2437 223 0 5 2 0 II-III d. C. Storiografia Cassius Dio VIII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae VIII

[36]   Δίωνος η΄ βιβλίῳ "ἦν γὰρ καὶ πάνυ αὐτὸς ἑαυτῷ πρὸς πάντα τὰ τοιαῦτα ἀρκῶν." Bekk. Anecd. p. 124 1.

[1]    ἀλλ' εὖ ἴσθι ὅτι αἱ μὲν ἀνήκεστοι ἐν τοῖς τοιούτοις τιμωρίαι αὐτούς τε τοὺς δικαιουμένους παραπολλύουσι δυνηθέντας ἂν ἀμείνους γενέσθαι καὶ τοὺς ἄλλους οὐδὲν μᾶλλον σωφρονίζουσιν· ἡ γὰρ ἀνθρωπίνη φύσις οὐκ ἐθέλει ἑαυτῆς πρὸς τὰς ἀπειλὰς ἐξίστασθαι, [2] ἀλλ' ἢ δέους τινὸς ἀνάγκῃ ἢ θάρσους ὕβρει ἀπειρίας τε θρασύτητι καὶ ἐξουσίας προπετείᾳ, ἢ καθ' ἑτέραν τινὰ συντυχίαν, οἷα πολλὰ πολλοῖς καὶ παρ' ἐλπίδα συμβαίνει, τοὺς μὲν οὐδὲ ἐνθυμουμένους τῶν κολάσεων ἀλλ' ἀλογίστως αὐτῶν ἐς τὸ προκείμενον φερομένους, τοὺς δὲ παρ' οὐδὲν αὐτὰς πρὸς τὸ τυχεῖν ὧν ὀρέγονται [3] ποιουμένους ἁμαρτάνειν ἀναπείθει. αἱ δὲ ἐμμελεῖς φιλανθρωπίαι τἀναντία αὐτῶν πάντα διαπράττουσιν· ὑπὸ γὰρ τῆς ἐγκαίρου συγγνώμης αὐτοί τε πολλάκις μεταβάλλονται, ἄλλως τε καὶ ὅταν ἐξ ἀνδρείας καὶ μὴ κακουργίας, ἐκ φιλοτιμίας καὶ μὴ πονηρίας τι ποιήσωσι (δεινὴ γάρ ἐστι καὶ δουλῶσαι καὶ σωφρονίσαι φρόνημα γενναῖον εὔλογος φιλανθρωπία), καὶ τοὺς ἄλλους ἐθελοντὰς ἅτε καὶ τὸ σεσωσμένον ὁρῶντας μεταρρυθμίζουσι· πείθεται γὰρ πᾶς ἥδιον ἢ βιάζεται, καὶ ἑκούσιος ἀκούειν τοῦ νόμου βούλεται μᾶλλον ἢ ἀνάγκῃ, ὅτι τὸ μὲν αὐθαίρετον ὡς καὶ οἰκεῖον σπουδάζει, τὸ δὲ ἐξ ἐπιτάγματος ὡς καὶ ἀνελεύθερον ἀπωθεῖται. M. 59 (p. 159).

[4]    ὅτι τῆς μεγίστης καὶ ἀρετῆς καὶ ἐξουσίας ἐστὶν ἔργον οὐ τὸ φονεῦσαί τινα (τοῦτο μὲν γὰρ καὶ ὑπὸ τῶν κακίστων καὶ ἀσθενεστάτων πολλάκις γίγνεται) ἀλλὰ τὸ φείσασθαί τινος καὶ τὸ σῶσαί τινα, ὃ μηδεὶς ἄλλος ἡμῶν ἄκοντός γέ σου δύναται.

[5]    βούλομαι μὲν ἤδη πεπαῦσθαι λέγων· τό τε γὰρ ψυχίδιόν μου κέκμηκε καὶ τὸ φθέγμα ἐνδίδωσι, τά τε δάκρυα τὴν φωνὴν ἐνίσχει, καὶ ὁ φόβος τὸ στόμα συνδεῖ. ἀλλ' οὐκ ἔχω πῶς ἀπαλλαγῶ· τὸ γὰρ πάθος ἄν .. ἄλλο δόξῃ σοι μὴ δο ........ προφαινόμενον οὐκ ἐπιτρέπει μοι σιωπῆσαι, ἀλλ' ὡς καὶ παρὰ τοῦθ' ὅ τι ποτ' ἂν τελευταῖον εἴπω τῆς σωτηρίας μοι τοῦ παιδὸς ἐσομένης, ἀναγκάζει με πλείω ὥσπερ ἐν εὐχαῖς λαλεῖν. M. 60 (p. 159).

