9596 676 5 0 0 0 III a. C. Epica Apollonius Rhodius III Argonautica Fraenkel, H., Oxford, Clarendon Press, 1961 Rist. 1970 30

APOLLONIUS RHODIUS - Argonautica III

- Εἰ δ' ἄγε νῦν Ἐρατώ, παρ' ἔμ' ἵστασο καί μοι ἔνισπε

ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων

Μηδείης ὑπ' ἔρωτι· σὺ γὰρ καὶ Κύπριδος αἶσαν

ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις

παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομ' ἀνῆπται.

- Ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν

μίμνον ἀριστῆες λελοχημένοι, αἱ δ' ἐνόησαν

Ἥρη Ἀθηναίη τε· Διὸς δ' αὐτοῖο καὶ ἄλλων

ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι

βούλευον. πείραζε δ' Ἀθηναίην πάρος Ἥρη·

- "Αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.

τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι ᾧ κεν ἑλόντες

χρύσεον Αἰήταο μεθ' Ἑλλάδα κῶας ἄγοιντο,

ἦ καὶ τόνγ' ἐπέεσσι παραιφάμενοι πεπίθοιεν

μειλιχίοις; ἦ μὲν γὰρ ὑπερφίαλος πέλει αἰνῶς,

ἔμπης δ' οὔ τινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν."

- Ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·

- "Καὶ δ' αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,

Ἥρη, ἀπηλεγέως ἐξείρεαι· ἀλλά τοι οὔπω

φράσσασθαι νοέω τοῦτον δόλον ὅστις ὀνήσει

θυμὸν ἀριστήων, πολέας δ' ἐπεδοίασα βουλάς."

- Ἦ· καὶ ἐπ' οὔδεος αἵγε ποδῶν πάρος ὄμματ' ἔπηξαν,

ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δ' Ἥρη

τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·

- "Δεῦρ' ἴομεν μετὰ Κύπριν, ἐπιπλόμεναι δέ μιν ἄμφω

παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται,

κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσι

θέλξαι ὀιστεύσας ἐπ' Ἰήσονι· τὸν δ' ἂν ὀίω

κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν."

- Ὧς ἄρ' ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,

καί μιν ἔπειτ' ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·

- "Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,

οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο·

εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τ' ἂν ἔγωγε

ἑσποίμην, σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα."

- Ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο

Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,

ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.

ἕρκεα δ' εἰσελθοῦσαι, ὑπ' αἰθούσῃ θαλάμοιο

ἔσταν, ἵν' ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.

ἀλλ' ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει,

νήσοιο Πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα

δαίδαλα χάλκευεν ῥιπῇ πυρός· ἡ δ' ἄρα μούνη

ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον ἄντα θυράων,

λευκοῖσιν δ' ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις

κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακρούς

πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα

ἔσχεθεν εἴσω τέ σφε κάλει, καὶ ἀπὸ θρόνου ὦρτο

εἷσέ τ' ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτή

ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.

τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν·

- "Ἠθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζει

δηναιὰς αὔτως; τί δ' ἱκάνετον, οὔτι πάρος γε

λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;"

- Τὴν δ' Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν·

- "Κερτομέεις, νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ.

ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει

Αἰσονίδης ἠδ' ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται·

τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν,

δείδιμεν ἐκπάγλως, περὶ δ' Αἰσονίδαο μάλιστα.

τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται

λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,

ῥύσομαι ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,

ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,

ὅς μ' ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.

καὶ δ' ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ' Ἰήσων,

ἐξότ' ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου

ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν,

θήρης ἒξ ἀνιών· νιφετῷ δ' ἐπαλύνετο πάντα

οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ' αὐτῶν

χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο·

γρηῒ δέ μ' εἰσαμένην ὀλοφύρατο, καί μ' ἀναείρας

αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.

τῶ νύ μοι ἄλληκτον περιτίεται, οὐδέ κε λώβην

τείσειεν Πελίης, εἰ μὴ σύ γε νόστον ὀπάσσῃς."

- Ὧς ηὔδα, Κύπριν δ' ἐνεοστασίη λάβε μύθων·

ἅζετο δ' ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,

καί μιν ἔπειτ' ἀγανοῖσι προσέννεπεν ἥγ' ἐπέεσσιν·

- "Πότνα θεά, οὔ τοί τι κακώτερον ἄλλο πέλοιτο

Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω

ἢ ἔπος ἠέ τι ἔργον ὅ κεν χέρες αἵδε κάμοιεν

ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω."

- Ὧς ἔφαθ'· Ἥρη δ' αὖτις ἐπιφραδέως ἀγόρευσεν·

- "Οὔτι βίης χατέουσαι ἱκάνομεν οὐδέ τι χειρῶν,

ἀλλ' αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδί

παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.

εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,

ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω

νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται."

- Ὧς ἄρ' ἔφη· Κύπρις δὲ μετ' ἀμφοτέρῃσιν ἔειπεν·

- "Ἥρη Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα

ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι

τυτθή γ' αἰδὼς ἔσσετ' ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο

οὐκ ὄθεται, μάλα δ' αἰὲν ἐριδμαίνων ἀθερίζει.

καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,

αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστούς

ἀμφαδίην· τοῖον δ' ἄρ' ἐπηπείλησε χαλεφθείς·

εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,

ἕξω ἐμάς, μετέπειτά γ' ἀτεμβοίμην ἑοῖ αὐτῇ."

- Ὧς φάτο, μείδησαν δὲ θεαὶ καὶ ἐσέδρακον ἄντην

ἀλλήλας· ἡ δ' αὖτις ἀκηχεμένη προσέειπεν·

- "Ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει, οὐδέ τί με χρή

μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή.

νῦν δ' ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,

πειρήσω καί μιν μειλίξομαι, οὐδ' ἀπιθήσει."

- Ὧς φάτο· τὴν δ' Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,

ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν·

- "Οὕτω νῦν Κυθέρεια τόδε χρέος ὡς ἀγορεύεις

ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο μηδ' ἐρίδαινε

χωομένη σῷ παιδί, μεταλλήξει γὰρ ὀπίσσω."

- Ἦ ῥα καὶ ἔλλιπε θῶκον, ἐφωμάρτησε δ' Ἀθήνη,

ἐκ δ' ἴσαν ἄμφω ταίγε παλίσσυτοι· ἡ δὲ καὶ αὐτή

βῆ ῥ' ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.

εὗρε δὲ τόνγ' ἀπάνευθε, Διὸς θαλερῇ ἐν ἀλωῇ,

οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεύς

οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν,

κάλλεος ἱμερθείς. ἀμφ' ἀστραγάλοισι δὲ τώγε

χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο.

