7352 340 0 5 7 0 II-III d. C. Storiografia Cassius Dio LVIII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 3

Cassius Dio - Historiae Romanae LVIII

   Ἀπεδήμησε δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐκ τῆς Ῥώμης, καὶ οὐκέτι τὸ παράπαν ἐς τὴν πόλιν ἀνεκομίσθη, καίτοι μέλλων τε ἀεὶ καὶ ἐπαγγελλόμενος. Xiph. 142, 1821.

[1a]    πολλοῦ τε πάθους αἴτιος τοῖς Ῥωμαίοις ἐγένετο, κοινῇ τε καὶ ἰδίᾳ προσαναλίσκων τοὺς ἄνδρας. ἔδοξε γὰρ αὐτῷ τὰς τῶν κυνηγίων θέας τῆς πόλεως ἀπελάσαι. καὶ διὰ τοῦτό τινες ἔξω ταύτας τελεῖν πειραθέντες αὐτοῖς συνδιεφθάρησαν τοῖς θεάτροις ἔκ τινων σανίδων εἰργασμένοις. Joann. Antioch. fr. 79 14 54b. 6 M. (v. 2530).

[1b]    Λατιάριος δέ τις ἑταῖρος Σαβίνου ἀνδρὸς τῶν πρώτων ἐν Ῥώμῃ, τῷ Σεϊανῷ χαριζόμενος, ἐς τὴν τοῦ οἰκήματος ἐν ᾧ διῃτᾶτο ὀροφὴν βουλευτὰς κατακρύψας ὑπηγάγετο τὸν Σαβῖνον ἐς λόγους, καί τι εἰπὼν ὧν [2] εἰώθει, ἐπεσπάσατο καὶ ἐκεῖνον πάνθ' ὅσα ἐφρόνει ἐκλαλῆσαι. τῶν γάρ τοι συκοφαντεῖν ἐθελόντων ἔργον ἐστὶ λοιδορίας τέ τινος προκατάρχεσθαι καὶ ἀπόρρητόν τι ἐκφαίνειν, ἵνα ἀκούσας τι αὐτὸς ἢ καὶ ὅμοιόν τι εἰπὼν αἰτιαθῇ· τοῖς μὲν γάρ, ἅτε ἐκ παρασκευῆς τοῦτο δρῶσιν, ἀκίνδυνός ἐστιν ἡ παρρησία (οὐ γὰρ ὡς καὶ φρονοῦντές τινα, ἀλλ' ὡς ἑτέρους ἐλέγξαι βουλόμενοι λέγειν αὐτὰ πιστεύονται), οἱ δ' ὅ τι ἂν καὶ τὸ βραχύτατον [3] ἔξω τοῦ καθεστηκότος εἴπωσι, κολάζονται. ὅπερ καὶ τότε ἐγένετο· ἔς τε γὰρ τὸ δεσμωτήριον αὐθημερὸν ὁ Σαβῖνος κατετέθη, καὶ μετὰ τοῦτο ἄκριτος ἐφθάρη, τό τε σῶμα αὐτοῦ κατὰ τῶν ἀναβασμῶν ἐρρίφη καὶ ἐς τὸν ποταμὸν ἐνεβλήθη. καὶ δεινὸν μὲν τοῦτο τὸ πάθος καὶ καθ' ἑαυτὸ ἅπασιν ἦν, ἐδείνωσε δ' αὐτὸ ἐπὶ πλέον κύων τις τοῦ Σαβίνου, συνεσελθών τε αὐτῷ ἐς τὸ οἴκημα καὶ ἀποθανόντι παραμείνας καὶ τέλος καὶ ἐς τὸν ποταμὸν συνεσπεσών.

[2]

[1]    τοῦτο μὲν τοιοῦτον ἐγένετο, ἐν δὲ τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ἡ Λιουία μετήλλαξεν, ἓξ καὶ ὀγδοήκοντα ἔτη ζήσασα. καὶ αὐτὴν ὁ Τιβέριος οὔτε νοσοῦσαν ἐπεσκέψατο οὔτ' ἀποθανοῦσαν αὐτὸς προέθετο· οὐ μὴν οὐδὲ ἐς τιμὴν ἄλλο τι αὐτῇ πλὴν τῆς δημοσίας ἐκφορᾶς καὶ εἰκόνων ἑτέρων τέ τινων οὐδενὸς ἀξίων ἔνειμεν. ἀθανατισθῆναι δὲ αὐτὴν [2] ἄντικρυς ἀπηγόρευσεν. οὐ μέντοι καὶ μόνα οἱ ἡ βουλή, ὅσα ἐκεῖνος ἐπέστειλεν, ἐψηφίσατο, ἀλλὰ πένθος ἐπ' αὐτῇ παρ' ὅλον τὸν ἐνιαυτὸν ταῖς γυναιξὶν ἐπήγγειλαν, καίπερ τὸν Τιβέριον ἐπαινέσαντες ὅτι τῆς τῶν κοινῶν [3] διοικήσεως οὐδὲ τότε ἀπέσχετο· καὶ προσέτι καὶ ἁψῖδα αὐτῇ, ὃ μηδεμιᾷ ἄλλῃ γυναικί, ἐψηφίσαντο, ὅτι τε οὐκ ὀλίγους σφῶν ἐσεσώκει, καὶ ὅτι παῖδας πολλῶν ἐτετρόφει κόρας τε πολλοῖς συνεξεδεδώκει, ἀφ' οὗ γε καὶ μητέρα αὐτὴν τῆς πατρίδος τινὲς ἐπωνόμαζον. ἐν δὲ τῷ μνημείῳ ἐτάφη τῷ τοῦ Αὐγούστου. Xiph. 142, 21-143, 25.

[3a]    οὐδὲν δὲ τῶν τισι καταλειφθέντων ὑπ' ἐκείνης δέδωκεν ὁ Τιβέριος. Zon. 11, 2 p. 441, 20 B. (p. 8, 18. 19 D.)

[4]    καὶ αὐτῆς ἄλλα τε καλῶς εἰρημένα ἀποφθέγματα φέρεται, καὶ ὅτι γυμνούς ποτε ἄνδρας ἀπαντήσαντας αὐτῇ καὶ μέλλοντας διὰ τοῦτο θανατωθήσεσθαι ἔσωσεν, εἰποῦσα ὅτι οὐδὲν ἀνδριάντων ταῖς σωφρονούσαις [5] οἱ τοιοῦτοι διαφέρουσι. πυθομένου τέ τινος αὐτῆς πῶς καὶ τί δρῶσα οὕτω τοῦ Αὐγούστου κατεκράτησεν, ἀπεκρίνατο ὅτι αὐτή τε ἀκριβῶς σωφρονοῦσα, καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μήτε ἄλλο τι τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα [6] μήτε ἀκούειν μήτε αἰσθάνεσθαι προσποιουμένη. τοιαύτη μὲν ἡ Λιουία ἐγένετο, ἡ μέντοι ψηφισθεῖσα αὐτῇ ἁψὶς οὐκ ᾠκοδομήθη διὰ τὸ τὸν Τιβέριον τοῖς ἑαυτοῦ τέλεσι κατασκευάσειν αὐτὴν ὑποσχέσθαι· κατοκνήσας γὰρ τῷ λόγῳ τὸ δόγμα λῦσαι, τοῦτον τὸν τρόπον ἀνέτρεψεν αὐτό, μήτ' ἐκ τῶν δημοσίων χρημάτων ἐπιτρέψας τὸ ἔργον γενέσθαι μήτ' αὐτὸς ποιήσας.

[7]    ὁ δὲ δὴ Σεϊανὸς ἔτι καὶ μᾶλλον ᾔρετο, καὶ ἐψηφίσθη ὅπως τὰ γενέθλια αὐτοῦ δημοσίᾳ ἑορτάζηται. τὸ γάρ τοι πλῆθος τῶν ἀνδριάντων ὧν ἥ τε βουλὴ καὶ ἡ ἱππὰς αἵ τε φυλαὶ καὶ οἱ ἄνδρες οἱ πρῶτοι ἔστησαν [8] αὐτοῦ, οὐδὲ ἐξηρίθμησεν ἄν τις· πρέσβεις τε ἰδίᾳ μὲν ἡ γερουσία ἰδίᾳ δὲ οἱ ἱππῆς τό τε πλῆθος ἔκ τε τῶν δημάρχων καὶ ἐκ τῶν ἀγορανόμων τῶν σφετέρων πρὸς ἀμφοτέρους αὐτοὺς ἔπεμπον, καὶ εὔχοντο ὑπὲρ ἀμφοῖν ὁμοίως καὶ ἔθυον, τήν τε τύχην αὐτῶν ὤμνυσαν. Xiph. 143, 25-144, 19.

[3]

[1]    τῷ δὲ δὴ Γάλλῳ ὁ Τιβέριος, τῷ τήν τε γυναῖκα αὐτοῦ ἀγαγομένῳ καὶ τῇ περὶ τῆς ἀρχῆς παρρησίᾳ χρησαμένῳ, καιρὸν λαβὼν ἐπέθετο. ἐπειδὴ γὰρ τὸν Σεϊανὸν ἤτοι καὶ ἀληθῶς ὡς αὐταρχήσοντα ἢ καὶ τῷ [2] τοῦ Τιβερίου δέει θεραπεύων, ἢ καὶ ἐξ ἐπιβουλῆς, ἵνα καὶ αὐτῷ ἐκείνῳ διὰ κόρου γενόμενος φθαρῇ, τά τε πλείω οἱ καὶ τὰ μείζω ἐσηγήσατο καὶ ἐν τοῖς πρεσβευταῖς γενέσθαι ἐσπούδασεν, ἐπέστειλε περὶ αὐτοῦ τῇ βουλῇ τά τε ἄλλα καὶ ὅτι τῷ Σεϊανῷ τῆς πρὸς ἑαυτὸν φιλίας φθονοίη, [3] καίπερ αὐτὸς Συριακῷ φίλῳ χρώμενος. καὶ ταῦτα οὐκ ἐξέφηνε τῷ Γάλλῳ, ἀλλὰ καὶ πάνυ αὐτὸν ἐδεξιώσατο, ὥστε συμβῆναί οἱ πρᾶγμα παραδοξότατον, καὶ ὃ μηδενὶ ἄλλῳ συνηνέχθη· ἐν γὰρ τῇ αὐτῇ ἡμέρᾳ παρά τε τῷ Τιβερίῳ εἱστιάθη καὶ φιλοτησίας ἔπιε, καὶ ἐν τῷ βουλευτηρίῳ κατεψηφίσθη, ὥστε καὶ στρατηγὸν τὸν δήσοντά τε αὐτὸν καὶ πρὸς τὴν [4] τιμωρίαν ἀπάξοντα πεμφθῆναι. καὶ μέντοι τοῦθ' οὕτως ὁ Τιβέριος πράξας οὐδ' ἀποθανεῖν αὐτῷ ἐθελήσαντι, ἐπειδὴ τάχιστα τῶν δεδογμένων ᾔσθετο, ἐπέτρεψεν, ἀλλ' ἐκείνῳ τε, ἵνα ἐπὶ πλεῖστον κακωθείη, θαρσεῖν ... ἐνετείλατο ὅπως ἐν φυλακῇ ἀδέσμῳ ᾖ, μέχρις ἂν αὐτὸς ἐς τὴν πόλιν ἀφίκηται, ἵν', ὅπερ εἶπον, ἐπὶ μακρότατον καὶ τῇ ἀτιμίᾳ ἅμα [5] καὶ τῷ φόβῳ ταλαιπωρήσειε. καὶ ἔσχεν οὕτως· πρός τε γὰρ τῶν ἀεὶ ὑπάτων ἐτηρεῖτο (ἔξω τῆς τοῦ Τιβερίου ἀρχῆς· τότε γὰρ πρὸς τῶν στρατηγῶν ἐφυλάχθη), οὐχ ἵνα μὴ φύγῃ, ἀλλ' ἵνα μὴ τελευτήσῃ, καὶ οὔτε ἑταῖρός τις οὔτ' οἰκέτης αὐτῷ συνεγίγνετο, οὔτ' ἐλάλει τινὶ οὔθ' ἑώρα [6] τινὰ πλὴν ὁπότε τροφὴν λαβεῖν ἠναγκάζετο. καὶ ἦν αὕτη τοιαύτη καὶ τοσαύτη ὥστε μήτε τινὰ ἡδονὴν ἢ καὶ ῥώμην αὐτῷ παρασχεῖν μήτ' ἀποθανεῖν αὐτὸν ἐᾶν· τοῦτο γὰρ ἦν τὸ δεινότατον. ὃ καὶ ἐπ' ἄλλων συχνῶν ὁ Τιβέριος ἐποίει· δήσας γοῦν τινα τῶν ἑταίρων, ἔπειτα λόγου περὶ τῆς θανατώσεως αὐτοῦ γενομένου ἔφη ὅτι "οὐδέπω αὐτῷ διήλλαγμαι".

[7] ἕτερον μέντοι τινὰ καὶ πάνυ ἰσχυρῶς βασανίσας, ἔπειτα γνοὺς ὅτι ἀδίκως κατηγορήθη, καὶ πάνυ σπουδῇ ἀπέκτεινεν, εἰπὼν ὅτι χαλεπωτέρως ὕβρισται ἢ ὥστε καλῶς δύνασθαι ζῆν. Συριακὸς δ' οὔτ' ἀδικήσας τι οὔτ' αἰτιαθείς, ἀλλὰ καὶ ἐπὶ παιδείᾳ ἐλλόγιμος ὤν, ἐσφάγη διὰ τοῦτο μόνον ὅτι φίλον αὐτὸν τοῦ Γάλλου ὁ Τιβέριος εἶπεν εἶναι. Exc. Val. 191 (p. 667), Xiph. 144, 19-145, 22.

