10463 1178 6 1 6 640 423 a. C. Commedia Aristophanes Nubes Dover, K.J., Oxford, Clarendon Press, 1968 Rist. 1970. 300

ARISTOPHANES - Nubes

ΣΤΡΕΨΙΑΔΗΣ

ἰοὺ ἰού.

ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον.

ἀπέραντον. οὐδέποθ' ἡμέρα γενήσεται;

καὶ μὴν πάλαι γ' ἀλεκτρυόνος ἤκουσ' ἐγώ.

   5οἱ δ' οἰκέται ῥέγκουσιν. ἀλλ' οὐκ ἂν πρὸ τοῦ.

ἀπόλοιο δῆτ', ὦ πόλεμε, πολλῶν οὕνεκα,

ὅτ' οὐδὲ κολάσ' ἔξεστί μοι τοὺς οἰκέτας.

ἀλλ' οὐδ' ὁ χρηστὸς οὑτοσὶ νεανίας

ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται

  10ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.

ἀλλ' εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.

ἀλλ' οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος

ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν

διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων

  15ἱππάζεταί τε καὶ ξυνωρικεύεται

ὀνειροπολεῖ θ' ἵππους. ἐγὼ δ' ἀπόλλυμαι

ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·

οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον

κἄκφερε τὸ γραμματεῖον, ἵν' ἀναγνῶ λαβὼν

  20ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.

φέρ' ἴδω, τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.

τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;

ὅτ' ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,

εἴθ' ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.

 

  25ΦΕΙΔΙΠΠΙΔΗΣ

Φίλων, ἀδικεῖς. ἔλαυνε τὸν σαυτοῦ δρόμον.

Στ. τοῦτ' ἐστὶ τουτὶ τὸ κακὸν ὅ μ' ἀπολώλεκεν·

ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.

Φε. πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;

Στ. ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ' ἐλαύνεις δρόμους.

  30ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;

τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμεινίᾳ.

Φε. ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.

Στ. ἀλλ' ὦ μέλ' ἐξήλικας ἐμέ γ' ἐκ τῶν ἐμῶν,

ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου

  35ἐνεχυράσεσθαί φασιν.

Φε.          ἐτεόν, ὦ πάτερ,

τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ' ὅλην;

Στ. δάκνει μέ τις δήμαρχος ἐκ τῶν στρωμάτων.

Φε. ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.

Στ. σὺ δ' οὖν κάθευδε. τὰ δὲ χρέα ταῦτ' ἴσθ' ὅτι

  40εἰς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.

φεῦ.

εἴθ' ὤφελ' ἡ προμνήστρι' ἀπολέσθαι κακῶς

ἥτις με γῆμ' ἐπῆρε τὴν σὴν μητέρα.

ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος,

εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,

  45βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.

ἔπειτ' ἔγημα Μεγακλέους τοῦ Μεγακλέους

ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,

σεμνήν, τρυφῶσαν, ἐγκεκοισυρωμένην.

ταύτην ὅτ' ἐγάμουν, συγκατεκλινόμην ἐγὼ

  50ὄζων τρυγός, τρασιᾶς, ἐρίων, περιουσίας,

ἡ δ' αὖ μύρου, κρόκου, καταγλωττισμάτων,

δαπάνης, λαφυγμοῦ, Κωλιάδος, Γενετυλλίδος.

οὐ μὴν ἐρῶ γ' ὡς ἀργὸς ἦν, ἀλλ' ἐσπάθα,

ἐγὼ δ' ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ

  55πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς.

ΟΙΚΕΤΗΣ

ἔλαιον ἡμῖν οὐκ ἔνεστ' ἐν τῷ λύχνῳ.

Στ. οἴμοι. τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;

δεῦρ' ἔλθ' ἵνα κλάῃς.

Οἰ.           διὰ τί δῆτα κλαύσομαι;

Στ. ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.

  60μετὰ ταῦθ', ὅπως νῷν ἐγένεθ' υἱὸς οὑτοσί,

ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,

περὶ τοὐνόματος δὴ 'ντεῦθεν ἐλοιδορούμεθα.

ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,

Ξάνθιππον ἢ Χάριππον ἢ Καλλιππίδην,

  65ἐγὼ δὲ τοῦ πάππου 'τιθέμην Φειδωνίδην.

τέως μὲν οὖν ἐκρινόμεθ'· εἶτα τῷ χρόνῳ

κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.

τοῦτον τὸν υἱὸν λαμβάνουσ' ἐκορίζετο·

"ὅταν σὺ μέγας ὢν ἅρμ' ἐλαύνῃς πρὸς πόλιν,

  70ὥσπερ Μεγακλέης, ξυστίδ' ἔχων ‑ " ἐγὼ δ' ἔφην·

"ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,

ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος ‑ ".

ἀλλ' οὐκ ἐπείθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,

ἀλλ' ἵππερόν μου κατέχεεν τῶν χρημάτων.

  75νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ

μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,

ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.

ἀλλ' ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.

πῶς δῆτ' ἂν ἥδιστ' αὐτὸν ἐπεγείραιμι; πῶς;

  80Φειδιππίδη, Φειδιππίδιον.

Φε.               τί, ὦ πάτερ;

Στ. κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

Φε. ἰδού. τί ἐστιν;

Στ.      εἰπέ μοι, φιλεῖς ἐμέ;

Φε. νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.

Στ. μή μοι γε τοῦτον μηδαμῶς τὸν ἵππιον·

  85οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.

ἀλλ' εἴπερ ἐκ τῆς καρδίας μ' ὄντως φιλεῖς,

ὦ παῖ, πιθοῦ.

Φε.    τί οὖν πίθωμαι δῆτά σοι;

Στ. ἔκτρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους

καὶ μάνθαν' ἐλθὼν ἃν ἐγὼ παραινέσω.

  90Φε. λέγε δή, τί κελεύεις;

Στ.           καί τι πείσει;

Φε.                      πείσομαι,

νὴ τὸν Διόνυσον.

Στ.       δεῦρό νυν ἀπόβλεπε.

ὁρᾷς τὸ θύριον τοῦτο καὶ τοἰκίδιον;

Φε. ὁρῶ. τί οὖν τοῦτ' ἐστὶν ἐτεόν, ὦ πάτερ;

Στ. ψυχῶν σοφῶν τοῦτ' ἐστὶ φροντιστήριον.

  95ἐνταῦθ' ἐνοικοῦσ' ἄνδρες οἳ τὸν οὐρανὸν

λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,

κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ' ἅνθρακες.

οὗτοι διδάσκουσ', ἀργύριον ἤν τις διδῷ,

λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.

 100Φε. εἰσὶν δὲ τίνες;

Στ.      οὐκ οἶδ' ἀκριβῶς τοὔνομα.

μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.

Φε. αἰβοῖ, πονηροί γ', οἶδα. τοὺς ἀλαζόνας,

τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις,

ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.

 105Στ. ἢ ἤ, σιώπα. μηδὲν εἴπῃς νήπιον.

ἀλλ' εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,

τούτων γενοῦ μοι, σχασάμενος τὴν ἱππικήν.

Φε. οὐκ ἂν μὰ τὸν Διόνυσον εἰ δοίης γέ μοι

τοὺς Φασιανοὺς οὓς τρέφει Λεωγόρας.

 110Στ. ἴθ', ἀντιβολῶ σ', ὦ φίλτατ' ἀνθρώπων ἐμοί,

ἐλθὼν διδάσκου.

Φε.      καὶ τί σοι μαθήσομαι;

Στ. εἶναι παρ' αὐτοῖς φασὶν ἄμφω τὼ λόγω,

τὸν κρείττον', ὅστις ἐστί, καὶ τὸν ἥττονα.

τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,

 115νικᾶν λέγοντά φασι τἀδικώτερα.

ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,

ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν

οὐκ ἂν ἀποδοίην οὐδ' ἂν ὀβολὸν οὐδενί.

Φε. οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν

 120τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.

Στ. οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ' ἐμῶν ἔδει

οὔτ' αὐτὸς οὔθ' ὁ ζύγιος οὔθ' ὁ σαμφόρας,

ἀλλ' ἐξελῶ σ' εἰς κόρακας ἐκ τῆς οἰκίας.

Φε. ἀλλ' οὐ περιόψεταί μ' ὁ θεῖος Μεγακλέης

 125ἄνιππον. ἀλλ' εἴσειμι, σοῦ δ' οὐ φροντιῶ.

Στ. ἀλλ' οὐδ' ἐγὼ μέντοι πεσών γε κείσομαι,

ἀλλ' εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι

αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον.

πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς

 130λόγων ἀκριβῶν σκινδαλάμους μαθήσομαι;

ἰτητέον. τί ταῦτ' ἔχων στραγγεύομαι

ἀλλ' οὐχὶ κόπτω τὴν θύραν; παῖ, παιδίον.

ΜΑΘΗΤΗΣ

βάλλ' εἰς κόρακας. τίς ἐσθ' ὁ κόψας τὴν θύραν;

Στ. Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.

 135Μα. ἀμαθής γε νὴ Δί', ὅστις οὑτωσὶ σφόδρα

ἀπεριμερίμνως τὴν θύραν λελάκτικας

καὶ φροντίδ' ἐξήμβλωκας ἐξηυρημένην.

Στ. σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶν τῶν ἀγρῶν.

ἀλλ' εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.

 140Μα. ἀλλ' οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.

Στ. λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ

ἥκω μαθητὴς εἰς τὸ φροντιστήριον.

Μα. λέξω, νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.

ἀνήρετ' ἄρτι Χαιρεφῶντα Σωκράτης

 145ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας.

δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν

ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.

Στ. πῶς δῆτα διεμέτρησε;

Μα.          δεξιώτατα.

κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν

 150ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε,

κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.

ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.

Στ. ὦ Ζεῦ βασιλεῦ, τῆς λεπτότητος τῶν φρενῶν.

Μα. τί δῆτ' ἄν, ἕτερον εἰ πύθοιο Σωκράτους

 155φρόντισμα;

Στ.  ποῖον; ἀντιβολῶ, κάτειπέ μοι.

Μα. ἀνήρετ' αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος

ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας

κατὰ τὸ στόμ' ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.

Στ. τί δῆτ' ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;

 160Μα. ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος

στενόν, διὰ λεπτοῦ δ' ὄντος αὐτοῦ τὴν πνοὴν

βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·

ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον

τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.

 165Στ. σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.

ὦ τρισμακάριος τοῦ διεντερεύματος.

ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην

ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.

Μα. πρῴην δέ γε γνώμην μεγάλην ἀφῃρέθη

 170ὑπ' ἀσκαλαβώτου.

Στ.       τίνα τρόπον; κάτειπέ μοι.

Μα. ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς

καὶ τὰς περιφοράς, εἶτ' ἄνω κεχηνότος

ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.

Στ. ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.

 175Μα. ἐχθὲς δέ γ' ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.

Στ. εἶἑν. τί οὖν πρὸς τἄλφιτ' ἐπαλαμήσατο;

Μα. κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν,

κάμψας ὀβελίσκον, εἶτα διαβήτην λαβών,

ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.

 180Στ. τί δῆτ' ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;

ἄνοιγ' ἄνοιγ' ἁνύσας τὸ φροντιστήριον

καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.

μαθητιῶ γάρ. ἀλλ' ἄνοιγε τὴν θύραν.

ὦ Ἡράκλεις, ταυτὶ ποδαπὰ τὰ θηρία;

 185Μα. τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;

Στ. τοῖς ἐκ Πύλου ληφθεῖσι, τοῖς Λακωνικοῖς.

ἀτὰρ τί ποτ' εἰς τὴν γῆν βλέπουσιν οὑτοιί;

Μα. ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.

Στ.                βολβοὺς ἄρα

ζητοῦσι. μή νυν τοῦτό γ' ἔτι φροντίζετε·

 190ἐγὼ γὰρ οἶδ' ἵν' εἰσὶ μεγάλοι καὶ καλοί.

τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ' ἐγκεκυφότες;

Μα. οὗτοι δ' ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.

Στ. τί δῆθ' ὁ πρωκτὸς εἰς τὸν οὐρανὸν βλέπει;

Μα. αὐτὸς καθ' αὑτὸν ἀστρονομεῖν διδάσκεται.

 195ἀλλ' εἴσιθ', ἵνα μὴ 'κεῖνος ὑμῖν ἐπιτύχῃ.

Στ. μήπω γε μήπω γ', ἀλλ' ἐπιμεινάντων, ἵνα

αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.

Μα. ἀλλ' οὐχ οἷόν τ' αὐτοῖσι πρὸς τὸν ἀέρα

ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.

 200Στ. πρὸς τῶν θεῶν, τί γὰρ τάδ' ἐστίν; εἰπέ μοι.

Μα. ἀστρονομία μὲν αὑτηί.

Στ.           τουτὶ δὲ τί;

Μα. γεωμετρία.

Στ.  τοῦτ' οὖν τί ἐστι χρήσιμον;

Μα. γῆν ἀναμετρεῖσθαι.

Στ.        πότερα τὴν κληρουχικήν;

Μα. οὔκ, ἀλλὰ τὴν σύμπασαν.

Στ.            ἀστεῖον λέγεις·

 205τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.

