2101 263 0 1 1 0 II-III d. C. Storiografia Cassius Dio XVII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae XVII

[57]

[50]    ὅτι ὁ Μασινίσσας ἄλλως μὲν ἐν τοῖς κράτιστος ἀνὴρ ἦν, τά τε πολέμια καὶ τοῖς βουλεύμασι καὶ τῇ χειρὶ ἄριστα ἐξειργάζετο, καὶ ἐς πίστιν οὐχ ὅτι τῶν ὁμοφύλων (ἄπιστοι [τε] γὰρ οὗτοί γε ὡς πλήθει εἰσί) ἀλλὰ καὶ τῶν πάνυ μέγα ἐπ' αὐτῇ φρονούντων προέφερεν. V. 44 (p. 605).

[51]    ὅτι τῆς Σοφωνίδος ἰσχυρῶς ἤρα Μασινίσσας, ἣ τό ‹τε› κάλλος ἐπιφανὲς εἶχε (καὶ γὰρ τῇ συμμετρίᾳ τοῦ σώματος καὶ τῷ ἄνθει τῆς ὥρας ἤκμαζεν) καὶ παιδείᾳ πολλῇ καὶ γραμμάτων καὶ μουσικῆς ἤσκητο· ἀστεία τε καὶ αἱμύλος ἦν, καὶ τὸ σύμπαν οὕτως ἐπαφρόδιτος ὥστε καὶ ὀφθεῖσα ἢ καὶ ἀκουσθεῖσα μόνον πάντα τινά, καὶ τὸν πάνυ δυσέρωτα, κατεργάσασθαι. V. 45 (p. 605.).

[53]    ... μέντοι καὶ ἠθέλησε τοῦτον τίσασθαι· προϋποπτευθεὶς γὰρ ἔφυγε, καὶ ἐς τὴν Λιβύην ἐλθὼν πολλὰ μὲν καθ' ἑαυτὸν πολλὰ δὲ καὶ μετὰ τῶν Ῥωμαίων καὶ τὸν Σύφακα καὶ τοὺς Καρχηδονίους ἐλύπησεν. Σκιπίων δὲ ἐπειδὴ πάντα τὰ ἐντὸς τοῦ Πυρηναίου τὰ μὲν βίᾳ τὰ δὲ καὶ ὁμολογίᾳ προσεποιήσατο, τὸν στόλον τὸν ἐς τὴν Λιβύην ἡτοιμάζετο, οὗπερ ἀεὶ ἐφίετο· καὶ γὰρ τοῦτο καίτοι πολλῶν ἀντιλεγόντων ἐπετράπη τότε, καὶ τῷ Σύφακι συγγενέσθαι ἐκελεύσθη.

[54] κἂν ἐξείργαστό τι τοῦ φρονήματος τοῦ ἑαυτοῦ ἄξιον· ἢ γὰρ Καρχηδόνα εἷλεν ἂν τὸν πόλεμον αὐτῇ περιστήσας, ἢ τὸν Ἀννίβαν ἐκ τῆς Ἰταλίας ἐξήγαγεν, ὅπερ ὕστερον ἔπραξεν, εἰ μὴ οἱ ἐν οἴκῳ Ῥωμαῖοι τὰ μὲν φθόνῳ αὐτοῦ τὰ δὲ καὶ φόβῳ ἐμποδὼν ἐγένοντο· τό τε γὰρ νέον πᾶν μειζόνων ἀεὶ ἐπορέγεσθαι καὶ τὸ κατορθοῦν πολλάκις ἄπληστον τῆς εὐπραγίας εἶναι νομίζοντες χαλεπώτατα ἂν ἡγοῦντο νεανίσκου ψυχὴν αὐχήματι προ ....... ... ........................... ........... .................. .................... ........ ..............................