[8]    ὅτι ὁ Σεϊανὸς καὶ τὸν Δροῦσον διέβαλε διὰ τῆς γυναικὸς αὐτοῦ. πάσας γὰρ ὡς εἰπεῖν τὰς τῶν ἐπιφανῶν ἀνδρῶν γαμετὰς μοιχεύων τά τε λεγόμενα ἢ καὶ πραττόμενα ὑπ' ἐκείνων ἐμάνθανε, καὶ προσέτι καὶ συνεργούς σφας ὡς καὶ γαμηθησομένας οἱ ἐποιεῖτο. ἐπεὶ δὲ ὁ Τιβέριος ἁπλῶς τὸν Δροῦσον ἐς τὴν Ῥώμην ἔπεμψεν, ὁ Σεϊανὸς δείσας μὴ μεταβάληται, ἔπεισε τὸν Κάσσιον χρηματίσαι τι κατ' αὐτοῦ. Exc. Val. 192 (p. 669).

[9]    τὸν δὲ Σεϊανὸν ὁ Τιβέριος ἐπὶ μέγα δόξης ἐπάρας καὶ κηδεστὴν ἐπὶ Ἰουλίᾳ τῇ τοῦ Δρούσου θυγατρὶ ποιησάμενος (ὕστερον ἔκτεινε). Zon. 11, 2 p. 442, 810 B. (p. 8, 319, 1 D.)

[4]

[1]    ὁ δὲ δὴ Σεϊανὸς καὶ μείζων καὶ φοβερώτερος ἀεὶ ἐγίγνετο, ὥστε καὶ τοὺς βουλευτὰς καὶ τοὺς ἄλλους ἐκείνῳ μὲν ὡς καὶ αὐτοκράτορι προσέχειν, τὸν δὲ Τιβέριον ἐν ὀλιγωρίᾳ ποιεῖσθαι. μαθὼν οὖν ταῦτα ὁ Τιβέριος οὔτε ἐν ἐλαφρῷ τὸ πρᾶγμα ἐποιήσατο, φοβηθεὶς μὴ καὶ αὐτοκράτορα ἄντικρυς αὐτὸν ἀποδείξωσιν, οὔτε ἠμέλησεν. ἐκ μὲν δὴ οὖν [2] τοῦ προφανοῦς οὐδὲν ἔδρασε· τό τε γὰρ δορυφορικὸν πᾶν ἰσχυρῶς ᾠκείωτο, καὶ τῶν βουλευτῶν τὸ μὲν εὐεργεσίαις τὸ δὲ ἐλπίσι τὸ δὲ καὶ φόβῳ προσεπεποίητο, τούς τε περὶ τὸν Τιβέριον ὄντας οὕτω πάντας προσηταίριστο ὥστε τὰ μὲν ἐκείνου πάντα ἁπλῶς, καὶ ὅσα ἔλεγε καὶ ὅσα ἔπραττε, παραυτίκα οἱ ἀγγέλλεσθαι, τὰ δ' ὑπ' αὐτοῦ δρώμενα μηδένα τῷ [3] Τιβερίῳ δηλοῦν. ἄλλως οὖν αὐτὸν μετεπορεύετο, καὶ ὕπατόν τε αὐτὸν ἀπέδειξε καὶ κοινωνὸν τῶν φροντίδων ὠνόμαζε, "Σεϊανός" τε "ὁ ἐμός" πολλάκις ἐπαναλαμβάνων ἔλεγε, καὶ τοῦτο καὶ γράφων πρός τε τὴν [4] βουλὴν καὶ πρὸς τὸν δῆμον ἐδήλου. τούτοις οὖν οἱ ἄνθρωποι ἀπατώμενοι καὶ πιστεύοντες χαλκοῦς τε αὐτοὺς ἁπανταχοῦ ἐκ τοῦ ἴσου ἵστασαν, κἀν ταῖς γραφαῖς συνέγραφον, δίφρους τε ἐπιχρύσους ἐς τὰ θέατρα ἀμφοῖν ἐσέφερον· καὶ τέλος ἐψηφίσθη ὑπάτους τέ σφας διὰ πέντε ἐτῶν ἅμα ἀποδείκνυσθαι, καὶ ἀπάντησιν, ὁπότε ἐς τὴν Ῥώμην ἐσίοιεν, ἀμφοτέροις ὁμοίως γίγνεσθαι. καὶ τέλος καὶ ταῖς εἰκόσιν αὐτοῦ ὥσπερ καὶ ταῖς τοῦ Τιβερίου ἔθυον.

[5]    καὶ τὰ μὲν περὶ τὸν Σεϊανὸν τοιαῦτα ἦν, τῶν δὲ ἄλλων πολλοὶ καὶ ὀνομαστοὶ ἐφθάρησαν, ὧν ἦν καὶ Γάιος Φούφιος Γέμινος. ἀσεβείας γὰρ ἐς τὸν Τιβέριον ἐγκληθεὶς τὰς διαθήκας ἔς τε τὸ συνέδριον ἐσεκόμισε καὶ ἀνέγνω, δηλῶν ὅτι τὸν κλῆρον ἐξ ἴσου τοῖς τέκνοις καὶ ἐκείνῳ [6] καταλελοιπὼς ἦν· καὶ μαλακίας αἰτιαθεὶς ἀπῆλθεν οἴκαδε πρὶν ψηφισθῆναί τι, καὶ μαθὼν τὸν ταμίαν ἐπὶ δικαιώσει αὐτοῦ παρόντα αὐτός τε ἑαυτὸν ἔτρωσε, καὶ ἐκείνῳ τὸ τραῦμα δείξας "ἀπάγγειλον" ἔφη "τῇ γερουσίᾳ ὅτι ἀνὴρ οὕτως ἀποθνήσκει." καὶ ἡ γυνὴ δὲ αὐτοῦ Μουτιλία Πρίσκα ἔγκλημά τι λαβοῦσα ἐσῆλθέ τε ἐς τὸ βουλευτήριον, κἀνταῦθα ἑαυτὴν ἐγχειριδίῳ τινί, ὃ λάθρᾳ ἐσεκεκομίκει, ἔσφαξεν. Xiph. 145, 22146, 30.

[7]    ἐπὶ τούτοις τε Μουκίαν [1. Μουτιλίαν] καὶ τὸν ταύτης ἄνδρα ἅμα δυσὶ θυγατράσιν ἀνεῖλε διὰ τὴν πρὸς τὴν αὐτοῦ μητέρα φιλίαν. Joann. Antioch. fr. 79 14 7 M. (v. 3537.)

[8]    ὅτι ἐπὶ Τιβερίου πάντες οἱ κατηγοροῦντές τινων χρήματα καὶ πολλά γε ἔκ τε τῶν οὐσιῶν αὐτῶν καὶ ἐκ τοῦ δημοσίου, καὶ προσέτι καὶ τιμάς τινας ἐλάμβανον. ἤδη δὲ καὶ ἕτεροι προχείρως τινὰς θορυβοῦντες ἢ καὶ ἑτοίμως τινῶν καταψηφιζόμενοι, οἱ μὲν εἰκόνας οἱ δὲ καὶ τιμὰς ἐπινικίους ἐκτῶντο. ὥστε τινὰς τῶν ἄλλων ἐλλογίμων, ἀξιωθέντας τοιούτου τινός, μὴ ἐθελῆσαι αὐτὸ προσθέσθαι, ἵνα μὴ καὶ αὐτοὶ δόξωσί ποτε ὅμοιοι ἐκείνοις γεγονέναι. Exc. Val. 193 (p. 669.)

[9]    ὅτι Τιβέριος νόσον προσποιησάμενος τὸν Σεϊανὸν ὡς καὶ ἐπακολουθήσων εἰς Ῥώμην προέπεμψε λέγων μέρος τοῦ σώματος αὐτοῦ καὶ τῆς ψυχῆς ἀποσπᾶσθαι ἀπ' αὐτοῦ καὶ περιέβαλεν αὐτὸν καὶ κατεφίλησεν μετὰ δακρύων ὥστε Σεϊανὸν ἐπὶ πλέον ἐπαίρεσθαι. Petr. Patr. Exc. Vat. 10 p. 199 sq. Mai. (p. 183, 1116 Dind.) [5] [1] ὁ δὲ Σεϊανὸς τοσοῦτος ἦν τῇ τε ὑπεροχῇ τοῦ φρονήματος καὶ τῷ μεγέθει τῆς ἐξουσίας ὥστε συνελόντι εἰπεῖν αὐτὸν μὲν αὐτοκράτορα τὸν δὲ Τιβέριον νησίαρχόν τινα εἶναι δοκεῖν διὰ τὸ ἐν τῇ νήσῳ τῇ λεγομένῃ [2] Καπρίᾳ τὰς διατριβὰς ποιεῖσθαι. σπουδαί τε καὶ ὠθισμοὶ περὶ τὰς θύρας αὐτοῦ ἐγίγνοντο ἐκ τοῦ δεδιέναι μὴ μόνον μὴ οὐκ ὀφθῇ τις αὐτῷ, ἀλλὰ μὴ καὶ ἐν τοῖς ὑστάτοις φανῇ· πάντα γὰρ ἀκριβῶς, καὶ μάλιστα [3] τὰ τῶν πρώτων, ἐτηρεῖτο καὶ τὰ ῥήματα καὶ τὰ νεύματα. οἱ μὲν γὰρ οἰκείᾳ ἀξιώσει προύχοντες οὔτε τὰ δεξιώματα παρά τινων πάνυ ἀπαιτοῦσι, κἂν ἄρα καὶ ἐκλειφθῇ τι αὐτῶν, οὐκ ἐγκαλοῦσί σφισιν, ἅτε καὶ ἑαυτοῖς συνειδότες ὅτι μὴ καταφρονοῦνται· οἱ δὲ ἐπακτῷ καλλωπίσματι χρώμενοι πάντα ἰσχυρῶς τὰ τοιαῦτα, ὡς καὶ ἐς τὴν τοῦ ἀξιώματός σφων πλήρωσιν ἀναγκαῖα, ἐπιζητοῦσι, κἂν μὴ τύχωσιν αὐτῶν, ἄχθονταί [4] τε ὡς διαβαλλόμενοι καὶ ὀργίζονται ὡς ὑβριζόμενοι. καὶ διὰ τοῦτο μᾶλλον περὶ τοὺς τοιούτους ἢ περὶ αὐτοὺς ὡς εἰπεῖν τοὺς αὐτοκράτορας σπουδάζουσιν, ὅτι τοῖς μέν, κἂν πλημμεληθῇ τι, ἀρετὴν τὸ συγγνῶναί τῳ φέρει, τοῖς δὲ τοῦτο μὲν τὴν ἀσθένειάν σφων ἐλέγχειν δοκεῖ, τὸ δὲ ἐπεξελθεῖν καὶ τιμωρήσασθαι βεβαίωσιν τοῦ μέγα δύνασθαι ἔχειν νομίζεται.

[5] ἐν δέ τινι νουμηνίᾳ πάντων συνιόντων ἐς τὴν οἰκίαν τοῦ Σεϊανοῦ ἥ τε κλίνη ἡ ἐν τῷ δωματίῳ, ἐν ᾧ ἠσπάζετο, κειμένη πᾶσα ὑπὸ τοῦ ὄχλου τῶν ἱζησάντων συνετρίβη, καὶ προϊόντος αὐτοῦ ἐκ τῆς οἰκίας [6] γαλῆ διὰ μέσων σφων διῇξεν. ἐπειδή τε καὶ ἐν τῷ Καπιτωλίῳ θύσας ἐς τὴν ἀγορὰν κατῄει, οἱ οἰκέται αὐτοῦ οἱ δορυφόροι διά τε τῆς ὁδοῦ τῆς ἐς τὸ δεσμωτήριον ἀγούσης ἐξετράποντο, μὴ δυνηθέντες αὐτῷ ὑπὸ τοῦ ὄχλου ἐπακολουθῆσαι, καὶ κατὰ τῶν ἀναβασμῶν καθ' ὧν οἱ δικαιούμενοι [7] ἐρριπτοῦντο κατιόντες ὤλισθον καὶ κατέπεσον. οἰωνιζομένου τε μετὰ τοῦτο αὐτοῦ τῶν μὲν αἰσίων ὀρνίθων ἐπεφάνη οὐδείς, κόρακες δὲ δὴ πολλοὶ περιιπτάμενοι καὶ περικρώξαντες αὐτὸν ἀπέπταντο ἀθρόοι πρὸς τὸ οἴκημα καὶ ὑπὲρ αὐτοῦ ἐκαθέζοντο.

[6]

[1]    τούτων οὖν τῶν τεράτων οὔθ' ὁ Σεϊανὸς οὔτ' ἄλλος τις ἐνθύμιον ἐποιήσατο· πρὸς γὰρ τὴν τῶν παρόντων ὄψιν οὐδ' ἂν εἰ σαφῶς θεός τις προέλεγεν ὅτι τοσαύτη δι' ὀλίγου μεταβολὴ γενήσοιτο, ἐπίστευσεν [2] ἄν τις. τήν τε οὖν τύχην αὐτοῦ κατακορῶς ὤμνυσαν, καὶ συνάρχοντα τοῦ Τιβερίου, οὐκ ἐς τὴν ὑπατείαν ἀλλ' ἐς τὸ κράτος ὑποσημαίνοντες, ἐπεκάλουν. Τιβέριος δὲ ἠγνόει μὲν οὐδὲν ἔτι τῶν κατ' αὐτόν, βουλευόμενος δὲ ὅντινα τρόπον αὐτὸν ἀποκτείνῃ, καὶ οὐχ εὑρίσκων ὅπως ἀσφαλῶς ἐκ τοῦ φανεροῦ τοῦτο ποιήσει, θαυμαστὸν δή τινα τρόπον καὶ αὐτῷ ἐκείνῳ καὶ τοῖς ἄλλοις, ὥστε τὴν γνώμην αὐτῶν ἀκριβῶς μαθεῖν, ἐχρήσατο.

