1561 119 0 5 2 0 II-III d. C. Storiografia Cassius Dio II Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae II

[7]   Δίωνος β΄ βιβλίῳ "δόξαν τὴν ἐκείνων ἐπίπροσθέν σφισι τῆς αὐξήσεως ἔσεσθαι." Bekk. Anecd. p. 139 12.

[2]    ὅ τε Τοῦλλος καὶ ὁ Μέττιος οὐδέτεροι συνεχώρουν τὴν μετανάστασιν, ἀμφότεροι δὲ τὰ σφέτερα περιέστελλον· ὅ τε γὰρ Τοῦλλος πρός τε τὴν φήμην τὴν περὶ Ῥωμύλου καὶ πρὸς τὴν δύναμιν τὴν παροῦσαν καὶ ὁ Φουφήτιος πρός τε τὴν ἀρχαιότητα τῆς Ἄλβης καὶ ὅτι καὶ μητρόπολις ἄλλων τε πολλῶν καὶ αὐτῶν τῶν Ῥωμαίων [3] ἦν, ἐπαιρόμενοι μικρὸν οὐδὲν ἐφρόνουν. δι' οὖν ταῦτα τῆς ἀμφισβητήσεως ἐκείνης ἀπέστησαν, περὶ δὲ τῆς ἡγεμονίας διηνέχθησαν· ἀστασία ... γὰρ ἐπὶ τοῖς ἴσοις ἀσφαλῶς συμβῆναί σφας ... ρωνιον ἐκ τῆς ἐμφύτου τοῖς ἀνθρώποις πρός τε τὸ ὅμοιον φιλονεικίας καὶ πρὸς τὸ ἄρχειν ἑτέρων ἐπιθυμίας. πολλάς τε καὶ περὶ τούτου δικαιώσεις ἀλλήλοις προσήνεγκον, εἴ πως ἐκείνης γε οἱ ἕτεροι ὁποτεροιοῦν ἐθελούσιοι τοῖς ἑτέροις παραχωρήσειαν. οὐδὲν ‹δ'› ἐπέραναν, ἀλλ' ὑπὲρ αὐτῆς ἀγωνίσασθαι συνέθεντο. M. 11 (p. 139).

[4]    Δίωνος βιβλίον β΄ "καὶ μηδὲν ἕτερον δεινὸν προσδεχομένοις ἐπιθέμενος." Bekk. Anecd. p. 139 15.

[5]    ὅτι ὁ Τοῦλλος πρὸς τοὺς πολεμίους κράτιστος ἐνομίζετο, τοῦ δὲ δὴ θείου πάνυ καταφρονήσας παρημέλει, μέχρις οὗ νόσου λοιμώδους γενομένης καὶ αὐτὸς ἠρρώστησε· τότε γὰρ τῶν τε ἄλλων θεῶν δι' ἀκριβείας ἐπεμελήθη, καὶ τοὺς Σαλίους τοὺς Κολλίνους προσκατέστησε. V. 4 (p. 569).

[8]

[1]    ὅτι συνεὶς ὁ Μάρκιος ὡς τοῖς βουλομένοις εἰρηνεῖν οὐκ ἐξαρκεῖ τὸ μηδὲν ἀδικεῖν, οὐδέ ἐστι τὸ ἄπραγμον ἄνευ τοῦ δραστηρίου σωτήριον, ἀλλ' ὅσῳ τις αὐτοῦ ὀριγνᾶται, εὐεπιθετώτερος τοῖς πολλοῖς γίγνεται, μετεβάλετο· οὔτε γὰρ τὸ ἐπιθυμοῦν ἡσυχίας ἰσχυρὸν πρὸς φυλακὴν ἄνευ τῶν πρὸς τὸν πόλεμον παρασκευῶν ἑώρα ὄν, καὶ τὸ τερπνὸν τῆς ἀπραγμοσύνης τάχιστα καὶ ῥᾷστα τοῖς πέρα τοῦ καιροῦ σπουδάζουσιν αὐτὴν ἀπολλύμενον ᾐσθάνετο. καὶ διὰ [2] ταῦτα καὶ καλλίω καὶ ἀσφαλεστέραν καὶ παρασκευὴν καὶ φροντίδα τῆς εἰρήνης τὸν πόλεμον νομίσας εἶναι, πάνθ' ὅσα παρ' ἑκόντων τῶν Λατίνων μηδέν σφας ἀδικῶν οὐκ ἠδυνήθη κομίσασθαι, παρὰ ἀκόντων στρατεύσας ἀπέλαβεν. M. 12 (p. 139).