καί ῥ' ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ

μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν,

ὀρθὸς ἐφεστηώς, γλυκερὸν δέ οἱ ἀμφὶ παρειάς

χροιῆς θάλλεν ἔρευθος· ὁ δ' ἐγγύθεν ὀκλαδὸν ἧστο

σῖγα κατηφιόων, δοιὼ δ' ἔχεν, ἄλλον ἔτ' αὔτως

ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι,

καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας,

βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδ' ἐνόησεν

Κύπριν ἐπιπλομένην· ἡ δ' ἀντίη ἵστατο παιδός

καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν·

- "Τίπτ' ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως

ἤπαφες οὐδὲ δίκῃ περιέπλεο, νῆιν ἐόντα;

εἰ δ' ἄγε μοι πρόφρων τέλεσον χρέος ὅττι κεν εἴπω,

καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα

κεῖνο τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια

ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,

σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο

χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.

χρύσεα μέν οἱ κύκλα τετεύχαται, ἀμφὶ δ' ἑκάστῳ

διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται·

κρυπταὶ δὲ ῥαφαί εἰσιν, ἕλιξ δ' ἐπιδέδρομε πάσαις

κυανέη· ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,

ἀστὴρ ὣς φλεγέθοντα δι' ἠέρος ὁλκὸν ἵησιν.

τήν τοι ἐγὼν ὀπάσω, σὺ δὲ παρθένον Αἰήταο

θέλξον ὀιστεύσας ἐπ' Ἰήσονι· μηδέ τις ἔστω

ἀμβολίη, δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη."

- Ὧς φάτο, τῷ δ' ἀσπαστὸν ἔπος γένετ' εἰσαΐοντι·

μείλια δ' ἔκβαλε πάντα καὶ ἀμφοτέρῃσι χιτῶνος

νωλεμὲς ἔνθα καὶ ἔνθα θεὰν ἔχεν ἀμφιμεμαρπώς,

λίσσετο δ' αἶψα πορεῖν, αὐτοσχεδόν. ἡ δ' ἀγανοῖσιν

ἀντομένη μύθοισιν ἐπειρύσσασα παρειάς

κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα·

- "Ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ' ἐμὸν αὐτῆς·

ἦ μέν τοι δῶρόν γε παρέξομαι οὐδ' ἀπατήσω,

εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο."

- Φῆ· ὁ δ' ἄρ' ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ

μητρὸς ἑῆς, εὖ πάντας ἀριθμήσας, βάλε κόλπῳ.

αὐτίκα δ' ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ,

πρέμνῳ κεκλιμένην, ἀνὰ δ' ἀγκύλον εἵλετο τόξον·

βῆ δὲ διὲκ μεγάλοιο Διὸς πάγκαρπον ἀλωήν,

αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο

αἰθερίας. ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος

οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα

οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ἧχί τ' ἀερθείς

ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.

νειόθι δ' ἄλλοτε γαῖα φερέσβιος ἄστεά τ' ἀνδρῶν

φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ' αὖτε

ἄκριες, ἀμφὶ δὲ πόντος, ἀν' αἰθέρα πολλὸν ἰόντι.

- Ἥρωες δ' ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηός,

ἐν ποταμῷ καθ' ἕλος λελοχημένοι, ἠγορόωντο·

αὐτὸς δ' Αἰσονίδης μετεφώνεεν, οἱ δ' ὑπάκουον

ἠρέμα ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες·

- "Ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ

ἐξερέω, τοῦ δ' ὔμμι τέλος κρηῆναι ἔοικεν.

ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν

πᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τ' ἀπερύκων

ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.

ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθ' ἕκηλοι·

αὐτὰρ ἐγὼν ἐς δώματ' ἐλεύσομαι Αἰήταο,

υἷας ἑλὼν Φρίξοιο δύω τ' ἐπὶ τοῖσιν ἑταίρους,

πειρήσω δ' ἐπέεσσι παροίτερον ἀντιβολήσας

εἴ κ' ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,

ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει.

ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες,

φρασσόμεθ' εἴτ' ἄρηι συνοισόμεθ' εἴτε τις ἄλλη

μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς·

μηδ' αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,

τόνδ' ἀπαμείρωμεν σφέτερον κτέρας, ἀλλὰ πάροιθεν

λωΐτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.

πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν

ἠνορέη, τόδ' ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει,

πρηΰνας· ὅδε καί ποτ' ἀμύμονα Φρίξον ἔπεισε,

μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς,

δέχθαι, ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν

Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ' ἀλεγίζει."

- Ὧς φάτ'· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο

πασσυδίῃ, οὐδ' ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.

- Καὶ τότ' ἄρ' υἱῆας Φρίξου Τελαμῶνά θ' ἕπεσθαι

ὦρσε καὶ Αὐγείην, αὐτὸς δ' ἕλεν Ἑρμείαο

σκῆπτρον. ἄφαρ δ' ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ

χέρσονδ' ἐξαπέβησαν ἐπὶ θρωσμοῦ πεδίοιο.

Κιρκαῖον τόγε δὴ κικλήσκεται, ἔνθα δὲ πολλαί

ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐμπεφύασιν,

τῶν καὶ ἐπ' ἀκροτάτων νέκυες σειρῇσι κρέμανται

δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν

ἀνέρας οἰχομένους πυρὶ καιέμεν, οὐδ' ἐνὶ γαίῃ

ἔστι θέμις στείλαντας ὕπερθ' ἐπὶ σῆμα χέεσθαι,

ἀλλ' ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις

δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος· ἠέρι δ' ἴσην

καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν

θηλυτέρας· ἡ γάρ σφι δίκη θεσμοῖο τέτυκται.

τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα

ἠέρα πουλὺν ἐφῆκε δι' ἄστεος, ὄφρα λάθοιεν

Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες·

ὦκα δ' ὅτ' ἐκ πεδίοιο πόλιν καὶ δώμαθ' ἵκοντο

Αἰήτεω, τότε δ' αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.

ἔσταν δ' ἐν προμολῇσι, τεθηπότες ἕρκε' ἄνακτος

εὐρείας τε πύλας καὶ κίονας οἳ περὶ τοίχους

ἐξείης ἄνεχον, θριγκὸς δ' ἐφύπερθε δόμοιο

λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.

εὔκηλοι δ' ὑπὲρ οὐδὸν ἔπειτ' ἔβαν· ἄγχι δὲ τοῖο

ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν

ὑψοῦ ἀειρόμεναι μέγ' ἐθήλεον, αἱ δ' ὑπὸ τῇσιν

ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν

Ἥφαιστος· καί ῥ' ἡ μὲν ἀναβλύεσκε γάλακτι,

ἡ δ' οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·

ἡ δ' ἄρ' ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν

θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ' ἀνιούσαις

κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.

τοῖ' ἄρ' ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο

τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα·

καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων

ἦν στόματ', ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·

πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον

ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις

δέξατο Φλεγραίῃ κεκμηότα δηϊοτῆτι.

ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο, τῇ δ' ἐπὶ πολλαί

δικλίδες εὐπηγεῖς θάλαμοί τ' ἔσαν ἔνθα καὶ ἔνθα·

δαιδαλέη δ' αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.

