶν ἐπιλεγομένων σφίσιν. ἐπειδή τε καὶ ὑπεραλγήσας καὶ οἷς ἔπαθε καὶ οἷς ἤκουεν "ἀλλ' ἔγωγε" ἔφη "αὐτοκράτωρ ποτὲ ὑμῶν ἐγενόμην", ὀργισθέντες οἱ στρατιῶται πρός τε τοὺς ἀναβαθμοὺς αὐτὸν ἤγαγον, κἀνταῦθα κατέκοψαν, τήν τε κεφαλὴν αὐτοῦ ἀποτεμόντες κατὰ πᾶσαν τὴν πόλιν περιήγαγον.

[22]   καὶ τοῦτον μὲν ὕστερον ἡ γυνὴ ἔθαψε, ζήσαντα μὲν ἐπὶ τέσσαρα ἔτη καὶ πεντήκοντα καὶ ἡμέρας ἐννέα καὶ ὀγδοήκοντα, ἄρξαντα δὲ ἐνιαυτὸν ἡμερῶν δέκα ἀποδέοντα· ὁ δὲ ἀδελφὸς αὐτοῦ ὥρμησε μὲν ἐκ τῆς Ταρρακίνης ὡς καὶ βοηθήσων αὐτῷ, μαθὼν δὲ κατὰ τὴν ὁδὸν ὅτι τέθνηκε, καὶ περιπεσὼν ἅμα τοῖς ἐπ' αὐτὸν πεμφθεῖσιν, ὡμολόγησε μέν σφισιν ὡς καὶ σωθησόμενος, ἐσφάγη δ' [3] οὐ πολλῷ ὕστερον. καὶ αὐτῷ καὶ ὁ τοῦ Οὐιτελλίου παῖς ἐπαπώλετο, καίτοι τοῦ Οὐιτελλίου μηδένα μήτε τῶν τοῦ Ὄθωνος μήτε τῶν τοῦ Οὐεσπασιανοῦ συγγενῶν ἀποκτείναντος. πεπραγμένων δὲ τούτων ἤδη ὡς ἑκάστων ὁ Μουκιανὸς ἐπῆλθε, καὶ τά τε ἄλλα συνδιῴκει τῷ Δομιτιανῷ, καὶ ἐς τοὺς στρατιώτας αὐτὸν παραγαγὼν δημηγορῆσαι ἐποίησε καίπερ καὶ παιδίσκον ὄντα. καὶ πέντε καὶ εἴκοσι δραχμὰς τῶν στρατιωτῶν ἕκαστος ἔλαβεν. Xiph. 201, 18-202, R. St.