[55] ........ χ..ρ οὐκ ἐκείνῳ πρός τε δυναστείαν καὶ δόξαν ἀλλ' ἑαυτοῖς πρός τε ἐλευθερίαν καὶ σωτηρίαν συμφέρῃ χρῆσθαι, κατέλυον αὐτόν, καὶ ὃν αὐτοὶ προῆγον ἐς τὰ πράγματα ἐν χρείᾳ αὐτοῦ γενόμενοι, τοῦτον ἐθελονταὶ καθῄρουν, ὅτι μείζων τῆς κοινῆς ἀσφαλείας ἐγεγόνει· καὶ τοῦτο οὐκέτι ὅπως Καρχηδονίους παντελῶς δι' αὐτοῦ καταπολεμήσωσιν, ἀλλ' ὅπως μὴ ἑαυτοῖς τύραννον [56] αὐθαίρετον ἐπασκήσωσιν ἐσκόπουν. τῶν οὖν στρατηγῶν δύο αὐτῷ διαδόχους πέμψαντες ἀνεκάλεσαν αὐτόν. καὶ τὰ μὲν ἐπινίκια οὐκ ἐψηφίσαντό οἱ, ὅτι ἰδιώτης τε ὢν ἐστράτευτο καὶ ἐπ' οὐδεμιᾶς ἐννόμου ἡγεμονίας ἐξήταστο, βοῦς μέντοι ἑκατὸν λευκοὺς ἐν τῷ Καπιτωλίῳ θῦσαι καὶ πανήγυρίν τινα ἐπιτελέσαι τήν τε ὑπατείαν ἐς τὸ τρίτον ἔτος αἰτῆσαι ἐπέτρεψαν· αἱ γὰρ ἐς νέωτα ἀρχαιρεσίαι νεωστὶ ἐγεγόνεσαν.

[57]    ἐν δὲ τοῖς αὐτοῖς τούτοις χρόνοις καὶ ὁ Σουλπίκιος μετὰ τοῦ Ἀττάλου Ὠρεὸν μὲν προδοσίᾳ, Ὀποῦντα δὲ κατὰ τὸ ἰσχυρὸν ἔλαβεν· ὁ γὰρ Φίλιππος οὐκ ἠδυνήθη σφίσι διὰ τάχεων καίπερ ἐν Δημητριάδι ὢν ἐπαμῦναι, ἐπειδὴ οἱ Αἰτωλοὶ τὰς διόδους προκατέσχον.

[58] ὀψὲ δ' οὖν ποτε ἐπελθὼν καὶ καταλαβὼν τὸν Ἄτταλον τὴν λείαν τὴν ἐκ τοῦ Ὀποῦντος διατιθέμενον (ἐκείνῳ μὲν γὰρ αὕτη, τοῖς δὲ δὴ Ῥωμαίοις ἡ ἐκ τοῦ Ὠρεοῦ ἐγένετο) ἐς τὰς ναῦς αὐτὸν κατήραξεν, ὥστε τὸν Ἄτταλον διά τε τοῦτο καὶ διὰ Προυσίαν τὸν Βιθυνῶν βασιλέα, ἐσβαλόντα τε ἐς τὴν χώραν αὐτοῦ καὶ πορθοῦντα αὐτήν, ἀποπλεῦσαι κατὰ τάχος οἴκαδε. ὁ μέντοι Φίλιππος οὐχ ὅσον οὐκ ἐπήρθη τούτῳ, ἀλλὰ καὶ σπείσασθαι τοῖς Ῥωμαίοις ἠθέλησε, καὶ μάλισθ' ὅτι καὶ ὁ Πτολεμαῖος πρέσβεις ἐκ τῆς Αἰγύπτου πέμπων [59] συνήλλαττεν αὐτούς. καί τινων λόγων σφίσι γενομένων ..... ......................... ............. ................ ...................... .......... ............................ ... εἰρήνην οὐκέτι ᾔτησεν ἀλλὰ .................. τοὺς δὲ Αἰτωλοὺς ἀπὸ τῆς συμμαχίας τῆς τῶν Ῥωμαίων ρ .... τινι ἀποσπάσας φίλους ἐποιήσατο. οὐ μέντοι καὶ ἐπράχθη τι μνήμης ἄξιον οὔθ' ὑπ' ἐκείνων οὔτε ὑπ' ἄλλων τινῶν, οὔτε τότε οὔτε ἐν τῷ ὑστέρῳ ἔτει ἐν ᾧ Λούκιός τε Οὐετούριος καὶ Καικίλιος Μέτελλος ὑπάτευσαν, καίπερ σημείων πολλῶν καὶ δυσχερῶν τοῖς Ῥωμαίοις [60] γενομένων· ἀρνίον τε γὰρ ἀρρενόθηλυ ἐγεννήθη, καὶ σμῆνος ὑ ................ ον ὤφθη, κατά τε τῶν θυρῶν τοῦ ναοῦ τοῦ Διὸς τοῦ Καπιτωλίου ὄφεις δύο κατώλισθον, καὶ ἱδρῶτι πολλῷ αἵ τε θύραι τοῦ Ποσειδωνίου καὶ ὁ βωμὸς ἐρρύη, ἔν τε Ἀντίῳ στάχυες αἱματώδεις θερίζουσί τισιν ὤφθησαν, καὶ ἑτέρωθι γυνὴ κέρατα ἔχουσα ἀνεφάνη, κεραυνοί τε ἐς ναοὺς πολλοὶ ... P. 1 (p. 458 sq.).