λέχρις δ' αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν·

τῶν ἤτοι ἄλλον μέν, ὅτις καὶ ὑπείροχος ἦεν,

κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι,

ἄλλῳ δ' Ἄψυρτος ναῖεν πάις Αἰήταο

(τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια

πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,

Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν,

καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα

ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν)·

τοὺς δ' ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες

ἄμφω, Χαλκιόπη Μήδειά τε. τῇ μὲν ἄρ' οἵγε

     *     **     **

ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν·

Ἥρη γάρ μιν ἔρυκε δόμῳ, πρὶν δ' οὔτι θάμιζεν

ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο

νηόν, ἐπεί ῥα θεῆς αὐτὴ πέλεν ἀρήτειρα·

καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν. ὀξὺ δ' ἄκουσεν

Χαλκιόπη· δμωαὶ δέ, ‹ποδῶν› προπάροιθε βαλοῦσαι

νήματα καὶ κλωστῆρας, ἀολλέες ἔκτοθι πᾶσαι

ἔδραμον· ἡ δ' ἅμα τῇσιν, ἑοὺς υἱῆας ἰδοῦσα,

ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοί

μητέρα δεξιόωντο καὶ ἀμφαγάπαζον ἰδόντες

γηθόσυνοι. τοῖον δὲ κινυρομένη φάτο μῦθον·

- "Ἔμπης οὐκ ἄρ' ἐμέλλετ', ἀκηδείῃ με λιπόντες,

τηλόθι πλάγξασθαι, μετὰ δ' ὑμέας ἔτραπεν αἶσα.

δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης

λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἔνεσθε

πατρός· ὁ μὲν θνῄσκων στυγερὰς ἐπετέλλετ' ἀνίας

ἡμετέρῃ κραδίῃ, τί δέ κεν πόλιν Ὀρχομενοῖο,

ὅστις ὅδ' Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι

μητέρ' ἑὴν ἀχέουσαν ἀποπρολιπόντες ἵκοισθε;"

- Ὧς ἔφατ'· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε,

ἐκ δ' αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο,

Χαλκιόπης ἀίουσα. τὸ δ' αὐτίκα πᾶν ὁμάδοιο

ἕρκος ἐπεπλήθει· τοὶ μὲν μέγαν ἀμφεπένοντο

ταῦρον ἅλις δμῶες, τοὶ δὲ ξύλα κάγκανα χαλκῷ

κόπτον, τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν

ὃς καμάτου μεθίεσκεν ὑποδρήσσων βασιλῆι.

- Τόφρα δ' Ἔρως πολιοῖο δι' ἠέρος ἷξεν ἄφαντος,

τετρηχὼς οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος

τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες.

ὦκα δ' ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας,

ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ' ἰόν.

ἐκ δ' ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν

ὀξέα δενδίλλων· αὐτῷ δ' ὑπὸ βαιὸς ἐλυσθείς

Αἰσονίδῃ, γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,

ἰθὺς δ' ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν

ἧκ' ἐπὶ Μηδείῃ. τὴν δ' ἀμφασίη λάβε θυμόν·

αὐτὸς δ' ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο

καγχαλόων ἤιξε, βέλος δ' ἐνεδαίετο κούρῃ

νέρθεν ὑπὸ κραδίῃ φλογὶ εἴκελον. ἀντία δ' αἰεί

βάλλεν ἐπ' Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο

στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν' ἄλλην

μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ·

ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ

χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,

ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,

ἄγχι μάλ' ἐγρομένη· τὸ δ' ἀθέσφατον ἐξ ὀλίγοιο

δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ' ἀμαθύνει ‑

τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ

οὖλος ἔρως, ἁπαλὰς δὲ μετετρωπᾶτο παρειάς

ἐς χλόον, ἄλλοτ' ἔρευθος, ἀκηδείῃσι νόοιο.

- Δμῶες δ' ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,

αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς,

ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν.

ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρός

υἱῆας, τοίοισι παρηγορέων ἐπέεσσιν·

- "Παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων

ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτεισα,

πῶς Αἶάνδε νέεσθε; παλίσσυτοι, ἦέ τις ἄτη

σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο

πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου.

ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο

δινεύσας, ὅτ' ἐμεῖο κασιγνήτην ἐκόμιζεν

Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δ' ἱκόμεσθα

ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ' ἔτι νῦν περ

ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.

ἀλλὰ τί μύθων ἦδος; ἃ δ' ἐν ποσὶν ὗμιν ὄρωρεν

εἴπατ' ἀριφραδέως, ἠδ' οἵτινες οἵδ' ἐφέπονται

ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε."

- Τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν

Ἄργος, ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο,

μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν·

- "Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι

ζαχρηεῖς, αὐτοὺς δ' ἐπὶ δούρατι πεπτηῶτας

νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα

λυγαίῃ ὑπὸ νυκτί. θεὸς δέ τις ἄμμ' ἐσάωσεν·

οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον

ηὐλίζοντ' ὄρνιθες Ἀρήιαι, οὐδ' ἔτι κείνας

εὕρομεν, ἀλλ' οἵδ' ἄνδρες ἀπήλασαν, ἐξαποβάντες

νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφ' ἀπέρυκεν

ἡμέας οἰκτείρων Ζηνὸς νόος ἠέ τις αἶσα·

αὐτίκ' ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ' ἔδωκαν,

οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες

ἠδ' αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται.

χρειὼ δ' ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σ' ἐπικεύσω.

τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι

καὶ κτεάνων βασιλεύς, περιώσιον οὕνεκεν ἀλκῇ

σφωϊτέρῃ πάντεσσι μετέπρεπεν Αἰολίδῃσιν,

πέμπει δεῦρο νέεσθαι, ἀμήχανον· οὐδ' ὑπαλύξειν

στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν

καὶ χόλον οὐδ' ἄτλητον ἄγος Φρίξοιό τε ποινάς

Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι.

νῆα δ' Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην

οἷαί περ Κόλχοισι μετ' ἀνδράσι νῆες ἔασιν·

τάων αἰνοτάτης ἐπεκύρσαμεν, ἤλιθα γάρ μιν

λάβρον ὕδωρ πνοιή τε διέτμαγεν. ἡ δ' ἐνὶ γόμφοις

ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι·

ἶσον δ' ἐξ ἀνέμοιο θέει καὶ ὅτ' ἀνέρες αὐτοί

νωλεμὲς εὐήρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς.

τῇ δ' ἐν, ἀγειράμενος Παναχαιίδος εἴ τι φέριστον

ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ' ἐπαληθείς

ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις.

αὐτῷ δ' ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει

χερσὶ βιησόμενος, μέμονεν δέ τοι ἄξια τείσειν

δωτίνης· ἀίων ἐμέθεν μέγα δυσμενέοντας

Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.

εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε

ἴδμεναι οἵτινές εἰσιν, ἕκαστά κε μυθησαίμην.