[9]

[1]    ὅτι Ταρκύνιος πλούτῳ καὶ συνέσει καὶ εὐτραπελίᾳ πολλῇ πανταχοῦ κατὰ καιρὸν χρώμενος οὕτω τὸν Μάρκιον διέθηκεν ὥστε καὶ ἐς τοὺς εὐπατρίδας καὶ ἐς τὴν βουλὴν ὑπ' αὐτοῦ καταλεχθῆναι, στρατηγός τε πολλάκις ἀποδειχθῆναι, καὶ τὴν ἐπιτροπείαν τῶν παίδων αὐτοῦ καὶ τῆς βασιλείας πιστευθῆναι· καὶ γὰρ τοῖς ἄλλοις προσφιλὴς οὐδὲν ἧττον ἦν, καὶ διὰ τοῦτο καὶ ἑκόντων αὐτῶν ἐπρώτευσεν.

[2] αἴτιον δὲ ὅτι πάντα ἀφ' ὧν ἰσχύειν ἔμελλε πράττων οὐκ ἐξεφρόνει, ἀλλ' ἐν τοῖς πρῶτος ὢν συνεστέλλετο, καὶ τὰ μὲν ἐπίπονα καὶ ἀνθ' ἑτέρων καὶ ἐν τῷ φανερῷ ὑπέμενεν, τῶν δὲ δὴ ἡδέων τοῖς τε ἄλλοις ἐθελοντὴς παρεχώρει καὶ [γὰρ] αὐτὸς ἢ οὐδὲν ἢ ὀλίγα, καὶ ταῦτα λανθάνων, ἐκαρποῦτο. καὶ τῶν μὲν ἀμεινόνων τήν τε αἰτίαν ἐς πάντας μᾶλλον ἢ ἐς αὑτὸν ἀνῆγε καὶ τὴν ἀπόλαυσιν ἐς τὸ μέσον τῷ δεομένῳ κατετίθει, τὰ δὲ ἀτοπώτερα οὔτ' ἀνέφερεν [3] ἔς τινα οὔτε ἐκοινοῦτό τινι. πρὸς δὲ τούτοις ἐχαρίζετο μὲν πᾶσι τοῖς ἀμφὶ τὸν Μάρκιον ὡς ἑκάστοις καὶ τῷ ἔργῳ καὶ τοῖς λόγοις· τῶν τε γὰρ χρημάτων ἀφειδῶς ἀνήλισκε, καὶ ταῖς σπουδαῖς, εἴ τίς τι αὐτοῦ δεηθείη, ἑτοίμως ἐχρῆτο· φαῦλον δέ ‹τι› ἐς οὐδένα οὔτε ἔλεγεν οὔτε ἔπραττεν, οὐδὲ ἐς ἀπέχθειαν ἑκὼν οὐδενὶ καθίστατο. καὶ προσέτι, ἃ μὲν εὖ ὑπό τινων ἔπασχεν, ἐπὶ τὸ μεῖζον ἀεὶ ἐλάμβανεν, τὰ δὲ δυσχερέστερα ἤτοι τὴν ἀρχὴν οὐδὲ προσεποιεῖτο ἢ καὶ φαυλίσας παρ' ἐλάχιστον ἦγε, καὶ οὐχ ὅσον οὐκ ἠμύνετό τινα ἐπ' αὐτοῖς, ἀλλὰ καὶ εὐηργέτει, μέχριπερ καὶ ἐκεῖνον ἐξενίκησεν. ἐκ μὲν οὖν τούτων σοφίας τινὰ δόξαν, ἅτε καὶ τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν πάντας χειρωσάμενος, ἐκτήσατο, ἐκ δὲ δὴ τῶν [d] ἔπειτα ἀπιστεῖσθαι τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐποίησεν ὡς ἤτοι δολεροὺς φύσει ὄντας ἢ καὶ πρὸς τὰς δυνάμεις τάς τε τύχας καὶ τὴν γνώμην ἀλλοιουμένους. V. 5 (p. 570).