[6]    τό τε γὰρ ὄνομα καὶ τὸ σχῆμα τῆς ἀρχῆς ἧς περιεβέβλητο ὤκνει καταλῦσαι· καὶ ἐπειδὴ ἔμελλε τοῦ Ῥούλλου φείσεσθαι (τὴν γὰρ σπουδὴν τοῦ δήμου ἑώρα), ἐκείνῳ τε ἐπὶ πλεῖον ἀντισχὼν χαρίσασθαι καὶ τοὺς νέους ἐπιστρέψαι μᾶλλον, ὥστε ἐξ ἀδοκήτου αὐτῷ συγγνούς, ἠθέλησε. τό τε οὖν πρόσωπον συστρέψας καὶ τὸν [7] δῆμον δριμὺ ὑποβλέψας τὴν φωνὴν ἐνέτεινε καὶ εἶπε ‑ . καὶ σιωπὴ μὲν ἦν, οὐ μέντοι καὶ ἡσύχαζον, ἀλλ' οἷόν τι φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, αὐτῷ τε ἐπιστένοντες καὶ πρὸς ἀλλήλους τονθορύζοντες ἓν μὲν οὐδὲν λαλοῦντες ἐξηκούοντο, σωθῆναι δὲ δὴ τὸν ἵππαρχον ἐπιθυμεῖν ὑπωπτεύοντο. ἰδὼν δὲ ταῦθ' ὁ Παπίριος καὶ φοβηθεὶς ‹μὴ› καὶ νεοχμώσωσί τι, τοῦ τε πάνυ ἀρχικοῦ, ὅπερ ἐς ἐπανόρθωσιν αὐτῶν ἐπὶ μεῖζον τοῦ καθήκοντος προσεπεποίητο, ὑφῆκε, καὶ τὰ λοιπὰ μετριάζων ἔς τε φιλίαν ἑαυτοῦ καὶ προθυμίαν αὖθις σφᾶς ἀντικατέστησεν, ὥστε συμβαλόντας τοῖς ἐναντίοις ἀνδρίσασθαι. M. 61 (p. 160).

[8]    ὅτι νικηθέντες οἱ Σαυνῖται ὑπὸ Ῥωμαίων ἐπεκηρυκεύσαντο τοῖς ἐν τῇ πόλει Ῥωμαίοις, τούς τε αἰχμαλώτους, ὅσους εἶχον αὐτῶν, πέμψαντές σφισι, καί τινος Παπίου, ἀνδρὸς ἔς τε τὰ πρῶτα τῶν παρ' αὐτοῖς ἀξιουμένου καὶ τὴν αἰτίαν τοῦ πολέμου πᾶσαν φερομένου, τήν τε οὐσίαν καὶ τὰ ὀστᾶ, ἐπειδὴ φθάσας ἑαυτὸν προαπεχρήσατο, διαρρίψαντες. οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρήνης· ἄπιστοί τε γὰρ δόξαντες εἶναι, καὶ πρὸς τὰς συμφορὰς ἐς παράκρουσιν τοῦ ἀεὶ κρατοῦντός σφων σπένδεσθαι, οὐχ ὅσον οὐχ εὕροντό τι συμβατικόν, ἀλλὰ καὶ ἄσπονδόν σφισι τὸν πόλεμον παρεσκεύασαν. οἱ γὰρ Ῥωμαῖοι, καίτοι τοὺς αἰχμαλώτους λαβόντες, ἀκηρυκτὶ πολεμεῖν αὐτοῖς ἐψηφίσαντο. U4G 1 (p. 374). (ἄπιστοι ‑ παρεσκεύασαν Suid. s. v. παράκρουσιν, οὐχ ὅσον ‑ παρεσκεύασαν Suid. s. v. οὐχ ὅσον, οἱ δὲ Ῥωμαῖοι ‑ ἐψηφίσαντο Suid. s. v. ἀκηρυκτεί. cf. Suid. s. v. ἀξιουμένου).

[10]    πολλὰ μὲν δὴ οὖν καὶ ἄλλα τοῦ ἀνθρωπείου γένους θαυμάσειεν ἄν τις, οὐχ ἥκιστα δὲ τὰ τότε γενόμενα· οἵ τε γὰρ Ῥωμαῖοι ὑπεραυχήσαντες, ὥστε μήτε κήρυκα ἔτι ἐπ' εἰρήνῃ παρὰ τῶν Σαυνιτῶν προσδέχεσθαι ψηφίσασθαι καὶ προσελπίσαι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν, παθήματι δεινῷ περιέπεσον καὶ ἐν αἰσχύνῃ οἵᾳ οὐ πώποτε ἐγένοντο, καὶ ἐκεῖνοι ἄλλως τε ὑπερδείσαντες καὶ ἐν μεγάλῃ συμφορᾷ τὸ μὴ σπείσασθαι ποιησάμενοι πανσυδίᾳ τε τὸ στρατόπεδον αὐτῶν ἐζώγρησαν καὶ πάντας ὑπὸ τὸν ζυγὸν ὑπήγαγον· ἐς τοῦτο γὰρ αὐτοῖς ἡ τύχη περιέστη. M. 62 (p. 161).