τόνδε μέν, οἷό περ οὕνεκ' ἀφ' Ἑλλάδος ὧλλοι ἄγερθεν,

κλείουσ' Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο·

εἰ δ' αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,

οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο·

ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τ' ἔσαν Αἰόλου υἷε,

Φρίξος δ' αὖτ' Ἀθάμαντος ἔην πάις Αἰολίδαο·

τόνδε δ' ἄρ', Ἠελίου γόνον ἔμμεναι εἴ τιν' ἀκούεις

δέρκεαι Αὐγείην· Τελαμὼν δ' ὅγε, κυδίστοιο

Αἰακοῦ ἐκγεγαώς, Ζεὺς δ' Αἰακὸν αὐτὸς ἔτικτεν.

ὧς δὲ καὶ ὧλλοι πάντες ὅσοι συνέπονται ἑταῖροι

ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν."

- Τοῖα παρέννεπεν Ἄργος· ἄναξ δ' ἐπεχώσατο μύθοις

εἰσαΐων, ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο.

φῆ δ' ἐπαλαστήσας (μενέαινε δὲ παισὶ μάλιστα

Χαλκιόπης, τῶν γάρ σφε μετελθέμεν οὕνεκ' ἐώλπει),

ἐκ δέ οἱ ὄμματ' ἔλαμψεν ὑπ' ὀφρύσιν ἱεμένοιο·

- "Οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι λωβητῆρες

νεῖσθ' αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης,

πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι;

αὐτίχ' ὁμαρτήσαντες ἀφ' Ἑλλάδος, οὐδ' ἐπὶ κῶας,

σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα, δεῦρο νέεσθε.

εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης,

ἦ τ' ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας

ἀμφοτέρας, οἴοισιν ἀποπροέηκα πόδεσσιν,

ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι·

οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν."

- Φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο

νειόθεν οἰδαίνεσκον, ἐέλδετο δ' ἔνδοθι θυμός

ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλ' ἀπέρυκεν

Αἰσονίδης, πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν·

- "Αἰήτη, σχέο μοι· τῷδε στόλῳ οὔ τι γὰρ αὔτως

ἄστυ τεὸν καὶ δώμαθ' ἱκάνομεν, ὥς που ἔολπας,

οὐδὲ μὲν ἱέμενοι· τίς δ' ἂν τόσον οἶδμα περῆσαι

τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων

καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.

δὸς χάριν ἀντομένοισι· σέθεν δ' ἐγὼ Ἑλλάδι πάσῃ

θεσπεσίην οἴσω κληηδόνα. καὶ δέ τοι ἤδη

πρόφρονές εἰμεν ἄρηϊ θοὴν ἀποτεῖσαι ἀμοιβήν,

εἴτ' οὖν Σαυρομάτας γε λιλαίεαι εἴτε τιν' ἄλλον

δῆμον σφωϊτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι."

- Ἴσκεν, ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμός

διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,

ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,

ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ' ἄρειον

φραζομένῳ, καὶ δή μιν ὑποβλήδην προσέειπεν·

- "Ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;

εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως

οὐδὲν ἐμεῖο χέρηες ἐπ' ὀθνείοισιν ἔβητε,

δώσω τοι χρύσειον ἄγειν δέρος, ἤν κ' ἐθέλῃσθα,

πειρηθείς· ἐσθλοῖς γὰρ ἐπ' ἀνδράσιν οὔτι μεγαίρω

ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.

πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ' ἄεθλος

τόν ῥ' αὐτὸς περίειμι χεροῖν, ὀλοόν περ ἐόντα.

δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται

ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντε·

τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος

τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ,

οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν

ἀλλ' ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας

ἀνδράσι τευχηστῇσι δέμας· τοὺς δ' αὖθι δαΐζων

κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.

ἠέριος ζεύγνυμι βόας καὶ δείελον ὥρην

παύομαι ἀμήτοιο. σὺ δ' εἰ τάδε τοῖα τελέσσεις,

αὐτῆμαρ τότε κῶας ἀποίσεαι εἰς βασιλῆος,

πρὶν δέ κεν οὐ δοίην· μηδ' ἔλπεο, δὴ γὰρ ἀεικές

ἄνδρ' ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι."

- Ὧς ἄρ' ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας,

ἧστ' αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι·

βουλὴν δ' ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν

θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον.

ὀψὲ δ' ἀμειβόμενος προσελέξατο κερδαλέοισι·

- "Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.

τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα

τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ' ἄλλο

ῥίγιον ἀνθρώποισι κακῆς ἐπιμείρετ' ἀνάγκης·

ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος."

- Ὧς φάτ', ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε

σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα·

- "Ἔρχεο νῦν μεθ' ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο·

εἰ δὲ σύ γε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,

ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,

αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος

ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν."

- Ἴσκεν ἀπηλεγέως· ὁ δ' ἀπὸ θρόνου ὤρνυτ' Ἰήσων,

Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δ' Ἄργος,

οἶος, ἐπεὶ μεσσηγὺς ἔτ' αὐτόθι νεῦσε λιπέσθαι

αὐτοκασιγνήτοις. οἱ δ' ἤισαν ἐκ μεγάροιο,

θεσπέσιον δ' ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱός

κάλλεϊ καὶ χαρίτεσσιν. ἐπ' αὐτῷ δ' ὄμματα κούρη

λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,

κῆρ ἄχεϊ σμύχουσα, νόος δέ οἱ ἠύτ' ὄνειρος

ἑρπύζων πεπότητο μετ' ἴχνια νισσομένοιο.

καί ῥ' οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες·

Χαλκιόπη δέ, χόλον πεφυλαγμένη Αἰήταο,

καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει·

αὔτως δ' αὖ Μήδεια μετέστιχε. πολλὰ δὲ θυμῷ

ὥρμαιν' ὅσσα τ' ἔρωτες ἐποτρύνουσι μέλεσθαι·

προπρὸ δ' ἄρ' ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα,

αὐτός θ' οἷος ἔην οἵοισί τε φάρεσιν εἷτο

οἷά τ' ἔειφ' ὥς θ' ἕζετ' ἐπὶ θρόνου ὥς τε θύραζε

ἤιεν· οὐδέ τιν' ἄλλον ὀίσσατο πορφύρουσα

ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δ' αἰὲν ὀρώρει

αὐδή τε μῦθοί τε μελίφρονες οὓς ἀγόρευσεν.

τάρβει δ' ἀμφ' αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτός

Αἰήτης φθείσειεν· ὀδύρετο δ' ἠύτε πάμπαν

ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειάς

δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃ τε.

ἦκα δὲ μυρομένη, λιγέως ἀνενείκατο μῦθον·

- "Τίπτε με δειλαίην τόδ' ἔχει ἄχος; εἴθ' ὅγε πάντων

φθείσεται ἡρώων προφερέστατος εἴτε χερείων,

ἐρρέτω. ‑ ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι. ‑

ναὶ δὴ τοῦτό γε πότνα θεὰ Περσηῒ πέλοιτο,

οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσα

δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,

οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ."