[3] περί τε γὰρ ἑαυτοῦ πολλὰ καὶ ποικίλα καὶ τῷ Σεϊανῷ καὶ τῇ βουλῇ συνεχῶς ἐπέστελλε, νῦν μὲν λέγων [ὅτι] φλαύρως ἔχειν καὶ ὅσον οὐκ ἤδη τελευτήσειν, νῦν δὲ καὶ σφόδρα ὑγιαίνειν καὶ αὐτίκα δὴ μάλα [4] ἐς τὴν Ῥώμην ἀφίξεσθαι· καὶ τὸν Σεϊανὸν τοτὲ μὲν πάνυ ἐπῄνει τοτὲ δὲ πάνυ καθῄρει, τῶν τε ἑταίρων αὐτοῦ τοὺς μὲν ἐτίμα δι' ἐκεῖνον τοὺς δ' ἠτίμαζεν. ὥστε ὁ Σεϊανὸς ἐν τῷ μέρει καὶ τοῦ ὑπερόγκου καὶ τοῦ ὑπερφόβου πληρούμενος ἀεὶ μετέωρος ἦν· οὔτε γὰρ δεδιέναι αὐτῷ καὶ διὰ τοῦτο καὶ νεοχμῶσαί τι ἐπῄει, καὶ γὰρ ἐτιμᾶτο, οὔτ' αὖ θαρσεῖν [5] καὶ ἀπ' αὐτοῦ καὶ ἐπιτολμῆσαί τι, καὶ γὰρ ἐκολούετο. καὶ μέντοι καὶ οἱ λοιποὶ πάντες ἐναλλὰξ καὶ δι' ὀλίγου τὰ ἐναντιώτατα ἀκούοντες, καὶ μήτε τὸν Σεϊανὸν θαυμάζειν ἔτι ἢ καὶ καταφρονεῖν ἔχοντες, ἔς τε τὸν Τιβέριον ὡς καὶ τεθνήξοντα ἢ καὶ ἥξοντα ὑποπτεύοντες, ἐν ἀμφιβόλῳ ἐγίγνοντο.

[7]

[1]    Σεϊανὸν μὲν οὖν ταῦτά τε ἐτάραττε, καὶ πολλῷ μᾶλλον ὅτι ἐξ ἀνδριάντος τινὸς αὐτοῦ τὰ μὲν πρῶτα καπνὸς πολὺς ἀνέθορεν, ἔπειτα δὲ ἀφαιρεθείσης τῆς κεφαλῆς ὅπως τὸ γιγνόμενον ἴδωσιν, ὄφις μέγας [2] ἀνεπήδησεν, ἑτέρας τε εὐθὺς ἀντεπιτεθείσης αὐτῷ, καὶ διὰ τοῦτ' ἐκείνου [τε] θύσειν ἑαυτῷ μέλλοντος (τά τε γὰρ [Xiph. 146, 30149, 6] ἄλλα καὶ ἑαυτῷ ἔθυε), σχοινίον περὶ τὸν αὐχένα αὐτοῦ περικείμενον εὑρέθη. Τύχης τέ τι ἄγαλμα, ὃ ἐγεγόνει μέν, ὥς φασι, Τουλλίου τοῦ βασιλεύσαντός ποτε ἐν τῇ Ῥώμῃ, τότε δὲ ὁ Σεϊανὸς οἴκοι τε [3] εἶχε καὶ μεγάλως ἤγαλλεν, αὐτός τε θύων εἶδεν ἀποστρεφόμενον .............................. καὶ μετὰ τοῦθ' ἕτεροι συνεξιόντες σφίσιν. οἱ δὲ δὴ ἄλλοι ὑπώπτευον μέν που ταῦτα, ἀγνοοῦντες δὲ δὴ τὴν τοῦ Τιβερίου διάνοιαν, καὶ προσεκλογιζόμενοι τό τε ἐκείνου ἔμπληκτον καὶ τὸ τῶν πραγμάτων ἀστάθμητον, [4] ἐπημφοτέριζον, καὶ ἰδίᾳ μὲν τῆς ἑαυτῶν ἀσφαλείας διεσκόπουν, κοινῇ δὲ δὴ ἐθεράπευον αὐτὸν διά τε τἆλλα καὶ ὅτι καὶ ὁ Τιβέριος ἱερέας μετ' αὐτοῦ τε καὶ ἐκεῖνον καὶ τὸν υἱὸν αὐτοῦ ἐποίησε, καὶ τήν τε ἀνθυπατικὴν ἐξουσίαν αὐτῷ ἔδωκαν, καὶ προσεψηφίσαντο πᾶσιν ἀεὶ τοῖς ὑπατεύουσι παραγγέλλεσθαι κατὰ τὸ ἐκείνου [5] ζήλωμα ἄρξαι. ὁ δ' οὖν Τιβέριος ταῖς μὲν ἱερωσύναις ἐτίμησεν αὐτόν, οὐ μὴν καὶ μετεπέμψατο, ἀλλὰ καὶ αἰτησαμένῳ οἱ ὅπως ἐς τὴν Καμπανίαν ἐπὶ προφάσει τῆς μελλονύμφου νοσησάσης ἔλθῃ, κατὰ χώραν μεῖναι προσέταξεν ὡς καὶ αὐτὸς ὅσον οὔπω ἐς τὴν Ῥώμην ἀφιξόμενος.

[8]

[1]    ἔκ τε οὖν τούτων ὁ Σεϊανὸς αὖθις ἠλλοιοῦτο, καὶ διότι καὶ τὸν Γάιον ὁ Τιβέριος ἱερέα ἀποδείξας ἐπῄνεσε, καί τι καὶ ὡς διάδοχον [2] αὐτὸν τῆς μοναρχίας ἕξων ἐνεδείκνυτο. κἂν ἐνεόχμωσέ τι, ἄλλως τε καὶ τῶν στρατιωτῶν πρὸς πάντα ἑτοίμως ὑπακοῦσαι αὐτῷ ἐχόντων, εἰ μὴ τὸν δῆμον ἰσχυρῶς τοῖς περὶ τοῦ Γαΐου λεχθεῖσι πρὸς τὴν τοῦ Γερμανικοῦ τοῦ πατρὸς αὐτοῦ μνήμην ἡσθέντα εἶδε· πρότερον γὰρ νομίζων καὶ ἐκείνους πρὸς ἑαυτοῦ εἶναι, τότε ὡς [3] ᾔσθετο τὰ τοῦ Γαΐου σπουδάζοντας, ἠθύμησε. καὶ ὁ μὲν μετεγίγνωσκεν ὅτι μηδὲν ἐν τῇ ὑπατείᾳ ἐνεόχμωσεν, οἱ δὲ δὴ ἄλλοι ... ........... διά τε ταῦτα, καὶ ὅτι ὁ Τιβέριος ἐχθρόν τινα αὐτοῦ ᾑρημένον μὲν πρὸ δέκα ἐτῶν Ἰβηρίας ἄρξαι, κρινόμενον δὲ ἐπί τισιν ἐξ ἐκείνου ἀφῆκε, καὶ δι' αὐτὸν καὶ τοῖς ἄλλοις τοῖς ἡγεμονεύσειν τινῶν ἢ καὶ ἄλλο τι δημόσιον πράξειν μέλλουσιν ἄδειαν [4] ἐν τῷ καιρῷ τούτῳ τῶν τοιούτων δικῶν ἔδωκε. τῇ τε γερουσίᾳ περὶ τοῦ Νέρωνος ἀποθανόντος γράφων Σεϊανὸν ἁπλῶς αὐτὸν ὠνόμασε, μηδὲν ὧνπερ εἴθιστο προσθείς· καὶ προσέτι καὶ ἀπεῖπε μήτ' ἀνθρώπων τινὶ θύεσθαι, διότι καὶ ἐκείνῳ τοῦτ' ἐγίγνετο, μήτε ἐπὶ τῇ ἑαυτοῦ τιμῇ τι χρηματίζεσθαι, διότι πολλὰ ἐκείνῳ ἐψηφίζετο. τοῦτο γὰρ ἀπηγορεύκει μὲν καὶ πρότερον, τότε δὲ διὰ τὸν Σεϊανὸν ἀνενεώσατο· οὐ γάρ που ὁ μηδὲν ἑαυτῷ τοιοῦτο [9] [1] γίγνεσθαι ἐπιτρέπων ἄλλῳ γε ἐφίει. ἐπ' οὖν τούτοις ἔτι καὶ μᾶλλον αὐτοῦ κατεφρόνησαν, ὥστε καὶ φανερώτερον ἢ λανθάνειν καὶ ἐξίστασθαι αὐτὸν καὶ ἐγκαταλείπειν. μαθὼν οὖν ταῦτα ὁ Τιβέριος, καὶ θαρσήσας ὡς καὶ τὸν δῆμον καὶ τὴν βουλὴν συμμάχους [2] ἕξων, ἐπεχείρησεν αὐτῷ· καὶ προκαθεὶς τὸν λόγον ὅτι τήν τε ἐξουσίαν οἱ τὴν δημαρχικὴν δώσοι, ὅπως ἀπροσδόκητον αὐτὸν ὅτι μάλιστα λάβῃ, ἐπέστειλε κατ' αὐτοῦ τῷ συνεδρίῳ διὰ Ναιουίου Σερτωρίου Μάκρωνος, ἄρχειν τε αὐτὸν τῶν σωματοφυλάκων κρύφα [3] προκαταστήσας, καὶ πάνθ' ὅσα ἐχρῆν πραχθῆναι προδιδάξας. καὶ ὃς νύκτωρ ἐς τὴν Ῥώμην ὡς καὶ κατ' ἄλλο τι ἐλθών, τά τε ἐπεσταλμένα οἱ Μεμμίῳ τε Ῥηγούλῳ τότε ὑπατεύοντι (ὁ γὰρ συνάρχων αὐτοῦ τὰ τοῦ Σεϊανοῦ ἐφρόνει) καὶ Γραικινίῳ Λάκωνι τῷ τῶν [4] νυκτοφυλάκων ἄρχοντι ἐπεκοίνωσε, καὶ ἀναβὰς ἅμα τῇ ἕῳ ἐς τὸ παλάτιον (τῆς γὰρ βουλῆς ἕδρα ἐν τῷ Ἀπολλωνίῳ γενήσεσθαι ἔμελλε) τῷ τε Σεϊανῷ μηδέπω ἐς αὐτὸ ἐσεληλυθότι περιέπεσε, καὶ ἰδὼν αὐτὸν ταραττόμενον ὅτι μηδέν οἱ ὁ Τιβέριος ἐπεστάλκει, παρεμυθήσατο εἰπὼν ἰδίᾳ καὶ ἐν ἀπορρήτῳ ὅτι τὴν ἐξουσίαν αὐτῷ τὴν [5] δημαρχικὴν φέροι. καὶ ὁ μὲν περιχαρὴς ἐπὶ τούτῳ γενόμενος ἐς τὸ βουλευτήριον ἐσεπήδησε· Μάκρων δὲ τοὺς μὲν δορυφόρους τοὺς περί τε ἐκεῖνον καὶ τὸ συνέδριον ὄντας ἐς τὸ στρατόπεδον ἀπέπεμψε, τήν τε ἡγεμονίαν σφίσι τὴν ἑαυτοῦ ἐκφήνας καὶ γράμματα παρὰ [6] τοῦ Τιβερίου γέρα τινὰ αὐτοῖς διδόντα φέρειν φήσας, τοὺς δὲ δὴ νυκτοφύλακας ἀντ' αὐτῶν περὶ τὸν ναὸν περιστήσας ἐσῆλθέ τε ἐς αὐτόν, καὶ τὴν ἐπιστολὴν τοῖς ὑπάτοις δοὺς ἐξῆλθε πρὶν καὶ ὁτιοῦν ἀναγνωσθῆναι, αὐτῷ τε τῷ Λάκωνι τἀνταῦθα φυλάττειν προστάξας αὐτὸς ἐς τὸ στρατόπεδον, μὴ καὶ νεωτερισθείη τι, ὥρμησε.