[52]    ὅτι Λικίννιος Κράσσος ὑπό τε ἐπιεικείας καὶ κάλλους πλούτου τε, ἀφ' οὗπερ καὶ πλούσιος ἐπωνομάσθη, ὅτι τε ἀρχιερεὺς ἦν, ἔμελλεν ἐν τῇ Ἰταλίᾳ ἀκλήρωτος μένειν. V. 46 (p. 605).

[61]    ὅτι τοῦ Πυθίου κελεύσαντος τοῖς Ῥωμαίοις τῷ ἀρίστῳ τῶν πολιτῶν ἐπιτρέψαι τὴν θεὸν τὴν ἐκ Πεσινοῦντος κομιζομένην ἐς τὸ ἄστυ, Πούπλιον Σκιπίωνα, παῖδα τοῦ Γναίου τοῦ ἐν τῇ Ἰβηρίᾳ τελευτήσαντος ὄντα, ἁπάντων προέκριναν καὶ προετίμησαν. αἴτιον δὲ ὅτι ἄλλως τε ... καὶ εὐσεβὴς καὶ δίκαιος ἐνομίζετο. ὃς ταύτην τότε ἐς τὴν πόλιν καὶ ἐς τὸ Παλάτιον μετὰ τῶν ἐπιφανεστάτων γυναικῶν ἀνήγαγεν. V. 47 (p. 606).

[62]    ὅτι πυθόμενοι τὰ τῶν Λοκρῶν οἱ Ῥωμαῖοι, καὶ νομίσαντες αὐτὰ ὀλιγωρίᾳ τοῦ Σκιπίωνος συμβεβηκέναι, χαλεπῶς τε ἔφερον, καὶ ἐβουλεύσαντο εὐθὺς ὑπὸ ὀργῆς τῆς τε ἡγεμονίας αὐτὸν παῦσαι καὶ ἐπὶ δίκην ἀνακαλέσαι, προσπαροξυνθέντες ὅτι τῇ τε Ἑλληνικῇ διαίτῃ ἐχρῆτο καὶ ὅτι ἱμάτιον ἀνεβάλλετο, ὅτι τε ἐς παλαίστραν παρέβαλλεν. ὅτι τε τοῖς στρατιώταις ἁρπάζειν τὰ τῶν συμμάχων ἐπιτρέπειν ἐλέγετο, τόν τε πλοῦν τὸν ἐπὶ Καρχηδόνα διατρίβειν ἐπίτηδες, ὅπως ἐπὶ πλεῖον ἄρξειεν, ὑπωπτεύετο, μέγιστον δέ, ἐναγόντων τῶν ἀπ' ἀρχῆς οἱ φθονούντων, μεταπέμψασθαι αὐτὸν ἤθελον. καὶ τοῦτο μὲν διὰ τὸ πλῆθος μεγάλην εὔνοιαν αὐτοῦ πρὸς τὰς ἐλπίδας ἔχον οὐκ ἐγένετο. V. 48 (p. 606).