[11]    αἱ εὐεργεσίαι ἐν τῇ τῶν ἀνθρώπων μᾶλλον προαιρέσει εἰσί, καὶ οὔθ' ὑπ' ἀνάγκης οὔθ' ὑπ' ἀγνοίας, οὐκ ὀργῆς, οὐκ ἀπάτης, οὐκ ἄλλου τινὸς τῶν τοιούτων γίγνονται, ἀλλ' αὐθαίρετοι παρ' ἑκουσίας καὶ προθύμου τῆς ψυχῆς ἐκτελοῦνται· καὶ διὰ ταῦτα χρὴ τοὺς μὲν πλημμελήσαντάς τι ἐλεεῖν νουθετεῖν παιδεύειν, τοὺς δὲ εὖ ποιήσαντας θαυμάζειν φιλεῖν ἀμείβεσθαι. καὶ ὅταν γε ὑπὸ τῶν ἀνθρώπων ἑκάτερον γένηται, πολύ που μᾶλλον τοῖς ἤθεσιν ἡμῶν προσήκει τῶν ἀμεινόνων μνημονεύειν ἢ τῶν ἀτοπωτέρων. Max. Conf. Flor. f. 46 (M. p. 535).

[12]    ὅτι αἱ διαφοραὶ εὐεργεσίαις παύονται· καὶ ὅσῳ ἄν τις ἐπὶ μεῖζον ἔχθρας ἐλθὼν σωτηρίας ἀντὶ τιμωρίας παρὰ δόξαν τύχῃ, πολὺ μᾶλλον ἐκείνην τε ἑκὼν καταλύει καὶ ταύτης ἄσμενος ἡττᾶται· ὅσῳ τε τῶν ἄλλως πως διενεχθέντων οἱ ἐκ φιλίας ἐς ἔχθραν χωρήσαντες μισοῦσιν ἀλλήλους, ἐπὶ πλεῖον καὶ τῶν ἄλλως πως εὐεργετηθέντων οἱ ἐκ διαφορᾶς εὖ παθόντες φιλοῦσι τοὺς πεποιηκότας. καὶ Ῥωμαῖοι οὖν βούλονται μὲν καὶ μάλα πολέμῳ κρατιστεύειν, προσέτι δὲ δὴ καὶ ἀρετὴν τιμῶσι καὶ διὰ τοῦτο ἐν ἀμφοτέροις ἠναγκασμένοι τῇ τῆς ψυχῆς γενναιότητι τὸ κρατεῖν ἐπικερδαίνουσι, σπουδάζοντες ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις καθ' ὑπερβολὰς ἀμύνεσθαι. M. 63 (p. 161).

[13]    μέγα μὲν γὰρ καὶ ἐπὶ τῷ τοὺς ἀδικήσαντάς τι ἀμύνασθαι δεῖ φρονεῖν, μείζω δὲ δόξαν ἐπὶ τῷ τοὺς εὐεργετήσαντάς τι ἀμείβεσθαι ἔχειν. Max. Conf. Flor. f. 464V (M. p. 536).

[14]    πεφύκασι γὰρ πάντες ἄνθρωποι πλέον ἀλγεῖν ὧν ἂν ἀτιμασθῶσιν ἢ χαίρειν ἐφ' οἷς ἂν εὐεργετηθῶσι, καὶ ῥᾷόν γε ἐπεξέρχονται τοῖς τι λυπήσασί σφας ἢ ἀνθυπουργοῦσι τοῖς εὖ ποιήσασι, τήν τε κακοδοξίαν τοῦ τὸν σώσαντα μὴ δι' εὐνοίας ποιήσασθαι παρ' οὐδὲν πρὸς τὰ συμφέροντα αὑτῶν τιθέμενοι, καὶ τῷ θυμουμένῳ καὶ παρὰ τὸ λυσιτελοῦν σφῶν χαριζόμενοι.

   τοιαῦτα αὐτοῖς παρά τε τῆς ἐμφύτου φρονήσεως καὶ παρὰ τῆς ἐκ τοῦ γήρως ἐμπειρίας οὐ τὸ αὐτίκα κεχαρισμένον ἀλλὰ τὸ ἔπειτα ἀλγεινὸν προσκοπῶν παρῄνεσεν. M. 64 (p. 162) et Max. Conf. Flor. f. 464V (M. p. 536).

