1676 137 0 4 1 0 II-III d. C. Storiografia Cassius Dio VII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 3

Cassius Dio - Historiae Romanae VII

[25]   ὅτι τῆς στρατείας τῶν Γαλατῶν αἰτία αὕτη ἐγένετο. οἱ Κλουσῖνοι πολέμῳ ὑπ' αὐτῶν κακωθέντες πρὸς τοὺς Ῥωμαίους κατέφυγον, ἐλπίδα οὐκ ἐλαχίστην ἔχοντες, ἐπειδὴ τοῖς Οὐηιένταις καίπερ ὁμοφύλοις οὖσιν οὐ συνήραντο, πάντως τινὰ ὠφελίαν παρ' αὐτῶν εὑρήσεσθαι. ὡς δὲ ἐκεῖνοι τὴν ἐπικουρίαν οὐκ ἐψηφίσαντο, πρέσβεις δὲ πρὸς τοὺς Γαλάτας πέμψαντες εἰρήνην αὐτοῖς ἔπραττον, [2] ταύτην παρὰ μικρόν (ἐπὶ γὰρ μέρει τῆς χώρας προετείνετό σφισιν) ἐποιήσαντο, συμπεσόντες δὲ τοῖς βαρβάροις ἐκ τῶν λόγων ἐς μάχην τοὺς τῶν Ῥωμαίων πρέσβεις προσπαρέλαβον. οἱ οὖν Γαλάται χαλεπῶς ἐπὶ τῇ ἀντιτάξει αὐτῶν ἐνεγκόντες, τὸ μὲν πρῶτον ἀνταπέστειλάν τινας ἐς τὴν Ῥώμην, αἰτιώμενοι τοὺς πρέσβεις· εἶτ' ἐπειδὴ μήτε τιμωρία σφίσιν ἐγένετο καὶ χιλίαρχοι πάντες ἀπεδείχθησαν, θυμοῦ τε ἐπληρώθησαν ὄντες καὶ ἄλλως ὀργὴν ἄκροι, καὶ Κλουσίνους ἐν ὀλιγωρίᾳ θέμενοι πρὸς τὴν Ῥώμην ὥρμησαν. U4R 2 (p. 373).

[3]    ὅτι τοῖς Ῥωμαίοις δεξαμένοις τὴν τῶν Γαλατῶν ἔφοδον οὐδ' ἀναπνεῦσαι ὑπῆρξεν, ἀλλ' αὐθημερὸν ἐς τὴν μάχην ἐκ τῆς πορείας ὥσπερ εἶχον καταστάντες ἔπταισαν· πρός τε γὰρ τὸ ἀδόκητον τῆς ἐπιστρατείας αὐτῶν καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν σωμάτων τήν τε φωνὴν ξενικόν τέ τι καὶ φρικῶδες φθεγγομένην ἐκπλαγέντες τῆς τε ἐμπειρίας ἅμα τῆς τῶν τακτικῶν ἐπελάθοντο καὶ ἐκ τούτου [4] καὶ τὰς ἀρετὰς προήκαντο. πλεῖστον γάρ τοι πρὸς ἀνδρείαν ἐπιστήμη φέρει, ὅτι καὶ παροῦσά τισι τὴν ῥώμην τῆς γνώμης σφῶν βεβαιοῖ καὶ ἐλλείπουσα καὶ ἐκείνην προσδιαφθείρει πολλῷ μᾶλλον ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς προϋπῆρχεν· ἄπειροι μὲν γὰρ πολλοὶ πολλὰ θυμῷ βιαίως κατορθοῦσιν, οἱ δὲ δὴ τῆς εὐταξίας, ἣν ἂν μάθωσιν, ἁμαρτάνοντες καὶ τὴν τοῦ φρονήματος ἰσχὺν προσαπολλύουσιν. ὑφ' ὧν καὶ οἱ Ῥωμαῖοι ἐσφάλησαν. M. 47 (p. 154).