[63]    ... σχόντες στρατόπεδόν τε ἐν ἐπιτηδείῳ ἐποιήσαντο, καὶ πᾶν αὐτὸ σταυρώμασι περιέφραξαν, χάρακας ἐπ' αὐτὸ τοῦτ' ἐνεγκάμενοι. ἄρτι τε κατεσκεύαστο, καὶ δράκων παρ' αὐτὸ μέγας διὰ τῆς ἐπὶ τὴν Καρχηδόνα φερούσης ὁδοῦ παρείρπυσεν, ὥστε καὶ ἐκ τούτου τὸν Σκιπίωνα κατὰ τὴν περὶ τοῦ γονέως αὐτοῦ φήμην ἐπιθαρσήσαντα προθυμότερον τήν τε χώραν πορθῆσαι καὶ ταῖς πόλεσι [64] προσμῖξαι. καί τινας καὶ εἷλεν αὐτῶν· οἵ τε Καρχηδόνιοι μηδέπω .φ.... παρεσκευασμένοι ἡσύχαζον, καὶ ὁ Σύφαξ ὀνόματι μὲν φίλος αὐτῶν ἦν, τῷ δὲ ἔργῳ ἐκ μέσου εἱστήκει· καὶ γὰρ πρὸς τὸν Σκιπίωνα καταλλαγὰς αὐτοῖς πρυτανεύειν ἐβούλετο, κρατήσαντας τοὺς ἑτέρους τῶν τε ἑτέρων ἂν ἅμα καὶ ἑαυτοῦ δεσπότας γενέσθαι νομίζων [65] καὶ ἀντιπάλους ὅτι μάλιστα ἀλλήλοις ὄντας ἐθέλων διαλλάξαι. ἐγκειμένου δ' οὖν τῇ χώρᾳ τοῦ Σκιπίωνος ὁ Ἄννων ὁ ἵππαρχος (ἦν δὲ υἱὸς τοῦ Ἀσδρούβου τοῦ Γίσγωνος) φ . ξ .. εινος μὲν τὸν ......... ..........διεστ.... ἀνεπείσθη πρὸς τοῦ Μασινίσσου ........χω ..... Καρχηδονίοις .............................. ν πολεμικῶν ομ...ριας ἐν π......νε...ε.φ...σιν ἐπιστεύετο· κἀκ τούτου προπέμψας ὁ Σκιπίων ἱππέας τινὰς ἐκ τῆς συμβουλίας τῆς τοῦ Μασινίσσου ἐνήδρευσεν ἐς χωρία ἐπιτήδεια ἐς λείαν ὄντα, ἵνα καταδρομὴν ποιούμενοι ὑποφεύγωσι καὶ ἐπισπῶνται τοὺς ἐπιδιῶξαί [66] σφας ἐθελήσοντας. γενομένου δὲ τούτου καὶ τῶν Καρχηδονίων ἐπεξελθόντων τε ἐκείνοις καὶ δι' ὀλίγου κατὰ τὸ συγκείμενον τραπομένοις ἀνὰ κράτος ἐπισπομένων ὅ τε Μασινίσσας μετὰ τῶν ἀμφ' αὐτὸν ἱππέων ὑπολειφθεὶς κατὰ νώτου τοῖς διώκουσιν ἐγένετο, καὶ ὁ Σκιπίων ἐξαναστὰς ἐκ τοῦ λόχου ἐπιὼν ἀπήντησεν αὐτοῖς, ὥστ' ἀμφιβόλους δίχα ἀποληφθέντας καὶ ἀποθανεῖν πολλοὺς [67] καὶ ἁλῶναι ....... δ . ε . καὶ τὸν Ἄννωνα. πυθόμενος δὲ τοῦτο ὁ Ἀσδρούβας τὴν μητέρα τοῦ Μασινίσσου συνέλαβε. καὶ ἐκεῖνοι μὲν ἀνταπεδόθησαν· ὁ δὲ δὴ Σύφαξ εὖ τε εἰδὼς ὅτι ὁ Μασινίσσας οὐ Καρχηδονίοις μᾶλλόν τι ἢ καὶ αὐτῷ πολεμήσει, καὶ φοβηθεὶς μὴ ἐν ἐρημίᾳ συμμάχων, ἄν τι ἐκεῖνοι ἐγκαταλειφθέντες ὑπ' αὐτοῦ πάθωσι, γένηται, τήν τε προσποίητον πρὸς τοὺς Ῥωμαίους [68] φιλίαν ἀπεῖπε καὶ τοῖς Καρχηδονίοις φανερῶς συνῄρετο· οὐ μέντοι γε καθαρῶς, ὥστε καὶ ἀνθίστασθαί σφισιν, ἀλλὰ ἀδεῶς ἐκεῖνοι καταθέοντες λείαν τε πολλὴν ἦγον καὶ συχνοὺς τῶν ἐκ τῆς Ἰταλίας ὑπὸ τοῦ Ἀννίβου πρότερον ἐς τὴν Λιβύην πεμφθέντων ἐκομίσαντο, καταφρονήσαντές τε αὐτῶν διὰ ταῦτα καὶ ἐπὶ τὴν Οὐτίκην ἐπεστράτευσαν.