Μα. αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;

αἵδε μὲν Ἀθῆναι.

Στ.       τί σὺ λέγεις; οὐ πείθομαι,

ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.

Μα. ὡς τοῦτ' ἀληθῶς Ἀττικὸν τὸ χωρίον.

 210Στ. καὶ ποῦ Κικυννῆς εἰσίν, οὑμοὶ δημόται;

Μα. ἐνταῦθ' ἔνεισιν. ἡ δέ γ' Εὔβοι', ὡς ὁρᾷς,

ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.

Στ. οἶδ'· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.

ἀλλ' ἡ Λακεδαίμων ποῦ 'στίν;

Μα.                 ὅπου 'στίν; αὑτηί.

 215Στ. ὡς ἐγγὺς ἡμῶν. τοῦτο μεταφροντίζετε,

ταύτην ἀφ' ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.

Μα. ἀλλ' οὐχ οἷόν τε.

Στ.        νὴ Δί', οἰμώξεσθ' ἄρα.

φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;

Μα. αὐτός.

Στ. τίς αὐτός;

Μα.       Σωκράτης.

Στ.               ὦ Σωκράτης.

 220ἴθ' οὗτος ἀναβόησον αὐτόν μοι μέγα.

Μα. αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.

Στ. ὦ Σώκρατες.

ὦ Σωκρατίδιον.

ΣΩΚΡΑΤΗΣ

     τί με καλεῖς, ὦ 'φήμερε;

Στ. πρῶτον μὲν ὅτι δρᾷς, ἀντιβολῶ, κάτειπέ μοι.

 225Σω. ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

Στ. ἔπειτ' ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,

ἀλλ' οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;

Σω.                οὐ γὰρ ἄν ποτε

ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα

εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα,

 230λεπτὴν καταμείξας εἰς τὸν ὅμοιον ἀέρα.

εἰ δ' ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,

οὐκ ἄν ποθ' ηὗρον· οὐ γὰρ ἀλλ' ἡ γῆ βίᾳ

ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.

πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.

 235Στ. πῶς φῄς;

ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ' εἰς τὰ κάρδαμα;

ἴθι νυν κατάβηθ', ὦ Σωκρατίδιον, ὡς ἐμέ,

ἵνα με διδάξῃς ὧνπερ ἕνεκ' ἐλήλυθα.

Σω. ἦλθες δὲ κατὰ τί;

Στ.        βουλόμενος μαθεῖν λέγειν·

 240ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων

ἄγομαι, φέρομαι, τὰ χρήματ' ἐνεχυράζομαι.

Σω. πόθεν δ' ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;

Στ. νόσος μ' ἐπέτριψεν ἱππική, δεινὴ φαγεῖν.

ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,

 245τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δ' ὅντιν' ἂν

πράττῃ μ', ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.

Σω. ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ

ἡμῖν νόμισμ' οὐκ ἔστι.

Στ.            τῷ γὰρ ὄμνυτε;

[ἦ] σιδαρέοισιν, ὥσπερ ἐν Βυζαντίῳ;

 250Σω. βούλει τὰ θεῖα πράγματ' εἰδέναι σαφῶς

ἅττ' ἐστὶν ὀρθῶς;

Στ.        νὴ Δί', εἴπερ ἐστί γε.

Σω. καὶ συγγενέσθαι ταῖς Νεφέλαισιν εἰς λόγους,

ταῖς ἡμετέραισι δαίμοσιν;

Στ.              μάλιστά γε.

Σω. κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.

 255Στ. ἰδού, κάθημαι.

Σω.     τουτονὶ τοίνυν λαβὲ

τὸν στέφανον.

Στ.    ἐπὶ τί στέφανον; οἴμοι, Σώκρατες,

ὥσπερ με τὸν Ἀθάμανθ' ὅπως μὴ θύσετε.

Σω. οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους

ἡμεῖς ποοῦμεν.

Στ.     εἶτα δὴ τί κερδανῶ;

 260Σω. λέγειν γενήσει τρῖμμα, κρόταλον, παιπάλη.

ἀλλ' ἔχ' ἀτρεμεί.

Στ.        μὰ τὸν Δί' οὐ ψεύσει γέ με·

καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.

Σω. εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.

ὦ δέσποτ' ἄναξ, ἀμέτρητ' Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,

 265λαμπρός τ' Αἰθήρ, σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,

ἄρθητε, φάνητ', ὦ δέσποιναι, τῷ φροντιστῇ μετέωροι.

Στ. μήπω, μήπω γε, πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.

τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον' ἔχοντα.

Σω. ἔλθετε δῆτ', ὦ πολυτίμητοι Νεφέλαι, τῷδ' εἰς ἐπίδειξιν·

 270εἴτ' ἐπ' Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,

εἴτ' Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,

εἴτ' ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,

ἢ Μαιῶτιν λίμνην ἔχετ' ἢ σκόπελον νιφόεντα Μίμαντος·

ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.

 

 275ΧΟΡΟΣ

ἀέναοι Νεφέλαι,                         στρ.

ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον

πατρὸς ἀπ' Ὠκεανοῦ βαρυαχέος

ὑψηλῶν ὀρέων κορυφὰς ἔπι

 280δενδροκόμους, ἵνα

τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα

καρπούς τ' ἀρδομέναν ἱερὰν χθόνα

καὶ ποταμῶν ζαθέων κελαδήματα

καὶ πόντον κελάδοντα βαρύβρομον·

ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται

μαρμαρέαισιν αὐγαῖς.

ἀλλ' ἀποσεισάμεναι νέφος ὄμβριον

ἀθανάτας ἰδέας ἐπιδώμεθα

 290τηλεσκόπῳ ὄμματι γαῖαν.

Σω. ὦ μέγα σεμναὶ Νεφέλαι, φανερῶς ἠκούσατέ μου καλέσαντος.

ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;

Στ. καὶ σέβομαί γ', ὦ πολυτίμητοι, καὶ βούλομαι ἀνταποπαρδεῖν

πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετραμαίνω καὶ πεφόβημαι.

 295κεἰ θέμις ἐστίν, νυνί γ' ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.

Σω. οὐ μὴ σκώψει μηδὲ ποήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,

ἀλλ' εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.

 

Χο. παρθένοι ὀμβροφόροι,                      ἀντ.

ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν

Κέκροπος ὀψόμεναι πολυήρατον·

οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα

μυστοδόκος δόμος

ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται·

 305οὐρανίοις τε θεοῖς δωρήματα,

ναοί θ' ὑψερεφεῖς καὶ ἀγάλματα,

καὶ πρόσοδοι μακάρων ἱερώταται

εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε

 310παντοδαπαῖσιν ὥραις,

ἦρί τ' ἐπερχομένῳ Βρομία χάρις

εὐκελάδων τε χορῶν ἐρεθίσματα

καὶ μοῦσα βαρύβρομος αὐλῶν.

Στ. πρὸς τοῦ Διός, ἀντιβολῶ σε, φράσον, τίνες εἴσ', ὦ Σώκρατες, αὗται

 315αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;

Σω. ἥκιστ', ἀλλ' οὐράνιαι Νεφέλαι, μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς,

αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν

καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.

Στ. ταῦτ' ἄρ' ἀκούσασ' αὐτῶν τὸ φθέγμ' ἡ ψυχή μου πεπότηται

 320καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν

καὶ γνωμιδίῳ γνώμην νύξασ' ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·

ὥστ' εἴ πως ἐστίν, ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.

Σω. βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ'· ἤδη γὰρ ὁρῶ κατιούσας

ἡσυχῇ αὐτάς.

Στ.    φέρε ποῦ; δεῖξον.

Σω.        χωροῦσ' αὗται πάνυ πολλαὶ

 325διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.

Στ.                              τί τὸ χρῆμα;

ὡς οὐ καθορῶ.

Σω.    παρὰ τὴν εἴσοδον.

Στ.                  ἤδη νυνὶ μόλις οὕτως.

Σω. νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.

Στ. νὴ Δί' ἔγωγ'. ὦ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.

Σω. ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδεις οὐδ' ἐνόμιζες;

 330Στ. μὰ Δί', ἀλλ' ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.

Σω. οὐ γὰρ μὰ Δί' οἶσθ' ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,

Θουριομάντεις, ἰατροτέχνας, σφραγιδονυχαργοκομήτας·

κυκλίων τε χορῶν ᾀσματοκάμπτας, ἄνδρας μετεωροφένακας,

οὐδὲν δρῶντας βόσκουσ' ἀργούς, ὅτι ταύτας μουσοποοῦσιν.

 335Στ. ταῦτ' ἄρ' ἐποίουν "ὑγρᾶν Νεφελᾶν στρεπταίγλαν δάϊον ὁρμάν",

"πλοκάμους θ' ἑκατογκεφάλα Τυφῶ" "πρημαινούσας τε θυέλλας",

εἶτ' "ἀερίας διεράς" "γαμψούς τ' οἰωνοὺς ἀερονηχεῖς"

"ὄμβρους θ' ὑδάτων δροσερᾶν νεφελᾶν"· εἶτ' ἀντ' αὐτῶν κατέπινον

κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ' ὀρνίθεια κιχηλᾶν.

 340Σω. διὰ μέντοι τάσδ'. οὐχὶ δικαίως;

Στ.                   λέξον δή μοι, τί παθοῦσαι,

εἴπερ νεφέλαι γ' εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;

οὐ γὰρ ἐκεῖναί γ' εἰσὶ τοιαῦται.

Σω.                    φέρε, ποῖαι γάρ τινές εἰσιν;

Στ. οὐκ οἶδα σαφῶς· εἴξασιν δ' οὖν ἐρίοισιν πεπταμένοισιν,

κοὐχὶ γυναιξίν, μὰ Δί', οὐδ' ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.

 345Σω. ἀπόκριναί νυν ἅττ' ἂν ἔρωμαι.

Στ.                 λέγε νυν ταχέως ὅτι βούλει.

Σω. ἤδη ποτ' ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν

ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;

Στ.               νὴ Δί' ἔγωγ'. εἶτα τί τοῦτο;

Σω. γίγνονται πάνθ' ὅτι βούλονται· κᾆτ' ἢν μὲν ἴδωσι κομήτην

ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,

 350σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.

Στ. τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;

Σω. ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.

Στ. ταῦτ' ἄρα, ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,

ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτ' ἐγένοντο.

 355Σω. καὶ νῦν γ' ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτ' ἐγένοντο γυναῖκες.

Στ. χαίρετε τοίνυν, ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,

οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.

Χο. χαῖρ', ὦ πρεσβῦτα παλαιογενές, θηρατὰ λόγων φιλομούσων.

σύ τε, λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅτι χρῄζεις·

 360οὐ γὰρ ἂν ἄλλῳ γ' ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν

πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δὲ

ὅτι βρενθύει τ' ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις

κἀνυπόδητος κακὰ πόλλ' ἀνέχει κἀφ' ἡμῖν σεμνοπροσωπεῖς.

Στ. ὦ Γῆ, τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.

 365Σω. αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ' ἐστὶ φλύαρος.

Στ. ὁ Ζεὺς δ' ὑμῖν, φέρε, πρὸς τῆς Γῆς, Οὑλύμπιος οὐ θεός ἐστιν;

Σω. ποῖος Ζεύς; οὐ μὴ ληρήσεις. οὐδ' ἐστὶ Ζεύς.

Στ.                              τί λέγεις σύ;

ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγ' ἀπόφηναι πρῶτον ἁπάντων.

Σω. αὗται δήπου· μεγάλοις δέ σ' ἐγὼ σημείοις αὐτὸ διδάξω.

 370φέρε, ποῦ γὰρ πώποτ' ἄνευ νεφελῶν ὕοντ' ἤδη τεθέασαι;

καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δ' ἀποδημεῖν.

Στ. νὴ τὸν Ἀπόλλω, τοῦτό γε τοι τῷ νυνὶ λόγῳ εὖ προσέφυσας.

καίτοι πρότερον τὸν Δί' ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.

ἀλλ' ὅστις ὁ βροντῶν ἐστὶ φράσον, τοῦθ' ὅ με ποιεῖ τετραμαίνειν.

 375Σω. αὗται βροντῶσι κυλινδόμεναι.

Στ.                τῷ τρόπῳ, ὦ πάντα σὺ τολμῶν;

Σω. ὅταν ἐμπλησθῶσ' ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι

κατακριμνάμεναι πλήρεις ὄμβρου δι' ἀνάγκην, εἶτα βαρεῖαι

εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.

Στ. ὁ δ' ἀναγκάζων ἐστὶ τίς αὐτάς ‑ οὐχ ὁ Ζεύς; ‑ ὥστε φέρεσθαι;

 380Σω. ἥκιστ', ἀλλ' αἰθέριος δῖνος.

Στ.                Δῖνος; τουτί μ' ἐλελήθει,

ὁ Ζεὺς οὐκ ὤν, ἀλλ' ἀντ' αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.

ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ' ἐδίδαξας.

Σω. οὐκ ἤκουσάς μου τὰς νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ

ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;

 385Στ. φέρε, τουτὶ τῷ χρὴ πιστεύειν;

Σω.                 ἀπὸ σαυτοῦ 'γώ σε διδάξω.

ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ' ἐταράχθης

τὴν γαστέρα καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;

Στ. νὴ τὸν Ἀπόλλω, καὶ δεινὰ ποεῖ γ' εὐθύς μοι καὶ τετάρακται,

χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν,

 390ἀτρέμας πρῶτον, παππὰξ παππάξ, κἄπειτ' ἐπάγει παπαπαππάξ·

χὤταν χέζω, κομιδῇ βροντᾷ, παπαπαππάξ, ὥσπερ ἐκεῖναι.

Σω. σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·

τὸν δ' ἀέρα τόνδ' ὄντ' ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;

ταῦτ' ἄρα καὶ τὠνόματ' ἀλλήλοιν, "βροντὴ" καὶ "πορδή", ὁμοίω.

 395Στ. ἀλλ' ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον,

καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλεύει.

τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησ' ἐπὶ τοὺς ἐπιόρκους.

Σω. καὶ πῶς, ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,

εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ' οὐχὶ Σίμων' ἐνέπρησεν

 400οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γ' εἴσ' ἐπίορκοι.

ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον, ἄκρον Ἀθηνέων,

καὶ τὰς δρῦς τὰς μεγάλας, τί μαθών; οὐ γὰρ δὴ δρῦς γ' ἐπιορκεῖ.

Στ. οὐκ οἶδ'· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθ' ὁ κεραυνός;

Σω. ὅταν εἰς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλεισθῇ,

 405ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ' ὑπ' ἀνάγκης

ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,

ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.

Στ. νὴ Δί' ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν.

ὀπτῶν γαστέρα τοῖς συγγένεσιν κᾆτ' οὐκ ἔσχων ἀμελήσας,

 410ἡ δ' ἄρ' ἐφυσᾶτ', εἶτ' ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ

τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.

 

Χο. ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρ' ἡμῶν,

ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει

εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν

 415ἐν τῇ ψυχῇ καὶ μὴ κάμνεις μήθ' ἑστὼς μήτε βαδίζων

μήτε ῥιγῶν ἄχθει λίαν μήτ' ἀριστᾶν ἐπιθυμεῖς

οἴνου τ' ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων

καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,

νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.

 

 420Στ. ἀλλ' εἵνεκα γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης

καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,

ἀμέλει, θαρρῶν εἵνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ' ἄν.

Σω. ἄλλο τι δῆτ' οὐ νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,

τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν Γλῶτταν, τρία ταυτί;

 425Στ. οὐδ' ἂν διαλεχθείην γ' ἀτεχνῶς τοῖς ἄλλοις οὐδ' ἂν ἀπαντῶν,

οὐδ' ἂν θύσαιμ' οὐδ' ἂν σπείσαιμ' οὐδ' ἐπιθείην λιβανωτόν.

Χο. λέγε νυν ἡμῖν ὅτι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις

ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.

Στ. ὦ δέσποιναι, δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,

 430τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.

Χο. ἀλλ' ἔσται σοι τοῦτο παρ' ἡμῶν, ὥστε τὸ λοιπόν γ' ἀπὸ τουδὶ

ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.

Στ. μή μοι γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ,

ἀλλ' ὅσ' ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.

 435Χο. τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.

ἀλλὰ σεαυτὸν παράδος θαρρῶν τοῖς ἡμετέροις προπόλοισιν.

Στ. δράσω ταῦθ' ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει

διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ' ἐπέτριψεν.

νῦν οὖν [χρήσθων] ἀτεχνῶς ὅτι βούλονται

 440τουτὶ τό γ' ἐμὸν σῶμ' αὐτοῖσιν

παρέχω τύπτειν, πεινῆν, διψῆν,

αὐχμεῖν, ῥιγῶν, ἀσκὸν δείρειν,

εἴπερ τὰ χρέα διαφευξοῦμαι

τοῖς τ' ἀνθρώποις εἶναι δόξω

 445θρασύς, εὔγλωττος, τολμηρός, ἴτης,

βδελυρός, ψευδῶν συγκολλητής,

εὑρησιεπής, περίτριμμα δικῶν,

κύρβις, κρόταλον, κίναδος, τρύμη,

μάσθλης, εἴρων, γλοιός, ἀλαζών,

 450κέντρων, μιαρός, στρόφις, ἀργαλέος,

ματιολοιχός.

ταῦτ' εἴ με καλοῦσ' ἁπαντῶντες,

δρώντων ἀτεχνῶς ὅτι χρῄζουσιν·

κεἰ βούλονται,

 455νὴ τὴν Δήμητρ' ἔκ μου χορδὴν

τοῖς φροντισταῖς παραθέντων.

Χο. λῆμα μὲν πάρεστι τῷδέ γ'

οὐκ ἄτολμον ἀλλ' ἕτοιμον.

ἴσθι δ' ὡς

ταῦτα μαθὼν παρ' ἐμοῦ κλέος οὐρανόμηκες

ἐν βροτοῖσιν ἕξεις.

Στ. τί πείσομαι;

Χο.    τὸν πάντα χρόνον μετ' ἐμοῦ

ζηλωτότατον βίον ἀν-

 465θρώπων διάξεις.

Στ. ἆρά γε τοῦτ' ἄρ' ἐγώ ποτ'

ὄψομαι;

Χο. ὥστε γέ σου

πολλοὺς ἐπὶ ταῖσι θύραις

ἀεὶ καθῆσθαι,

 470βουλομένους ἀνακοινοῦ-

σθαι τε καὶ εἰς λόγον ἐλθεῖν

πράγματα κἀντιγραφὰς

πολλῶν ταλάντων,

ἄξια σῇ φρενὶ συμ-

 475βουλευσομένους μετὰ σοῦ.

 

ἀλλ' ἐγχείρει τὸν πρεσβύτην ὅτιπερ μέλλεις προδιδάσκειν

καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.

 

Σω. ἄγε δή, κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,

ἵν' αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς

 480ἤδη 'πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.

Στ. τί δέ; τειχομαχεῖν μοι διανοεῖ, πρὸς τῶν θεῶν;

Σω. οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι,

εἰ μνημονικὸς εἶ.

Στ.        δύο τρόπω, νὴ τὸν Δία.

ἢν μέν γ' ὀφείληταί τι μοι, μνήμων πάνυ,

 485ἐὰν δ' ὀφείλω σχέτλιος, ἐπιλήσμων πάνυ.

Σω. ἔνεστι δῆτά σοι λέγειν ἐν τῇ φύσει;

Στ. λέγειν μὲν οὐκ ἔνεστ', ἀποστερεῖν δ' ἔνι.

Σω. πῶς οὖν δυνήσει μανθάνειν;

Στ.               ἀμέλει, καλῶς.

Σω. ἄγε νυν ὅπως, ὅταν τι προβάλωμαι σοφὸν

 490περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.

Στ. τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;

Σω. ἅνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.

δέδοικά σ', ὦ πρεσβῦτα, μὴ πληγῶν δέει.

φέρ' ἴδω, τί δρᾷς ἤν τις σε τύπτῃ;

Στ.                     τύπτομαι,

 495κἄπειτ' ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι·

εἶτ' αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.

Σω. ἴθι νυν κατάθου θοἰμάτιον.

Στ.               ἠδίκηκά τι;

Σω. οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.

Στ. ἀλλ' οὐχὶ φωράσων ἔγωγ' εἰσέρχομαι.

 500Σω. κατάθου. τί ληρεῖς;

Στ.         εἰπὲ δή νυν μοι τοδί·

ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,

τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;

Σω. οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.

Στ. οἴμοι κακοδαίμων, ἡμιθνὴς γενήσομαι.

 505Σω. οὐ μὴ λαλήσεις, ἀλλ' ἀκολουθήσεις ἐμοὶ

ἁνύσας τι δευρὶ θᾶττον.

Στ.            εἰς τὼ χεῖρέ νυν

δός μοι μελιτοῦτταν πρότερον, ὡς δέδοικ' ἐγὼ

εἴσω καταβαίνων ὥσπερ εἰς Τροφωνίου.

Σω. χώρει. τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;

 

 510Χο. ἀλλ' ἴθι χαίρων

τῆς ἀνδρείας εἵνεκα ταύτης.

 

εὐτυχία γένοιτο τἀν-

θρώπῳ ὅτι προήκων

εἰς βαθὺ τῆς ἡλικίας

 515νεωτέροις τὴν φύσιν αὑ-

τοῦ πράγμασιν χρωτίζεται

καὶ σοφίαν ἐπασκεῖ.

 

ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως

τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.

 520οὕτω νικήσαιμί τ' ἐγὼ καὶ νομιζοίμην σοφὸς

ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς

καὶ ταύτην σοφώτατ' ἔχειν τῶν ἐμῶν κωμῳδιῶν

πρώτους ἠξίωσ' ἀναγεῦσ' ὑμᾶς, ἣ παρέσχε μοι

ἔργον πλεῖστον· εἶτ' ἀνεχώρουν ὑπ' ἀνδρῶν φορτικῶν

 525ἡττηθεὶς οὐκ ἄξιος ὤν. ταῦτ' οὖν ὑμῖν μέμφομαι

τοῖς σοφοῖς, ὧν οὕνεκ' ἐγὼ ταῦτ' ἐπραγματευόμην.

ἀλλ' οὐδ' ὣς ὑμῶν ποθ' ἑκὼν προδώσω τοὺς δεξιούς.

ἐξ ὅτου γὰρ ἐνθάδ' ὑπ' ἀνδρῶν, οὓς ἡδὺ καὶ λέγειν,

ὁ σώφρων τε χὠ καταπύγων ἄριστ' ἠκουσάτην,

 530κἀγώ, παρθένος γὰρ ἔτ' ἦν κοὐκ ἐξῆν πώ μοι τεκεῖν,

ἐξέθηκα, παῖς δ' ἑτέρα τις λαβοῦσ' ἀνείλετο,

ὑμεῖς δ' ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε,

ἐκ τούτου μοι πιστὰ παρ' ὑμῶν γνώμης ἔσθ' ὅρκια.

νῦν οὖν Ἠλέκτραν κατ' ἐκείνην ἥδ' ἡ κωμῳδία

 535ζητοῦσ' ἦλθ', ἤν που 'πιτύχῃ θεαταῖς οὕτω σοφοῖς.

γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.

ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ', ἥτις πρῶτα μὲν

οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον

ἐρυθρὸν ἐξ ἄκρου, παχύ, τοῖς παιδίοις ἵν' ᾖ γέλως·

 540οὐδ' ἔσκωψεν τοὺς φαλακρούς, οὐδὲ κόρδαχ' εἵλκυσεν·

οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ

τύπτει τὸν παρόντ', ἀφανίζων πονηρὰ σκώμματα·

οὐδ' εἰσῇξε δᾷδας ἔχουσ' οὐδ' "ἰοὺ ἰού" βοᾷ·

ἀλλ' αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσ' ἐλήλυθεν.

 545κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποητὴς οὐ κομῶ,

οὐδ' ὑμᾶς ζητῶ 'ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ' εἰσάγων,

ἀλλ' αἰεὶ καινὰς ἰδέας εἰσφέρων σοφίζομαι

οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·

ὃς μέγιστον ὄντα Κλέων' ἔπαισ' εἰς τὴν γαστέρα

 550κοὐκ ἐτόλμησ' αὖθις ἐπεμπηδῆσ' αὐτῷ κειμένῳ.

οὗτοι δ', ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,

τοῦτον δείλαιον κολετρῶσ' ἀεὶ καὶ τὴν μητέρα.

Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν

ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,

 555προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ', ἣν

Φρύνιχος πάλαι πεπόηχ', ἣν τὸ κῆτος ἤσθιεν.

εἶθ' Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,

ἅλλοι τ' ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,

τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.

 560ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω.

ἢν δ' ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ' εὑρήμασιν,

εἰς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.

 

ὑψιμέδοντα μὲν θεῶν                          στρ.

Ζῆνα τύραννον εἰς χορὸν

 565πρῶτα μέγαν κικλήσκω·

τόν τε μεγασθενῆ τριαίνης ταμίαν,

γῆς τε καὶ ἁλμυρᾶς θαλάσ-

σης ἄγριον μοχλευτήν·

καὶ μεγαλώνυμον ἡμέτερον πατέρ'

 570Αἰθέρα σεμνότατον, βιοθρέμμονα πάντων·

τόν θ' ἱππονώμαν, ὃς ὑπερ-

λάμπροις ἀκτῖσιν κατέχει

γῆς πέδον, μέγας ἐν θεοῖς

ἐν θνητοῖσί τε δαίμων.

 

 575ὦ σοφώτατοι θεαταί, δεῦρο τὸν νοῦν προσέχετε·

ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ' ἐναντίον.

πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν

δαιμόνων ἡμῖν μόναις οὐ θύετ' οὐδὲ σπένδετε,

αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος

 580μηδενὶ ξὺν νῷ, τότ' ἢ βροντῶμεν ἢ ψακάζομεν.

εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα

ἡνίχ' ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς ξυνήγομεν

κἀποοῦμεν δεινά, βροντὴ δ' ἐρράγη δι' ἀστραπῆς.

ἡ σελήνη δ' ἐξέλειπεν τὰς ὁδούς, ὁ δ' ἥλιος

 585τὴν θρυαλλίδ' εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας

οὐ φανεῖν ἔφασκεν ὑμῖν εἰ στρατηγήσοι Κλέων.