[10]

[1] κἀν τούτῳ ἡ ἐπιστολὴ ἀνεγνώσθη. ἦν δὲ μακρά, καὶ οὐδὲν ἀθρόον κατὰ τοῦ Σεϊανοῦ εἶχεν, ἀλλὰ τὰ μὲν πρῶτα ἄλλο τι, εἶτα μέμψιν κατ' αὐτοῦ βραχεῖαν, καὶ μετ' αὐτὴν ἕτερόν τι, καὶ κατ' ἐκείνου ἄλλο· καὶ ἐπὶ τελευτῆς δύο τε βουλευτὰς τῶν ᾠκειωμένων οἱ κολασθῆναι [2] καὶ αὐτὸν ἐν φρουρᾷ γενέσθαι δεῖν ἔλεγεν. ἄντικρυς γὰρ ἀποθανεῖν αὐτὸν ὁ Τιβέριος οὐ προσέταξεν, οὐχ ὅτι οὐκ ἐβούλετο, ἀλλ' ὅτι ἐφοβήθη μὴ ταραχή τις ἐκ τούτου γένηται· ὡς γοῦν οὐδὲ τὴν ὁδὸν ἀσφαλῶς ποιήσασθαι δυνάμενος, τὸν ἕτερον τῶν ὑπάτων μετεπέμψατο. τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου, παρῆν δὲ [3] καὶ ἀκοῦσαι ἐπ' αὐτῇ καὶ ἰδεῖν πολλὰ καὶ ποικίλα. πρότερον μὲν γάρ, πρὶν ἀναγιγνώσκεσθαι αὐτήν, ἐπαίνους τε αὐτοῦ ὡς καὶ τὴν δημαρχικὴν ἐξουσίαν ληψομένου ἐποιοῦντο καὶ ἐπιβοήμασιν ἐχρῶντο, προλαμβάνοντες ὅσα ἤλπιζον, καὶ προσενδεικνύμενοί οἱ ὡς καὶ αὐτοὶ [4] αὐτὰ δώσοντες· ἐπεὶ δ' οὐδὲν τοιοῦτον εὑρίσκετο, ἀλλὰ καὶ πᾶν τοὐναντίον ἢ προσεδόκων ἤκουον, ἔν τε ἀπορίᾳ καὶ μετὰ τοῦτο καὶ ἐν κατηφείᾳ πολλῇ ἐγίγνοντο. καί τινες καὶ ἐξανέστησαν τῶν συγκαθημένων αὐτῷ· ὃν γὰρ πρόσθεν περὶ πολλοῦ φίλον ἔχειν ἐποιοῦντο, τούτῳ τότε οὐδὲ τῆς αὐτῆς συνεδρείας κοινωνεῖν ἤθελον.

[5] κἀκ τούτου καὶ στρατηγοὶ καὶ δήμαρχοι περιέσχον αὐτόν, ὅπως μὴ συνταράξῃ τι ἐκπηδήσας· ὅπερ πάντως ἂν ἐπεποιήκει, εἰ κατ' ἀρχὰς ἀθρόῳ τινὶ ἀκούσματι ἐπέπληκτο. νῦν δὲ τό τε ἀεὶ ἀναγιγνωσκόμενον ὡς καὶ κοῦφον καὶ μόνον ὂν παρορῶν, καὶ μάλιστα μὲν μηδὲν ἄλλο, εἰ δὲ μή, μήτι γε καὶ ἀνήκεστόν τι ἐπεστάλθαι περὶ [6] αὑτοῦ ἐλπίζων, διετρίβη καὶ κατὰ χώραν ἔμεινε. κἀν τούτῳ προσκαλεσαμένου αὐτὸν τοῦ Ῥηγούλου οὐχ ὑπήκουσεν, οὐχ ὅτι ὑπερεφρόνησεν (ἤδη γὰρ ἐτεταπείνωτο) ἀλλ' ὅτι ἀήθης τοῦ προστάττεσθαί τι ἦν. ὡς δὲ καὶ δεύτερον καὶ τρίτον γε ἐκεῖνος ἐμβοήσας οἱ καὶ τὴν χεῖρα ἅμα ἐκτείνας εἶπε "Σεϊανὲ δεῦρο ἐλθέ," ἐπηρώτησεν αὐτὸν αὐτὸ τοῦτο, "ἐμὲ καλεῖς;" ὀψὲ δ' οὖν ποτε ἀναστάντι αὐτῷ [7] καὶ ὁ Λάκων ἐπεσελθὼν προσέστη. καὶ τέλος διαναγνωσθείσης τῆς ἐπιστολῆς πάντες ἀπὸ μιᾶς γλώσσης καὶ κατεβόων αὐτοῦ καὶ δεινὰ ἐπέλεγον, οἱ μὲν ἠδικημένοι οἱ δὲ πεφοβημένοι, ἄλλοι τὴν φιλίαν τὴν πρὸς αὐτὸν ἐπηλυγαζόμενοι, ἄλλοι τῇ μεταβολῇ αὐτοῦ [8] ἐπιχαίροντες. οὐ μὴν οὔτε πάντας αὐτοὺς οὔτε περὶ τοῦ θανάτου τινὰ αὐτοῦ ὁ Ῥήγουλος ἐπεψήφισε, φοβηθεὶς μή τις ἐναντιωθῇ κἀκ τούτου καὶ ταραχθῇ τι (συχνοὺς γὰρ δὴ καὶ συγγενεῖς καὶ φίλους εἶχεν)· ἀλλ' ἕνα τινὰ ἀνακρίνας καὶ σύμψηφον ὅπως δεθῇ λαβών, ἐξήγαγέ τε αὐτὸν ἐκ τοῦ συνεδρίου καὶ ἐς τὸ δεσμωτήριον μετά τε τῶν ἄλλων ἀρχόντων καὶ μετὰ τοῦ Λάκωνος κατήγαγεν.

[11]

[1] ἔνθα δὴ καὶ μάλιστα ἄν τις τὴν ἀνθρωπίνην ἀσθένειαν κατεῖδεν, ὥστε μηδαμῇ μηδαμῶς φυσᾶσθαι. ὃν γὰρ τῇ ἕῳ πάντες ὡς καὶ κρείττω σφῶν ὄντα ἐς τὸ βουλευτήριον παρέπεμψαν, τοῦτον τότε ἐς τὸ οἴκημα ὡς μηδενὸς βελτίω κατέσυρον, καὶ ὃν στεφάνων πρότερον [2] πολλῶν ἠξίουν, τούτῳ τότε δεσμὰ περιέθεσαν· ὃν δὲ ἐδορυφόρουν ὡς δεσπότην, τοῦτον ἐφρούρουν ὡς δραπέτην καὶ ἀπεκάλυπτον ἐπικαλυπτόμενον, καὶ ὃν τῷ περιπορφύρῳ ἱματίῳ ἐκεκοσμήκεσαν, ἐπὶ κόρρης ἔπαιον, ὅν ‹τε› προσεκύνουν ᾧ τε ὡς θεῷ [3] ἔθυον, τοῦτον θανατώσοντες ἦγον. καὶ αὐτῷ καὶ ὁ δῆμος προσπίπτων πολλὰ μὲν ἐπὶ τοῖς ἀπολωλόσιν ὑπ' αὐτοῦ ἐπεβόα, πολλὰ δὲ καὶ ἐπὶ τοῖς ἐλπισθεῖσιν ἐπέσκωπτε. τάς τε εἰκόνας αὐτοῦ πάσας κατέβαλλον καὶ κατέκοπτον καὶ κατέσυρον ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκιζόμενοι· καὶ οὕτω θεατὴς ὧν πείσεσθαι ἔμελλεν ἐγίγνετο.

[4] τότε μὲν γὰρ ἐς τὸ δεσμωτήριον ἐνεβλήθη· ὕστερον δ' οὐ πολλῷ, ἀλλ' αὐθημερὸν ἡ γερουσία πλησίον τοῦ οἰκήματος ἐν τῷ Ὁμονοείῳ, ἐπειδὴ τά τε τοῦ δήμου τοιαῦτα ὄντα ᾔσθετο καὶ τῶν δορυφόρων οὐδένα ἑώρα, ἀθροισθεῖσα θάνατον αὐτοῦ κατεψηφίσατο.

[5] καὶ οὕτω δικαιωθεὶς κατά τε τῶν ἀναβασμῶν ἐρρίφη, καὶ αὐτὸν ὁ ὅμιλος τρισὶν ὅλαις ἡμέραις ἐλυμήνατο, καὶ μετὰ τοῦτο ἐς τὸν ποταμὸν ἐνέβαλε. τά τε παιδία αὐτοῦ κατὰ δόγμα ἀπέθανε, τῆς κόρης, ἣν τῷ τοῦ Κλαυδίου υἱεῖ ἠγγυήκει, προδιαφθαρείσης ὑπὸ τοῦ δημίου, ὡς οὐχ ὅσιον ὂν παρθενευομένην τινὰ ἐν [6] τῷ δεσμωτηρίῳ διολέσθαι. καὶ ἡ γυνὴ Ἀπικᾶτα οὐ κατεψηφίσθη μέν, μαθοῦσα δὲ ὅτι τὰ τέκνα αὐτῆς τέθνηκε, καί σφων τὰ σώματα ἐν τοῖς ἀναβασμοῖς ἰδοῦσα, ἀνεχώρησε, καὶ ἐς βιβλίον γράψασα περὶ τοῦ θανάτου τοῦ Δρούσου κατά τε τῆς Λιουίλλης τῆς γυναικὸς αὐτοῦ, δι' ἥνπερ που καὶ αὐτὴ τῷ ἀνδρὶ προσεκεκρούκει ὥστε μηκέτι συνοικεῖν, τὸ μὲν τῷ Τιβερίῳ ἔπεμψεν, αὐτὴ δ' ἑαυτὴν [7] διεχρήσατο. καὶ οὕτως ὁ Τιβέριος ἐντυχὼν τῷ βιβλίῳ, καὶ διελέγξας τὰ γεγραμμένα, τούς τε ἄλλους πάντας καὶ τὴν Λιουίλλαν ἀπέκτεινεν. ἤδη δὲ ἤκουσα ὅτι ἐκεῖνος μὲν αὐτῆς διὰ τὴν μητέρα τὴν Ἀντωνίαν ἐφείσατο, αὐτὴ δὲ ἡ Ἀντωνία ἑκοῦσα λιμῷ τὴν θυγατέρα ἐξώλεσε.

[12]

[1]    τοῦτο μὲν οὖν ὕστερον ἐγένετο, τότε δὲ θόρυβος πολὺς ἐν τῇ πόλει συνηνέχθη. ὅ τε γὰρ δῆμος εἴ πού τινα τῶν μέγα παρὰ τῷ Σεϊανῷ δυνηθέντων καὶ δι' αὐτὸν ὑβρισάντων τι εἶδεν, ἐφόνευε· [2] καὶ οἱ στρατιῶται ἀγανακτοῦντες ὅτι αὐτοί τε ἐς τὴν τοῦ Σεϊανοῦ εὔνοιαν ὑπωπτεύθησαν καὶ οἱ νυκτοφύλακές σφων ἐς τὴν τοῦ αὐτοκράτορος πίστιν προετιμήθησαν, ἐμπρήσεις τε καὶ ἁρπαγὰς ἐποιοῦντο, καίτοι πάντων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων τὸ ἄστυ πᾶν ἐκ [3] τῆς τοῦ Τιβερίου ἐντολῆς φυλαττόντων. οὐ μὴν οὐδ' ἡ βουλὴ ἡσύχαζεν, ἀλλ' οἵ τε τὸν Σεϊανὸν τεθεραπευκότες δεινῶς δέει τῆς τιμωρίας ἐταράσσοντο, καὶ οἱ κατηγορηκότες ἢ καὶ καταμεμαρτυρηκότες τινῶν διὰ φόβου, ὑποψίᾳ τοῦ καὶ δι' ἐκεῖνον ἀλλ' οὐ διὰ τὸν Τιβέριον αὐτοὺς διεφθάρθαι, ἐγίγνοντο. ὀλίγον τε πάνυ τὸ θαρσοῦν ἦν, ὅσον ἔξω τε τούτων καθειστήκει καὶ τὸν Τιβέριον [4] ἠπιώτερον γενήσεσθαι προσεδόκα. τά τε γὰρ συμβεβηκότα σφίσιν ἐς τὸν ἀπολωλότα, ὥσπερ που φιλεῖ γίγνεσθαι, ἔτρεπον, καὶ ἐκεῖνον ἢ οὐδενὸς ἢ ὀλίγων ᾐτιῶντο· τὰ γὰρ πλείονα τὰ μὲν ἠγνοηκέναι, τὰ δὲ καὶ ἄκοντα κατηναγκάσθαι πρᾶξαι ἔλεγον. ἰδίᾳ μὲν δὴ ὡς ἕκαστοι οὕτω διετίθεντο, κοινῇ δὲ δὴ ἐψηφίσαντο, ὡς καὶ δεσποτείας τινὸς ἀπηλλαγμένοι, μήτε πένθος τινὰ ἐπ' αὐτῷ ποιήσασθαι, [5] καὶ Ἐλευθερίας ἄγαλμα ἐς τὴν ἀγορὰν ἀνατεθῆναι, ἑορτήν τε διά τε τῶν ἀρχόντων καὶ διὰ τῶν ἱερέων ἁπάντων, ὃ μηπώποτε ἐγεγόνει, ἀχθῆναι, καὶ τὴν ἡμέραν ἐν ᾗ ἐτελεύτησε καὶ ἵππων ἀγῶσι καὶ θηρίων σφαγαῖς ἐτησίοις διά τε τῶν ἐς τὰς τέσσαρας ἱερωσύνας τελούντων καὶ διὰ τῶν τοῦ Αὐγούστου θιασωτῶν ἀγάλλεσθαι, ὃ [6] οὐδέποτε ἐπεποίητο. ὃν γὰρ αὐτοὶ ταῖς τε ὑπερβολαῖς καὶ ταῖς καινότησι τῶν τιμῶν πρὸς τὸν ὄλεθρον προήγαγον, κατὰ τούτου καὶ τοῖς θεοῖς ξένα τινὰ ἐψηφίζοντο. οὕτω γάρ τοι σαφῶς ἠπίσταντο ὅτι ὑπ' ἐκείνων μάλιστα ἐξεφρόνησεν, ὥστ' ἀπαγορεῦσαι παραχρῆμα διαρρήδην μήτε τιμὰς μηδενὶ ὑπερόγκους δίδοσθαι μήτε τοὺς ὅρκους ἐπ' ἄλλου τινὸς πλὴν τοῦ αὐτοκράτορος ποιεῖσθαι.