[69] ἰδόντες οὖν τοῦτο ὅ τε Σύφαξ καὶ ὁ Ἀσδρούβας καὶ δείσαντες περὶ αὐτῇ οὐκέτ' ἐκαρτέρησαν ἀλλ' ἀντεπελθόντες ἔλυσαν τὴν πολιορκίαν, μὴ τολμησάντων αὐτῶν καὶ πρὸς ἀμφοτέρους ἅμα ἀγωνίσασθαι. καὶ οἱ μὲν ἐκ τούτου κατὰ χώραν ἐχείμασαν, τὰ ἐπιτήδεια τὰ μὲν αὐτόθεν λαμβάνοντες τὰ δὲ ἐκ τῆς Σικελίας τῆς τε Σαρδοῦς μεταπεμπόμενοι· αἱ γὰρ νῆές σφισιν αἱ τὰ λάφυρα ἐς τὴν Σικελίαν ἄγουσαι καὶ τροφὴν ἂν ἐπῆγον.

[70]    ἐν δὲ τῇ Ἰταλίᾳ κατὰ μὲν τὸν πρὸς Ἀννίβαν πόλεμον οὐδὲν μέγα ἐπράχθη, Πούπλιος γὰρ Σεμπρώνιος μάχῃ τινὶ βραχείᾳ νικηθεὶς ὑπὸ τοῦ Ἀννίβου ἀντεπεκράτησεν αὐτοῦ, ὁ δὲ δὴ Λίουιος καὶ ὁ Νέρων τιμητεύσαντες τοῖς τε Λατίνοις τοῖς προλιποῦσι τὴν συστρατείαν καὶ διπλοῦν ἀποδιδόναι πλῆθος τῶν στρατιωτῶν προσταχθεῖσι διδόναι ἀπογραφὰς ἐπήγγειλαν, ὅπως καὶ ἄλλοι χρήματά σφισι συνεσφέρωσι, καὶ τοὺς ἅλας ἀτελεῖς μέχρι τότε ὄντας ὑποτελεῖς [71] ἐποίησαν· τοῦτο δὲ οὐκ ἄλλως ἔλεξα, ἀλλ' ὅτι ὁ Λίουιος ἔπραξέ τε αὐτὸ ἀμυνόμενος τοὺς πολίτας ἐπὶ τῇ καταψηφίσει καὶ ἐπίκλησιν ἀπ' αὐτοῦ ἔλαβε· Σαλινάτωρ γὰρ ἐπωνομάσθη. διά τε οὖν τοῦτο περιβόητοι οἱ τιμηταὶ οὗτοι ἐγένοντο, καὶ ὅτι τε ἀλλήλους τῶν τε ἵππων παρείλοντο καὶ αἰραρίους ἐποίησαν ..... όντες κατὰ τὴν ... P. 2 (p. 460 sq.).

[72]    ὅτι ὁ Σκιπίων ναῦν Καρχηδονίαν λαβὼν ἀφῆκε μηδὲν ἀδικήσας, ἐπειδὴ ἐπὶ πρεσβείᾳ πρὸς αὐτὸν ἀφικνεῖσθαι ἐπλάσαντο· ᾔδει μὲν γὰρ ὅτι ἐπὶ τῇ τῶν ἑαλωκότων σωτηρίᾳ προεφασίσθη, προετίμησε δὲ τῆς καθέξεως αὐτῶν τὸ μηδ' ὁτιοῦν διαβληθῆναί πως δυνάμενον ποιῆσαι. τοῦ τε Σύφακος καὶ τότε ἔτι συναλλάττοντος αὐτοὺς ὡς τὸν Σκιπίωνα ἐκ τῆς Λιβύης καὶ τὸν Ἀννίβαν ἐκ τῆς Ἰταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὅτι καὶ ἐπίστευέν οἱ, ἀλλ' ἵνα αὐτὸν σφήλῃ. V. 49 (p. 606).

[73]    ὅτι ἦλθον οἱ Ῥωμαῖοι πρὸς τὸν Σκιπίωνα τά τε ἄλλα πολλὰ ἄγοντες καὶ τὸν Σύφακα. καὶ ὃς ἰδὼν αὐτὸν δεδεμένον οὐκ ἤνεγκεν, ἀλλὰ τῆς τε παρ' αὐτῷ ξενίσεως μνημονεύσας, καὶ τὰ ἀνθρώπεια παθήματα ἀναλογισάμενος, ὅτι τε βασιλέα δυνάμεως οὐ σμικρᾶς καὶ ὅτι ἀξιοσπούδαστον καὶ ἑαυτῷ γενόμενον ἑώρα τότε οἰκτρῶς οὕτως ἔχοντα, ἀνεπήδησε μὲν ἐκ τοῦ δίφρου, καὶ ἔλυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐν θεραπείᾳ πολλῇ ἦγε. V. 50 (p. 606).