[15]    ὅτι οἱ Καπυηνοὶ τῶν Ῥωμαίων ἡττηθέντων καὶ ἐς Καπύην ἐλθόντων οὔτ' εἶπον αὐτοὺς δεινὸν οὐδὲν οὔτε ἔπραξαν, ἀλλὰ καὶ τροφὴν καὶ ἵππους αὐτοῖς ἔδωκαν καὶ ὡς κεκρατηκότας ὑπεδέξαντο· οὓς γὰρ οὐκ ἂν ἐβούλοντο διὰ τὰ προγεγονότα σφίσιν ὑπ' αὐτῶν [16] νενικηκέναι, τούτοις κακοτυχήσασιν ἠλέησαν. οἱ δὲ Ῥωμαῖοι ὡς τὰ πεπραγμένα ἤκουσαν, ἄποροι πανταχόθεν ἐγένοντο, μήθ' ὅπως ἡσθῶσι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ μήθ' ὅπως ἀχθεσθῶσιν ἔχοντες· πρὸς μὲν γὰρ τὸ δεινὸν τῆς αἰσχύνης ὑπερήλγουν, ἀπαξιοῦντες ἄλλως τε τοῦτο καὶ ὑπὸ τῶν Σαυνιτῶν πεπονθέναι, καὶ ἐβούλοντο ἂν πάντας αὐτοὺς ἀπολωλέναι, ἐκλογιζόμενοι δὲ ὅτι, εἴπερ τι τοιοῦτον συνεβεβήκει σφίσι, κἂν περὶ τοῖς λοιποῖς ἅπασιν ἐκινδύνευσαν, οὐκ ἀκουσίως ἤκουον ὅτι ἐσώθησαν. M. 65 (ib.).

[17]    ὅτι τῆς σωτηρίας τῆς ἑαυτῶν πᾶσιν ἀνθρώποις καὶ ἀναγκαῖον καὶ ἀνεμέσητόν ἐστι προνοεῖσθαι, κἂν ἐν κινδύνῳ τινὶ καταστῶσι, πᾶν ὁτιοῦν ὥστε σωθῆναι πράττειν. M. 66 (p. 163).

   ὅτι συγγνώμη καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων δίδοται τοῖς ἀκούσιόν τι πράξασιν. M. 67 (ib.).

[18a]    Δίων η΄ βιβλίῳ "καὶ προσποιοῦμαι τὸ ἀδίκημα καὶ ὁμολογῶ τὴν ἐπιορκίαν." Bekk. Anecd. p. 165 13.

[19]    ὅτι οἱ Σαυνῖται ὁρῶντες μήτε τὰς συνθήκας σφίσι τηρουμένας μήτε ἄλλην χάριν ἀντιδιδομένην, ἀλλ' ὀλίγους ἀντὶ πολλῶν ἐς παραγωγὴν τῶν ὅρκων ἐκδιδομένους, δεινῶς ἠγανάκτησαν, ἐπεθείαζόν τέ τινα τοὺς θεοὺς ἐπιβοώμενοι καὶ τὰς πίστεις αὐτῶν προφερόμενοι, καὶ ἀπῄτουν τοὺς ἁλόντας, ἐκέλευόν τε αὐτοὺς ὑπὸ τὸν αὐτὸν ζυγὸν γυμνοὺς ἐσελθεῖν οὗπερ ἐλεηθέντες ἀφείθησαν, ἵνα [20] καὶ τῷ ἔργῳ μάθωσι τοῖς ἅπαξ ὁμολογηθεῖσιν ἐμμένειν. καὶ ἀπέπεμψαν τοὺς ἐκδοθέντας, εἴτ' οὖν ὅτι οὐκ ἠξίωσάν σφας μηδὲν ἠδικηκότας ἀπολέσαι, ἢ ὅτι τῷ δήμῳ τὴν ἐπιορκίαν προσάψαι ἠθέλησαν καὶ μὴ δι' ὀλίγων ἀνδρῶν κολάσεως τοὺς ἄλλους ἀπολῦσαι. ταῦτ' ἔπραξαν ἐλπίσαντες ἐκ τούτων ἐπιεικές τι εὑρήσεσθαι. M. 68 (p. 163).