[7] καὶ μέντοι ταῦθ' οὕτω, καθάπερ ἐκ θείας τινὸς ἐπιπνοίας, ψηφισάμενοι καὶ τὸν Μάκρωνα καὶ τὸν Λάκωνα κολακεύειν οὐ πολλῷ ὕστερον ἤρξαντο· χρήματά τε γὰρ αὐτοῖς πολλὰ καὶ τιμάς, Λάκωνι μὲν τὰς τῶν τεταμιευκότων Μάκρωνι δὲ τὰς τῶν ἐστρατηγηκότων, ἔδωκαν, καὶ αὐτῷ καὶ συνθεᾶσθαί σφισι καὶ ἱματίῳ περιπορφύρῳ [8] ἐν ταῖς εὐκταίαις πανηγύρεσι χρῆσθαι ἐπέτρεψαν. οὐ μέντοι καὶ ἐκεῖνοι ἐδέξαντο αὐτά· τὸ γὰρ παράδειγμά σφας ὑπόγυον ὂν ἐθορύβει. οὐ μὴν οὐδ' ὁ Τιβέριος προσήκατό τι ἄλλων ‹τ'› αὐτῷ πολλῶν ψηφισθέντων, καὶ ὅπως αὐτός τε πατὴρ τῆς πατρίδος τότε γε ἄρξηται ὀνομάζεσθαι, καὶ τὰ γενέθλια αὐτῷ δέκα τε τῶν ἵππων ἁμίλλαις καὶ ἑστιάσει τῆς γερουσίας τιμῷτο· ἀλλὰ καὶ προηγόρευσεν αὖθις μηδένα μηδὲν τοιοῦτον ἐσηγεῖσθαι.

[13]

[1]    ταῦτα μὲν ἐν τῇ πόλει ἐγίγνετο, ὁ δὲ δὴ Τιβέριος τέως μὲν ἐν δέει μεγάλῳ καθειστήκει μὴ ὁ Σεϊανὸς κατασχὼν αὐτὴν ἐπ' αὐτὸν ἐπιπλεύσῃ, καὶ πλοῖα παρεσκευάσατο ἵνα, ἄν τι τοιοῦτο συμβῇ, διαφύγῃ· τῷ τε Μάκρωνι, ὥς τινές φασιν, ἐνετείλατο ὅπως, ἄν τι παρακινήσῃ, τὸν Δροῦσον ἔς τε τὴν βουλὴν καὶ ἐς τὸν δῆμον ἐσαγάγῃ [2] καὶ αὐτοκράτορα ἀποδείξῃ. ἐπεὶ δὲ ἔμαθεν αὐτὸν ἀπολωλότα, ἔχαιρεν ὥσπερ εἰκὸς ἦν, οὐ μέντοι καὶ τὴν πρεσβείαν τὴν πεμφθεῖσαν ἐπὶ τούτῳ προσεδέξατο, καίπερ πολλῶν μὲν παρὰ τῆς βουλῆς πολλῶν δὲ καὶ παρὰ τῶν ἱππέων τοῦ τε πλήθους, ὥσπερ [3] καὶ πρίν, σταλέντων· ἀλλὰ καὶ τὸν ὕπατον τὸν Ῥήγουλον, τά τε αὐτοῦ ἀεὶ φρονήσαντα καὶ πρὸς τὴν ἀσφάλειαν τῆς ἐς τὴν πόλιν αὐτοῦ κομιδῆς, ὥσπερ ἐπεστάλκει, ἐλθόντα, ἀπεώσατο.

[14]

[1]    Σεϊανὸς μὲν δὴ μέγιστον τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ' αὐτόν, πλὴν Πλαυτιανοῦ, τὴν ἡγεμονίαν ταύτην λαβόντων ἰσχύσας οὕτως ἀπήλλαξεν, οἱ δὲ δὴ συγγενεῖς οἵ τε ἑταῖροι αὐτοῦ καὶ οἱ λοιποὶ πάντες οἵ τι αὐτὸν κολακεύσαντες καὶ οἱ τὰς τιμὰς αὐτῷ [2] ἐσηγησάμενοι ἐκρίνοντο· καὶ ἐκείνων τε οἱ πλείους ἡλίσκοντο ἐφ' οἷς πρότερον ἐφθονοῦντο, καὶ οἱ ἄλλοι κατεδίκαζόν σφων ἐφ' οἷς πρότερον ἐψηφίσαντο. καὶ συχνοὶ καὶ τῶν κεκριμένων τε ἐπί τισι καὶ ἀφειμένων καὶ κατηγορήθησαν αὖθις καὶ ἑάλωσαν ὡς καὶ τὴν [3] ἐκείνου χάριν τότε σωθέντες. οὕτως, εἰ καὶ μηδὲν ἄλλο ἔγκλημά τῳ ἐπεφέρετο, ἀλλ' αὐτό γε τότε ἐξήρκει οἱ πρὸς τὴν τιμωρίαν ὅτι φίλος τοῦ Σεϊανοῦ ἐγεγόνει, καθάπερ οὐ καὶ αὐτοῦ τοῦ Τιβερίου φιλήσαντος αὐτὸν καὶ δι' ἐκεῖνον καὶ τῶν ἄλλων οὕτω σπουδασάντων.

[4] ἐμήνυον δὲ δὴ ταῦτα ἄλλοι τε καὶ αὐτοὶ οἱ μάλιστα τὸν Σεϊανὸν θεραπεύοντες· οἷα γὰρ ἀκριβῶς τοὺς ὁμοίους σφίσιν εἰδότες, οὐδὲν πρᾶγμα εἶχον οὔτ' ἀναζητοῦντες αὐτοὺς οὔτε ἐξελέγχοντες. καὶ οἱ μέν, ὡς σωθησόμενοί τε διὰ τοῦτο καὶ τιμὰς καὶ χρήματα προσληψόμενοι, οἱ μὲν κατηγόρουν τινῶν οἱ δὲ κατεμαρτύρουν, [5] συνέβη δὲ αὐτοῖς μηδενὸς ὧν ἤλπιζον τυχεῖν· τοῖς γὰρ αὐτοῖς ἐγκλήμασιν οἷς τοὺς ἄλλους μετῄεσαν ἐνεχόμενοι, τὸ μέν τι δι' ἐκεῖνα [15] [1] τὸ δὲ καὶ ὡς προδωσέταιροι, προσαπώλλυντο. τῶν οὖν αἰτιαθέντων συχνοὶ μὲν καὶ κατηγορήθησαν παρόντες καὶ ἀπελογήσαντο, καὶ παρρησίᾳ γε εἰσὶν οἳ μεγάλῃ ἐχρήσαντο· οἱ δὲ δὴ πλείους αὐτοὶ [2] ἑαυτοὺς πρὶν ἁλῶναι διέφθειραν. ἐποίουν δὲ τοῦτο μάλιστα μὲν τοῦ μήτε τὴν ὕβριν μήτε τὴν αἰκίαν φέρειν (πάντες γὰρ οἵ τινα τοιαύτην αἰτίαν λαβόντες, οὐχ ὅπως ἱππῆς ἀλλὰ καὶ βουλευταί, οὐδ' ὅπως ἄνδρες ἀλλὰ καὶ γυναῖκες, ἐς τὸ δεσμωτήριον συνεωθοῦντο, [3] καὶ καταψηφισθέντες οἱ μὲν ἐκεῖ ἐκολάζοντο, οἱ δὲ καὶ ἀπὸ τοῦ Καπιτωλίου ὑπὸ τῶν δημάρχων ἢ καὶ τῶν ὑπάτων κατεκρημνίζοντο, καὶ ἔς τε τὴν ἀγορὰν τὰ σώματα ἁπάντων αὐτῶν ἐρρίπτετο καὶ μετὰ τοῦτο ἐς τὸν ποταμὸν ἐνεβάλλετο), ἤδη δὲ καὶ [4] ὅπως οἱ παῖδες τῶν οὐσιῶν αὐτοὺς κληρονομῶσιν· ὀλίγαι γὰρ πάνυ τῶν ἐθελοντηδὸν πρὸ τῆς δίκης τελευτώντων ἐδημεύοντο, προκαλουμένου διὰ τούτου τοὺς ἀνθρώπους τοῦ Τιβερίου αὐτοέντας γίγνεσθαι, ἵνα μὴ αὐτός σφας ἀποκτείνειν δοκῇ, ὥσπερ οὐ πολλῷ δεινότερον ὂν αὐτοχειρίᾳ τινὰ ἀποθανεῖν ἀναγκάσαι τοῦ τῷ δημίῳ [16] [1] αὐτὸν παραδοῦναι. αἱ δ' οὖν πλεῖσται τῶν οὐχ οὕτως ἀποθανόντων οὐσίαι ἐδημοσιοῦντο, βραχέος τινὸς ἢ καὶ μηδενὸς τοῖς κατηγορήσασιν αὐτῶν διδομένου. καὶ γὰρ τὰ χρήματα δι' ἀκριβείας ἤδη [2] πολὺ μᾶλλον ἐποιεῖτο. καὶ διὰ τοῦτο καὶ τέλος τι διακοσιοστὴν ἔχον ἑκατοστὴν ἤγαγε, καὶ ἐκληρονόμει παντὸς τοῦ καταλειφθέντος αὐτῷ· κατέλειπον δὲ δὴ πάντες ὀλίγου καὶ οἱ ἑαυτοὺς ἀναχρώμενοι, [3] ὥσπερ καὶ τῷ Σεϊανῷ ὅτε ἔζη. τῇ δ' αὐτῇ ἐκείνῃ διανοίᾳ ᾗ τὰ τῶν ἑκόντως ἀποθνησκόντων χρήματα οὐκ ἀφῃρεῖτο, καὶ τὰς ἐσαγγελίας πάσας ἐς τὴν γερουσίαν ἐσῆγεν, ὅπως αὐτός τε ἔξω αἰτίας, ὥς γε καὶ ἐδόκει, ᾖ, καὶ ἡ βουλὴ αὐτὴ ἑαυτῆς ὡς καὶ ἀδικούσης τι [4] καταψηφίζηται. ὅθεν καὶ πάνυ ἀκριβῶς ἔμαθον, αὐτοὶ δι' ἑαυτῶν ἀπολλύμενοι, ὅτι καὶ τὰ πρότερον ἐκεῖνα οὐ τοῦ Σεϊανοῦ μᾶλλον ἢ τοῦ Τιβερίου ἔργα ἦν. οὐ γὰρ μόνον οἱ κατηγορήσαντές τινων ἐκρίνοντο ἢ καὶ οἱ καταμαρτυρήσαντες κατεμαρτυροῦντο, ἀλλὰ καὶ [5] οἱ κατεψηφισμένοι τινῶν ἀνθηλίσκοντο. οὕτως οὔθ' ὁ Τιβέριός τινων ἐφείδετο, ἀλλὰ καὶ πᾶσιν αὐτοῖς κατ' ἀλλήλων ἀπεχρῆτο, οὔτ' ἄλλον βέβαιον φίλον οὐδένα ........., ἀλλ' ἐν τῷ ἴσῳ καὶ τὸ ἀδικοῦν καὶ τὸ ἀναμάρτητον τό τε ὑποπτεῦόν τι καὶ τὸ ἀδεὲς πρὸς [6] τὴν τῶν Σεϊανῶν ἐγκλημάτων ἀνάκρισιν ἐγίγνετο. ἔδοξε μὲν γάρ τινα ἀμνηστίαν αὐτῶν ὀψέ ποτε ἐσηγήσασθαι· καὶ γὰρ πενθεῖν τοῖς βουλομένοις αὐτὸν ἐπέτρεψε, προσαπειπὼν μηδὲ ἐφ' ἑτέρου [7] τινὸς κωλύεσθαί τινα τοῦτο ποιεῖν, ὃ πολλάκις ἐψηφίζετο· οὐ μὴν καὶ τῷ ἔργῳ ἐβεβαίωσεν αὐτήν, ἀλλ' ὀλίγον διαλιπὼν ἔπειτα καὶ ἐπὶ τῷ Σεϊανῷ καὶ ἐφ' ἑτέροις ἀθεμίτοις ἐγκλήμασι συχνοὺς ἐκόλασεν, ᾐσχυγκέναι τε καὶ ἀπεκτονέναι καὶ τὰς συγγενεστάτας σφίσιν αἰτιαθέντας.

[17]

[1]    τοιαύτης δ' οὖν τότε τῆς καταστάσεως οὔσης, καὶ μηδ' ἀπαρνήσασθαί τινος δυναμένου τὸ μὴ οὐ καὶ τῶν σαρκῶν ἂν αὐτοῦ ἡδέως ἐμφαγεῖν, γελοιότατον πρᾶγμα τῷ ἑξῆς ἔτει, ᾧ Γναῖος Δομίτιος [2] καὶ Κάμιλλος Σκριβωνιανὸς ὑπάτευσαν, ἐγένετο. νομιζομένου γὰρ συχνὸν ἤδη χρόνον μηκέτι κατὰ ἄνδρα τὴν βουλὴν ἐν τῇ νουμηνίᾳ ὀμνύναι, ἀλλ' ἑνός, ὥσπερ εἴρηταί μοι, προομνύντος καὶ τοὺς λοιποὺς συνεπαινεῖν, οὐκ ἐποίησαν αὐτό, ἀλλὰ αὐτεπάγγελτοι, μηδενός σφας ἀναγκάσαντος, ἰδίᾳ καὶ καθ' ἑαυτὸν ἕκαστος ἐπιστώθησαν [3] ὥσπερ τι παρὰ τοῦτο μᾶλλον εὐορκήσοντες. πρότερον μὲν γὰρ καὶ ἐπὶ πολλὰ ἔτη οὐδ' ὀμνύντα τινὰ τὰ πρὸς τὴν ἀρχὴν αὐτοῦ φέροντα, ὥσπερ εἶπον, ἠνέσχετο· τότε δὲ καὶ ἕτερόν τι γελοιότερον ἐγένετο. προχειρίσασθαί τε γὰρ αὐτὸν ὅσους ἂν ἐθελήσῃ σφῶν, καὶ ἐξ αὐτῶν εἴκοσιν, οὓς ἂν ὁ κλῆρος ἀποφήνῃ, φρουροῖς, ὁσάκις ἂν ἐς τὸ βουλευτήριον ἐσίῃ, ξιφίδια ἔχουσι χρῆσθαι ἐψηφίσαντο.