[5]    ὅτι οἱ Ῥωμαῖοι οἱ ἐν τῷ Καπιτωλίῳ ὄντες καὶ πολιορκούμενοι ἐλπίδα σωτηρίας πλὴν παρὰ τοῦ δαιμονίου οὐδεμίαν εἶχον. τὸ γὰρ δὴ θεῖον καίπερ ἐν παντὶ κακοῦ ὄντες ἐθεράπευον οὕτως ὥστε, ἐπειδή τι τῶν ἱερῶν ἐχρῆν ὑπὸ τῶν ποντιφίκων ἄλλοθί που τῆς πόλεως γενέσθαι, Καίσων Φάβιος, οὗ ἡ ἱερουργία ἱκνεῖτο, κατέβη τε ἐπ' αὐτὴν ἐκ τοῦ Καπιτωλίου στειλάμενος ὥσπερ εἰώθει, καὶ διὰ τῶν πολεμίων διεξελθὼν τά τε νομιζόμενα ἐποίησε καὶ [6] αὐθημερὸν ἀνεκομίσθη. θαυμάζω μὲν οὖν καὶ τῶν βαρβάρων ὅτι αὐτοῦ, εἴτ' οὖν διὰ τοὺς θεοὺς εἴτε καὶ διὰ τὴν ἀρετήν, ἐφείσαντο· πολύ γε μὴν μᾶλλον αὐτὸν ἐκεῖνον ἐν θαύματι ποιοῦμαι καθ' ἑκάτερον, ὅτι τε ἐς τοὺς πολεμίους μόνος κατελθεῖν ἐτόλμησε, καὶ ὅτι δυνηθεὶς ἀναχωρῆσαί ποι ἀσφαλῶς οὐκ ἠθέλησεν, ἀλλ' ἐς τὸ Καπιτώλιον αὖθις ἑκὼν ἐπὶ προῦπτον κίνδυνον ἀνεχώρησεν, ἐπιστάμενος μὲν ὀκνοῦντας αὐτοὺς τὸ χωρίον, ὃ μόνον ἔτι τῆς πατρίδος εἶχον, ἐκλιπεῖν, ὁρῶν δὲ μηδ' εἰ πάνυ ἐπεθύμουν ἐκφυγεῖν δυναμένους ὑπὸ τοῦ πλήθους τῶν πολιορκούντων τοῦτο ποιῆσαι. V. 13 (p. 581).

[7]    ὅτι ὁ αὐτὸς παρακαλούμενος τὴν ἡγεμονίαν ἐγχειρισθῆναι οὐχ ὑπήκουσεν, ὅτι φεύγων τε ἦν καὶ οὐκ ἔμελλε κατὰ τὰ πάτρια αὐτὴν λήψεσθαι. οὕτω γάρ που νόμιμος ἀκριβής τε ἀνὴρ ἐγένετο ὥστε καὶ ἐν τηλικούτῳ τῆς πατρίδος κινδύνῳ διὰ φροντίδος τὰ καθήκοντα ποιεῖσθαι, καὶ μὴ δικαιοῦν παράδειγμα τοῖς ἔπειτα παρανομίας καταλιπεῖν. V. 14 (p. 582).

[26]   ὅτι τοῦ Καπιτωλίνου κατέγνω ὁ δῆμος, καὶ ἥ τε οἰκία αὐτοῦ κατεσκάφη καὶ τὰ χρήματα ἐδημεύθη, τό τε ὄνομα, καὶ εἰ δή που εἰκὼν ἦν, ἀπηλείφθη καὶ διεφθάρη. καὶ νῦν δὲ πλὴν τῆς κατασκαφῆς πάντα γίγνεται ἐπὶ τοῖς τῷ κοινῷ ἐπιβουλεύουσιν. ἔκριναν δὲ καὶ μηδένα εὐπατρίδην ἐν τῇ ἄκρᾳ κατοικεῖν, ὅτι καὶ ἐκεῖνος ἐνταυθοῖ οἰκῶν ἐτύγχανεν. ἡ δὲ δὴ συγγένεια ἡ τῶν Μαλλίων ἀπεῖπε μηδένα σφῶν Μᾶρκον, ἐπείπερ οὗτος ὠνομάζετο, προσκαλεῖσθαι.