[74]    ὅτι ἐπικηρυκευσάμενοι οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι, τῶν τε ἐπιταχθέντων σφίσιν ὑπ' αὐτοῦ οὐδὲν ὅτι οὐχ ὑποσχόμενοι, οἷα μηδὲν αὐτῶν πράξειν μέλλοντες, χρήματα μὲν αὐτῷ εὐθὺς ἔδοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν, ὑπὲρ δὲ τῶν ἄλλων ἐς τὴν Ῥώμην ἐπρεσβεύσαντο. καὶ αὐτοὺς ἐκεῖνοι τότε οὐ προσεδέξαντο, λέγοντες οὐκ εἶναί σφισι πάτριον στρατοπέδων τισὶν ἐν τῇ Ἰταλίᾳ ὄντων ὑπὲρ εἰρήνης χρηματίζειν. ὕστερον δὲ ἀπάραντος τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος λόγον αὐτοῖς ἔδοσαν, καὶ ἦλθον μὲν ἐς ἀμφισβήτησιν πρὸς ἀλλήλους, ἐπ' ἀμφότερα ταῖς γνώμαις γενόμενοι, τέλος δὲ ἐψηφίσαντο τὰς σπονδὰς ἐφ' οἷς ὁ Σκιπίων συνετέθειτο. U4G 7 (p. 380).

[75]    ὅτι οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι ἐπέθεντο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. τοῦ δὲ Σκιπίωνος ἀγανακτήσαντος ἐπὶ τούτῳ καὶ ἔγκλημα ποιησαμένου οὔτε τι μέτριον τοῖς πρέσβεσιν ἀπεκρίναντο, καὶ προσέτι καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασιν· καὶ εἴγε μὴ ἄνεμός σφισι κατὰ τύχην ἐπιγενόμενος ἐβοήθησεν, ἑάλωσαν ἂν ἢ ἀπώλοντο. καὶ διὰ τοῦτο ὁ Σκιπίων, καίπερ ἐπελθόντων ἐν τούτῳ τῶν τὴν εἰρήνην αὐτοῖς φερόντων, οὐκέτ' αὐτὴν ἐποιήσατο. U4G 8 (p. 380).

[78]    Δίων βιβλίῳ ιζ΄ "ἐπέστησεν ἐξαίφνης τοῦ δρόμου." Bekk. Anecd. p. 140 23.

[79]    Δίων ἐν Ῥωμαϊκῶν ιζ΄ "πέφυκε γὰρ καὶ ἄλλως ὡς πλήθει τὸ μὲν εὐτυχοῦν θρασύνεσθαι, τὸ δὲ κακοπραγοῦν μετριάζειν, κἀκ τούτου τὸ μὲν δεδιὸς σωφρονεῖν, τὸ δὲ θαρσοῦν ἀκολασταίνειν. ἐπὶ πλέον δὲ ἐν ἐκείνῳ τοῦτ' ἐφωράθη." Suidas s. v. ὡς ἐπίπαν, Lex. Seguer. (Bachm. Anecd. Graec. 1, 422).

[80]    Δίων ἐν Ῥωμαϊκῶν ιζ΄ "καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδημώθη." Suidas et Etym. M. et Lex. Seguer. (Bachm. Anecd. Graec. 1, 206, Cram. Anecd. Par. 4, 168) s. v. ἐδημώθη.

[80b]    ἐνθυμιζόμενοι, λογιζόμενοι. οὕτω Δίων ἐν ιζ΄ Ῥωμαϊκῶν. Suidas et Lex. Seguer. (Bachm. Anecd. Gr. 1, 222. Cram. Anecd. Par. 4, 169) et Zon. lex. s. v. ἐνθυμιζόμενοι.