[21]    ὅτι οἱ Ῥωμαῖοι τοῖς Σαυνίταις οὐχ ὅτι χάριν τινὰ τῆς γοῦν τῶν ἐκδοθέντων σωτηρίας ἔσχον, ἀλλ' ὥσπερ τι δεινὸν ἐκ τούτου παθόντες ὀργῇ τε τὸν πόλεμον ἐποιήσαντο, καὶ κρατήσαντες τὰ αὐτὰ αὐτοὺς ἀντειργάσαντο· τὸ γὰρ δίκαιον οὐκ ἐκ τοῦ ὁμοίου τῷ νομιζομένῳ καὶ ἐν τοῖς ὅπλοις ὡς πλήθει κρίνεται, οὐδ' ἀνάγκη τίς ἐστι νικᾶν τοὺς ἀδικουμένους, ἀλλ' ὁ πόλεμος αὐτοκράτωρ ὢν τά τε ἄλλα πρὸς τὸ τοῦ κρατοῦντος συμφέρον τίθεται καὶ τὴν τοῦ δικαίου νόμισιν ἐς τοὐναντίον πολλάκις περιίστησιν. M. 69 (ib.).

[22]    ὅτι οἱ Ῥωμαῖοι Σαυνιτῶν κρατήσαντες τοὺς αἰχμαλώτους ὑπὸ τὸν ζυγὸν ἀνθυπήγαγον, ἐξαρκεῖν σφίσι νομίσαντες τὴν τῆς ὁμοίας αἰσχύνης ἀνταπόδοσιν. οὕτω μὲν ἡ τύχη πρὸς τὰ ἐναντία τοῖς ἀμφοτέροις ἐς βραχύτατον περιστᾶσα, καὶ τοὺς Σαυνίτας ὑπ' αὐτῶν τῶν ὑβρισθέντων τὰ αὐτὰ ἀντιποιήσασα, διέδειξε καὶ ἐν τούτῳ τὸ ὅλον αὐτὴ δυναμένη. M. 70 (p. 164).

[23]    ὅτι ὁ Παπίριος στρατεύσας ἐπὶ τοὺς Σαυνίτας καὶ καταστήσας αὐτοὺς ἐς πολιορκίαν προσήδρευε σφίσι. κἀν τούτῳ ὀνειδίσαντός τινος αὐτῷ ὅτι οἴνῳ πολλῷ ἐχρῆτο, ἔφη ὅτι τὸ μὲν μὴ εἶναί με μεθυστικὸν παντί που δῆλον ἔκ τε τοῦ πρωιαίτατά με ὀρθρεύεσθαι καὶ ἐκ τοῦ ὀψιαίτατα καταδαρθάνειν ἐστίν· διὰ δὲ ‹τὸ› τὰ κοινὰ ἀεὶ καὶ μεθ' ἡμέραν καὶ νύκτωρ ὁμοίως ἐν φροντίδι ποιεῖσθαι, καὶ ὑπὸ τοῦ μὴ δύνασθαι ῥᾳδίως ὕπνου λαχεῖν, τὸν οἶνον κατακοιμήσοντά με παραλαμβάνω. M. 71 (ib.).

[24]    ὅτι ὁ αὐτὸς ἐφοδεύων ποτὲ τὰς φυλακὰς καὶ μὴ εὑρὼν τὸν Πραινεστίνων στρατηγὸν ἐν τῇ τάξει ὄντα ἠγανάκτησεν, εἶτα μεταπεμψάμενος αὐτὸν ἐκέλευσε τῷ ῥαβδούχῳ τὸν πέλεκυν προχειρίσασθαι· ἐκπλαγέντος τε αὐτοῦ πρὸς τοῦτο καὶ καταδείσαντος, τῷ τε φόβῳ αὐτοῦ ἠρκέσθη καὶ οὐδὲν ἔτι δεινὸν αὐτὸν ἔδρασεν, ἀλλὰ ῥίζας τινὰς παρὰ τὰ σκηνώματα οὔσας ἐκκόψαι τῷ ῥαβδούχῳ, ἵνα μὴ τοὺς παριόντας λυπῶσι, προσέταξεν. M. 72 (ib.).

[25]    ὅτι αἱ εὐπραγίαι οὐ πάνυ τοῖς πολλοῖς παραμένουσιν, ἀλλὰ καὶ συχνοὺς ἐς ἀφυλαξίαν παραγαγοῦσαι φθείρουσιν. M. 73 (p. 165).