[4] τῶν τε γὰρ ἔξω πρὸς τῶν στρατιωτῶν τηρουμένων καὶ εἴσω μηδενὸς ἰδιώτου ἐσιόντος, δι' οὐδένα δῆλον ὅτι ἄλλον, ἀλλὰ δι' ἑαυτοὺς μόνους ὡς καὶ πολεμίους οἱ ὄντας τὴν φρουρὰν αὐτῷ δοθῆναι [18] [1] ἔγνωσαν. ὁ δ' οὖν Τιβέριος ἐπῄνεσε μὲν αὐτούς, καὶ χάριν δῆθεν τῆς εὐνοίας σφίσιν ἔγνω, τὸ δὲ δὴ πρᾶγμα ὡς καὶ ἄηθες διεκρούσατο· οὐ γὰρ οὕτως εὐήθης ἦν ὥστ' αὐτοῖς γε ἐκείνοις, οὕς τε [2] ἐμίσει καὶ ὑφ' ὧν ἐμισεῖτο, ξίφη δοῦναι. ἀμέλει καὶ ἐξ αὐτῶν τούτων προσυποτοπήσας σφᾶς (πᾶν γὰρ ὅ τι ἄν τις παρὰ τὴν ἀλήθειαν ἐπὶ κολακείᾳ ποιῇ ὑποπτεύεται) τοῖς μὲν ἐκείνων ψηφίσμασι μακρὰ χαίρειν ἔφρασε, τοὺς δὲ δορυφόρους καὶ λόγοις καὶ χρήμασι, καίπερ τὰ τοῦ Σεϊανοῦ φρονήσαντας εἰδώς, ἐτίμησεν, ἵνα [3] αὐτοῖς προθυμοτέροις κατ' αὐτῶν χρῆσθαι ἔχῃ. ἔστι μὲν γὰρ ὅτε καὶ τοὺς βουλευτὰς αὖθις ἐπῄνεσεν, ἐπεί σφισιν ἐκ τοῦ δημοσίου τὸ ἀργύριον δοθῆναι ἐψηφίσαντο· οὕτω δὲ δὴ ἀκριβῶς τοὺς μὲν τῷ λόγῳ ἀντεξηπάτα τοὺς δὲ τῷ ἔργῳ προσηταιρίζετο, ὥστε καὶ Ἰούνιον [Γαλλῆνον] Γαλλίωνα, θέαν τοῖς διαστρατευσαμένοις αὐτῶν [4] ἐν τῇ τῶν ἱππέων ἕδρᾳ δίδοσθαι ἐσηγησάμενον, μὴ μόνον φυγαδεῦσαι, αὐτὸ τοῦτο ἐπικληθέντα ὅτι σφᾶς ἀναπείθειν ἐδόκει τῷ κοινῷ μᾶλλον ἢ ἑαυτῷ εὐνοεῖν, ἀλλὰ καὶ ἐπειδὴ ἔγνω αὐτὸν ἐς Λέσβον ἀπαίρειν, τῆς τε ἐκεῖ ἀσφαλοῦς εὐδαιμονίας ἀφελέσθαι καὶ ἐς φυλακὴν τοῖς ἄρχουσιν, ὥσπερ ποτὲ τὸν Γάλλον, παραδοῦναι.

[5] καὶ ἵνα γε ἐπὶ μᾶλλον ἑκατέρους πείσῃ ὅπως περὶ ἀμφοτέρων αὐτῶν φρονοίη, ᾐτήσατο παρὰ τῆς βουλῆς οὐ πολλῷ ὕστερον ἀρκεῖν οἱ τόν τε Μάκρωνα καὶ χιλιάρχους ἐς τὸ συνέδριον ἐσάγεσθαι. οὐ γάρ που καὶ ἐδεῖτό τι αὐτῶν, ὅς γε οὐδὲ ἐς τὴν πόλιν ἔτι ἐσελθεῖν ἐνενόει, ἀλλὰ τό τε ἐκείνων μῖσος καὶ τὴν τῶν [6] στρατιωτῶν εὔνοιαν ἐνδείξασθαί σφισιν ἠθέλησε. καὶ τοῦτο καὶ αὐτοὶ οἱ βουλευταὶ ὡμολόγησαν· τῷ γοῦν δόγματι προσενέγραψαν ὥστε ἔρευνάν σφων συνιόντων, μὴ καὶ ξιφίδιόν τις ὑπὸ μάλης ἔχῃ, γίγνεσθαι.

[19]

[1]    τοῦτο μὲν δὴ τῷ ἐχομένῳ ἔτει ἐγνώσθη, τότε δὲ ἐφείσατο μὲν καὶ ἄλλων τινῶν καίτοι τῷ Σεϊανῷ ᾠκειωμένων, ἐφείσατο δὲ καὶ Λουκίου Καισιανοῦ στρατηγοῦ Μάρκου τε Τερεντίου ἱππέως, ἐκείνου μὲν ὑπερφρονήσας τά τε ἄλλα πάντα διὰ φαλακρῶν ἐν τοῖς Φλωραλίοις μέχρι νυκτὸς ἐπὶ τῇ τοῦ Τιβερίου χλευασίᾳ, ὅτι τοιοῦτος [2] ἦν, ποιήσαντος, καὶ φῶς τοῖς ἀπιοῦσιν ἐκ τοῦ θεάτρου διὰ πεντακισχιλίων παίδων ἀπεξυρημένων παρασχόντος (τοσοῦτον γὰρ ἐδέησε δι' ὀργῆς αὐτῷ γενέσθαι ὥστ' οὐδὲ προσεποιήσατο ἀρχὴν ὅτι περὶ αὐτῶν ἠκηκόει, καίπερ Καισιανῶν ἐξ ἐκείνου πάντων τῶν [3] φαλακρῶν ὀνομασθέντων), τοῦ δὲ δὴ Τερεντίου, ὅτι ἐπὶ τῇ τοῦ Σεϊανοῦ φιλίᾳ κρινόμενος οὐχ ὅσον οὐκ ἠρνήσατο, ἀλλὰ καὶ ἔφη καὶ σπουδάσαι μάλιστα αὐτὸν καὶ θεραπεῦσαι, ἐπειδὴ καὶ ὑπ' αὐτοῦ τοῦ Τιβερίου οὕτως ἐτιμᾶτο, "ὥστ' εἰ μὲν ἐκεῖνος ὀρθῶς"

[4] εἶπεν "ἐποίει τοιούτῳ φίλῳ χρώμενος, οὐδὲ ἐγώ τι ἠδίκηκα· εἰ δ' ὁ αὐτοκράτωρ ὁ πάντα ἀκριβῶς εἰδὼς ἐπλανήθη, τί θαυμαστὸν εἰ καὶ ἐγώ οἱ συνεξηπατήθην; καὶ γάρ τοι προσήκει ἡμῖν πάντας τοὺς ὑπ' αὐτοῦ τιμωμένους ἀγαπᾶν, μὴ πολυπραγμονοῦντας ὁποῖοί τινές εἰσιν, ἀλλ' ἕνα ὅρον τῆς φιλίας σφῶν ποιουμένους [5] τὸ τῷ αὐτοκράτορι αὐτοὺς ἀρέσκειν." ἥ τε γὰρ βουλὴ διὰ ταῦτα αὐτὸν ἀφῆκε, καὶ προσέτι καὶ τοῖς κατηγορήσασιν αὐτοῦ προσεπετίμησε, καὶ ὁ Τιβέριος συγκατέθετό σφισι. τόν τε Πίσωνα τὸν πολίαρχον τελευτήσαντα δημοσίᾳ ταφῇ ἐτίμησεν, ὅπερ που καὶ ἄλλοις ἐχαρίζετο· καὶ Λούκιον ἀντ' αὐτοῦ Λαμίαν ἀνθείλετο, ὃν [6] πρόπαλαι τῇ Συρίᾳ προστάξας κατεῖχεν ἐν τῇ Ῥώμῃ. τοῦτο δὲ καὶ ἐφ' ἑτέρων πολλῶν ἐποίει, ἔργῳ μὲν μηδενὸς αὐτῶν δεόμενος, λόγῳ δὲ δὴ τιμᾶν αὐτοὺς προσποιούμενος. κἀν τούτῳ Οὐιτρασίου Πωλίωνος τοῦ τῆς Αἰγύπτου ἄρχοντος τελευτήσαντος Ἰβήρῳ τινὶ Καισαρείῳ χρόνον τινὰ τὸ ἔθνος ἐπέτρεψε.

[20]

[1]    τῶν δ' οὖν ὑπάτων ὁ μὲν Δομίτιος δι' ἔτους ἦρξε (τῆς γὰρ Ἀγριππίνης τῆς τοῦ Γερμανικοῦ θυγατρὸς ἀνὴρ ἦν), οἱ δ' ἄλλοι ὥς που τῷ Τιβερίῳ ἔδοξε. τοὺς μὲν γὰρ ἐπὶ μακρότερον τοὺς δὲ ἐπὶ βραχύτερον ἂν ᾑρεῖτο, καὶ τοὺς μὲν ἔτι καὶ θᾶσσον τοῦ τεταγμένου [2] ἀπήλλασσε, τοῖς δὲ καὶ ἐπὶ πλεῖον ἄρχειν ἐδίδου. ἤδη δὲ καὶ ἐς ὅλον τὸν ἐνιαυτὸν ἀποδείξας ἄν τινα ἐκεῖνον μὲν κατέλυεν, ἕτερον δὲ καὶ αὖθις ἕτερον ἀντικαθίστη· καί τινας καὶ ἐς τρίτον ἑτέρους προχειριζόμενος, εἶτα ἄλλους ὑπατεύειν πρὸ αὐτῶν ἀνθ' [3] ἑτέρων ἐποίει. καὶ περὶ μὲν τοὺς ὑπάτους ταῦτα διὰ πάσης ὡς εἰπεῖν τῆς ἡγεμονίας αὐτοῦ ἐγίγνετο· τῶν δὲ δὴ τὰς ἄλλας ἀρχὰς αἰτούντων ἐξελέγετο ὅσους ἤθελε, καί σφας ἐς τὸ συνέδριον ἐσέπεμπε, τοὺς μὲν συνιστὰς αὐτῷ, οἵπερ ὑπὸ πάντων ᾑροῦντο, τοὺς δὲ ἐπί τε τοῖς δικαιώμασι καὶ ἐπὶ τῇ ὁμολογίᾳ τῷ τε κλήρῳ ποιούμενος.

[4] καὶ μετὰ τοῦτο ἔς τε τὸν δῆμον καὶ ἐς τὸ πλῆθος οἱ προσήκοντες ἑκατέρῳ, τῆς ἀρχαίας ὁσίας ἕνεκα, καθάπερ καὶ νῦν, ὥστε ἐν εἰκόνι δοκεῖν γίγνεσθαι, ἐσιόντες ἀπεδείκνυντο. εἰ δ' οὖν ποτε ἐνέλιπόν τινες ἢ καὶ φιλονεικίᾳ ἀκράτῳ ἐχρήσαντο, καὶ ἐλάττους [5] προεχειρίζοντο. τῷ γοῦν ἐπιόντι ἔτει, ἐν ᾧ ὅ τε Γάλβας ὁ Σέρουιος ὁ μετὰ ταῦτα αὐταρχήσας καὶ Λούκιος Κορνήλιος τὸ τῶν ὑπάτων ὄνομα ἔσχον, πεντεκαίδεκα στρατηγοὶ ἐγένοντο· καὶ τοῦτο καὶ ἐπὶ πολλὰ ἔτη συνέβη, ὥστε ἔστι μὲν ὅτε ἑκκαίδεκα ἔστι δ' ὅτε παρ' ἕνα ἢ καὶ δύο χειροτονεῖσθαι.

[21]

[1]    Τιβέριος δὲ δὴ ἦλθε μὲν πρὸς τὸ ἄστυ, καὶ διέτριψεν ἐν τοῖς πέριξ αὐτοῦ τόποις, οὐ μέντοι καὶ ἐσεφοίτησεν εἴσω, καίτοι καὶ τριάκοντα σταδίους ἀποσχών, καὶ τὰς θυγατέρας τάς τε τοῦ Γερμανικοῦ [2] τὰς λοιπὰς καὶ τὴν τοῦ Δρούσου τὴν Ἰουλίαν ἐκδούς. καὶ διὰ τοῦτο οὐδ' ἡ πόλις τοὺς γάμους αὐτῶν ἑώρτασεν, ἀλλὰ τά τε ἄλλα καὶ ἡ βουλὴ καὶ τότε καὶ συνήχθη καὶ ἐδίκασε. σφόδρα γὰρ ἐπιμελὲς ἐποιεῖτο ἀεί σφας ὁσάκις καὶ καθήκοι συνιέναι καὶ μήτ' ὀψιαίτερον ἀπαντᾶν τοῦ τεταγμένου μήτε πρωιαίτερον ἀπαλλάττεσθαι.