ἀλλ' ὅμως εἵλεσθε τοῦτον· φασὶ γὰρ δυσβουλίαν

τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεούς,

ἅττ' ἂν ὑμεῖς ἐξαμάρτητ', ἐπὶ τὸ βέλτιον τρέπειν.

 590ὡς δὲ καὶ τοῦτο ξυνοίσει, ῥᾳδίως διδάξομεν.

ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς

εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,

αὖθις εἰς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,

ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει ξυνοίσεται.

 

 595ἀμφί μοι αὖτε Φοῖβ' ἄναξ                    ἀντ.

Δήλιε, Κυνθίαν ἔχων

ὑψικέρατα πέτραν·

ἥ τ' Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις

οἶκον, ἐν ᾧ κόραι σε Λυ-

 600δῶν μεγάλως σέβουσιν·

ἥ τ' ἐπιχώριος ἡμετέρα θεὸς

αἰγίδος ἡνίοχος, πολιοῦχος Ἀθάνα·

Παρνασσίαν θ' ὃς κατέχων

πέτραν σὺν πεύκαις σελαγεῖ

 605Βάκχαις Δελφίσιν ἐμπρέπων

κωμαστὴς Διόνυσος.

 

ἡνίχ' ἡμεῖς δεῦρ' ἀφορμᾶσθαι παρεσκευάσμεθα,

ἡ Σελήνη ξυντυχοῦσ' ἡμῖν ἐπέστειλεν φράσαι

πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·

 610εἶτα θυμαίνειν ἔφασκε. δεινὰ γὰρ πεπονθέναι

ὠφελοῦσ' ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ' ἐμφανῶς·

πρῶτα μὲν τοῦ μηνὸς εἰς δᾷδ' οὐκ ἔλαττον ἢ δραχμήν,

ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας

"μὴ πρίῃ, παῖ, δᾷδ', ἐπειδὴ φῶς Σεληναίης καλόν."

 615ἄλλα τ' εὖ δρᾶν φησίν, ὑμᾶς δ' οὐκ ἄγειν τὰς ἡμέρας

οὐδὲν ὀρθῶς, ἀλλ' ἄνω τε καὶ κάτω κυδοιδοπᾶν,

ὥστ' ἀπειλεῖν φησὶν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε,

ἡνίκ' ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε

τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.

 620κᾆθ' ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε,

πολλάκις δ' ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,

ἡνίκ' ἂν πενθῶμεν ἢ τὸν Μέμνον' ἢ Σαρπηδόνα,

σπένδεθ' ὑμεῖς καὶ γελᾶτ'· ἀνθ' ὧν λαχὼν Ὑπέρβολος

τῆτες ἱερομνημονεῖν κἄπειθ' ὑφ' ἡμῶν τῶν θεῶν

 625τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται

κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.

 

Σω. μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα,

οὐκ εἶδον οὕτως ἄνδρ' ἄγροικον οὐδαμοῦ

οὐδ' ἄπορον οὐδὲ σκαιὸν οὐδ' ἐπιλήσμονα,

 630ὅστις σκαλαθυρμάτι' ἄττα μικρὰ μανθάνων

ταῦτ' ἐπιλέλησται πρὶν μαθεῖν. ὅμως γε μὴν

αὐτὸν καλῶ θύραζε δεῦρο πρὸς τὸ φῶς.

ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;

Στ. ἀλλ' οὐκ ἐῶσί μ' ἐξενεγκεῖν οἱ κόρεις.

 635Σω. ἁνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.

Στ.                         ἰδού.

Σω. ἄγε δή, τί βούλει πρῶτα νυνὶ μανθάνειν

ὧν οὐκ ἐδιδάχθης πώποτ' οὐδέν; εἰπέ μοι.

πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;

Στ. περὶ τῶν μέτρων ἔγωγ'· ἔναγχος γάρ ποτε

 640ὑπ' ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.

Σω. οὐ τοῦτ' ἐρωτῶ σ', ἀλλ' ὅτι κάλλιστον μέτρον

ἡγεῖ, πότερον τὸ τρίμετρον ἢ τὸ τετράμετρον;

Στ. ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιέκτεω.

Σω. οὐδὲν λέγεις, ὤνθρωπε.

Στ.            περίδου νυν ἐμοὶ

 645εἰ μὴ τετράμετρόν ἐστιν ἡμιέκτεων.

Σω. εἰς κόρακας. ὡς ἄγροικος εἶ καὶ δυσμαθής.

ταχύ γ' ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.

Στ. τί δέ μ' ὠφελήσουσ' οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;

Σω. πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,

 650ἐπαΐονθ' ὁποῖός ἐστι τῶν ῥυθμῶν

κατ' ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.

Στ. κατὰ δάκτυλον; νὴ τὸν Δί', ἀλλ' οἶδ'.

Σω.                        εἰπὲ δή.

Στ. [τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;]

πρὸ τοῦ μέν, ἔτ' ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.

 655Σω. ἀγρεῖος εἶ καὶ σκαιός.

Στ.            οὐ γὰρ ᾠζυρὲ

τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.

Σω.                   τί δαί;

Στ. ἐκεῖν' ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.

Σω. ἀλλ' ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,

τῶν τετραπόδων ἅττ' ἐστιν ὀρθῶς ἄρρενα.

 660Στ. ἀλλ' οἶδ' ἔγωγε τἄρρεν', εἰ μὴ μαίνομαι·

κριός, τράγος, ταῦρος, κύων, ἀλεκτρυών.

Σω. ὁρᾷς ἃ πάσχεις; τήν τε θήλειαν καλεῖς

ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.

Στ. πῶς δή, φέρε;

Σω.    πῶς; ἀλεκτρυὼν κἀλεκτρυών.

 665Στ. νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;

Σω. ἀλεκτρύαιναν, τὸν δ' ἕτερον ἀλέκτορα.

Στ. ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·

ὥστ' ἀντὶ τούτου τοῦ διδάγματος μόνου

διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.

 670Σω. ἰδοὺ μάλ' αὖθις, τοῦθ' ἕτερον. τὴν κάρδοπον

ἄρρενα καλεῖς θήλειαν οὖσαν.

Στ.                τῷ τρόπῳ;

ἄρρενα καλῶ 'γὼ κάρδοπον;

Σω.              μάλιστά γε,

ὥσπερ γε καὶ Κλεώνυμον.

Στ.             πῶς δή; φράσον.

Σω. ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.

 675Στ. ἀλλ' ὦ 'γάθ', οὐδ' ἦν κάρδοπος Κλεωνύμῳ,

ἀλλ' ἐν θυείᾳ στρογγύλῃ γ' ἀνεμάττετο.

ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;

Σω.                    ὅπως;

τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.

Στ. τὴν καρδόπην θήλειαν;

Σω.           ὀρθῶς γὰρ λέγεις.

 680Στ. ἐκεῖνο †δ' ἦν ἄν · καρδόπη, Κλεωνύμη.

Σω. ἔτι δέ γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,

ἅττ' ἄρρεν' ἐστίν, ἅττα δ' αὐτῶν θήλεα.

Στ. ἀλλ' οἶδ' ἔγωγ' ἃ θήλε' ἐστίν.

Σω.                  εἰπὲ δή.

Στ. Λύσιλλα, Φίλιννα, Κλειταγόρα, Δημητρία.

 685Σω. ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;

Στ.                μυρία.

Φιλόξενος, Μελησίας, Ἀμεινίας.

Σω. ἀλλ' ὦ πόνηρε, ταῦτά γ' ἔστ' οὐκ ἄρρενα.

Στ. οὐκ ἄρρεν' ὑμῖν ἐστίν;

Σω.            οὐδαμῶς γ', ἐπεὶ

πῶς γ' ἂν καλέσειας ἐντυχὼν Ἀμεινίᾳ;

 690Στ. ὅπως ἄν; ὡδί· δεῦρο δεῦρ', Ἀμεινία.

Σω. ὁρᾷς; γυναῖκα τὴν Ἀμεινίαν καλεῖς.

Στ. οὔκουν δικαίως, ἥτις οὐ στρατεύεται;

ἀτὰρ τί ταῦθ' ἃ πάντες ἴσμεν μανθάνω;

Σω. οὐδὲν μὰ Δί', ἀλλὰ κατακλινεὶς δευρί ‑

Στ.                         τί δρῶ;

 695Σω. ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.

Στ. μὴ δῆθ', ἱκετεύω, 'νταῦθά γ', ἀλλ' εἴπερ γε χρή,

χαμαί μ' ἔασον αὐτὰ ταῦτ' ἐκφροντίσαι.

Σω. οὐκ ἔστι παρὰ ταῦτ' ἄλλα.

Στ.              κακοδαίμων ἐγώ.

οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.

 700Χο. φρόντιζε δὴ καὶ διάθρει                    στρ.

πάντα τρόπον τε σαυτὸν

στρόβει πυκνώσας. ταχὺς δ', ὅταν εἰς ἄπορον

πέσῃς, ἐπ' ἄλλο πήδα

 705νόημα φρενός· ὕπνος δ' ἀπέ-

στω γλυκύθυμος ὀμμάτων.

 

Στ. ἀτταταῖ ἀτταταῖ.

Χο. τί πάσχεις; τί κάμνεις;

Στ. ἀπόλλυμαι δείλαιος. ἐκ τοῦ σκίμποδος

 710δάκνουσί μ' ἐξέρποντες οἱ Κορίνθιοι,

καὶ τὰς πλευρὰς δαρδάπτουσιν

καὶ τὴν ψυχὴν ἐκπίνουσιν

καὶ τοὺς ὄρχεις ἐξέλκουσιν

καὶ τὸν πρωκτὸν διορύττουσιν,

 715καί μ' ἀπολοῦσιν.

Χο. μή νυν βαρέως ἄλγει λίαν.

Στ. καὶ πῶς; ὅτε μου

φροῦδα τὰ χρήματα, φρούδη χροιά,

φρούδη ψυχή, φρούδη δ' ἐμβάς,

 720καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς

φρουρᾶς ᾄδων

ὀλίγου φροῦδος γεγένημαι.

Σω. οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;

Στ.                    ἐγώ;

νὴ τὸν Ποσειδῶ.

Σω.       καὶ τί δῆτ' ἐφρόντισας;

 725Στ. ὑπὸ τῶν κόρεων εἴ μου τι περιλειφθήσεται.

Σω. ἀπολεῖ κάκιστ'.

Στ.      ἀλλ' ὦ 'γάθ' ἀπόλωλ' ἀρτίως.

Χο. οὐ μαλθακιστέ' ἀλλὰ περικαλυπτέα.

ἐξευρετέος γὰρ νοῦς ἀποστερητικός

κἀπαιόλημ'.

Στ.   οἴμοι τίς ἂν δῆτ' ἐπιβάλοι

 730ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;

Σω. φέρε νυν ἀθρήσω πρῶτον, ὅτι δρᾷ, τουτονί.

οὗτος, καθεύδεις;

Στ.        μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

Σω. ἔχεις τι;

Στ. μὰ Δί' οὐ δῆτ' ἔγωγ'.

Σω.                   οὐδὲν πάνυ;

Στ. οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.

 735Σω. οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;

Στ. περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον, ὦ Σώκρατες.

Σω. αὐτὸς ὅτι βούλει πρῶτος ἐξευρὼν λέγε.

Στ. ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,

περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.

 740Σω. ἴθι νυν καλύπτου, καὶ σχάσας τὴν φροντίδα

λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα

ὀρθῶς διαιρῶν καὶ σκοπῶν.

Στ.              οἴμοι τάλας.

Σω. ἔχ' ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,

ἀφεὶς ἄπελθε, κᾆτα τῇ γνώμῃ πάλιν

 745κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.

Στ. ὦ Σωκρατίδιον φίλτατον.

Σω.             τί, ὦ γέρον;

Στ. ἔχω τόκου γνώμην ἀποστερητικήν.

Σω. ἐπίδειξον αὐτήν.

Στ.       εἰπὲ δή νυν μοι ‑

Σω.                    τὸ τί;

Στ. γυναῖκα φαρμακίδ' εἰ πριάμενος Θετταλὴν

 750καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ

αὐτὴν καθείρξαιμ' εἰς λοφεῖον στρογγύλον

ὥσπερ κάτροπτον, κᾆτα τηροίην ἔχων.

Σω. τί δῆτα τοῦτ' ἂν ὠφελήσειέν σ';

Στ.                   ὅτι

εἰ μηκέτ' ἀνατέλλοι σελήνη μηδαμοῦ,

 755οὐκ ἂν ἀποδοίην τοὺς τόκους.

Σω.                ὁτιὴ τί δή;

Στ. ὁτιὴ κατὰ μῆνα τἀργύριον δανείζεται.

Σω. εὖ γ'. ἀλλ' ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.

εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,

ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.

 760Στ. ὅπως; ὅπως; οὐκ οἶδ'. ἀτὰρ ζητητέον.

Σω. μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,

ἀλλ' ἀποχάλα τὴν φροντίδ' εἰς τὸν ἀέρα

λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.

Στ. ηὕρηκ' ἀφάνισιν τῆς δίκης σοφωτάτην,

 765ὥστ' αὐτὸν ὁμολογεῖν σέ μοι.