[8]   Καπιτωλῖνος μὲν οὖν τοσοῦτον τὸ διαλλάσσον κἀν τοῖς τρόποις κἀν τῇ τύχῃ ἔσχεν· τά τε γὰρ πολέμια ἀκριβώσας εἰρηνεῖν οὐκ ἠπίστατο, καὶ τὸ Καπιτώλιον ὃ ἐσεσώκει κατέλαβεν ἐπὶ τυραννίδι, εὐπατρίδης τε ὢν οἰκέτου ἔργον ἐγένετο, καὶ πολεμικὸς νομισθεὶς ἐν ἀνδραπόδου τρόπῳ συνελήφθη, κατά τε τῆς πέτρας αὐτῆς ἀφ' ἧς τοὺς Γαλάτας ἀπεώσατο ἐρρίφη. V. 15 (p. 582).

[9]    ὅτι ὁ Καπιτωλῖνος κατεκρημνίσθη ὑπὸ τῶν Ῥωμαίων. οὕτως οὔτ' ἄλλο τι κατὰ χώραν ὡς πλήθει τοῖς ἀνθρώποις μένει, καὶ ‹αἱ› εὐπραγίαι συχνοὺς ἐς συμφορὰς ἀντιρρόπους προάγουσιν· ἐξαίρουσαι γὰρ αὐτοὺς πρὸς τὰς ἐλπίδας τῶν ὁμοίων τοῦ τε πλείονος ἀεὶ ποιοῦσιν ἐπορέγεσθαι καὶ ἐς τὸ ἐναντιώτατον σφαλέντας καταβάλλουσι. M. 48 (p. 155).

[28]   ὅτι πρὸς Τουσκουλανοὺς ἐστράτευσε Κάμιλλος, θαυμαστῇ δέ τινι προσποιήσει δεινὸν οὐδὲν ἔπαθον. καθάπερ γὰρ οὔτ' αὐτοί τι πλημμελήσαντες οὔτε τῶν Ῥωμαίων ὀργήν σφισι ἐχόντων, ἀλλ' ἤτοι ὡς φίλων παρὰ φίλους ἰόντων ἢ καὶ ἐφ' ἑτέρους τινὰς διὰ τῆς ἐκείνων στρατευόντων, οὔτε τι μετέβαλον τῶν καθεστηκότων [10] οὔθ' ὅλως ἐταράχθησαν, ἀλλὰ καὶ πάνυ πάντες ἐπί τε ταῖς δημιουργίαις καὶ ἐπὶ τοῖς ἄλλοις ἔργοις ὡς καὶ ἐν εἰρήνῃ κατὰ χώραν μείναντες, εἴσω τε τὸν στρατὸν ἐσεδέξαντο καὶ ξένια αὐτοῖς ἔδοσαν τά τε ἄλλα ὡς φίλους ἐτίμησαν. ἐξ οὗπερ καὶ οἱ Ῥωμαῖοι οὐχ ὅτι κακόν ‹τι› αὐτοὺς ἔδρασαν, ἀλλὰ καὶ ἐς τὴν πολιτείαν μετὰ ταῦτ' ἐσεγράψαντο. V. 16 (p. 582).

[11]    Δίωνος ζ΄ βιβλίῳ "Τουσκουλανοὶ δὲ χεῖρας μὲν οὐκ ἀντήραντο αὐτῷ." Bekk. Anecd. p. 123 32.

[29]

[1]    ὅτι ἡ τοῦ Ῥούφου γυνὴ χιλιαρχοῦντος καὶ πράττοντός ‹τι› ἐν τῇ ἀγορᾷ δημόσιον, ἐπειδὴ ἐκεῖνος ἀφίκετο καὶ τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι ἔθος ἀρχαῖον [ὁ ῥαβδοῦχος] ἔκρουσεν, ἐξεταράχθη πρὸς τοῦτο οὔπω πρότερον τοιούτου τινὸς πεπειραμένη καὶ διεπτοήθη. γέλωτος οὖν ἐπ' αὐτῇ συχνοῦ καὶ παρὰ τῆς ἀδελφῆς καὶ [2] τῶν ἄλλων γενομένου, καὶ σκωφθεῖσα ὡς ἰδιῶτις τῶν ἀρχικῶν πραγμάτων διὰ τὸ τὸν ἄνδρα αὐτῆς μήποτε ἐν ἡγεμονίᾳ τινὶ ἐξητάσθαι οὖσα, δεινὸν ἐποιήσατο, οἷά που ἄλλως τε καὶ ταῖς γυναιξὶν ἐκ μικροψυχίας συμβαίνειν πέφυκεν, καὶ οὐ πρότερον ἀνῆκε δυσκολαίνουσα πρὶν πᾶσαν τὴν πόλιν θορυβῆσαι, ὥς που σμικρὰ καὶ τὰ τυχόντα πολλῶν τισι καὶ μεγάλων κακῶν αἴτια γίγνεται, ὅταν φθόνῳ τέ τις αὐτὰ καὶ ζηλοτύπως λαμβάνῃ. M. 49 (p. 155.).