[26]    ὅτι Παπίριον δικτάτορα προεβάλοντο οἱ ἐν τῷ ἄστει, καὶ δείσαντες μὴ ὁ Ῥοῦλλος οὐκ ἐθελήσῃ αὐτὸν διὰ τὰ συμβάντα οἱ ἐν τῇ ἱππαρχίᾳ εἰπεῖν, ἔπεμψαν πρὸς αὐτὸν δεόμενοι [οὐ] τὰ κοινὰ πρὸ τῆς ἰδίας ἔχθρας προτιμῆσαι. καὶ ὃς τοῖς μὲν πρέσβεσιν οὐδὲν ἀπεκρίνατο, ἐπειδὴ δὲ νὺξ ἐγένετο (νυκτὸς γὰρ πάντως ἐκ τῶν πατρίων τὸν δικτάτορα ἔδει λέγεσθαι), εἶπέ τε αὐτὸν καὶ εὔκλειαν ἐκ τούτου μεγίστην ἔλαβεν. V. 19 (p. 585).

[27]    ὅτι Ἄππιος ὁ τυφλὸς καὶ ὁ Οὐολούμνιος διεφέροντο πρὸς ἀλλήλους· ἀφ' οὗπερ Οὐολούμνιος τοῦ Ἀππίου προενεγκόντος ποτὲ αὐτῷ ἐν ἐκκλησίᾳ ὅτι σοφώτερος ὑφ' ἑαυτοῦ γεγονὼς οὐδεμίαν οἱ χάριν εἰδείη, αὐτὸς μὲν καὶ γεγονέναι οὕτως σοφώτερος καὶ ὁμολογεῖν τοῦτ' ἔφη, ἐκεῖνον δὲ μηδὲν πρὸς τὰ τοῦ πολέμου πράγματα ἐπιδεδωκέναι. M. 74 (p. 165).

[28]    ὅτι ὁ ὅμιλος περὶ τῆς μαντείας παραχρῆμα μὲν οὔθ' ὅπως πιστεύσῃ οὔθ' ὅπως ἀπιστήσῃ αὐτῷ εἶχεν· οὔτε γὰρ ἐλπίζειν πάντα ἐβούλετο, ὅτι μηδὲ γενέσθαι πάντα ἤθελεν, οὔτ' αὖ ἀπιστεῖν ἅπασιν ἐτόλμα, ὅτι νικῆσαι ἐπεθύμει, ἀλλ' οἷα ἐν μέσῳ τῆς ταραχῆς καὶ τοῦ φόβου ὢν χαλεπώτατα διῆγεν. συμβάντων δ' αὐτῶν ὡς ἑκάστων καὶ τὴν ἑρμήνευσίν σφισιν ἐκ τῆς τῶν ἔργων πείρας ἐφήρμοσαν, καὶ αὐτὸς σοφίας τινὰ δόξαν ἐς τὴν ‹τοῦ› ἀφανοῦς πρόγνωσιν προσποιεῖσθαι ἐπεχείρει. M. 75 (ib.).

[29]    ὅτι οἱ Σαυνῖται ἀγανακτήσαντες ἐπὶ τοῖς γεγονόσι καὶ ἀπαξιώσαντες ἐπὶ πολὺ ἡττᾶσθαι, πρὸς ἀποκινδύνευσιν καὶ πρὸς ἀπόνοιαν ὡς ἤτοι κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι ὥρμησαν, καὶ τήν τε ἡλικίαν πᾶσαν ἐπελέξαντο, θάνατόν τε προειπόντες ὅστις ἂν αὐτῶν οἴκοι καταμένῃ, καὶ ὅρκοις σφᾶς φρικώδεσι πιστωσάμενοι μήτ' αὐτόν τινα ἐκ μάχης φεύξεσθαι καὶ τὸν ἐπιχειρήσοντα τοῦτο ποιῆσαι φονεύσειν. M. 76 (p. 165).

[30]    ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι ὅτι ὁ ὕπατος Φάβιος ἡττήθη ἐν τῷ πολέμῳ δεινῶς ἠγανάκτησαν καὶ τοῦτον μεταπέμψαντες εὔθυνον. κατηγορίας τε αὐτοῦ πολλῆς ἐν τῷ δήμῳ γενομένης (καὶ γὰρ τῇ τοῦ πατρὸς δόξῃ ἐπὶ πλεῖον τῶν ἐγκλημάτων ἐβαρύνετο) ἐκείνῳ μὲν οὐδεὶς λόγος ἐδόθη, ὁ δὲ γέρων ὑπὲρ τοῦ παιδὸς οὐκ ἀπελογήσατο, καταριθμήσας δὲ τά τε ἑαυτοῦ καὶ τὰ τῶν προγόνων ἔργα, καὶ προσυποσχόμενος μηδὲν ἀνάξιον αὐτῶν πράξειν τῆς τε ὀργῆς σφας παρέλυσεν, ἄλλως τε καὶ τὴν ἡλικίαν τοῦ υἱέος [31] προβαλόμενος· καὶ συνεξελθὼν εὐθὺς αὐτῷ μάχῃ τοὺς Σαυνίτας καὶ πρὸς τὴν νίκην ἐπηρμένους κατέβαλεν, καὶ τὸ στρατόπεδον καὶ λείαν πολλὴν εἷλεν. οἱ δὲ Ῥωμαῖοι διὰ τοῦτο ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν αὐτοῦ καὶ ἐς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτῷ διῴκει καὶ διῆγεν οὐδὲν τοῦ γήρως φειδόμενος, καὶ τά γε συμμαχικὰ προθύμως οἱ, μνήμῃ τῶν παλαιῶν αὐτοῦ ἔργων, συνῄρετο· οὐ μέντοι καὶ ἔνδηλος ἦν δι' ἑαυτοῦ τὰ πράγματα ποιούμενος, ἀλλ' ὥσπερ ὄντως ἔν τε συμβούλου καὶ ἐν ὑπάρχου μέρει τῷ παιδὶ συνὼν αὐτός τε ἐμετρίαζε καὶ τὴν δόξαν τῶν ἔργων ‹ἐκείνῳ› προσετίθει. V. 20 (p. 585).