Σω.                ποίαν τινά;

Στ. ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον

ταύτην ἑόρακας, τὴν καλήν, τὴν διαφανῆ,

ἀφ' ἧς τὸ πῦρ ἅπτουσι;

Σω.            τὴν ὕαλον λέγεις;

Στ. ἔγωγε. [Σω.] φέρε, τί δῆτ' ἄν, [Στ.] εἰ ταύτην λαβών,

 770ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,

ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον

τὰ γράμματ' ἐκτήξαιμι τῆς ἐμῆς δίκης;

Σω. σοφῶς γε νὴ τὰς Χάριτας.

Στ.              οἴμ', ὡς ἥδομαι

ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.

 775Σω. ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.

Στ.                   τὸ τί;

Σω. ὅπως ἀποστρέψαις ἂν ἀντιδικῶν δίκην,

μέλλων ὀφλήσειν, μὴ παρόντων μαρτύρων.

Στ. φαυλότατα καὶ ῥᾷστ'.

Σω.          εἰπὲ δή.

Στ.                καὶ δὴ λέγω.

εἰ πρόσθεν ἔτι μιᾶς· ἐνεστώσης δίκης

 780πρὶν τὴν ἐμὴν καλεῖσθ' ἀπαγξαίμην τρέχων.

Σω. οὐδὲν λέγεις.

Στ.    νὴ τοὺς θεοὺς ἔγωγ', ἐπεὶ

οὐδεὶς κατ' ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.

Σω. ὑθλεῖς. ἄπερρ'. οὐκ ἂν διδαξαίμην σ' ἔτι.

Στ. ὁτιὴ τί; ναί, πρὸς τῶν θεῶν, ὦ Σώκρατες.

 785Σω. ἀλλ' εὐθὺς ἐπιλήθει σύ γ' ἅττ' ἂν καὶ μάθῃς.

ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.

Στ. φέρ' ἴδω, τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;

τίς ἦν ἐν ᾗ ματτόμεθα μέντοι τἄλφιτα;

οἴμοι, τίς ἦν;

Σω.     οὐκ εἰς κόρακας ἀποφθερεῖ,

 790ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;

Στ. οἴμοι. τί οὖν δῆθ' ὁ κακοδαίμων πείσομαι;

ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.

ἀλλ' ὦ Νεφέλαι, χρηστόν τι συμβουλεύσατε.

Χο. ἡμεῖς μέν, ὦ πρεσβῦτα, συμβουλεύομεν,

 795εἴ σοι τις υἱός ἐστιν ἐκτεθραμμένος,

πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.

Στ. ἀλλ' ἔστ' ἔμοιγ' υἱὸς καλός τε κἀγαθός·

ἀλλ' οὐκ ἐθέλει γὰρ μανθάνειν, τί ἐγὼ πάθω;

Χο. σὺ δ' ἐπιτρέπεις;

Στ.        εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,

 800κἄστ' ἐκ γυναικῶν εὐπτέρων καὶ Κοισύρας.

ἀτὰρ μέτειμί γ' αὐτόν· ἢν δὲ μὴ θέλῃ,

οὐκ ἔσθ' ὅπως οὐκ ἐξελῶ 'κ τῆς οἰκίας.

ἀλλ' ἐπανάμεινόν μ' ὀλίγον εἰσελθὼν χρόνον.

 

Χο. ἆρ' αἰσθάνει πλεῖστα δι' ἡ-                      ἀντ.

 805μᾶς ἀγάθ' αὐτίχ' ἕξων

μόνας θεῶν; ὡς ἕτοιμος ὅδ' ἐστὶν ἅπαν-

τα δρᾶν ὅσ' ἂν κελεύῃς.

σὺ δ' ἀνδρὸς ἐκπεπληγμένου

καὶ φανερῶς ἐπηρμένου

γνοὺς ἀπολάψεις ὅτι πλεῖστον δύνασαι

ταχέως· φιλεῖ γάρ πως τὰ τοι-

αῦθ' ἑτέρᾳ τρέπεσθαι.

 

Στ. οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ' ἐνταυθοῖ μενεῖς,

 815ἀλλ' ἔσθι' ἐλθὼν τοὺς Μεγακλέους κίονας.

Φε. ὦ δαιμόνιε, τί χρῆμα πάσχεις, ὦ πάτερ;

οὐκ εὖ φρονεῖς, μὰ τὸν Δία τὸν Ὀλύμπιον.

Στ. ἰδού γ' ἰδοὺ Δί' Ὀλύμπιον. τῆς μωρίας·

τὸν Δία νομίζειν ὄντα τηλικουτονί.

 820Φε. τί δὲ τοῦτ' ἐγέλασας ἐτεόν;

Στ.                ἐνθυμούμενος

ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.

ὅμως γε μὴν πρόσελθ', ἵν' εἰδῇς πλείονα,

καί σοι φράσω τι πρᾶγμ' ὃ [σὺ] μαθὼν ἀνὴρ ἔσει.

ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.

 825Φε. ἰδού. τί ἐστιν;

Στ.      ὤμοσας νυνὶ Δία.

Φε. ἔγωγ'.

Στ. ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;

οὐκ ἔστιν, ὦ Φειδιππίδη, Ζεύς.

Φε.                   ἀλλὰ τίς;

Στ. Δῖνος βασιλεύει τὸν Δί' ἐξεληλακώς.

Φε. αἰβοῖ· τί ληρεῖς;

Στ.        ἴσθι τοῦθ' οὕτως ἔχον.

 830Φε. τίς φησι ταῦτα;

Στ.      Σωκράτης ὁ Μήλιος

καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.

Φε. σὺ δ' εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας

ὥστ' ἀνδράσιν πείθει χολῶσιν;

Στ.                 εὐστόμει

καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς

 835καὶ νοῦν ἔχοντας, ὧν ὑπὸ τῆς φειδωλίας

ἀπεκείρατ' οὐδεὶς πώποτ' οὐδ' ἠλείψατο

οὐδ' εἰς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ

ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.

ἀλλ' ὡς τάχιστ' ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.

 840Φε. τί δ' ἂν παρ' ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;

Στ. ἄληθες; ὅσαπέρ ἐστιν ἀνθρώποις σοφά.

γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.

ἀλλ' ἐπανάμεινόν μ' ὀλίγον ἐνταυθοῖ χρόνον.

Φε. οἴμοι· τί δράσω παραφρονοῦντος τοῦ πατρός;

 845πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,

ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;

Στ. φέρ' ἴδω, σὺ τοῦτον τίνα νομίζεις; εἰπέ μοι.

Φε. ἀλεκτρυόνα.

Στ.   καλῶς γε. ταυτηνὶ δὲ τί;

Φε. ἀλεκτρυόν'.

Στ.   ἄμφω ταὐτό; καταγέλαστος εἶ.

 850μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν

ἀλεκτρύαιναν, τουτονὶ δ' ἀλέκτορα.

Φε. ἀλεκτρύαιναν; ταῦτ' ἔμαθες τὰ δεξιὰ

εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;

Στ. χἄτερά γε πόλλ'· ἀλλ' ὅτι μάθοιμ' ἑκάστοτε

 855ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.

Φε. διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;

Στ. ἀλλ' οὐκ ἀπολώλεκ', ἀλλὰ καταπεφρόντικα.

Φε. τὰς δ' ἐμβάδας ποῖ τέτροφας, ὦ 'νόητε σύ;

Στ. ὥσπερ Περικλέης, εἰς τὸ δέον ἀπώλεσα.

 860ἀλλ' ἴθι, βάδιζ', ἴωμεν. εἶτα τῷ πατρὶ

πιθόμενος ἐξάμαρτε. κἀγώ τοι ποτὲ

οἶδ' ἑξέτει σοι τραυλίσαντι πιθόμενος.

ὃν πρῶτον ὀβολὸν ἔλαβον ἠλιαστικόν,

τούτου 'πριάμην σοι Διασίοις ἁμαξίδα.

 865Φε. ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ' ἀχθέσει.

Στ. εὖ γ' ὅτι ἐπείσθης.

        δεῦρο δεῦρ' ὦ Σώκρατες,

ἔξελθ'· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ

ἄκοντ' ἀναπείσας.

Σω.        νηπύτιος γάρ ἐστ' ἔτι

καὶ τῶν κρεμαστῶν οὐ τρίβων τῶν ἐνθάδε.

 870Φε. αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.

Στ. οὐκ εἰς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;

Σω. ἰδοὺ κρέμαι'· ὡς ἠλίθιον ἐφθέγξατο

καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.

πῶς ἂν μάθοι ποθ' οὗτος ἀπόφευξιν δίκης

 875ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;

καίτοι ταλάντου τοῦτ' ἔμαθεν Ὑπέρβολος.

Στ. ἀμέλει δίδασκε. θυμόσοφός ἐστιν φύσει.

εὐθύς γε τοι παιδάριον ὂν τυννουτονὶ

ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ' ἔγλυφεν

 880ἁμαξίδας τε †σκυτίνας ἠργάζετο

κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς;

ὅπως δ' ἐκείνω τὼ λόγω μαθήσεται,

τὸν κρείττον', ὅστις ἐστί, καὶ τὸν ἥττονα,

ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·

 885ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.

Σω. αὐτὸς μαθήσεται παρ' αὐτοῖν τοῖν λόγοιν·

ἐγὼ δ' ἀπέσομαι.

Στ.       τοῦτό νυν μέμνησ', ὅπως

πρὸς πάντα τὰ δίκαι' ἀντιλέγειν δυνήσεται.

Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ

χώρει δευρί· δεῖξον σαυτὸν

 890τοῖσι θεαταῖς καίπερ θρασὺς ὤν.

Ο ΗΤΤΩΝ ΛΟΓΟΣ

ἴθ' ὅποι χρῄζεις· πολὺ γὰρ μᾶλλόν σ'

ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.

Κρ. ἀπολεῖς σύ; τίς ὤν;

Ητ.         λόγος.

Κρ.              ἥττων γ' ὤν.

Ητ. ἀλλά σε νικῶ

τὸν ἐμοῦ κρείττω φάσκοντ' εἶναι.

 895Κρ. τί σοφὸν ποιῶν;

Ητ. γνώμας καινὰς ἐξευρίσκων.

Κρ. ταῦτα γὰρ ἀνθεῖ

διὰ τουτουσὶ τοὺς ἀνοήτους.

Ητ. οὔκ, ἀλλὰ σοφούς.

Κρ.        ἀπολῶ σε κακῶς.

 900Ητ. εἰπέ, τί ποιῶν;

Κρ.      τὰ δίκαια λέγων.

Ητ. ἀλλ' ἀνατρέψω ταῦτ' ἀντιλέγων·

οὐδὲ γὰρ εἶναι πάνυ φημὶ Δίκην.

Κρ. οὐκ εἶναι φῄς;

Ητ.     φέρε γάρ, ποῦ 'στίν;

Κρ. παρὰ τοῖσι θεοῖς.

Ητ. πῶς δῆτα Δίκης οὔσης ὁ Ζεὺς

 905οὐκ ἀπόλωλεν τὸν πατέρ' αὑτοῦ

δήσας;

Κρ. αἰβοῖ, τουτὶ καὶ δὴ.

χωρεῖ τὸ κακόν. δότε μοι λεκάνην.

Ητ. τυφογέρων εἶ κἀνάρμοστος.

Κρ. καταπύγων εἶ κἀναίσχυντος.

 910Ητ. ῥόδα μ' εἴρηκας.

Κρ.       καὶ βωμολόχος.

Ητ. κρίνεσι στεφανοῖς.

Κρ.        καὶ πατραλοίας.

Ητ. χρυσῷ πάττων μ' οὐ γιγνώσκεις.

Κρ. οὐ δῆτα πρὸ τοῦ γ', ἀλλὰ μολύβδῳ.

Ητ. νῦν δέ γε κόσμος τοῦτ' ἐστὶν ἐμοί.

 915Κρ. θρασὺς εἶ πολλοῦ.

Ητ.        σὺ δέ γ' ἀρχαῖος.

Κρ. διὰ σὲ δὲ φοιτᾶν

οὐδεὶς ἐθέλει τῶν μειρακίων.

καὶ γνωσθήσει ποτ' Ἀθηναίοις

οἷα διδάσκεις τοὺς ἀνοήτους.

 920Ητ. αὐχμεῖς αἰσχρῶς.

Κρ.       σὺ δέ γ' εὖ πράττεις.

καίτοι πρότερόν γ' ἐπτώχευες,

Τήλεφος εἶναι Μυσὸς φάσκων

ἐκ πηριδίου

γνώμας τρώγων Πανδελετείους.

 925Ητ. ὤμοι σοφίας ‑

Κρ.    ὤμοι μανίας ‑

Ητ. ἧς ἐμνήσθης.

Κρ.    τῆς σῆς πόλεως θ'

ἥτις σε τρέφει

λυμαινόμενον τοῖς μειρακίοις.

Ητ. οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.

 930Κρ. εἴπερ γ' αὐτὸν σωθῆναι χρὴ

καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.

Ητ. δεῦρ' ἴθι, τοῦτον δ' ἔα μαίνεσθαι.

Κρ. κλαύσει, τὴν χεῖρ' ἢν ἐπιβάλλῃς.

Χο. παύσασθε μάχης καὶ λοιδορίας.