[3] καὶ πολλὰ περὶ τούτου καὶ τοῖς ὑπάτοις ἐπέστελλε, καί ποτέ τινα ὑπ' αὐτῶν καὶ ἀναγνωσθῆναι ἐκέλευσεν. ὃ καὶ ἐπ' ἄλλων πραγμάτων ἐποίει, καθάπερ μὴ δυνάμενος αὐτὰ ἄντικρυς τῇ βουλῇ γράψαι. ἐσέπεμπε δὲ ἐς αὐτὴν οὐ μόνον τὰ βιβλία τὰ διδόμενά οἱ παρὰ τῶν μηνυόντων τι, ἀλλὰ καὶ τὰς βασάνους ἃς ὁ Μάκρων ἐποιεῖτο, ὥστε μηδὲν ἐπ' αὐτοῖς πλὴν τῆς καταψηφίσεως γίγνεσθαι.

[4] ἐπεὶ μέντοι Οὐιβούλιός τε Ἀγρίππας ἱππεὺς φάρμακον ἐν αὐτῷ τῷ βουλευτηρίῳ ἐκ δακτυλίου ῥοφήσας ἀπέθανε, καὶ ὁ Νέρουας μηκέτι τὴν συνουσίαν αὐτοῦ φέρων ἀπεκαρτέρησε διά τε τἆλλα, καὶ μάλισθ' ὅτι τοὺς νόμους τοὺς περὶ τῶν συμβολαίων ὑπὸ τοῦ Καίσαρος τεθέντας, ἐξ ὧν καὶ ἀπιστία καὶ ταραχὴ πολλὴ γενήσεσθαι ἔμελλεν, [5] ἀνενεώσατο, καὶ πολλά γε αὐτοῦ παρακαλοῦντος ὅπως τι ἂν φαίη οὐδ' ἀποκρίνασθαί τι ἠθέλησε, τό τε πρᾶγμα τὸ κατὰ τὰ δανείσματα ἐμετρίασε, καὶ δισχιλίας καὶ πεντακοσίας μυριάδας τῷ δημοσίῳ ἔδωκεν ὥστ' αὐτὰς ὑπ' ἀνδρῶν βουλευτῶν ἀτοκεὶ τοῖς δεομένοις ἐς τρία ἔτη ἐκδανεισθῆναι, τούς τε ἐπιβοητοτάτους τῶν τὰς κατηγορίας [6] ποιουμένων ἀποθανεῖν ἐν μιᾷ ἡμέρᾳ ἐκέλευσε. καὶ ἐνδεῖξαί τινα ἀνδρὸς ἐν τοῖς ἑκατοντάρχοις ἐξητασμένου βουληθέντος ἀπεῖπε μηδένα ἐστρατευμένον τοῦτο ποιεῖν, καίπερ καὶ ἱππεῦσι καὶ βουλευταῖς ἐπιτρέπων αὐτὸ πράττειν.

[22]

[1]    οὐ μὴν ἀλλ' ἐν μὲν τούτῳ ἐπῃνεῖτο, καὶ μάλισθ' ὅτι ψηφισθέντα οἱ ἐπ' αὐτοῖς πολλὰ οὐκ ἐδέξατο, ἐκ δὲ δὴ τῶν ἐρώτων, οἷς ἀνέδην καὶ τῶν εὐγενεστάτων καὶ ἀρρένων καὶ θηλειῶν ὁμοίως ἐχρῆτο, [2] διεβάλλετο. ὁ γοῦν Μάριος ὁ Σέξτος ἐκεῖνος ὁ φίλος αὐτοῦ καὶ διὰ τοῦτο καὶ πλουτήσας καὶ δυνηθεὶς τοσοῦτον ὥστ', ἐπειδὴ γείτονί τινι ὠργίσθη, δειπνίσαι τε αὐτὸν ἐπὶ δύο ἡμέρας, καὶ τῇ μὲν προτεραίᾳ τὴν ἔπαυλιν αὐτοῦ πᾶσαν κατασκάψαι, τῇ δ' ὑστεραίᾳ ἐπί [3] τε τὸ μεῖζον καὶ ἐπὶ τὸ λαμπρότερον αὐτὴν ἀνοικοδομῆσαι, ἀγνοοῦντί τε αὐτῷ τοὺς ταῦτα πεποιηκότας ἑκάτερον ὁμολογῆσαι, καὶ παραδείξαντα εἰπεῖν ὅτι "οὕτω καὶ ἀμύνεσθαί τινα καὶ ἀμείβεσθαι καὶ οἶδα καὶ δύναμαι", τὴν θυγατέρα ἐκπρεπῆ οὖσαν ὑπεκπέμψας ποι ἵνα μὴ ὁ Τιβέριος αὐτὴν αἰσχύνῃ, αἰτίαν τε ἔσχεν ὡς συνών οἱ, [4] καὶ διὰ τοῦτο καὶ συναπώλετο. ἐπὶ μὲν τούτοις αἰσχύνην ὠφλίσκανεν, ἐπὶ δὲ δὴ τῷ τε τοῦ Δρούσου καὶ τῷ τῆς Ἀγριππίνης θανάτῳ ὠμότητα· δοκοῦντες γὰρ οἱ ἄνθρωποι ὑπὸ τοῦ Σεϊανοῦ πάντα τὰ κατ' αὐτοὺς πρότερον γενόμενα, καὶ ἐλπίσαντές σφας [5] σωθήσεσθαι τότε, ὡς καὶ ἐκείνους πεφονεῦσθαι ἔμαθον, ὑπερήλγησαν διά τε τοῦτο καὶ ὅτι τὰ ὀστᾶ αὐτῶν ‹οὐ› μόνον οὐκ ἐς τὸ βασιλικὸν μνημεῖον κατέθετο, ἀλλὰ καὶ κρυφθῆναί που κατὰ τῆς γῆς ἐκέλευσεν ὥστε μηδέποτε εὑρεθῆναι. τῇ δ' οὖν Ἀγριππίνῃ καὶ ἡ Πλαγκῖνα ἡ Μουνατία ἐπεσφάγη· πρότερον γὰρ καίπερ μισῶν αὐτήν, οὐ διὰ τὸν Γερμανικὸν ἀλλὰ διὰ ἄλλο τι, ὅμως ἵνα μὴ καὶ ἐκείνη τῷ θανάτῳ αὐτῆς ἐφησθῇ, ζῆν εἴα.

[23]

[1]    ταῦτά τε ἅμα ἔπραττε, καὶ τὸν Γάιον ταμίαν μὲν οὐκ ἐν τοῖς πρῶτον ἀπέδειξεν, ἐς δὲ δὴ τὰς ἄλλας ἀρχὰς πέντε ἔτεσι θᾶσσον τοῦ καθήκοντος προβιβάσειν ὑπέσχετο, καίτοι καὶ τῆς γερουσίας δεηθεὶς ὅπως μήτε πολλαῖς μήτ' ἀκαίροις τιμαῖς αὐτόν, μὴ καὶ ἐξοκείλῃ ποι, ἐπαίρῃ. εἶχε μὲν γὰρ καὶ τὸν Τιβέριον τὸν ἔκγονον· [2] ἀλλ' ἐκεῖνον μὲν διά τε τὴν ἡλικίαν (ἔτι γὰρ παιδίον ἦν) καὶ διὰ τὴν ὑποψίαν (οὐ γὰρ ἐπιστεύετο τοῦ Δρούσου παῖς εἶναι) παρεώρα, τῷ δὲ δὴ Γαΐῳ ὡς καὶ μοναρχήσοντι προσεῖχε, καὶ μάλισθ' ὅτι τὸν Τιβέριον καὶ ὀλίγον χρόνον βιώσεσθαι καὶ ὑπ' αὐτοῦ ἐκείνου [3] φονευθήσεσθαι σαφῶς ἠπίστατο. ἠγνόει μὲν γὰρ οὐδὲν οὐδὲ τῶν κατὰ τὸν Γάιον, ἀλλὰ καὶ εἶπέ ποτε αὐτῷ διαφερομένῳ πρὸς τὸν Τιβέριον ὅτι "σύ τε τοῦτον ἀποκτενεῖς καὶ σὲ ἄλλοι"· οὔτε δὲ ἕτερόν τινα ὁμοίως πάνυ προσήκοντα ἑαυτῷ ἔχων, καὶ ἐκεῖνον κάκιστον [4] εἰδὼς ἐσόμενον, ἀσμένως, ὥς φασι, τὴν ἀρχὴν αὐτῷ ἔδωκεν, ὅπως τά τε ἑαυτοῦ τῇ τοῦ Γαΐου ὑπερβολῇ συγκρυφθῇ, καὶ τὸ πλεῖον τό τε εὐγενέστατον τῆς λοιπῆς βουλῆς καὶ μετ' αὐτὸν φθαρῇ. λέγεται γοῦν πολλάκις ‹μὲν› ἀναφθέγξασθαι τοῦτο δὴ τὸ ἀρχαῖον

   ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί, πολλάκις δὲ καὶ τὸν Πρίαμον μακαρίσαι ὅτι ἄρδην καὶ μετὰ [5] τῆς πατρίδος καὶ μετὰ τῆς βασιλείας ἀπώλετο. καὶ τεκμαίρονταί γε ἀληθῆ ταῦτα περὶ αὐτοῦ γεγράφθαι τοῖς τότε γενομένοις· τοσοῦτο γὰρ πλῆθος τῶν τε ἄλλων καὶ τῶν βουλευτῶν ἐξώλετο ὥστε τοὺς ἄρχοντας τοὺς κληρωτοὺς τοὺς μὲν ἐστρατηγηκότας ἐπὶ τρία τοὺς δ' ὑπατευκότας ἐπὶ ἓξ ἔτη τὰς ἡγεμονίας τῶν ἐθνῶν, [6] ἀπορίᾳ τῶν διαδεξομένων αὐτούς, σχεῖν. τί γὰρ ἄν τις ἔχοι τοὺς αἱρετοὺς ὀνομάζειν, οἷς καὶ ἀπὸ πρώτης ἐπὶ πλεῖστον ἄρχειν ἐδίδου; ἐν δ' οὖν τοῖς τότε ἀποθανοῦσι καὶ Γάλλος ἐγένετο· τότε γὰρ αὐτῷ μόλις, ὡς αὐτὸς εἶπε, κατηλλάγη. οὕτω που, παρὰ τὸ νομιζόμενον, καὶ τὴν ζωὴν τιμωρίαν τισὶ καὶ τὸν θάνατον εὐεργεσίαν ἐποίει.

[24]

[1]    μετὰ δὲ ταῦτα εἰκοστοῦ ἔτους τῆς ἀρχῆς ἐπιστάντος αὐτὸς μέν, καίτοι περί τε τὸ Ἀλβανὸν καὶ περὶ τὸ Τούσκουλον διατρίβων, οὐκ ἐσῆλθεν ἐς τὴν πόλιν, οἱ δ' ὕπατοι Λούκιός τε Οὐιτέλλιος καὶ Φάβιος Περσικὸς τὴν δεκετηρίδα τὴν δευτέραν ἑώρτασαν. οὕτω γὰρ αὐτήν, ἀλλ' οὐκ εἰκοσετηρίδα ὠνόμαζον, ὡς καὶ τὴν ἡγεμονίαν [2] αὖθις αὐτῷ κατὰ τὸν Αὔγουστον διδόντες. τήν τε οὖν ἑορτὴν ἅμα ἐποίουν καὶ ἐκολάζοντο· ἀφείθη μὲν γὰρ τῶν αἰτιαθέντων τότε οὐδείς, πάντες δ' ἡλίσκοντο, οἱ μὲν πλείους ἔκ τε τῶν τοῦ Τιβερίου γραμμάτων καὶ ἐκ τῶν τοῦ Μάκρωνος βασάνων, οἱ δὲ δὴ λοιποὶ ἐξ ὧν βουλεύεσθαί σφας ὑπώπτευον. καὶ ἐθρυλεῖτό γε ὅτι δι' αὐτὸ τοῦτο οὐδ' ἀφικνοῖτο ἐς τὴν Ῥώμην, ἵνα μὴ παρὼν ταῖς καταδίκαις [3] αἰσχύνοιτο. ἄλλοι τε οὖν, οἱ μὲν ὑπὸ τῶν δημίων οἱ δὲ καὶ ὑφ' ἑαυτῶν, ἀπέθανον καὶ Πομπώνιος Λαβεών. καὶ οὗτος μὲν τῆς τε Μυσίας ποτὲ ὀκτὼ ἔτεσι μετὰ τὴν στρατηγίαν ἄρξας, καὶ δώρων μετὰ τῆς γυναικὸς γραφείς, ἐθελοντὶ σὺν αὐτῇ διεφθάρη· Μάμερκος δὲ δὴ Αἰμίλιος Σκαῦρος μήτ' ἄρξας τινῶν μήτε δωροδοκήσας ἑάλω τε διὰ τραγῳδίαν καὶ παθήματι δεινοτέρῳ οὗ συνέγραψε [4] περιέπεσεν. Ἀτρεὺς μὲν τὸ ποίημα ἦν, παρῄνει δὲ τῶν ἀρχομένων τινὶ ὑπ' αὐτοῦ, κατὰ τὸν Εὐριπίδην, ἵνα τὴν τοῦ κρατοῦντος ἀβουλίαν φέρῃ. μαθὼν οὖν τοῦτο ὁ Τιβέριος ἐφ' ἑαυτῷ τε τὸ ἔπος εἰρῆσθαι ἔφη, Ἀτρεὺς εἶναι διὰ τὴν μιαιφονίαν [εἶναι] προσποιησάμενος, καὶ ὑπειπὼν ὅτι "καὶ ἐγὼ οὖν Αἴαντ' αὐτὸν ποιήσω", [5] ἀνάγκην οἱ προσήγαγεν αὐτοεντεὶ ἀπολέσθαι. οὐ μὴν [ἀλλὰ] καὶ ἐπὶ τούτῳ κατηγορήθη, ἀλλ' ὡς τὴν Λιουίλλαν μεμοιχευκώς· πολλοὶ γὰρ δὴ καὶ ἄλλοι δι' αὐτήν, οἱ μὲν ἐπ' ἀληθείας οἱ δὲ ἐκ συκοφαντίας, ἐκολάσθησαν.