[10]

[1]    β΄ βιβλίῳ Δίων "ὡς δὲ οὐδὲν ὅ τι οὐκ ἐπειθάρχουν αὐτῷ." Bekk. Anecd. p. 164 19.

[11]   Δίωνος βιβλίον β΄ "καὶ τὸν ἀδελφόν, ὅτι μὴ συνῄρετο, λάθρᾳ διὰ τῆς γυναικὸς αὐτοῦ φαρμάκοις ἐξειργάσατο." Bekk. Anecd. p. 139 17.

[2]    ὁ Ταρκύνιος ἐπεὶ ἱκανῶς ὡς καὶ ἀκόντων τυραννήσων παρεσκευάσατο, τοὺς δυνατωτάτους πρῶτον μὲν τῶν βουλευτῶν ἔπειτα καὶ τῶν ἄλλων συλλαμβάνων, πολλοὺς μὲν φανερῶς, οἷς γε αἰτίαν τινὰ εὐπρεπῆ ἐπενεγκεῖν ἐδύνατο, πολλοὺς δὲ καὶ λάθρᾳ ἀπεκτίννυε [3] καί τινας ὑπερώριζεν. οὐ γὰρ ὅτι τὸν Τούλλιόν τινες αὐτῶν μᾶλλον ἢ ἐκεῖνον ἠγάπησαν, οὐδ' ὅτι γένη καὶ πλούτους ἢ καὶ φρόνημα εἶχον, ἀνδρείᾳ τε ἐπιφανεῖ ἢ καὶ σοφίᾳ διαπρεπεῖ ἐχρῶντο, τοὺς μὲν ἀμυνόμενος τοὺς δὲ προκαταλαμβάνων, φθόνῳ τε καὶ ὑποψίᾳ ἅμα μίσους ἐκ τοῦ μὴ ὁμοήθους ἔφθειρεν, ἀλλὰ καὶ τοὺς πάνυ φίλους πρός τε τὴν μοναρχίαν οἱ σπουδάσαντας οὐδὲν ἧττον τῶν ἑτέρων ἀπώλλυεν, νομίζων σφᾶς ὑπό τε τῆς θρασύτητος καὶ ὑπὸ τῆς νεωτεροποιίας, ὑφ' ἧς ἑαυτῷ τὴν ἀρχὴν συγκατέπραξαν, [4] κἂν ἄλλῳ τινὶ αὐτὴν δοῦναι. κἀκ τούτου τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀπανάλωσεν, οὐδ' ἀντικαθίστη τὸ παράπαν ἐς αὐτοὺς ἀντὶ τῶν ἀπολλυμένων οὐδένα· μισεῖσθαί ‹τε› γὰρ ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε, καὶ τὰ τέλη ἐκεῖνα ἀσθενέστατα ἐκ τῆς ὀλιγανθρωπίας ποιῆσαι ἐπεθύμει. καὶ τήν γε γερουσίαν καὶ καταλῦσαι παντελῶς ἐπεχείρησεν, πᾶν ἄθροισμα ἀνθρώπων, ἄλλως τε καὶ ἐπιλέκτων καὶ πρόσχημα προστατείας τινὸς [5] ἀπὸ παλαιοῦ ἐχόντων, πολεμιώτατον τυράννῳ νομίζων εἶναι. δείσας δὲ μή πώς οἱ τὸ πλῆθος ἢ καὶ αὐτοὶ οἱ δορυφόροι, οἷά που πολῖται ὄντες, ἀγανακτήσει τοῦ τὴν πολιτείαν σφῶν μεθίστασθαι ἐπαναστῶσιν, ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐποίησεν τοῦτο, ἐν τρόπῳ δέ τινι ἐπιτηδείῳ καὶ πάνυ αὐτὸ κατέπραξεν. οὔτε γὰρ ἀντεσῆγεν ἐς αὐτὴν οὐδένα, οὔτε τοῖς καταλοίποις λόγου τι ἄξιον ἐπεκοίνου. συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ὥστε καὶ συνδιοικεῖν τι τῶν ἀναγκαίων, ἀλλὰ καὶ αὐτὸ τοῦτο πρός τε τὸν ἔλεγχον τῆς ὀλιγότητός σφων καὶ διὰ τοῦτο καὶ ταπεινότητα καὶ καταφρόνησιν [6] ἐξεπίτηδες ἐποίει. τὰ δὲ δὴ πλεῖστα καθ' ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων, τοῦτο μὲν ὅπως μηδεὶς τῶν ἄλλων μηδὲν δύναιτο, τοῦτο δὲ καὶ κατοκνῶν δημοσιεύειν ἐν οἷς ἐκακούργει, ἔπραττεν. δυσπρόσοδός τε καὶ δυσπροσήγορος ἦν, καὶ τῇ ὑπεροψίᾳ τῇ τε ὠμότητι τοσαύτῃ πρὸς πάντας ὁμοίως ἐχρῆτο ὥστε καὶ Ὑπερήφανος ἀπ' αὐτῶν ἐπικληθῆναι. τά τε γὰρ ἄλλα καὶ αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ τυραννικώτερον ἔπραττον, καί ποτε πολιτῶν τινὰς ἔν τε τῇ ἀγορᾷ καὶ ἐν τοῖς τοῦ δήμου ὄμμασι σταυροῖς τε γυμνοὺς προσέδησεν καὶ ῥάβδοις αἰκισάμενος ἀπέκτεινεν. καὶ τοῦθ' ὑπ' ἐκείνου τότε ἐξευρεθὲν καὶ πολλάκις ἐγένετο. V 6 (p. 573).