 935ἀλλ' ἐπίδειξαι

σύ τε τοὺς προτέρους ἅττ' ἐδίδασκες,

σύ τε τὴν καινὴν

παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν

ἀντιλεγόντοιν κρίνας φοιτᾷ.

Κρ. δρᾶν ταῦτ' ἐθέλω.

Ητ.        κἄγωγ' ἐθέλω.

 940Χο. φέρε δή, πότερος λέξει πρότερος;

Ητ. τούτῳ δώσω·

κᾆτ' ἐκ τούτων ὧν ἂν λέξῃ

ῥηματίοισιν καινοῖς αὐτὸν

καὶ διανοίαις κατατοξεύσω,

 945τὸ τελευταῖον δ', ἢν ἀναγρύζῃ,

τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ

κεντούμενος ὥσπερ ὑπ' ἀνθρηνῶν

ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.

 

Χο. νῦν δείξετον τὼ πισύνω                   στρ.

 950τοῖς περιδεξίοισιν

λόγοισι καὶ φροντίσι καὶ

γνωμοτύποις μερίμναις

ὁπότερος αὐτοῖν ἀμεί-

νων λέγων φανήσεται.

 955νῦν γὰρ ἅπας ἐνθάδε κίν-

δυνος ἀνεῖται σοφίας,

ἧς πέρι τοῖς ἐμοῖς φίλοις

ἐστὶν ἀγὼν μέγιστος.

 

ἀλλ' ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώ-

σας,

 960ῥῆξον φωνὴν ᾗτινι χαίρεις καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.

 

Κρ. λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,

ὅτ' ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη 'νενόμιστο.

πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδέν' ἀκοῦσαι·

εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως εἰς κιθαριστοῦ

 965τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.

εἶτ' αὖ προμαθεῖν ᾆσμ' ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,

ἢ "Παλλάδα περσέπολιν δεινάν" ἢ "τηλέπορόν τι βόαμα",

ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν.

εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ' ἢ κάμψειέν τινα καμπὴν

 970οἵας οἱ νῦν, τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,

ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.

ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι

τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·

 975εἶτ' αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι καὶ προνοεῖσθαι

εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.

ἠλείψατο δ' ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ' ἄν, ὥστε

τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει.

οὐδ' ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν

 980αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖν ὀφθαλμοῖν ἐβάδιζεν.

οὐδ' ἀνελέσθαι δειπνοῦντ' ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος,

οὐδ' ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,

οὐδ' ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδ' ἴσχειν τὼ πόδ' ἐναλλάξ.

Ητ. ἀρχαῖά γε καὶ Διπολιώδη καὶ τεττίγων ἀνάμεστα

 985καὶ Κηκείδου καὶ Βουφονίων.

Κρ.                 ἀλλ' οὖν ταῦτ' ἐστὶν ἐκεῖνα

ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.

σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι,

ὥστε μ' ἀπάγχεσθ' ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς

τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τις Τριτογενείης.

 990πρὸς ταῦτ', ὦ μειράκιον, θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ.

κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,

καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι κἂν σκώπτῃ τίς σε φλέγεσθαι,

καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν,

καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν

 995αἰσχρὸν ποιεῖν ὅτι τῆς Αἰδοῦς μέλλεις τἄγαλμ' †ἀναπλήσειν ·

μηδ' εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς

μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς,

μηδ' ἀντειπεῖν τῷ πατρὶ μηδὲν μηδ' Ἰαπετὸν καλέσαντα

μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.

1000Ητ. εἰ ταῦτ', ὦ μειράκιον, πείσει τούτῳ, νὴ τὸν Διόνυσον

τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καί σε καλοῦσι βλιτομάμμαν.

Κρ. ἀλλ' οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,

οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ', οἷάπερ οἱ νῦν,

οὐδ' ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου,

1005ἀλλ' εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει

στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,

σμίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης †φυλλοβολούσης ,

ἦρος ἐν ὥρᾳ, χαίρων ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.

ἢν ταῦτα ποῇς ἁγὼ φράζω

1010καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν

ἕξεις αἰεὶ

στῆθος λιπαρόν, χροιὰν λαμπράν,

ὤμους μεγάλους, γλῶτταν βαιάν,

πυγὴν μεγάλην, πόσθην μικράν·

1015ἢν δ' ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,

πρῶτα μὲν ἕξεις

χροιὰν ὠχράν, ὤμους μικρούς,

στῆθος λεπτόν, γλῶτταν μεγάλην,

κωλῆν μικράν, ψήφισμα μακρόν,

1020καί σ' ἀναπείσει τὸ μὲν αἰσχρὸν ἅπαν

καλὸν ἡγεῖσθαι, τὸ καλὸν δ' αἰσχρόν,

καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου

καταπυγοσύνης ἀναπλήσει.

 

Χο. ὦ καλλίπυργον σοφίαν                     ἀντ.

1025κλεινοτάτην ἐπασκῶν,

ὡς ἡδύ σου τοῖσι λόγοις

σῶφρον ἔπεστιν ἄνθος.

εὐδαίμονες ἄρ' ἦσαν οἱ ζῶντες τότε.

πρὸς τάδε σ', ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,

δεῖ σε λέγειν τι καινόν, ὡς

ηὐδοκίμηκεν ἁνήρ.

δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,

1035εἴπερ τὸν ἄνδρ' ὑπερβαλεῖ καὶ μὴ γέλωτ' ὀφλήσεις.

 

Ητ. καὶ μὴν πάλαι 'γὼ 'πνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν

ἅπαντα ταῦτ' ἐναντίαις γνώμαισι συνταράξαι.

ἐγὼ γὰρ ἥττων μὲν λόγος δι' αὐτὸ τοῦτ' ἐκλήθην

ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα

1040τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί' ἀντιλέξαι.

καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ' ἄξιον στατήρων,

αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.

σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν, ὡς ἐλέγξω,

ὅστις σε θερμῷ φησὶ λοῦσθαι πρῶτον οὐκ ἐάσειν.

1045καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;

Κρ. ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποεῖ τὸν ἄνδρα.

Ητ. ἐπίσχες· εὐθὺς γάρ σε μέσον ἔχω λαβὼν ἄφυκτον.

καί μοι φράσον· τῶν τοῦ Διὸς παίδων τίν' ἄνδρ' ἄριστον

ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι;

1050Κρ. ἐγὼ μὲν οὐδέν' Ἡρακλέους βελτίον' ἄνδρα κρίνω.

Ητ. ποῦ ψυχρὰ δῆτα πώποτ' εἶδες Ἡράκλεια λουτρά;

καίτοι τίς ἀνδρειότερος ἦν;

Κρ.                ταῦτ' ἐστί, ταῦτ', ἐκεῖνα

ἃ τῶν νεανίσκων ἀεὶ δι' ἡμέρας λαλούντων

πλῆρες τὸ βαλανεῖον ποιεῖ κενὰς δὲ τὰς παλαίστρας.

1055Ητ. εἶτ' ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις, ἐγὼ δ' ἐπαινῶ.

εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ' ἂν ἐποίει

τὸν Νέστορ' ἀγορητὴν ἄν, οὐδὲ τοὺς σοφοὺς ἅπαντας.

ἄνειμι δῆτ' ἐντεῦθεν εἰς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν

οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.

1060καὶ σωφρονεῖν αὖ φησὶ χρῆναι, δύο κακὼ μεγίστω.

ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ' εἶδες ἤδη

ἀγαθόν τι γενόμενον; φράσον, καί μ' ἐξέλεγξον εἰπών.

Κρ. πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.

Ητ. μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.

1065Ὑπέρβολος δ' οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ

εἴληφε διὰ πονηρίαν, ἀλλ' οὐ μὰ Δί' οὐ μάχαιραν.

Κρ. καὶ τὴν Θέτιν γ' ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.

Ητ. κᾆτ' ἀπολιποῦσά γ' αὐτὸν ᾤχετ'· οὐ γὰρ ἦν ὑβριστὴς

οὐδ' ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν·

1070γυνὴ δὲ σιναμωρουμένη χαίρει. σὺ δ' εἶ Κρόνιππος.

σκέψαι γάρ, ὦ μειράκιον, ἐν τῷ σωφρονεῖν ἅπαντα

ἅνεστιν, ἡδονῶν θ' ὅσων μέλλεις ἀποστερεῖσθαι·

παίδων, γυναικῶν, κοττάβων, ὄψων, πότων, καχασμῶν.

καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;

1075εἶἑν. πάρειμ' ἐντεῦθεν εἰς τὰς τῆς φύσεως ἀνάγκας.

ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ' ἐλήφθης.

ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δ' ὁμιλῶν

χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.

μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ' ἀντερεῖς πρὸς αὐτόν,

1080ὡς οὐδὲν ἠδίκηκας· εἶτ' εἰς τὸν Δί' ἐπανενεγκεῖν,

κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν·

καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;

Κρ. τί δ' ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ;

ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;

1085Ητ. ἢν δ' εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;

Κρ. τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;

Ητ. τί δῆτ' ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;

Κρ. σιγήσομαι. τί δ' ἄλλο;

Ητ.            φέρε δή μοι φράσον,

συνηγοροῦσιν ἐκ τίνων;

1090Κρ. ἐξ εὐρυπρώκτων.

Ητ.      πείθομαι.

τί δαί; τραγῳδοῦσ' ἐκ τίνων;

Κρ. ἐξ εὐρυπρώκτων.

Ητ.      εὖ λέγεις.

δημηγοροῦσι δ' ἐκ τίνων;

Κρ. ἐξ εὐρυπρώκτων.

Ητ.      ἆρα δῆτ'

1095ἔγνωκας ὡς οὐδὲν λέγεις;

καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει.

Κρ. καὶ δὴ σκοπῶ.

Ητ.    τί δῆθ' ὁρᾷς;

Κρ. πολὺ πλείονας, νὴ τοὺς θεούς,

τοὺς εὐρυπρώκτους. τουτονὶ

γοῦν οἶδ' ἐγὼ κἀκεινονὶ

1100καὶ τὸν κομήτην τουτονί.

Ητ. τί δῆτ' ἐρεῖς;

Κρ. ἡττήμεθ'. ὦ κινούμενοι,

πρὸς τῶν θεῶν δέξασθέ μου θοἰμάτιον, ὡς

ἐξαυτομολῶ πρὸς ὑμᾶς.

1105Ητ. τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν

βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;

Στ. δίδασκε καὶ κόλαζε καὶ μέμνησ' ὅπως

εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα

οἷον δικιδίοις, τὴν δ' ἑτέραν αὐτοῦ γνάθον

1110στόμωσον οἵαν εἰς τὰ μείζω πράγματα.

Ητ. ἀμέλει, κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.

Φε. ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.

 

Χο. χωρεῖτέ νυν. οἶμαι δὲ σοὶ

ταῦτα μεταμελήσειν.

1115τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν

ὠφελῶσ' ἐκ τῶν δικαίων, βουλόμεσθ' ἡμεῖς φράσαι.

πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθ' ἐν ὥρᾳ τοὺς ἀγρούς,

ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ' ἄλλοις ὕστερον.

εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,

1120ὥστε μήτ' αὐχμὸν πιέζειν μήτ' ἄγαν ἐπομβρίαν.

ἢν δ' ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,

προσεχέτω τὸν νοῦν πρὸς ἡμῶν οἷα πείσεται κακά,

λαμβάνων οὔτ' οἶνον οὔτ' ἄλλ' οὐδὲν ἐκ τοῦ χωρίου.

ἡνίκ' ἂν γὰρ αἵ τ' ἐλαῖαι βλαστάνωσ' αἵ τ' ἄμπελοι,

1125ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν.

ἢν δὲ πλινθεύοντ' ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους

τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.

κἂν γαμῇ ποτ' αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων,

ὕσομεν τὴν νύκτα πᾶσαν, ὥστ' ἴσως βουλήσεται

1130κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.

 

Στ. πέμπτη, τετράς, τρίτη· μετὰ ταύτην δευτέρα·

εἶθ' ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν

δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,

εὐθὺς μετὰ ταύτην ἔσθ' ἕνη τε καὶ νέα.

1135πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω,

θείς μοι πρυτανεῖ' ἀπολεῖν μέ φησι κἀξολεῖν.

κἀμοῦ μέτριά τε καὶ δίκαι' αἰτουμένου,

"ὦ δαιμόνιε, τὸ μέν τι νυνὶ μὴ λάβῃς,

τὸ δ' ἀναβαλοῦ μοι, τὸ δ' ἄφες", οὔ φασίν ποτε

1140οὕτως ἀπολήψεσθ', ἀλλὰ λοιδοροῦσί με

ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.

νῦν οὖν δικαζέσθων. ὀλίγον γάρ μοι μέλει,

εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.

τάχα δ' εἴσομαι κόψας τὸ φροντιστήριον.

1145παῖ, ἠμί, παῖ, παῖ.

Σω.         Στρεψιάδην ἀσπάζομαι.

Στ. κἄγωγέ σ'. ἀλλὰ τουτονὶ πρῶτον λαβέ.

χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.