[25]

[1]    τούτων δ' οὕτως ἐν τῇ Ῥώμῃ γιγνομένων οὐδὲ τὸ ὑπήκοον ἡσύχαζεν, ἀλλ' ἐπειδὴ τάχιστα νεανίσκος τις Δροῦσος λέγων εἶναι περί τε τὴν Ἑλλάδα καὶ περὶ τὴν Ἰωνίαν ὤφθη, καὶ ἐδέξαντο αὐτὸν ἀσμένως αἱ πόλεις καὶ συνῄροντο. κἂν ἐς τὴν Συρίαν προχωρήσας τὰ στρατόπεδα κατέσχεν, εἰ μὴ γνωρίσας τις αὐτὸν συνέλαβέ τε καὶ πρὸς τὸν Τιβέριον ἀνήγαγεν.

[2]    ἐκ δὲ τούτου Γάιος μὲν Γάλλος καὶ Μᾶρκος Σερουίλιος ὑπάτευσαν, Τιβέριος δὲ ἐν Ἀντίῳ τοὺς τοῦ Γαΐου γάμους ἑώρταζεν. ἐς γὰρ τὴν Ῥώμην οὐδὲ δι' ἐκείνους ἐσελθεῖν ἠθέλησεν, ἐπειδὴ Φουλκίνιός τις Τρίων, φίλος μὲν τοῦ Σεϊανοῦ γεγονώς, σφόδρα δ' αὐτῷ διὰ τὰς συκοφαντίας κεχαρισμένος, κατηγορηθείς τε παρεδόθη καὶ δείσας ἑαυτὸν προαπέκτεινε, πολλὰ μὲν ἐκεῖνον πολλὰ δὲ καὶ τὸν [3] Μάκρωνα ἐν ταῖς διαθήκαις λοιδορήσας. καὶ οἱ μὲν παῖδες αὐτοῦ οὐκ ἐτόλμησαν αὐτὰς δημοσιεῦσαι, ὁ δὲ δὴ Τιβέριος μαθὼν τὰ γεγραμμένα ἐς τὸ βουλευτήριόν σφας ἐσκομισθῆναι ἐκέλευσεν. ἥκιστά τε γὰρ αὐτῷ τῶν τοιούτων ἔμελε, καὶ τὰς κακηγορίας καὶ λανθανούσας ἔσθ' ὅτε ἐς τοὺς πολλοὺς ἑκών, ὥσπερ τινὰς ἐπαίνους, ἐξέφαινεν.

[4] ἀμέλει καὶ ὅσα ὁ Δροῦσος, οἷα ἔν τε ταλαιπωρίᾳ ὢν καὶ κακοπαθῶν, ἐξελάλησε, καὶ ταῦτα ἐς τὴν βουλὴν ἐσέπεμψε. Τρίων μὲν οὖν οὕτως ἀπέθανε, Ποππαῖος δὲ Σαβῖνος τῆς τε Μυσίας ἑκατέρας καὶ προσέτι καὶ τῆς Μακεδονίας ἐς ἐκεῖνο τοῦ χρόνου παρὰ πᾶσαν ὡς εἰπεῖν τὴν τοῦ Τιβερίου ἀρχὴν ἡγεμονεύσας, ἥδιστα [5] προαπηλλάγη πρίν τινα αἰτίαν λαβεῖν. καὶ αὐτὸν ὁ Ῥήγουλος ἐπὶ τοῖς αὐτοῖς διεδέξατο· καὶ γὰρ ἡ Μακεδονία, ὡς δέ τινές φασι, καὶ ἡ Ἀχαΐα, ἀκληρωτὶ προσετάσσοντο.

[26]

[1]    ὑπὸ δὲ δὴ τοὺς αὐτοὺς χρόνους ὁ Ἀρτάβανος ὁ Πάρθος τελευτήσαντος τοῦ Ἀρτάξου τὴν Ἀρμενίαν Ἀρσάκῃ τῷ ἑαυτοῦ υἱεῖ ἔδωκε, καὶ ἐπειδὴ μηδεμία ἐπὶ τούτῳ τιμωρία παρὰ τοῦ Τιβερίου ἐγένετο, τῆς τε Καππαδοκίας ἐπείρα καὶ ὑπερηφανώτερον καὶ τοῖς [2] Πάρθοις ἐχρῆτο. ἀποστάντες οὖν τινες αὐτοῦ ἐπρεσβεύσαντο πρὸς τὸν Τιβέριον, βασιλέα σφίσιν ἐκ τῶν ὁμηρευόντων αἰτοῦντες· καὶ αὐτοῖς τότε μὲν Φραάτην τὸν τοῦ Φραάτου, τελευτήσαντος δὲ ἐκείνου κατὰ τὴν ὁδὸν Τιριδάτην, ἐκ τοῦ βασιλικοῦ καὶ αὐτὸν [3] γένους ὄντα, ἔπεμψε. καὶ ὅπως γε ὡς ῥᾷστα τὴν βασιλείαν παραλάβῃ, ἔγραψε Μιθριδάτῃ τῷ Ἴβηρι ἐς τὴν Ἀρμενίαν ἐσβαλεῖν, ἵνα ὁ Ἀρτάβανος τῷ υἱεῖ βοηθῶν ἀπὸ τῆς οἰκείας ἀπάρῃ. καὶ ἔσχεν οὕτως, οὐ μέντοι καὶ ἐπὶ πολὺ ὁ Τιριδάτης ἐβασίλευσεν· ὁ γὰρ [4] Ἀρτάβανος Σκύθας προσλαβὼν οὐ χαλεπῶς αὐτὸν ἐξήλασε. τὰ μὲν οὖν τῶν Πάρθων οὕτως ἔσχε, τὴν δ' Ἀρμενίαν ὁ Μιθριδάτης ὁ Μιθριδάτου μὲν τοῦ Ἴβηρος, ὡς ἔοικε, παῖς, Φαρασμάνου δὲ τοῦ μετ' αὐτὸν τῶν Ἰβήρων βασιλεύσαντος ἀδελφός, ἔλαβε.

[5]    Σέξτου δὲ δὴ Παπινίου μετὰ Κυίντου Πλαυτίου ὑπατεύσαντος ὅ τε Τίβερις πολλὰ τῆς πόλεως ἐπέκλυσεν ὥστε πλευσθῆναι, καὶ πυρὶ πολὺ πλείω περί τε τὸν ἱππόδρομον καὶ περὶ τὸν Ἀουεντῖνον ἐφθάρη, ὥστε τὸν Τιβέριον δισχιλίας καὶ πεντακοσίας μυριάδας [27] [1] τοῖς ζημιωθεῖσί τι ἀπ' αὐτοῦ δοῦναι. εἰ δέ τι καὶ τὰ Αἰγύπτια πρὸς τοὺς Ῥωμαίους προσήκει, ὁ φοῖνιξ ἐκείνῳ τῷ ἔτει ὤφθη· καὶ ἔδοξε πάντα ταῦτα τὸν θάνατον τῷ Τιβερίῳ προσημῆναι. τότε μὲν γὰρ ὁ Θράσυλλος, τῷ δ' ἐπιόντι ἦρι ἐκεῖνος ἐπί ‹τε› Γναίου [2] Πρόκλου καὶ ἐπὶ Ποντίου Νιγρίνου ὑπάτων ἐτελεύτησεν. ἐτύγχανε δὲ ὁ Μάκρων ἄλλοις τε συχνοῖς καὶ τῷ Δομιτίῳ ἐπιβεβουλευκώς, καὶ ἐγκλήματα καὶ βασάνους κατ' αὐτῶν ἐσκευωρημένος· οὐ μὴν καὶ πάντες οἱ αἰτιαθέντες ἀπέθανον διὰ τὸν Θράσυλλον σοφώτατα [3] τὸν Τιβέριον μεταχειρισάμενον. περὶ μὲν γὰρ αὑτοῦ καὶ πάνυ ἀκριβῶς καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ἐν ᾗ τεθνήξοι εἶπεν, ἐκεῖνον δὲ δὴ δέκα ἄλλα ἔτη ψευδῶς βιώσεσθαι ἔφη, ὅπως ὡς καὶ ἐπὶ μακρότερον ζήσων μὴ ἐπειχθῇ σφας ἀποκτεῖναι. ὃ καὶ ἐγένετο· νομίσας γὰρ καὶ μετὰ τοῦτο ἐξεῖναί οἱ πάνθ' ὅσα ἐβούλετο κατὰ σχολὴν πρᾶξαι, οὔτ' ἄλλως ἔσπευσε, καὶ τῆς βουλῆς, ἀντειπόντων τι πρὸς τὰς βασάνους τῶν ὑπευθύνων, ἀναβαλομένης τὴν καταδίκην [4] σφῶν οὐκ ὠργίσθη. γυνὴ μὲν γάρ τις ἑαυτὴν τρώσασα ἐσεκομίσθη τε ἐς τὸ συνέδριον, καὶ ἐκεῖθεν ἐς τὸ δεσμωτήριον ἀπαχθεῖσα ἀπέθανε, καὶ Λούκιος Ἀρρούντιος καὶ ἡλικίᾳ καὶ παιδείᾳ προήκων, ἑκούσιος, καίπερ νοσοῦντος ἤδη τοῦ Τιβερίου καὶ νομιζομένου μὴ ῥαΐσειν, ἐφθάρη· τὴν γὰρ τοῦ Γαΐου κακίαν συνιδὼν ἐπεθύμησε, πρὶν πειραθῆναι αὐτοῦ, προαπαλλαγῆναι, εἰπὼν ὅτι "οὐ δύναμαι ἐπὶ [5] γήρως δεσπότῃ καινῷ καὶ τοιούτῳ δουλεῦσαι." οἱ δὲ δὴ ἄλλοι οἱ μὲν καὶ καταψηφισθέντες, ἀλλ' ὅτι γε οὐκ ἐξῆν αὐτοὺς πρὸ τῶν δέκα ἡμερῶν ἀποθανεῖν, οἱ δὲ καὶ τῆς δίκης αὖθις, ἐπειδὴ τὸν Τιβέριον κακῶς ἀρρωστοῦντα ᾔσθοντο, ἀναβληθείσης ἐσώθησαν.

[28]

[1] ἔφθασε γὰρ ἐν Μισηνῷ μεταλλάξας πρίν τι αὐτῶν μαθεῖν. ἐνόσει μὲν γὰρ ἐκ πλείονος χρόνου, προσδοκῶν δὲ δὴ διὰ τὴν τοῦ Θρασύλλου πρόρρησιν βιώσεσθαι οὔτε τοῖς ἰατροῖς ἐκοινοῦτό τι οὔτε [2] τῆς διαίτης τι μετέβαλεν, ἀλλὰ πολλάκις, οἷα ἐν γήρᾳ καὶ νόσῳ μὴ ὀξείᾳ, κατὰ βραχὺ μαραινόμενος τοτὲ μὲν ὅσον οὐκ ἀπέψυχε τοτὲ δὲ ἀνερρώννυτο, κἀκ τούτων πολλὴν μὲν ἡδονὴν τοῖς τε ἄλλοις καὶ τῷ Γαΐῳ ὡς καὶ τελευτήσων, πολὺν δὲ καὶ φόβον ὡς καὶ ζήσων, [3] ἐνεποίει. δείσας οὖν ἐκεῖνος μὴ καὶ ἀληθῶς ἀνασωθῇ, οὔτε ἐμφαγεῖν τι αἰτήσαντι αὐτῷ ὡς καὶ βλαβησομένῳ ἔδωκε, καὶ ἱμάτια πολλὰ καὶ παχέα ὡς καὶ θερμασίας τινὸς δεομένῳ προσεπέβαλε, καὶ οὕτως ἀπέπνιξεν αὐτόν, συναραμένου πῃ αὐτῷ καὶ τοῦ Μάκρωνος· [4] ἅτε γὰρ κακῶς ἤδη τοῦ Τιβερίου νοσοῦντος τὸν νεανίσκον ἐθεράπευε, καὶ μάλισθ' ὅτι ἐς ἔρωτα αὐτὸν τῆς ἑαυτοῦ γυναικὸς Ἐννίας Θρασύλλης προϋπῆκτο. ὅπερ καὶ ὁ Τιβέριος ὑποπτεύσας ποτὲ "εὖ γε" ἔφη "τὸν δυόμενον ἐγκαταλιπὼν πρὸς τὸν ἀνατέλλοντα ἐπείγῃ."

[5]    Τιβέριος μὲν δὴ πλείστας μὲν ἀρετὰς πλείστας δὲ καὶ κακίας ἔχων, καὶ ἑκατέραις αὐταῖς ὡς καὶ μόναις κεχρημένος, οὕτω μετήλλαξε τῇ ἕκτῃ καὶ εἰκοστῇ τοῦ Μαρτίου ἡμέρᾳ. ἐβίω δὲ ἑπτὰ καὶ ἑβδομήκοντα ἔτη καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἐννέα, ἀφ' ὧν ἔτη μὲν δύο καὶ εἴκοσι μῆνας δὲ ἑπτὰ καὶ ἡμέρας ἑπτὰ ἐμονάρχησε. καὶ δημοσίας τε ταφῆς ἔτυχε καὶ ἐπῃνέθη ὑπὸ τοῦ Γαΐου.