507 75 0 1 0 0 II-III d. C. Storiografia Cassius Dio III Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 1

Cassius Dio - Historiae Romanae III

[12]   ὅτι οἱ ὅμιλοι πάντες τὰ πράγματα πρὸς τοὺς μεταχειρίζοντας αὐτὰ κρίνουσι, καὶ ὁποίους ἂν τούτους αἰσθάνωνται ὄντας, τοιαῦτα καὶ ἐκεῖνα νομίζουσιν εἶναι. M. 15 (p. 140).

[2]    πᾶς γάρ τις τὸ ἀπείρατον πρὸ τοῦ κατεγνωσμένου προαιρεῖται, μεγάλην ἐς τὸ ἄδηλον ἐλπίδα παρὰ τὸ μεμισημένον ἤδη ποιούμενος. M. 16 (ib.).

[3a]    πᾶσαι μὲν γὰρ μεταβολαὶ σφαλερώταταί εἰσι, μάλιστα δὲ αἱ ἐν ταῖς πολιτείαις πλεῖστα δὴ καὶ μέγιστα καὶ ἰδιώτας καὶ πόλεις βλάπτουσι. διὸ οἱ νοῦν ἔχοντες ἐν τοῖς αὐτοῖς ἀεί, κἂν μὴ βέλτιστα ᾖ, ἀξιοῦσιν ἐμμένειν ἢ μεταλαμβάνοντες ἄλλοτε ἄλλα ἀεὶ πλανᾶσθαι. M. 17 (p. 140).

[8]    ὅτι καὶ τὰ βουλήματα καὶ τὰς ἐπιθυμίας πρὸς τὰς τύχας ἕκαστοι κτῶνται, καὶ ὁποῖα ἂν τὰ παρόντα αὐτοῖς ᾖ, τοιαῦτα καὶ τὰ οἰήματα λαμβάνουσιν. M. 18 (p. 141).

[9]    ὅτι τὸ τῆς βασιλείας πρᾶγμα οὐκ ἀρετῆς μόνον ἀλλὰ καὶ ἐπιστήμης καὶ συνηθείας, εἴπερ τι ἄλλο, πολλῆς δεῖται, καὶ οὐχ οἷόν τέ ἐστιν ἄνευ ἐκείνων ἁψάμενόν τινα σωφρονῆσαι. πολλοὶ γοῦν ὥσπερ ἐς ὕψος τι μέγα παρὰ λόγον ἀρθέντες οὐκ ἤνεγκαν τὴν μετεώρισιν, ἀλλ' αὐτοί τε καταπεσόντες ὑπ' ἐκπλήξεως ἔπταισαν καὶ τὰ τῶν ἀρχομένων πάντα συνηλόησαν. M. 19 (ib.).

[11]    γ΄ Δίωνος βιβλίῳ "οὐχ ὅπως πρὸς αὐτῶν τῶν βασιλευόντων σφῶν, ἀλλὰ καὶ πρὸς τῶν παραδυναστευόντων αὐτοῖς γίγνεται." Bekk. Anecd. p. 130 23 et 164 32.

[4]    ἐν γ΄ βιβλίῳ Δίωνος "οὗ γε καὶ ὁ πατὴρ ἀμέμπτως ὑμῶν ἦρξεν." ib. p. 120 24.

[5a]    Δίωνος γ΄ βιβλίῳ "ὅτι μὲν γὰρ ἀγαπᾷ ὑμᾶς, οὐδὲν ἂν μεῖζον τεκμήριον λάβοιτε ἢ ὅτι τοῦ τε βίου τοῦ παρ' ὑμῖν ἐφίεται ... ib. p. 139 26.

[5b]    γ΄ βιβλίῳ Δίων "καὶ πρὸ πολλοῦ κομίσασθαι τὰ προϋπάρξαντά οἱ ποιεῖται" ib. p. 164 28.

[6]    Δίων βιβλίῳ γ΄ "πῶς δ' ἂν καὶ λυσιτελήσειέ τινι τοῦτο πρᾶξαι;" ib. p. 155 14.