[32]    ὅτι οἱ τοῦ Ἰουνίου στρατιῶται σὺν Ποστουμίῳ ἐξελθόντες κατὰ τὴν ὁδόν τε ἐνόσησαν καὶ ἐδόκουν διὰ τὴν τοῦ ἄλσους τομὴν πονεῖσθαι. ἐπ' οὖν τούτοις ἀνακληθεὶς ἐν ὀλιγωρίᾳ κἀνταῦθα αὐτοὺς ἐποιήσατο λέγων οὐχ ἑαυτοῦ τὴν βουλὴν ἀλλ' ἐκείνης αὑτὸν ἄρχειν. M. 77 (p. 166).

[40]   ὅτι Γάιος Φαβρίκιος ἐν μὲν τοῖς ἄλλοις ὅμοιος ἦν Ῥουφίνῳ, ἐν δὲ δὴ τῇ ἀδωροδοκίᾳ πολὺ προέχων· ἦν γὰρ ἀδωρότατος, καὶ διὰ τοῦτο καὶ ἐκείνῳ οὔτ' ἠρέσκετο καὶ ἀεί ποτε διεφέρετο. ὅμως ἐχειροτονήθη· ἐπιτηδειότατον γὰρ αὐτὸν ἐς τὴν τοῦ πολέμου χρείαν [33] ἐνόμισεν εἶναι, καὶ παρ' ὀλίγον τὴν ἰδίαν ἔχθραν πρὸς τὰ κοινῇ συμφέροντα ἐποιήσατο, καὶ δόξαν γε καὶ ἐκ τούτου ἐκτήσατο, κρείττων καὶ τοῦ φθόνου γενόμενος, ὅσπερ που καὶ τῶν ἀρίστων ἀνδρῶν πολλοῖς ὑπὸ φιλοτιμίας ἐγγίγνεται. φιλόπολίς τε γὰρ ἀκριβῶς ὤν, καὶ οὐκ ἐπὶ προσχήματι ἀρετὴν ἀσκῶν, ἐν τῷ ἴσῳ τό τε ὑφ' ἑαυτοῦ καὶ ‹τὸ› δι' ἑτέρου τινός, κἂν διάφορός οἱ ᾖ, εὖ τι τὴν πόλιν παθεῖν ἐτίθετο. V. 21 p. 586 et M. 78 p. 166.

[36]   ὅτι ἐρωτηθεὶς Γάιος Φαβρίκιος διὰ τί τῷ ἐχθρῷ τὰ πράγματα ἐπέτρεψε τήν τε ἄλλην ἀρετὴν τ̣ο̣ι̣ς ..... φ̣ε̣τ̣ο̣ καὶ πρὸς εἶπεν ὅτι αἱρετώτερόν ἐστιν ὑπὸ τοῦ πολίτου συληθῆναι ἡ ὑπὸ τῶν πολεμίων πραθῆναι. M. 79 (p. 166).

[37]

[1]    ὅτι Κούριος τὰ πεπραγμένα οἱ ἐν τῷ δήμῳ ἀπολογιζόμενος ἔφη ὅτι γῆν μὲν τοσαύτην προσεκτήσατο ὅσην οὐκ ἂν ἄνθρωποι ἐλάττους ἐξειργάσαντο καὶ ἀνθρώπους τόσους ἐχειρώσατο() ὅσοις οὐκ ἂν ἐλάττων χώρα ἐξήρκεσεν. M. 80 (ib.).