καί μοι τὸν υἱόν, εἰ μεμάθηκε τὸν λόγον

ἐκεῖνον, εἴφ', ὃν ἀρτίως εἰσήγαγες.

1150Σω. μεμάθηκεν.

Στ.  εὖ γ', ὦ παμβασίλει' Ἀπαιόλη.

Σω. ὥστ' ἀποφύγοις ἂν ἥντιν' ἂν βούλῃ δίκην.

Στ. κεἰ μάρτυρες παρῆσαν ὅτ' ἐδανειζόμην;

Σω. πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.

Στ. βοάσομαι τἄρα τὰν ὑπέρτονον

1155βοάν. ἰώ, κλάετ' ὦ 'βολοστάται,

αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων.

οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ' ἔτι,

οἷος ἐμοὶ τρέφεται

τοῖσδ' ἐνὶ δώμασι παῖς

1160ἀμφήκει γλώττῃ λάμπων,

πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,

λυσανίας πατρῴων μεγάλων κακῶν·

ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.

1165ὦ τέκνον, ὦ παῖ, ἔξελθ' οἴκων,

ἄϊε σοῦ πατρός.

Σω. ὅδ' ἐκεῖνος ἀνήρ.

Στ. ὦ φίλος, ὦ φίλος.

Σω. ἄπιθι λαβών.

1170Στ. ἰὼ ἰώ, τέκνον.

ἰοῦ ἰοῦ.

ὡς ἥδομαί σου πρῶτα τὴν χροιὰν ἰδών.

νῦν μέν γ' ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς

κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον

ἀτεχνῶς ἐπανθεῖ, τὸ "τί λέγεις σύ;" καὶ δοκεῖν

1175ἀδικοῦντ' ἀδικεῖσθαι, καὶ κακουργοῦντ', οἶδ' ὅτι.

ἐπὶ τοῦ προσώπου τ' ἐστὶν Ἀττικὸν βλέπος.

νῦν οὖν ὅπως σώσεις μ', ἐπεὶ κἀπώλεσας.

Φε. φοβεῖ δὲ δὴ τί;

Στ.      τὴν ἕνην τε καὶ νέαν.

Φε. ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;

1180Στ. εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.

Φε. ἀπολοῦσ' ἄρ' αὔθ' οἱ θέντες. οὐ γάρ ἐσθ' ὅπως

μί' ἡμέρα γένοιτ' ἂν ἡμέραι δύο.

Στ. οὐκ ἂν γένοιτο;

Φε.      πῶς γάρ, εἰ μή περ γ' ἅμα

αὑτὴ γένοιτ' ἂν γραῦς τε καὶ νέα γυνή.

1185Στ. καὶ μὴν νενόμισταί γ'.

Φε.            οὐ γὰρ οἶμαι τὸν νόμον

ἴσασιν ὀρθῶς ὅτι νοεῖ.

Στ.            νοεῖ δὲ τί;

Φε. ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.

Στ. τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.

Φε. ἐκεῖνος οὖν τὴν κλῆσιν εἰς δύ' ἡμέρας

1190ἔθηκεν, εἴς γε τὴν ἕνην τε καὶ νέαν,

ἵν' αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.

Στ. ἵνα δὴ τί τὴν ἕνην προσέθηκεν;

Φε.                  ἵν', ὦ μέλε,

παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ

πρότερον ἀπαλλάττοινθ' ἑκόντες· εἰ δὲ μή,

1195ἕωθεν ὑπανιῷντο τῇ νουμηνίᾳ.

Στ. πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ

ἁρχαὶ τὰ πρυτανεῖ', ἀλλ' ἕνῃ τε καὶ νέᾳ;

Φε. ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν·

ὅπως τάχιστα τὰ πρυτανεῖ' ὑφελοίατο,

1200διὰ τοῦτο προυτένθευσαν ἡμέρᾳ μιᾷ.

Στ. εὖ γ'. ὦ κακοδαίμονες, τί κάθησθ' ἀβέλτεροι,

ἡμέτερα κέρδη τῶν σοφῶν, ὄντες λίθοι,

ἀριθμός, πρόβατ' ἄλλως, ἀμφορῆς νενησμένοι;

ὥστ' εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ

1205ἐπ' εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.

"μάκαρ ὦ Στρεψίαδες

αὐτός τ' ἔφυς, ὡς σοφός,

χοἶον τὸν υἱὸν τρέφεις",

φήσουσι δή μ' οἱ φίλοι χοἰ δημόται

1210ζηλοῦντες ἡνίκ' ἂν σὺ νι-

κᾷς λέγων τὰς δίκας.

ἀλλ' εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.

ΧΡΗΣΤΗΣ Α΄

εἶτ' ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;

1215οὐδέποτέ γ', ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε

ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,

ὅτε τῶν ἐμαυτοῦ γ' ἕνεκα νυνὶ χρημάτων

ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι

ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.

1220ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ

ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην ‑

Στ.                   τίς οὑτοσί;

Χρ. ‑ εἰς τὴν ἕνην τε καὶ νέαν.

Στ.                μαρτύρομαι

ὅτι εἰς δύ' εἶπεν ἡμέρας. τοῦ χρήματος;

Χρ. τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος

1225τὸν ψαρὸν ἵππον.

Στ.       ἵππον; οὐκ ἀκούετε;

ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ' ἱππικήν.

Χρ. καὶ νὴ Δί' ἀποδώσειν γ' ἐπώμνυς τοὺς θεούς.

Στ. μὰ τὸν Δί' οὐ γάρ πω τότ' ἐξηπίστατο

Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.

1230Χρ. νῦν δὲ διὰ τοῦτ' ἔξαρνος εἶναι διανοεῖ;

Στ. τί γὰρ ἄλλ' ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;

Χρ. καὶ ταῦτ' ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς

ἵν' ἂν κελεύσω 'γώ σε;

Στ.            τοὺς ποίους θεούς;

Χρ. τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.

Στ.                     νὴ Δία,

1235κἂν προσκαταθείην γ', ὥστ' ὀμόσαι, τριώβολον.

Χρ. ἀπόλοιο τοίνυν ἕνεκ' ἀναιδείας ἔτι.

Στ. ἁλσὶν διασμηχθεὶς ὄναιτ' ἂν οὑτοσί.

Χρ. οἴμ' ὡς καταγελᾷς.

Στ.        ἓξ χοᾶς χωρήσεται.

Χρ. οὔτοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς

1240ἐμοῦ καταπροίξει.

Στ.        θαυμασίως ἥσθην θεοῖς,

καὶ Ζεὺς γελοῖος ὀμνύμενος τοῖς εἰδόσιν.

Χρ. ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.

ἀλλ' εἴτ' ἀποδώσεις μοι τὰ χρήματ' εἴτε μή,

ἀπόπεμψον ἀποκρινάμενος.

Στ.             ἔχε νυν ἥσυχος·

1245ἐγὼ γὰρ αὐτίκ' ἀποκρινοῦμαί σοι σαφῶς.

Χρ. τί σοι δοκεῖ δράσειν; ἀποδώσειν σοι δοκεῖ;

Στ. ποῦ 'σθ' οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε,

τουτὶ τί ἐστι;

Χρ.     τοῦθ' ὅτι ἐστί; κάρδοπος.

Στ. ἔπειτ' ἀπαιτεῖς ἀργύριον τοιοῦτος ὤν;

1250οὐκ ἂν ἀποδοίην οὐδ' ἂν ὀβολὸν οὐδενὶ

ὅστις καλέσειε "κάρδοπον" τὴν καρδόπην.

Χρ. οὐκ ἄρ' ἀποδώσεις;

Στ.        οὐχ ὅσον γ' ἔμ' εἰδέναι.

οὔκουν ἁνύσας τι θᾶττον ἀπολιταργιεῖς

ἀπὸ τῆς θύρας;

Χρ.     ἄπειμι· καὶ τοῦτ' ἴσθ', ὅτι

1255θήσω πρυτανεῖ', ἢ μηκέτι ζῴην ἐγώ.

Στ. προσαποβαλεῖς ἄρ' αὐτὰ πρὸς ταῖς δώδεκα.

καίτοι σε τοῦτό γ' οὐχὶ βούλομαι παθεῖν

ὁτιὴ 'κάλεσας εὐηθικῶς "τὴν κάρδοπον".

ΧΡΗΣΤΗΣ Β΄

ἰώ μοι μοι.

1259bΣτ. ἔα·

τίς οὑτοσί ποτ' ἔσθ' ὁ θρηνῶν; οὔ τι που

τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;

Χρ. τί δ', ὅστις εἰμί, τοῦτο βούλεσθ' εἰδέναι;

ἀνὴρ κακοδαίμων.

Στ.       κατὰ σεαυτόν νυν τρέπου.

Χρ. ὦ σκληρὲ δαῖμον· ὦ τύχαι θραυσάντυγες

1265ἵππων ἐμῶν· ὦ Παλλάς, ὥς μ' ἀπώλεσας.

Στ. τί δαί σε Τλημπόλεμός ποτ' εἴργασται κακόν;

Χρ. μὴ σκῶπτέ μ', ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα

τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,

ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.

1270Στ. τὰ ποῖα ταῦτα χρήμαθ';

Χρ.            ἁδανείσατο.

Στ. κακῶς ἄρ' ὄντως εἶχες, ὥς γ' ἐμοὶ δοκεῖς.

Χρ. ἵππους γ' ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.

Στ. τί δῆτα ληρεῖς ὥσπερ ἀπ' ὄνου καταπεσών;

Χρ. ληρῶ, τὰ χρήματ' ἀπολαβεῖν εἰ βούλομαι;

1275Στ. οὐκ ἔσθ' ὅπως σύ γ' αὐτὸς ὑγιαίνεις.

Χρ.                       τί δαί;

Στ. τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.

Χρ. σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γ' ἐμοί,

εἰ μὴ 'ποδώσεις τἀργύριον.

Στ.               κάτειπέ νυν·

πότερα νομίζεις καινὸν αἰεὶ τὸν Δία

1280ὕειν ὕδωρ ἑκάστοτ', ἢ τὸν ἥλιον

ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ' ὕδωρ πάλιν;

Χρ. οὐκ οἶδ' ἔγωγ' ὁπότερον, οὐδέ μοι μέλει.

Στ. πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,

εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;

1285Χρ. ἀλλ' εἰ †σπανίζεις τἀργυρίου μοι τὸν τόκον

ἀπόδοτε .

Στ. τοῦτο δ' ἔσθ', ὁ τόκος, τί θηρίον;

Χρ. τί δ' ἄλλο γ' ἢ κατὰ μῆνα καὶ καθ' ἡμέραν

πλέον πλέον τἀργύριον αἰεὶ γίγνεται

ὑπορρέοντος τοῦ χρόνου;

Στ.            καλῶς λέγεις.

1290τί δῆτα; τὴν θάλαττάν ἐσθ' ὅτι πλείονα

νυνὶ νομίζεις ἢ πρὸ τοῦ;

Χρ.             μὰ Δί', ἀλλ' ἴσην.

οὐ γὰρ δίκαιον πλείον' εἶναι.

Στ.                 κᾆτα πῶς

αὕτη μέν, ὦ κακόδαιμον, οὐδὲν γίγνεται

ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ

1295ζητεῖς ποῆσαι τἀργύριον πλέον τὸ σόν;

οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;

φέρε μοι τὸ κέντρον.

Χρ.          ταῦτ' ἐγὼ μαρτύρομαι.

Στ. ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς, ὦ σαμφόρα;

Χρ. ταῦτ' οὐχ ὕβρις δῆτ' ἐστίν;

Στ.                ἄξεις; ἐπιαλῶ

1300κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.

φεύγεις; ἔμελλόν σ' ἆρα κινήσειν ἐγὼ

αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.

 

Χο. οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ             στρ.

γέρων ὅδ' ἐρασθεὶς

1305ἀποστερῆσαι βούλεται

τὰ χρήμαθ' ἁδανείσατο.

κοὐκ ἔσθ' ὅπως οὐ τήμερον

λήψεταί τι πρᾶγμ' ὃ τοῦ-

τον ποήσει τὸν σοφι-

στὴν ὧν πανουργεῖν ἤρξατ' ἐξ-

1310bαίφνης †τι κακὸν λαβεῖν .

οἶμαι γὰρ αὐτὸν αὐτίχ' εὑρήσειν ὅπερ             ἀντ.

πάλαι ποτ' ἐζήτει,

εἶναι τὸν υἱὸν δεινόν οἱ

γνώμας ἐναντίας λέγειν

1315τοῖσιν δικαίοις, ὥστε νι-

κᾶν ἅπαντας, οἵσπερ ἂν

ξυγγένηται, κἂν λέγῃ

παμπόνηρ'. ἴσως δ' ἴσως

βουλήσεται

1320κἄφωνον αὐτὸν εἶναι.

 

Στ. ἰοὺ ἰού.

ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,

ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.

οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.

1325ὦ μιαρέ, τύπτεις τὸν πατέρα;

Φε.                φήμ', ὦ πάτερ.

Στ. ὁρᾶθ' ὁμολογοῦνθ' ὅτι με τύπτει;

Φε.                    καὶ μάλα.

Στ. ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.

Φε. αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.

ἆρ' οἶσθ' ὅτι χαίρω πόλλ' ἀκούων καὶ κακά;

1330Στ. ὦ λακκόπρωκτε.