[3]    ὅτι δεινὸν ἐν κακοῖς προσδοκία σωτηρίας ἀναπεῖσαί τινα πιστεῦσαι καὶ τοῖς παραλόγοις. M. 50 (p. 156).

[4]    ἀεὶ γάρ τι τοῦ τῆς πολιτείας κόσμου στασιάζοντες παρέλυον, ὥσθ' ὑπὲρ ὧν τοὺς πολέμους πρὶν τοὺς μεγίστους ἀνῃροῦντο, ταῦτ' ἐν τῷ χρόνῳ σύμπαντα ὡς εἰπεῖν οὐκ ἀστασιάστως μέν, οὐ μέντοι καὶ χαλεπῶς κατακτήσασθαι. M. 51 (ib.).

[5]    ὅτι Πούπλιος, τῶν πολιτῶν Ῥωμαίων στασιαζόντων πρὸς ἀλλήλους, ὀλίγου τούτους συνήλλαξεν· Λικίννιον γὰρ Στόλωνα προσείλετο ὄντα ἵππαρχον. ὅπερ καινοτομηθὲν τοὺς μὲν εὐπατρίδας ἐλύπησεν, τοὺς δὲ ἄλλους οὕτως ὑπηγάγετο ὥστε μηκέτι τῆς ὑπατείας τῷ ὑστέρῳ ἔτει ἀντιποιήσασθαι, ἀλλ' ἐᾶσαι τοὺς χιλιάρχους [6] αἱρεθῆναι. ἐκ γὰρ τούτου καὶ ἐς τἆλλα ἀνθυπείξαντές γέ τινα ἀλλήλοις ἴσως ἂν κατηλλάγησαν, εἰ μήπερ ὁ Στόλων ὁ δήμαρχος τοιοῦτόν τι εἰπών, ὡς οὐκ ἂν πίοιεν εἰ μὴ φάγοιεν, ἀνέπεισεν αὐτοὺς μηδενὸς ἀφέσθαι, ἀλλ' ὡς καὶ ἀναγκαῖα πάντα ὅσα ἐνεχειρίσαντο κατεργάσασθαι. V. 17 (p. 585).

[30]

[2]    οὐκ ἔστιν οὐδὲν ζῷον θνητὸν οὔτ' ἄμεινον οὔτ' ἰσχυρότερον ἀνθρώπου. ἢ οὐχ ὁρᾶτε ὅτι τὰ μὲν ἄλλα πάντα κάτω κέκυφε καὶ ἐς τὴν γῆν ἀεὶ βλέπει, πράττει τε οὐδὲν ὃ μὴ τροφῆς καὶ ἀφροδισίων ἔχεται, (οὕτω καὶ ὑπ' αὐτῆς τῆς φύσεως ἐς ταῦτα κατακέκριται), [3] μόνοι δὲ ἡμεῖς ἄνω τε ὁρῶμεν καὶ τῷ οὐρανῷ αὐτῷ ὁμιλοῦμεν, καὶ τὰ μὲν ἐπὶ τῆς γῆς ὑπερφρονοῦμεν, τοῖς δὲ δὴ θεοῖς αὐτοῖς ὡς καὶ ὁμοίοις οὖσιν ἡμῖν σύνεσμεν, ἅτε καὶ φυτὰ καὶ ποιήματα αὐτῶν οὐ γήινα ἀλλ' οὐράνια ὄντες; ὑφ' οὗ καὶ αὐτοὺς ἐκείνους πρὸς τὰ ἡμέτερα εἴδη καὶ γράφομεν καὶ πλάττομεν· εἰ γὰρ δεῖ δή τι καὶ θρασυνόμενον εἰπεῖν, οὔτ' ἄνθρωπος οὐδὲν ἄλλο ἐστὶν ἢ θεὸς σῶμα θνητὸν ἔχων, οὔτε θεὸς ἄλλο τι ἢ ἄνθρωπος [4] ἀσώματος καὶ διὰ τοῦτο καὶ ἀθάνατος. ταῦτά τοι καὶ συμπάντων τῶν ἄλλων ζῴων προφέρομεν· καὶ οὔτε τι πεζόν ἐστιν ὃ μὴ τάχει καταληφθὲν ἢ ἰσχύι δαμασθὲν ἢ καὶ τέχναις τισὶ συλληφθὲν δουλούμεθα, οὔτ' ἔνυδρον οὔτ' ἀεροπόρον, ἀλλὰ καὶ ἐκεῖνα τὰ μὲν ἐκ τοῦ βυθοῦ μηδ' ὁρῶντες ἀνέλκομεν, τὰ δὲ καὶ ἐκ τοῦ οὐρανοῦ μηδὲ ἐξικνούμενοι κατασύρομεν. Max. Conf. flor. f. 2114V A (f. 241 B) (M. p. 532).

[32]   ὅτι ὁ Δίων φησί "διόπερ που, καίπερ οὐκ εἰωθὼς ἐκβολαῖς τοῦ λόγου χρῆσθαι, ἄλλως τε ἐπεμνήσθην αὐτοῦ καὶ τὴν ὀλυμπιάδα προσέγραψα, ἵν' ἐπειδὴ λανθάνει. τοὺς πολλοὺς ὁ χρόνος τῆς μετοικίσεως, ἐκφανέστερος ἐξ ἐκείνου γένηται." M. 52 (p. 156).

[35]   ταῦτά τε δὴ καὶ ἄλλα τινὰ τοιουτότροπα προετείνοντο, οὐχ ὅτι καὶ καταπράξειν τι αὐτῶν ἤλπιζον (εὖ γάρ, εἴπερ τινὲς ἄλλοι, τὰ τῶν Ῥωμαίων φρονήματα ἠπίσταντο), ἀλλ' ὅπως ἀποτυχόντες αὐτῶν πρόφασιν ἐγκλημάτων ὡς ἀδικούμενοι λάβωσιν. M. 53 (p. 156).

[5]    Δίωνος ζ΄ βιβλίῳ "καὶ διὰ τοῦτό σε δικαιώσω, ἵνα ὥσπερ τὸ τῆς ἀριστείας ἆθλον, οὕτω καὶ τὸ τῆς ἀνηκουστίας τίμημα ἀπολάβῃς." Bekk. Anecd. p. 133 19.

[4]    ἦν μὲν δὴ παντὶ καταφανὲς ὅτι περισκοπήσαντες τὴν ἔκβασιν τῆς τύχης πρὸς τὸ κρατοῦν ἔστησαν· οὐ μὴν ἐξήλεγξεν αὐτοὺς ὁ Τορκουᾶτος, μή τι οἰδούντων σφίσιν ἔτι τῶν πρὸς τοὺς Λατίνους πραγμάτων νεωτερίσωσιν· οὐ γάρ τοι τὰ πάντα τραχύς, οὐδ' οἷος ἐς τὸν υἱὸν ἐγένετο καὶ ἐς τἆλλα ἦν, ἀλλὰ καὶ εὔβουλος καὶ εὐπόλεμος ὡμολόγητο εἶναι, ὥστε καὶ πρὸς τῶν πολιτῶν καὶ πρὸς τῶν ἐναντίων ὁμοίως λέγεσθαι ὅτι τό τε κράτος τοῦ πολέμου ὑποχείριον ἔσχε, καὶ εἰ καὶ τῶν Λατίνων ἡγεῖτο, πάντως ἂν αὐτοὺς νικῆσαι ἐποίησεν. M. 54 (p. 157). et V. 18 (p. 585).