[2]    ὅτι χρεῶν ἀποκοπὴν εἰσηγουμένων τῶν δημάρχων ὁ νόμος κελεύων τὴν ἄφεσιν τῶν ὑπερημεριῶν πολλάκις .........., τὸ πᾶν ἀπολαβεῖν τῶν δανειστῶν βουλομένων, τῶν δὲ δὴ δημάρχων αἵρεσιν διδόντων τοῖς δυνατοῖς ἢ τοῦτον ἐπιψηφίσαντας τὸν νόμον τὰ ἀρχαῖα μόνα λαβεῖν ἢ καὶ ἐκείνους τοὺς .......... ἀποφοραῖς τριέτεσι κομίσασθαι.

[3] καὶ ἐν μὲν τῷ παραχρῆμα οἵ τ' ἀσθενέστεροι ὀκνήσαντες μὴ καὶ τοῦ παντὸς ἁμαρτάνοιεν ἀμφότερα προσήκαντο καὶ οἱ εὐπορώτεροι θαρσήσαντες ὡς οὐδέτερον ἀναγκασθήσονται ἤχθοντο· ἐπειδὴ δὲ ἐπισχεῖν τὸ μεταστάν τι ἔμελλεν, ἐς τοὐναντίον ἀμφοτέροις αὐτοῖς περιέστη· τοῖς τε γὰρ ὀφείλουσιν οὐδέτερον ἔτ' αὐτῶν ἐξήρκεσε, καὶ τοῖς δυνατοῖς ἀγαπητὸν ἐδόκει εἰ μὴ καὶ τῶν ἀρχαίων στερηθεῖεν. οὔτ' οὖν ἐν τῷ τότε παρόντι ἡ στάσις διεκρίθη, καὶ μετὰ ταῦτα ἐπὶ μακρότερον ἐς τὸ φιλονεικεῖν συνέβαλλον ἀλλήλοις· οὔτ' ἄλλο οὐδὲν ἐν τῷ καθεστῶτι προσώπῳ [4] ἐποίουν. τελευτῶντες οὖν οὐδέ, ἐθελόντων τῶν δυνατῶν πολλῷ πλείω τῶν κατ' ἀρχὰς ἐλπισθέντων σφίσιν ἀφεῖναι, συνηλλάγησαν, ἀλλ' ὅσῳ μᾶλλον εἴκοντας αὐτοὺς ἑώρων, ἐπὶ πλεῖον ὡς καὶ δικαιώματί τινι περιγιγνόμενοι ἐθρασύνοντο, καὶ διὰ τοῦτο τά τε ἀεὶ συγχωρούμενα αὐτοῖς ὡς καὶ ἀναγκαῖα παρὰ μικρὸν ἐτίθεντο καὶ ἑτέρων ἐπωρέγοντο, ἐπιβασίαν ἐς αὐτὰ τὸ τινῶν ἤδη τετυχηκέναι ποιούμενοι. M. 81 (p. 166).

[38]

[1]    ὅτι ὡς εἶδον οἱ ἐναντίοι καὶ ἕτερον στρατηγὸν ἐλθόντα, τοῦ μὲν κοινοῦ τῆς στρατείας σφῶν ἠμέλησαν, τὴν δὲ ἰδίαν ἕκαστοι σωτηρίαν διεσκόπουν, οἷά που φιλοῦσι ποιεῖν οἱ μήτε ἐξ ὁμοφύλων συνιόντες μήτ' ἀπὸ κοινῶν ἐγκλημάτων στρατεύοντες μήτ' ἄρχοντα ἕνα [ἔχοντα ἕνα] ἔχοντες· ἐν μὲν γὰρ ταῖς εὐπραγίαις [2] συμφρονοῦσιν, ἐν δὲ δὴ ταῖς συμφοραῖς τὸ καθ' ἑαυτὸν ἕκαστος μόνον προορᾶται. καὶ ὥρμησαν ἐς φυγήν, ἐπειδὴ συνεσκότασε, μηδὲν ἀλλήλοις ἐπικοινωνήσαντες· ἀθρόοι μὲν γὰρ οὔτ' ἂν βιάσασθαι οὔτ' ἂν λαθεῖν τὴν ἀπόδρασιν ἐνόμισαν, ἂν δὲ αὐτοὶ ἰδίᾳ ἕκαστοι καὶ ὡς ᾤοντο μόνοι ποι ἀπίωσι, ῥᾷόν που διαπεσεῖσθαι. καὶ .. τ̣ . τῷ οἰκείῳ ἕκαστος αὐτῶν δόξωσι .. τ̣η̣ν̣ ... λ̣ ... ο̣ν̣ τὴν φυγὴν ποιησάμενοι ... M. 82 (p. 167).