Φε.     πάττε πολλοῖς τοῖς ῥόδοις.

Στ. τὸν πατέρα τύπτεις;

Φε.         κἀποφανῶ γε νὴ Δία

ὡς ἐν δίκῃ σ' ἔτυπτον.

Στ.            ὦ μιαρώτατε,

καὶ πῶς γένοιτ' ἂν πατέρα τύπτειν ἐν δίκῃ;

Φε. ἔγωγ' ἀποδείξω καί σε νικήσω λέγων.

1335Στ. τουτὶ σὺ νικήσεις;

Φε.        πολύ γε καὶ ῥᾳδίως.

ἑλοῦ δ' ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.

Στ. ποίοιν λόγοιν;

Φε.     τὸν κρείττον' ἢ τὸν ἥττονα.

Στ. ἐδιδαξάμην μέντοι σε νὴ Δί', ὦ μέλε,

τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε

1340μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν

τὸν πατέρα τύπτεσθ' ἐστὶν ὑπὸ τῶν υἱέων.

Φε. ἀλλ' οἴομαι μέντοι σ' ἀναπείσειν, ὥστε γε

οὐδ' αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.

Στ. καὶ μὴν ὅτι καὶ λέξεις ἀκοῦσαι βούλομαι.

 

1345Χο. σὸν ἔργον, ὦ πρεσβῦτα, φροντίζειν ὅπῃ         στρ.

τὸν ἄνδρα κρατήσεις,

ὡς οὗτος, εἰ μή τῳ 'πεποίθειν, οὐκ ἂν ἦν

οὕτως ἀκόλαστος.

ἀλλ' ἔσθ' ὅτῳ θρασύνεται· δῆλόν ‹γε τοι›

1350τὸ λῆμα τἀνθρώπου.

 

ἀλλ' ἐξ ὅτου τὸ πρῶτον ἤρξαθ' ἡ μάχη γενέσθαι

ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.

 

Στ. καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι

ἐγὼ φράσω. 'πειδὴ γὰρ εἱστιώμεθ', ὥσπερ ἴστε,

1355πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ' ἐγὼ 'κέλευσα

ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριόν, ὡς ἐπέχθη.

ὁ δ' εὐθέως ἀρχαῖον εἶν' ἔφασκε τὸ κιθαρίζειν

ᾄδειν τε πίνονθ', ὡσπερεὶ κάχρυς γυναῖκ' ἀλοῦσαν.

Φε. οὐ γὰρ τότ' εὐθὺς χρῆν σ' ἀράττεσθαί τε καὶ πατεῖσθαι,

1360ᾄδειν κελεύονθ', ὡσπερεὶ τέττιγας ἑστιῶντα;

Στ. τοιαῦτα μέντοι καὶ τότ' ἔλεγεν ἔνδον, οἷάπερ νῦν,

καὶ τὸν Σιμωνίδην ἔφασκ' εἶναι κακὸν ποητήν.

κἀγὼ μόλις μέν, ἀλλ' ὅμως, ἠνεσχόμην τὸ πρῶτον.

ἔπειτα δ' ἐκέλευσ' αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα

1365τῶν Αἰσχύλου λέξαι τί μοι. κᾆθ' οὗτος εὐθὺς εἶπεν·

"ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποηταῖς ‑

ψόφου πλέων, ἀξύστατον, στόμφακα, κρημνοποιόν."

κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;

ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην· "σὺ δ' ἀλλὰ τούτων

1370λέξον τι τῶν νεωτέρων, ἅττ' ἐστὶ τὰ σοφὰ ταῦτα."

ὁ δ' εὐθὺς ἦγ' Εὐριπίδου ῥῆσίν τιν', ὡς ἐκίνει

ἁδελφός, ὦ 'λεξίκακε, τὴν ὁμομητρίαν ἀδελφήν.

κἀγὼ οὐκέτ' ἐξηνεσχόμην, ἀλλ' εὐθέως ἀράττω

πολλοῖς κακοῖς καἰσχροῖσι. κᾆτ' ἐντεῦθεν, οἷον εἰκός,

1375ἔπος πρὸς ἔπος ἠρειδόμεσθ'· εἶθ' οὗτος ἐπαναπηδᾷ,

κἄπειτ' ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέτριβεν.

Φε. οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς,

σοφώτατον;

Στ.  σοφώτατον γ' ἐκεῖνον, ὦ ‑ τί σ' εἴπω;

ἀλλ' αὖθις αὖ τυπτήσομαι.

Φε.              νὴ τὸν Δί', ἐν δίκῃ γ' ἄν.

1380Στ. καὶ πῶς δικαίως; ὅστις ὦ 'ναίσχυντέ σ' ἐξέθρεψα

αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅτι νοοίης.

εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·

μαμμᾶν δ' ἂν αἰτήσαντος, ἧκόν σοι φέρων ἂν ἄρτον·

κακκᾶν δ' ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε

1385ἐξέφερον ἂν καὶ προυσχόμην σε. σὺ δέ με νῦν ἀπάγχων,

βοῶντα καὶ κεκραγόθ' ὅτι

χεζητιῴην, οὐκ ἔτλης

ἔξω 'ξενεγκεῖν, ὦ μιαρέ,

θύραζέ μ', ἀλλὰ πνιγόμενος

1390αὐτοῦ 'πόησα κακκᾶν.

 

Χο. οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας               ἀντ.

πηδᾶν ὅτι λέξει.

εἰ γὰρ τοιαῦτά γ' οὗτος ἐξειργασμένος

λαλῶν ἀναπείσει,

1395τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν

ἀλλ' οὐδ' ἐρεβίνθου.

 

σὸν ἔργον, ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτά,

πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.

 

Φε. ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν

1400καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.

ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,

οὐδ' ἂν τρί' εἰπεῖν ῥήμαθ' οἷός τ' ἦν πρὶν ἐξαμαρτεῖν·

νυνὶ δ', ἐπειδή μ' οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,

γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,

1405οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.

Στ. ἵππευε τοίνυν νὴ Δί', ὡς ἔμοιγε κρεῖττόν ἐστιν

ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.

Φε. ἐκεῖσε δ' ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,

καὶ πρῶτ' ἐρήσομαί σε τουτί· παῖδά μ' ὄντ' ἔτυπτες;

1410Στ. ἔγωγέ σ', εὐνοῶν τε καὶ κηδόμενος.

Φε.                     εἰπὲ δή μοι,

οὐ κἀμὲ σοὶ δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως

τύπτειν τ', ἐπειδήπερ γε τοῦτ' ἔστ' εὐνοεῖν, τὸ τύπτειν;

πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,

τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.

1415"κλάουσι παῖδες, πατέρα δ' οὐ κλάειν δοκεῖς;"

φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·

ἐγὼ δέ γ' ἀντείποιμ' ἂν ὡς δὶς παῖδες οἱ γέροντες.

εἰκός τε μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,

ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.

1420Στ. ἀλλ' οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.

Φε. οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον,

ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;

ἧττόν τι δῆτ' ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν

θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;

1425ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,

ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.

σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,

ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν

ἡμῶν ἐκεῖνοι, πλήν γ' ὅτι ψηφίσματ' οὐ γράφουσιν;

1430Στ. τί δῆτ', ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,

οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;

Φε. οὐ ταὐτόν, ὦ τᾶν, ἐστίν, οὐδ' ἂν Σωκράτει δοκοίη.

Στ. πρὸς ταῦτα μὴ τύπτ'· εἰ δὲ μή, σαυτόν ποτ' αἰτιάσει.

Φε. καὶ πῶς;

Στ. ἐπεὶ σὲ μὲν δίκαιός εἰμ' ἐγὼ κολάζειν,

1435σὺ δ', ἢν γένηταί σοι, τὸν υἱόν.

Φε.                    ἢν δὲ μὴ γένηται,

μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ' ἐγχανὼν τεθνήξεις.

Στ. ἐμοὶ μέν, ὦνδρες ἥλικες, δοκεῖ λέγειν δίκαια,

κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ·

κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ', ἢν μὴ δίκαια δρῶμεν.

1440Φε. σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.

Στ.                 ἀπὸ γὰρ ὀλοῦμαι.

Φε. καὶ μὴν ἴσως γ' οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.

Στ. πῶς δή; δίδαξον γὰρ τί μ' ἐκ τούτων ἐπωφελήσεις.

Φε. τὴν μητέρ' ὥσπερ καὶ σὲ τυπτήσω.

Στ.                    τί φῄς, τί φῂς σύ;

τοῦθ' ἕτερον αὖ μεῖζον κακόν.

Φε.                 τί δ' ἢν ἔχων τὸν ἥττω

1445λόγον σε νικήσω λέγων

τὴν μητέρ' ὡς τύπτειν χρεών;

Στ. τί δ' ἄλλο γ' ἤ, ταῦτ' ἢν ποῇς,

οὐδέν σε κωλύσει σεαυτὸν ἐμβαλεῖν

εἰς τὸ βάραθρον μετὰ Σωκράτους

καὶ τὸν λόγον τὸν ἥττω;

ταυτὶ δι' ὑμᾶς, ὦ Νεφέλαι, πέπονθ' ἐγώ,

ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.

Χο. αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,

1455στρέψας σεαυτὸν εἰς πονηρὰ πράγματα.

Στ. τί δῆτα ταῦτ' οὔ μοι τότ' ἠγορεύετε,

ἀλλ' ἄνδρ' ἄγροικον καὶ γέροντ' ἐπήρατε;

Χο. ἡμεῖς ποοῦμεν ταῦθ' ἑκάστοθ', ὅντιν' ἂν

γνῶμεν πονηρῶν ὄντ' ἐραστὴν πραγμάτων,

1460ἕως ἂν αὐτὸν ἐμβάλωμεν εἰς κακόν,

ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.

Στ. ὤμοι, πονηρά γ', ὦ Νεφέλαι, δίκαια δέ·

οὐ γάρ με χρῆν τὰ χρήμαθ' ἁδανεισάμην

ἀποστερεῖν. νῦν οὖν ὅπως, ὦ φίλτατε,

1465τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη

ἀπολεῖς μετ' ἐμοῦ 'λθών, οἳ σὲ κἄμ' ἐξηπάτων.

Φε. ἀλλ' οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.

Στ. ναὶ ναί, καταιδέσθητι πατρῷον Δία.

Φε. ἰδού γε Δία πατρῷον. ὡς ἀρχαῖος εἶ.

1470Ζεὺς γάρ τις ἐστίν;

Στ.          ἐστίν.

Φε.               οὐκ ἔστ', οὔκ, ἐπεὶ

Δῖνος βασιλεύει, τὸν Δί' ἐξεληλακώς.

Στ. οὐκ ἐξελήλακ', ἀλλ' ἐγὼ τοῦτ' ᾠόμην

διὰ τουτονὶ τὸν δῖνον. ὤμοι δείλαιος,

ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.

1475Φε. ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.

Στ. οἴμοι παρανοίας. ὡς ἐμαινόμην ἄρα

ὅτ' ἐξέβαλον καὶ τοὺς θεοὺς διὰ Σωκράτη.

ἀλλ' ὦ φίλ' Ἑρμῆ, μηδαμῶς θύμαινέ μοι,

μηδέ μ' ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε

1480ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ.

καί μοι γενοῦ ξύμβουλος, εἴτ' αὐτοὺς γραφὴν

διωκάθω γραψάμενος, εἴθ' ὅτι σοι δοκεῖ.

ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν

ἀλλ' ὡς τάχιστ' ἐμπιμπράναι τὴν οἰκίαν

1485τῶν ἀδολεσχῶν. δεῦρο δεῦρ', ὦ Ξανθία,

κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,

κἄπειτ' ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον

τὸ τέγος κατάσκαπτ', εἰ φιλεῖς τὸν δεσπότην,

ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν.

1490ἐμοὶ δὲ δᾷδ' ἐνεγκάτω τις ἡμμένην.

κἀγώ τιν' αὐτῶν τήμερον δοῦναι δίκην

ἐμοὶ ποήσω, κεἰ σφόδρ' εἴσ' ἀλαζόνες.

ΜΑΘΗΤΗΣ Α΄

ἰοὺ ἰού.

Στ. σὸν ἔργον, ὦ δᾷς, ἱέναι πολλὴν φλόγα.

1495Μα. ἄνθρωπε, τί ποεῖς;

Στ.        ὅτι ποῶ; τί δ' ἄλλο γ' ἢ

διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;

ΜΑΘΗΤΗΣ Β΄

οἴμοι· τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;

Στ. ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.

Μα. ἀπολεῖς, ἀπολεῖς.

Στ.        τοῦτ' αὐτὸ γὰρ καὶ βούλομαι,

1500ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας

ἢ 'γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.

Σω. οὗτος, τί ποιεῖς ἐτεόν, οὑπὶ τοῦ τέγους;

Στ. ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

Σω. οἴμοι τάλας δείλαιος, ἀποπνιγήσομαι.

1505Μα. ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.

Στ. τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε

καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;

δίωκε, παῖε, βάλλε, πολλῶν οὕνεκα,

μάλιστα δ' εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.

Χο. ἡγεῖσθ' ἔξω· κεχόρευται γὰρ μετρίως τό γε τήμερον

ἡμῖν.