[9]    ὅτι οἱ Ῥωμαῖοι καίπερ ἀχθόμενοι τῷ Τορκουάτῳ διά τε τὸν υἱὸν αὐτοῦ οὕτως ὥστε καὶ τὰ χαλεπώτατα τῶν ἔργων μαλλιανὰ ἀπ' αὐτοῦ ὀνομάσαι, καὶ διότι καὶ τὰ ἐπινίκια τεθνηκότος μὲν ἐκείνου τεθνηκότος δὲ καὶ τοῦ συνάρχοντος ἑώρτασεν, ὅμως ἐπείξαντός ποτε ἑτέρου σφᾶς πολέμου καὶ αὖθις αὐτὸν ἐς τετάρτην ὑπατείαν προεχειρίσαντο. οὐ μέντοι καὶ ἐκεῖνος ἄρξαι ἔτ' αὐτῶν ἠθέλησεν, ἀλλ' ἐξωμόσατο εἰπὼν ὅτι οὔτ' ἂν ἐγὼ ὑμῶν ἀνασχοίμην οὔθ' ὑμεῖς ἐμοῦ. M. 55 (p. 157).

[7]    ὅτι φησὶν ὁ Δίων "θαυμάζω μὲν γὰρ εἰ ὁ θάνατος ὁ τοῦ Δεκίου τὴν μάχην ἀνώρθωσε καὶ τοὺς μὲν νικῶντας ἥττησε, τοῖς δὲ δὴ κρατουμένοις νίκην ἔδωκεν, οὐ μὴν καὶ συμβαλεῖν ἔχω δι' ὃ τοῦτ' ἐγένετο. ὅταν μὲν γὰρ τὰ πραχθέντα τισὶν ἐπιλέξωμαι (πολλὰ γὰρ ἤδη πολλοῖς τοιαῦτα συνενεχθέντα ἴσμεν), οὐ δύναμαι τοῖς λε[8]γομένοις ἀπιστῆσαι· ὅταν δὲ δὴ τὰς αἰτίας αὐτῶν ἐκλογίσωμαι, καὶ πάνυ ἐς ἀπορίαν καθίσταμαι· πῶς γὰρ ‹ἂν› καὶ πιστεύσειέ τις ἐκ τοιαύτης ἑνὸς ἀνδρὸς ἐπιδόσεως τοσοῦτο πλῆθος ἀνθρώπων ἔς τε τὴν σωτηρίαν ὁμοίως καὶ ἐς τὴν ἐπικράτησιν μεταβαλέσθαι; καὶ ταῦτα μὲν ὅπῃ ποτὲ καὶ δι' ἃς αἰτίας οὕτως ἔχει ζητεῖν ἄλλοις μελήσει. M. 56 (p. 157).

[10]    ὅτι ἀνθυπαγόμενοι τοὺς Λατίνους ἐς εὔνοιαν οἱ Ῥωμαῖοι τὴν πολιτείαν αὐτοῖς ἔδωκαν, ὥστε καὶ τῶν ὁμοίων σφίσι μεταλαμβάνειν· ὧν γὰρ ἀπειλοῦσι τὸν πόλεμον οὐ μετέδοσαν καὶ δι' ἃ τοσούτους κινδύνους ὑπέστησαν, ταῦτα τότε κρατήσαντες αὐτῶν αὐτεπάγγελτοι τούτοις ἐψηφίσαντο, τοὺς μὲν τῆς συμμαχίας, τοὺς δὲ ὅτι μηδὲν ἐνεόχμωσαν ἀμειβόμενοι. M. 57 (p. 158).

[11]    ὅτι διαγνώμην πρὸς Πριουερνάτας ἐποιήσαντο οἱ Ῥωμαῖοι, ἐρωτήσαντες τί παθεῖν τοιαῦτα δρῶντες ἄξιοι εἶεν· οἳ ἀπεκρίναντο θαρσούντως ὅτι ὅσα χρὴ τοὺς ἐλευθέρους ὄντας τε καὶ ἐπιθυμοῦντας εἶναι. πυθομένου τε αὖθις τοῦ ὑπάτου "καὶ τί ποιήσετε ἂν τῆς εἰρήνης τύχητε;" ἔφασαν ὅτι, ἂν μὲν ἐπὶ μετρίοις τισὶν αὐτὴν λάβωμεν ἡσυχάσομεν, ἂν δὲ ἀφόρητόν τι προσταχθῶμεν, πολεμήσομεν. θαυμάσαντες δὲ τὴν προθυμίαν οὐχ ὅπως τὰς σπονδὰς πολὺ βελτίους σφίσι παρὰ τοὺς ἄλλους ἔδοσαν ... M. 58 (ib.).