[7]    Δίων ἐν β΄ βιβλίῳ "τὸν γὰρ πατέρα πολλὰ καὶ ἄτοπα ὡς καὶ τυραννοῦντα καὶ παρασπονδοῦντα φανερῶς ἐκ συνθήκης λοιδορήσας." Bekk. Anecd. p. 155 1.

[10]    ὅτι Λούκιος Ἰούνιος, ἀδελφῆς Ταρκυνίου παῖς, φοβηθεὶς ἐπειδὴ τόν τε πατέρα αὐτοῦ ἀπεκτόνει καὶ προσέτι καὶ τὰς οὐσίας αὐτῶν ἀφῄρητο, μωρίαν προσεποιήσατο, εἴ πως αὐτός γε περιγένοιτο· καὶ γὰρ εὖ ἠπίστατο ὅτι πᾶν τὸ ἔμφρον, ἄλλως τε καὶ ὅταν ἐν λαμπρότητι γένους ᾖ, δι' ὑποψίας τοῖς τυραννοῦσι γίγνεται. καὶ ἐπειδή γε ἅπαξ ἐπὶ τοῦτο ὥρμησεν, ἀκριβέστατα αὐτὴν ὑπεκρίνετο, καὶ διὰ τοῦτο καὶ Βροῦτος ἐκλήθη· τοὺς γὰρ εὐήθεις οὕτω πως οἱ Λατῖνοι προσηγόρευον. τῷ τε Τίτῳ καὶ Ἀρροῦντι ὥσπερ τι ἄθυρμα συμπεμφθεὶς βακτηρίαν τινὰ ἀνάθημα τῷ θεῷ φέρειν ἔλεγεν, μηδὲν μέγα ὅσα γε ἰδεῖν ἔχουσαν. M. 13 (p. 139).