- Ἡ μὲν ἄρ' ὧς ἐόλητο νόον μελεδήμασι κούρη·

οἱ δ' ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν

τὴν ὁδὸν ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,

δὴ τότ' Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν·

- "Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι ἥντιν' ἐνίψω,

πείρης δ' οὐ μάλ' ἔοικε μεθιέμεν ἐν κακότητι.

κούρην δή τινα πρόσθεν ἐπέκλυες αὐτὸς ἐμεῖο

φαρμάσσειν Ἑκάτης Περσηΐδος ἐννεσίῃσιν·

τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος

ἔσσετ' ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλ' αἰνῶς

δείδω μή πως οὔ μοι ὑποστήῃ τόγε μήτηρ·

ἔμπης δ' ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,

ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ' ἧμιν ὄλεθρος."

- Ἴσκεν ἐυφρονέων· ὁ δ' ἀμείβετο τοῖσδ' ἐπέεσσιν·

- "Ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω·

βάσκ' ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις

ὄρνυθι λισσόμενος. μελέη γε μὲν ἧμιν ὄρωρεν

ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν."

- Ὧς ἔφατ'· ὦκα δ' ἕλος μετεκίαθον, αὐτὰρ ἑταῖροι

γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο.

τοῖσιν δ' Αἰσονίδης τετιημένος ἔκφατο μῦθον·

- "Ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ

ἀντικρὺ κεχόλωται· ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ

οὔτ' ἐμοὶ οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο.

φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι

ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντε,

τετράγυον δ' ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι·

δώσειν δ' ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥ' ἀνίῃσιν

γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δ' αὐτῷ

χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ (οὔ τι γὰρ ἄλλο

βέλτερον ἦν φράσσασθαι) ἀπηλεγέως ὑποέστην."

- Ὧς ἄρ' ἔφη· πάντεσσι δ' ἀνήνυτος εἴσατ' ἄεθλος·

δὴν δ' ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο,

ἄτῃ ἀμηχανίῃ τε κατηφέες. ὀψὲ δὲ Πηλεύς

θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν·

- "Ὥρη μητιάασθαι ὅ κ' ἔρξομεν· οὐ μὲν ἔολπα

βουλῆς εἶναι ὄνειαρ ὅσον τ' ἐπὶ κάρτεϊ χειρῶν.

εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο,

ἥρως Αἰσονίδη, φρονέεις μέμονάς τε πόνοιο,

ἦ τ' ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο·

εἰ δ' οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν

ἠνορέῃ, μήτ' αὐτὸς ἐπείγεο μήτε τιν' ἄλλον

τῶνδ' ἀνδρῶν πάπταινε παρήμενος· οὐ γὰρ ἔγωγε

σχήσομ', ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος."

- Ὧς ἔφατ' Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη,

σπερχόμενος δ' ἀνόρουσε θοῶς· ἔπι δὲ τρίτος Ἴδας

ὦρτο μέγα φρονέων, ἔπι δ' υἱέε Τυνδαρέοιο·

σὺν δὲ καὶ Οἰνεΐδης, ἐναρίθμιος αἰζηοῖσιν

ἀνδράσιν οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους

ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.

οἱ δ' ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δ' Ἄργος

τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου·

- "Ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον· ἀλλά τιν' οἴω

μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν.

τῶ καί περ μεμαῶτες ἐρητύοισθ' ἐνὶ νηΐ

τυτθὸν ἔθ' ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης

λώιον ἢ κακὸν οἶτον ἀφειδήσαντας ὀλέσθαι.

κούρη τις μεγάροισιν ἐνιτρέφετ' Αἰήταο,

τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι

φάρμαχ' ὅσ' ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ·

τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετ' ἀυτμήν

καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,

ἄστρα τε καὶ μήνης ἱερὰς ἐπέδησε κελεύθους.

τῆς μέν, ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδ' ἰόντες,

μνησάμεθ', εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα,

μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ·

εἰ δὲ καὶ αὐτοῖσιν τόδ' ἐφανδάνει, ἦ τ' ἂν ἱκοίμην

ἤματι τῷδ' αὐτῷ πάλιν εἰς δόμον Αἰήταο

πειρήσων· τάχα δ' ἂν σὺν δαίμονι πειρηθείην."

- Ὧς φάτο. τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες·

τρήρων μὲν φεύγουσα βίην κίρκοιο πελειάς

ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλπῳ,

κίρκος δ' ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος

τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·

- "υμμι φίλοι τόδε σῆμα θεῶν ἰότητι τέτυκται·

οὐδέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,

παρθενικὴν δ' ἐπέεσσι μετελθέμεν ἀμφιέποντας

μήτι παντοίῃ· δοκέω δέ μιν οὐκ ἀθερίξειν,

εἰ ἐτεὸν Φινεύς γε θεῇ ἐνὶ Κύπριδι νόστον

πέφραδεν ἔσσεσθαι, κείνης δ' ὅγε μείλιχος ὄρνις

πότμον ὑπεξήλυξε. κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ

τόνδε κατ' οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο.

ἀλλὰ φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,

ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε."

- Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμάς

μνησάμενοι. μοῦνος δ' Ἀφαρήιος ἄνθορεν Ἴδας

δείν' ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε·

- "Ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ' ἔβημεν,

οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,

οὐκέτ' Ἐνυαλίοιο μέγα σθένος, ἐς δὲ πελείας

καὶ κίρκους λεύσσοντες ἐρητύονται ἀέθλων.

ἔρρετε, μηδ' ὔμμιν πολεμήια ἔργα μέλοιτο,

παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν."

- Ὧς ηὔδα μεμαώς· πολέες δ' ὁμάδησαν ἑταῖροι,

ἦκα μάλ', οὐδ' ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.

χωόμενος δ' ὅγ' ἔπειτα καθέζετο· τοῖσι δ' Ἰήσων

αὐτίκ' ἐποτρύνων τὸν ἑὸν νόον ὧδ' ἀγόρευεν·

- "Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,

στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο

ἀμφαδὸν ἤδη πείσματ' ἀνάψομεν, ἦ γὰρ ἔοικεν

μηκέτι δὴν κρύπτεσθαι, ἅτε πτήσσοντας ἀυτήν."

- Ὧς ἄρ' ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι

καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν, οἱ δ' ἐπὶ νηός

εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο

τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.

- Αὐτίκα δ' Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων

νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,

ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.

στεῦτο δ', ἐπεί κεν πρῶτα βόες διαδηλήσονται

ἄνδρα τὸν ὅς ῥ' ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,

δρυμὸν ἀναρρήξας λασίης καθύπερθε κολώνης,

αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ' ἀλεγεινήν

ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.

οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα

δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων

ξείνων μειλιχίῃ τε θεουδείῃ τ' ἐκέκαστο,

εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ' οὐρανοῦ ἄγγελον ἧκεν

Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν·

μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας

ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν

ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν

κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων

αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.