[7]    Δίωνος γ΄ βιβλίον "ὥσπερ που καὶ Ῥωμύλος ἡμῖν ἐπέσκηψεν." ib. p. 139 29.

[10]    καὶ περὶ τῶν μελλόντων ἐξ ὧν ἔπραξαν τεκμήρασθε, ἀλλὰ μὴ ἐξ ὧν πλάττονται ἱκετεύοντες ἀπατηθῆτε· τὰ μὲν γὰρ ἀνόσια ἔργα ἀπὸ γνώμης ἀληθοῦς ἑκάστῳ γίγνεται, συλλαβὰς δ' ἄν τις εὐπρεπεῖς συμπλάσειεν· καὶ διὰ τοῦτ' ἀφ' ὧν ἐποίησέ τις, ἀλλ' οὐκ ἀφ' ὧν φησὶ ποιήσειν, κρίνετε. M. 20 (p. 141).

[13]

[1]    ‹Δίων γ΄ βιβλίῳ› "πένθος αἱ γυναῖκες ἐνιαυτῷ ὅλῳ ἐποιήσαντο." Bekk. Anecd. p. 162 26.

[2]    ὅτι Οὐαλέριον τὸν συνάρχοντα Βρούτου, καίπερ δημοτικώτατον ἀνδρῶν γενόμενον, ὅμως αὐτοεντίᾳ μικροῦ ὁ ὅμιλος κατεχρήσατο· ἐπιθυμεῖν γὰρ αὐτὸν μοναρχίας ὑπετόπησαν. καὶ ἐφόνευσαν ἄν, εἰ μή σφας διὰ ταχέων φθάσας ἐθώπευσεν. ἐσελθὼν γὰρ ἐς τὴν ἐκκλησίαν τάς τε ῥάβδους ἔκλινεν, ὀρθαῖς πρότερον ταύταις χρώμενος, καὶ τοὺς πελέκεις τοὺς συνδεδεμένους σφίσι περιεῖλε· σχηματίσας δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐς τὸ ταπεινότατον ἐπὶ πολὺ μὲν ἐσκυθρώπασε καὶ κατεδάκρυσεν, ἐπεὶ δὲ καὶ ἐφθέγξατό ποτε, σμικρᾷ καὶ δεδιυίᾳ τῇ φωνῇ ὑποτρέμων εἶπεν. M. 21 (p. 141).

[2a]    τῷ γὰρ Μάρκῳ ἀνελθόντι τε ἐς τὸ Καπιτώλιον καὶ τοῖς θεοῖς εὐχὰς ὑπὲρ τῶν παρόντων ποιουμένῳ ... Bekk. Anecd. p. 162 28.

[3]    ὅτι τὸν τοῦ Διὸς νεὼν ἐθείωσεν ἀπὸ κλήρου ὁ Ὁράτιος, καίτοι τοῦ Οὐαλερίου τόν τε υἱὸν αὐτοῦ τεθνηκέναι φήσαντος, καὶ τοῦτο παρ' αὐτὴν αὐτῷ τὴν ἱερουργίαν ἀγγελθῆναι παρασκευάσαντος, ἵν' ὑπό τε τοῦ πάθους, καὶ ὅτι οὐδ' ἄλλως ὅσιον ἦν ἐν πένθει τινὰ ὄντα ἱεροποιεῖν, παραχωρήσειέν οἱ τῆς τοῦ ἔργου ἱερώσεως.

[4] ἐκεῖνος γὰρ οὐκ ἠπίστησε μὲν τῷ ῥηθέντι (καὶ γὰρ ὑπὸ πολλῶν καὶ ἀξιοπίστων ἐθρυλήθη), οὐ μέντοι καὶ τῶν ἱερῶν ἐξέστη, ἀλλ' ἄταφον τὸ σῶμα τοῦ παιδὸς ὡς καὶ ἀλλότριον, ὅπως μηδὲν τῇ περὶ αὐτοῦ ὁσίᾳ προσήκειν δόξῃ, κελεύσας τισὶν ἐᾶσαι, πάνθ' οὕτω τὰ καθήκοντα διετέλεσεν. V. 8 (p. 577).