[82]    ὅτι διεκηρυκεύσαντο οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι. ἦν δὲ τὰ διωμολογημένα ὁμήρους τέ σφας δοῦναι, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους οὓς ἤτοι τῶν Ῥωμαίων ἢ τῶν συμμάχων σφῶν εἶχον ἀποδοῦναι, καὶ τοὺς ἐλέφαντας πάντας καὶ τὰς τριήρεις πλὴν δέκα παραδοῦναι, καὶ τὸ λοιπὸν μὴ κεκτῆσθαι μήτε ἐλέφαντας μήτε ναῦς, καὶ τῷ Μασινίσσᾳ πάντων ὧν εἶχον αὐτοῦ ἀποστῆναι καὶ ἐκείνῳ δοῦναι, τήν τε χώραν καὶ τὰς πόλεις τὰς ἐν τῇ ἐπικρατείᾳ αὐτοῦ οὔσας ἀφεῖναι, καὶ μήτε καταλόγους ποιεῖσθαι μήτε μισθοφόροις χρῆσθαι μήτε πόλεμον πρὸς μηδένα παρὰ τὴν τῶν Ῥωμαίων γνώμην ἀναιρεῖσθαι. U4G 9 (p. 380) et partim Suidas s. v. ἀναιρεθείς.

[59]   ὅτι ἡ Καρχηδὼν πολλοῖς Ῥωμαίων ἐξαιρετέα ἐδόκει εἶναι, καὶ Κορνηλίῳ ὑπάτῳ, καὶ ἔλεγεν ὅτι ἀδύνατόν ἐστι συνεστώσης αὐτῆς ἀδεεῖς σφᾶς εἶναι. U4G 10 (p. 381) 6 Suid. s. v. ἐξαιρετέα.

[57]

[83]    ... ἐν μέντοι τῷ δήμῷ ........................... πάντες τὴν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσαντο. ἃ γὰρ ἐπεπόνθεσαν λογισάμενοι .................. αὐτῶν ἤμελλον π............. .............. κινδύνων τε ταλ........................ ... τῶν πραγμάτων ............................ ἐδικαίωσαν· ὁ ............................. τες καὶ ἐκεῖνα ......... ....................τ.. ἐκ μεγάλων ................... .......... α.α ε.ν οι δὲ ὃ .......................... .....ντες ἐπτ...

[84]    καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους ἐς τὴν Ῥώμην ἀπήχθησαν, οἱ δὲ λοιποὶ τῷ Μασινίσσᾳ ἐδωρήθησαν ..................... [85] Καρχηδονίων .............................. τε τὴν Λιβύην ............................. δὲ δὴ πρεσβεύ ............ ................. συμβαλεῖν τοῖς ...................... ...... ἐπέτρεψαν· καὶ ὡ ............................ λησαν τῷ Σκιπίωνι ......................... μετὰ τὴν σύμβασιν .. ....................... τήν τε φιλίαν κ ................ ............βαίωσαν· καὶ τ........................... ..νην ἐχαρίσαντο .............................

[86]    ... αἰχμαλώτους ........................... ε Τερέντιος εἷς .......................... βουλῆς ὢν πιλίον ..... .......................... καὶ ὥς τινα ............... ........ ἀκολουθῆσαι. Σκιπίων μὲν οὖν μέγας ἐκ τούτων ᾔρετο, Ἀννίβας δὲ καὶ ἐς δίκην παρὰ τοῖς οἰκείοις ἤχθη, καὶ ὡς τήν τε Ῥώμην δυνηθεὶς λαβεῖν καὶ μὴ ἐθελήσας καὶ τὴν λείαν τὴν ἐκ τῆς Ἰταλίας σφετερισάμενος κατηγορήθη. οὐ μέντοι καὶ ἑάλω, ἀλλὰ καὶ τὴν μεγίστην τῶν Καρχηδονίων ἀρχὴν οὐκ ἐς μακρὰν ἐπετράπη ........ τα μὲν ἐπί τε .............................. ν ὑπάτων γε .. ........................... τῇ Σικελίᾳ βε ..

[76]    .... νῳ Μᾶρκος ............................. πον πεμφθεὶς ............................ ὑπὸ τῶν στρατηγῶν .............. .............. παρ' αὐτῶν ἠ .............................. ώρθωσε πρες ........................ ην τοῦ Φιλίππου καὶ ..... ...................... τέ τινα ὃν αὐτὸς ................... Καρχηδονίοις ἐπεπόμφει ........................... υτος οὐδὲν εἰρη ........................... ν κεκρατηκότες ............. .............. πολέμους τῷ μὲν ......................... ε δὴ δόξῃ οὐδὲν σμι ..................... κροτέρους κατέστησαν. P. 3 (p. 462 sq.).