[11]    ἐν β΄ βιβλίῳ Δίων "ἔπειτα ἐν τοῦ Πυθίου εὑρέθη." Bekk. Anecd. p. 139 20.

[12]    ὅτι τοῦ Βρούτου τό τε δῶρον, [τοῦτ' ἔστι τὴν βακτηρίαν] ἔσκωπτον, καὶ ὅτι τοῦ θεοῦ τοῖς θεωροῖς περὶ τῆς τοῦ πατρὸς βασιλείας, ὅστις αὐτὴν διαδέξεται ἐπερωτήσασι, θεσπίσαντος τὸν πρῶτον τὴν μητέρα φιλήσαντα τὸ κράτος τὸ τῶν Ῥωμαίων ἕξειν, τὴν γῆν ὡς καὶ καταπεσὼν ἄλλως κατεφίλησε, νομίσας αὐτὴν μητέρα ἁπάντων τῶν ἀνθρώπων εἶναι. M. 14 (p. 140).

[13]    ὅτι ὁ Βροῦτος τοὺς Ταρκυνίους ἐκ τοιᾶσδε αἰτίας κατέλυσε. συνδειπνοῦντές ποτε ἐν τῇ τῶν Ἀρδεατῶν πολιορκίᾳ οἵ τε τοῦ Ταρκυνίου παῖδες καὶ Κολλατῖνος καὶ Βροῦτος, ἅτε καὶ ἡλικιῶται καὶ συγγενεῖς αὐτῶν ὄντες, ἐς λόγον τινὰ περὶ τῆς σωφροσύνης τῶν γυναικῶν σφῶν, κἀκ τούτου καὶ ἐς ἔριν, τὴν ἑαυτοῦ γαμετὴν [14] ἑκάστου προκρίνοντος, ἦλθον. καὶ (ἐτύγχανον ‹γὰρ› πᾶσαι ἀπὸ τοῦ στρατοπέδου ἀποῦσαι) ἔδοξεν αὐτοῖς αὐτίκα τῆς νυκτός, πρὶν καταγγέλτους σφᾶς γενέσθαι, πρὸς πάσας ἅμα αὐτὰς ἀφιππεῦσαι. ποιήσαντες δὲ τοῦτο τὰς μὲν ἄλλας ἐν λόγῳ τινὶ εὗρον, Λουκρητίαν [15] δὲ τὴν τοῦ Κολλατίνου γυναῖκα ἐριουργοῦσαν κατέλαβον. περιβόητον οὖν ἐπὶ τούτῳ γενομένην ὁ Σέξτος αἰσχῦναι ἐπεθύμησεν· τάχα μὲν γὰρ καὶ ἔρωτα αὐτῆς ἔσχε ὑπερκαλλοῦς οὔσης, ἐπὶ πλέον δὲ ὅμως τὴν δόξαν μᾶλλον ἢ τὸ σῶμα διαφθεῖραι ἠθέλησε. καί ποτε τηρήσας τὸν Κολλατῖνον πρὸς τοῖς Ῥουτούλοις ὄντα ἠπείχθη μὲν ἐς τὴν Κολλατίαν, καὶ νυκτὸς πρὸς αὐτὴν ὡς καὶ πρὸς οἰκείαν [16] γυναῖκα ἐλθὼν καὶ σίτου καὶ καταλύσεως ἔτυχε. καὶ τὰ μὲν πρῶτα ἀναπείθειν αὐτὴν ἐπειρᾶτο συγγενέσθαι οἱ, ὡς δὲ οὐδὲν ἐπέραινεν, ἐβιάζετο. ἐπειδὴ δὲ οὐδὲν οὐδὲ οὕτως αὐτῷ προεχώρει, καινὸν δή τινα τρόπον ἐξεῦρεν, ὑφ' οὗ τὸ παραδοξότατον ἠνάγκασεν αὐτὴν ἑκοῦσαν ὑβρισθῆναι. ὅτι μὲν γὰρ ἀποσφάξειν αὐτὴν εἶπε, παρ' οὐδὲν ἔθετο, καὶ ὅτι καὶ τῶν οἰκετῶν τινα προσκαταχρήσεσθαι [17] ἔφη, καὶ τοῦτο ὀλιγώρως ἤκουσεν· ἐπεὶ μέντοι παρακατακλινεῖν τε αὐτῇ τὸ τοῦ δούλου σῶμα καὶ λόγον ὡς καὶ συγκαθεύδοντάς σφας εὑρὼν ἀποκτείνειε διαδώσειν ἐπηπείλησεν, οὐκέτ' ἀνεκτὸν ἐποιήσατο, ἀλλὰ φοβηθεῖσα μὴ καὶ πιστευθῇ ‹τοῦθ'› οὕτω γεγονέναι, εἵλετο μιχθεῖσα αὐτῷ καὶ τὸ πραχθὲν ἐξειποῦσα [18] ἀποθανεῖν μᾶλλον ἢ παραχρῆμα τελευτήσασα ἀδοξῆσαι. διὰ μὲν οὖν ταῦτ' οὐκ ἄκουσα δὴ ἐμοιχεύθη, παρασκευάσασα δὲ ἐκ τούτου ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον μετεπέμψατο τόν τε ἄνδρα καὶ τὸν πατέρα, καὶ ἐπειδὴ τάχιστα ἦλθον, κατεδάκρυε, καὶ μετὰ τοῦτ' ἀναστενάξασα "πάτερ" εἶπε, "(τὸν γὰρ ἄνδρα μᾶλλον ἢ σὲ αἰσχύνομαι) οὐδέν μοι χρηστὸν ἐν τῇ νυκτὶ ταύτῃ πέπρακται. ἀλλά με Σέξτος ἐβιάσατο ἀπειλήσας δούλῳ τινὶ συναποκτενεῖν ὡς καὶ μετ' αὐτοῦ καθεύδουσαν λαβών. αὕτη γάρ με ἡ ἀπειλὴ ἁμαρτεῖν [19] ἠνάγκασεν, ἵνα μὴ καὶ πιστεύσητε τοῦθ' οὕτω γεγονέναι. καὶ ἐγὼ μέν (γυνὴ γάρ εἰμι) τὰ πρέποντα ἐμαυτῇ ποιήσω· ὑμεῖς δ' εἴπερ ἄνδρες ἐστὲ καὶ τῶν γαμετῶν τῶν τε παίδων ὑμῶν προορᾶσθε, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις οἵων ἄρα ὑμῶν ὄντων οἵαν γυναῖκα ὕβρισαν." τοιαῦτα ἄττα εἰποῦσα οὐκ ἀνέμεινεν ἀντακοῦσαί τι, ἀλλ' εὐθέως τὸ ξιφίδιον ὑφελκύσασα αὐτὴ ἑαυτὴν ἐφόνευσεν. V. 7 (p. 574).

[20]    Δίων β΄ βιβλίῳ "καὶ ἐκχωρήσας ἐκ τῆς τῶν Ῥωμαίων γῆς πολλαχῇ μὲν τῶν προσοίκων ἐπείρασεν." Bekk. Anecd. p. 164 25.

[12]

[3b]    Δίων β΄ βιβλίῳ "μαθὼν οὖν τοῦτο ἐκεῖνος ἦλθέ τε τῆς ὑστεραίας πρὸς αὐτούς." ib. p. 177 20.