νόσφι δὲ οἷ αὐτῷ φάτ' ἐοικότα μείλια τείσειν

υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδούς

ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς

καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν

λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,

χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης

σφωϊτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι·

τῶ καὶ ἐελδομένους πέμπεν ἐς Ἀχαιίδα γαῖαν

πατρὸς ἐφημοσύνῃ δολιχὴν ὁδόν· οὐδὲ θυγατρῶν

εἶναί οἱ τυτθόν γε δέος μή πού τινα μῆτιν

φράσσωνται στυγερήν, οὐδ' υἱέος Ἀψύρτοιο,

ἀλλ' ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι.

καί ῥ' ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν

χωόμενος, μέγα δέ σφιν ἀπείλεε νῆά τ' ἐρύσθαι

ἠδ' αὐτούς, ἵνα μή τις ὑπὲκ κακότητος ἀλύξῃ·

τόφρα δὲ μητέρ' ἑήν, μετιὼν δόμον Αἰήταο,

Ἄργος παντοίοισι παρηγορέεσκεν ἔπεσσιν,

Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτή

πρόσθεν μητιάασκε, δέος δέ μιν ἴσχανε θυμόν

μή πως ἠὲ παρ' αἶσαν ἐτώσια μειλίσσοιτο

πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν

ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.

- Κούρην δ' ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος

λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,

οἷά τ' ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι·

τὸν ξεῖνον δ' ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον

οὔτι μάλ' ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι,

οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο

ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο

κουριδίην παράκοιτιν. ὀίετο δ' ἀμφὶ βόεσσιν

αὐτὴ ἀεθλεύουσα μάλ' εὐμαρέως πονέεσθαι·

σφωϊτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν,

οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας ἀλλά οἱ αὐτῷ

προύθεσαν· ἐκ δ' ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον

πατρί τε καὶ ξείνοις· αὐτῇ δ' ἐπιέτρεπον ἄμφω

τὼς ἔμεν ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν·

ἡ δ' ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων,

εἵλετο· τοὺς δ' ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ' ἐβόησαν

χωόμενοι. τὴν δ' ὕπνος ἅμα κλαγγῇ μεθέηκεν,

παλλομένη δ' ἀνόρουσε φόβῳ περί τ' ἀμφί τε τοίχους

πάπτηνεν θαλάμοιο· μόλις δ' ἐσαγείρατο θυμόν

ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ' ἀνενείκατο φωνήν·

- "Δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.

δείδια μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος

ἡρώων· περί μοι ξείνῳ φρένες ἠερέθονται. ‑

μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην,

ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. ‑

ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ' ἄνευθεν

αὐτοκασιγνήτης πειρήσομαι εἴ κέ μ' ἀέθλῳ

χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα

παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσει ἄλγος."

- Ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο

νήλιπος οἰέανος, καὶ δὴ λελίητο νέεσθαι

αὐτοκασιγνήτηνδε καὶ ἕρκεος οὐδὸν ἄμειψεν·

δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο

αἰδοῖ ἐεργομένη· μετὰ δ' ἐτράπετ' αὖτις ὀπίσσω

στρεφθεῖσ'· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ' ἀλέεινεν

εἴσω, τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα.

ἤτοι ὅτ' ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·

αἰδοῖ δ' ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.

τρὶς μὲν ἐπειρήθη, τρὶς δ' ἔσχετο· τέτρατον αὖτις

λέκτροισι πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.

ὡς δ' ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν

μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠὲ τοκῆες,

τὸν δέ τις ὤλεσε μοῖρα πάρος ταρπήμεναι ἄμφω

δήνεσιν ἀλλήλων· ἡ δ' ἔνδοθι δαιομένη κῆρ

σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,

οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν

αἰδοῖ ἐπιφροσύνῃ τε, μυχῷ δ' ἀχέουσα θαάσσει,

μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες ‑

τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω

μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσ' ἐνόησεν

δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα,

Χαλκιόπῃ δ' ἤγγειλε παρασχεδόν. ἡ δ' ἐνὶ παισίν

ἧστ', ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι·

ἀλλ' οὐδ' ὧς ἀπίθησεν, ὅτ' ἔκλυεν ἀμφιπόλοιο

μῦθον ἀνώιστον, διὰ δ' ἔσσυτο θαμβήσασα

ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη

κέκλιτ', ἀκηχεμένη, δρύψεν δ' ἑκάτερθε παρειάς.

ὡς δ' ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν·

- "Ὤ μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις;

τίπτ' ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος;

ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος,

ἦέ τιν' οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπήν

ἀμφί τ' ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων

δῶμα τόδ' εἰσοράαν μηδὲ πτόλιν, ἀλλ' ἐπὶ γαίης

πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων."

- Ὧς φάτο· τῆς δ' ἐρύθηνε παρήια, δὴν δέ μιν αἰδώς

παρθενίη κατέρυκεν, ἀμείψασθαι μεμαυῖαν·

μῦθος δ' ἄλλοτε μέν οἱ ἐπ' ἀκροτάτης ἀνέτελλεν

γλώσσης, ἄλλοτ' ἔνερθε κατὰ στῆθος πεπότητο·

πολλάκι δ' ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν,

φθογγὴ δ' οὐ προύβαινε παροιτέρω. ὀψὲ δ' ἔειπεν

τοῖα δόλῳ, θρασέες γὰρ ἐπικλονέεσκον ἔρωτες·

- "Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται,

μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκ' ὀλέσσῃ·

τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ

λεύσσω ὀνείρατα λυγρά ‑ τά τις θεὸς ἀκράαντα

θείη, μηδ' ἀλεγεινὸν ἐφ' υἱάσι κῆδος ἕλοιο."

- Φῆ ῥα, κασιγνήτης πειρωμένη εἴ κέ μιν αὐτή

ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν·

τῆς δ' αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη

δείματι, οἷ' ἐσάκουσεν· ἀμείβετο δ' ὧδ' ἐπέεσσιν·

- "Καὶ δ' αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα,

εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.

ἀλλ' ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω

σχησέμεν ἐν θυμῷ σύν τε δρήστειρα πέλεσθαι.

λίσσομ' ὑπὲρ μακάρων σέο τ' αὐτῆς ἠδὲ τοκήων,

μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι

λευγαλέως· ἢ σοίγε, φίλοις σὺν παισὶ θανοῦσα,

εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς."

- Ὧς ἄρ' ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ' αὐτίκα δάκρυ,

νειόθι δ' ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν·

σὺν δὲ κάρη κόλποις περικάββαλον. ἔνθ' ἐλεεινόν

ἄμφω ἐπ' ἀλλήλῃσι θέσαν γόον, ὦρτο δ' ἰωή

λεπταλέη διὰ δώματ' ὀδυρομένων ἀχέεσσιν.

τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσαν·

- "Δαιμονίη, τί νύ τοι ῥέξω ἄκος; οἷ' ἀγορεύεις,

ἀράς τε στυγερὰς καὶ Ἐρινύας· αἲ γὰρ ὄφελλεν

ἔμπεδον εἶναι ἐπ' ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.

ἴστω Κόλχων ὅρκος ὑπέρβιος, ὅντιν' ὀμόσσαι

αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανὸς ἠδ' ὑπένερθεν

Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,

μή σ' ἐπιδευήσεσθαι ἀνυστά περ ἀντιόωσαν."

- Φῆ ἄρα· Χαλκιόπη δ' ἠμείβετο τοῖσδ' ἐπέεσσιν·

- "Οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ

ἢ δόλον ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,

παίδων εἵνεκ' ἐμεῖο; καὶ ἐκ κείνου τόδ' ἱκάνει

Ἄργος ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς·

μεσσηγὺς μὲν τῶνγε δόμον λίπον ἐνθάδ' ἰοῦσα."

- Ὧς φάτο· τῆς δ' ἔντοσθεν ἀνέπτατο χάρματι θυμός,

φοινίχθη δ' ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλύς

εἷλεν ἰαινομένην. τοῖον δ' ἐπὶ μῦθον ἔειπεν·

- "Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται,

ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι

ἠὼς μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο,

εἴ γέ τι σῆς ψυχῆς προφερέστερον ἠέ τι παίδων

σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν

κηδεμόνες τε φίλοι καὶ ὁμήλικες· ὧς δὲ καὶ αὐτή

φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι,

ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ

νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον.

ἀλλ' ἴθι, κεῦθε δ' ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας

λήσομεν ἐντύνουσαι ὑπόσχεσιν· ἦρι δὲ νηόν

εἴσομαι εἰς Ἑκάτης, θελκτήρια φάρμακα ταύρων

οἰσομένη ξείνῳ ὑπὲρ οὗ τόδε νεῖκος ὄρωρεν."

- Ὧς ἥγ' ἐκ θαλάμοιο πάλιν κίε παισί τ' ἀρωγήν

αὐτοκασιγνήτης διεπέφραδε· τὴν δὲ μεταῦτις

αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν,

τοῖα παρὲξ οὗ πατρὸς ἐπ' ἀνέρι μητιάασθαι.

- Νὺξ μὲν ἔπειτ' ἐπὶ γαῖαν ἄγεν κνέφας, οἱ δ' ἐνὶ πόντῳ

ναυτίλοι εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος

ἔδρακον ἐκ νηῶν, ὕπνοιο δὲ καί τις ὁδίτης

ἤδη καὶ πυλαωρὸς ἐέλδετο, καί τινα παίδων

μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ' ἐκάλυπτεν,

οὐδὲ κυνῶν ὑλακὴ ἔτ' ἀνὰ πτόλιν, οὐ θρόος ἦεν

ἠχήεις, σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην·

ἀλλὰ μάλ' οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.

πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ' ἔγειρεν

δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν

φθεῖσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος.

δάκρυ δ' ἀπ' ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δ' αἰεί

τεῖρ' ὀδύνη, σμύχουσα διὰ χροὸς ἀμφί τ' ἀραιάς

ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,

ἔνθ' ἀλεγεινότατον δύνει ἄχος, ὁππότ' ἀνίας

ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν ἔρωτες.

πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν,

ἠελίου ὥς τίς τε δόμοις ἔνι πάλλεται αἴγλη,

ὕδατος ἐξανιοῦσα τὸ δὴ νέον ἠὲ λέβητι

ἠέ που ἐν γαυλῷ κέχυται, ἡ δ' ἔνθα καὶ ἔνθα

ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα ‑

ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης,

φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων

δωσέμεν· ἄλλοτε δ' οὔτι, καταφθεῖσθαι δὲ καὶ αὐτή·

αὐτίκα δ' οὔτ' αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν,

ἀλλ' αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.

ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε·

- "Δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;

πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι, οὐδέ τις ἀλκή

πήματος, ἀλλ' αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε

Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι,

πρὶν τόνγ' εἰσιδέειν, πρὶν Ἀχαιίδα νῆα κομίσσαι

Χαλκιόπης υἷας· τοὺς μὲν θεὸς ἤ τις Ἐρινύς

ἄμμι πολυκλαύτους δεῦρ' ἤγαγε κεῖθεν ἀνίας. ‑

φθείσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι

μοῖρα πέλει· πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας

φάρμακα μησαμένη, ποῖον δ' ἐπὶ μῦθον ἐνίψω;

τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετ' ἀρωγῆς; ‑

ἦ μιν ἄνευθ' ἑτάρων προσπτύξομαι οἶον ἰοῦσα;

δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης

λωφήσειν ἀχέων, τότε δ' ἂν κακὸν ἄμμι πέλοιτο

κεῖνος, ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς,

ἐρρέτω ἀγλαΐη, ὁ δ' ἐμῇ ἰότητι σαωθείς

ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο·

αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ' ἐξανύσειεν ἄεθλον,

τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ

ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ. ‑

ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω

κερτομίας, τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει

πότμον ἐμόν· καί κέν με διὰ στόματος φορέουσαι

Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται·

'ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο

κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας,

μαργοσύνῃ εἴξασα.' ‑ τί δ' οὐκ ἐμὸν ἔσσεται αἶσχος;

ὤ μοι ἐμῆς ἄτης. ἦ τ' ἂν πολὺ κέρδιον εἴη

τῇδ' αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν,

πότμῳ ἀνωίστῳ κάκ' ἐλέγχεα πάντα φυγοῦσαν,

πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι."

- Ἦ, καὶ φωριαμὸν μετεκίαθεν ᾗ ἔνι πολλά

φάρμακά οἱ τὰ μὲν ἐσθλὰ τὰ δὲ ῥαιστήρι' ἔκειτο.

ἐνθεμένη δ' ἐπὶ γούνατ' ὀδύρετο, δεῦε δὲ κόλπους

ἄλληκτον δακρύοισι, τὰ δ' ἔρρεεν ἀσταγὲς αὔτως,

αἴν' ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ' ἥγε

φάρμακα λέξασθαι θυμοφθόρα τόφρα πάσαιτο,

ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο

ἐξελέειν μεμαυῖα δυσάμμορος· ἀλλά οἱ ἄφνω

δεῖμ' ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ' Ἀίδαο,

ἔσχετο δ' ἀμφασίῃ δηρὸν χρόνον. ἀμφὶ δὲ πᾶσαι

θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο·

μνήσατο μὲν τερπνῶν ὅσ' ἐνὶ ζωοῖσι πέλονται,

μνήσαθ' ὁμηλικίης περιγηθέος, οἷά τε κούρη·

καί τέ οἱ ἠέλιος γλυκίων γένετ' εἰσοράασθαι

ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ' ἕκαστα.

καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων

Ἥρης ἐννεσίῃσι μετάτροπος· οὐδ' ἔτι βουλάς

ἄλλῃ δοιάζεσκεν, ἐέλδετο δ' αἶψα φανῆναι

ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη

φάρμακα συνθεσίῃσι καὶ ἀντήσειεν ἐς ὠπήν.

πυκνὰ δ' ἀνὰ κληῖδας ἑῶν λύεσκε θυράων,

αἴγλην σκεπτομένη· τῇ δ' ἀσπάσιον βάλε φέγγος

ἠριγενής, κίνυντο δ' ἀνὰ πτολίεθρον ἕκαστοι.

- Ἔνθα κασιγνήτους μὲν ἔτ' αὐτόθι μεῖναι ἀνώγει

Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·

αὐτὸς δ' αὖτ' ἐπὶ νῆα κίεν, προπάροιθε λιασθείς.

- Ἡ δ' ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ

παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,

αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο·

αὐσταλέας δ' ἔψηχε παρηίδας, αὐτὰρ ἀλοιφῇ

νεκταρέῃ φαίδρυνε πέρι χρόα· δῦνε δὲ πέπλον

καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν,

ἀμβροσίῳ δ' ἐφύπερθε καρήατι βάλλε καλύπτρην

ἀργυφέην· αὔτως δὲ δόμοις ἔνι δινεύουσα

στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν

θεσπέσι', ἄλλα τ' ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.

κέκλετο δ' ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι

ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο

ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι,

ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,

οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν.

ἔνθ' αὖτ' ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην·

ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο

φάρμακον ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι.

τῷ εἴ κεν, νυχίοισιν ἀρεσσάμενος θυέεσσιν

Δαῖραν μουνογένειαν, ἑὸν δέμας ἰκμαίνοιτο,

ἦ τ' ἂν ὅγ' οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν

οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι, ἀλλὰ καὶ ἀλκῇ

λωΐτερος κεῖν' ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο.

πρωτοφυὲς τόγ' ἀνέσχε καταστάξαντος ἔραζε

αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν

αἱματόεντ' ἰχῶρα Προμηθῆος μογεροῖο.

τοῦ δ' ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν

χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη,

καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δ' ἐνὶ γαίῃ

σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.

τῆς οἵην τ' ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ

Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,

ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν,

ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,

Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,

λυγαίῃ ἐνὶ νυκτὶ σὺν ὀρφναίοις φαρέεσσιν·

μυκηθμῷ δ' ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα

ῥίζης τεμνομένης Τιτηνίδος, ἔστενε δ' αὐτός

Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.

τόρρ' ἥγ' ἐξανελοῦσα, θυώδεϊ κάτθετο μίτρῃ

ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.

ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ' ἀπήνης,

σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν.

αὐτὴ δ' ἡνί' ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην

δεξιτερῇ, ἔλαεν δὲ δι' ἄστεος· αἱ δὲ δὴ ἄλλαι

ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,

τρώχων εὐρεῖαν κατ' ἀμαξιτόν, ἂν δὲ χιτῶνας

λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.

οἵη δέ, λιαροῖσιν ἐν ὕδασι Παρθενίοιο

ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο,

χρυσείοις Λητωῒς ἐφ' ἅρμασιν ἑστηυῖα

ὠκείαις κεμάδεσσι διεξελάῃσι κολώνας,

τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης·

τῇ δ' ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἀπ' αὐτῆς

ἀγρόμεναι πηγῆς Ἀμνισίδες, αἱ δὲ λιποῦσαι

ἄλσεα καὶ σκοπιὰς πολυπίδακας, ἀμφὶ δὲ θῆρες

κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν ‑

ὧς αἵγ' ἐσσεύοντο δι' ἄστεος, ἀμφὶ δὲ λαοί

εἶκον ἀλευάμενοι βασιληΐδος ὄμματα κούρης.

αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπ' ἀγυιάς,

νηὸν δ' εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα,

δὴ τότ' ἐυτροχάλοιο κατ' αὐτόθι βήσατ' ἀπήνης

ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν·

- "Ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδ' ἐνόησα

μὴ ἴμεν ἀλλοδαποῖσι μετ'†ἀνδράσιν, οἵ τ' ἐπὶ γαῖαν

ἡμετέρην στρωφῶσιν, ἀμηχανίῃ βεβόληται

πᾶσα πόλις, τὸ καὶ οὔ τις ἀνήλυθε δεῦρο γυναικῶν

τάων αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται.

ἀλλ' ἐπεὶ οὖν ἱκόμεσθα καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,

εἰ δ' ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν

μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης

λεξάμεναι, τότ' ἔπειτ' αὐτὴν ἀπονισσόμεθ' ὥρην.

καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδ' ἵκοισθε

ἤματι τῷδ', εἴ μοι συναρέσσετε τήνδε μενοινήν.

Ἄργος γάρ μ' ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτή

Χαλκιόπη ‑ τὰ δὲ σῖγα νόῳ ἔχετ' εἰσαΐουσαι

ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται·

τὸν ξεῖνόν με κέλονται ὅτις περὶ βουσὶν ὑπέστη,

δῶρ' ἀποδεξαμένην, ὀλοῶν ῥύσασθαι ἀέθλων·

αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον ἠδὲ καὶ αὐτόν

κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,

ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ

δῶρα φέρων, τῷ δ' αὖτε κακώτερον ἄλλο πόρωμεν

φάρμακον. ἀλλ' ἀπονόσφι πέλεσθέ μοι, εὖτ' ἂν ἵκηται."

- Ὧς ηὔδα· πάσῃσι δ' ἐπίκλοπος ἥνδανε μῆτις.

- Αὐτίκα δ' Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας

Ἄργος, ὅτ' ἤδη τήνγε κασιγνήτων ἐσάκουσεν

ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν,

ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος

Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν

οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν.

ἔνθ' οὔπω τις τοῖος ἐπὶ προτέρων γένετ' ἀνδρῶν,

οὔθ' ὅσοι ἐξ αὐτοῖο Διὸς γένος οὔθ' ὅσοι ἄλλων

ἀθανάτων ἥρωες ἀφ' αἵματος ἐβλάστησαν,

οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ

ἠμὲν ἐσάντα ἰδεῖν ἠδὲ προτιμυθήσασθαι·

τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι

λαμπόμενον χαρίτεσσιν, ἐγήθησεν δὲ κελεύθῳ

Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα.

- Ἔσκε δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ

αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα,

τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι·

τάων τις, μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα,

ὑψοῦ ἐπ' ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλαῖς·

- "Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδ' ὅσα παῖδες ἴσασιν

οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρόν

οὔτ' ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο

ἠιθέῳ, εὖτ' ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται.

ἔρροις, ὦ κακόμαντι, κακοφραδές, οὐδέ σε Κύπρις

οὔτ' ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες."

- Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας

ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τ' ἔειπεν·

- "Τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην

δήεις, Αἰσονίδη, μάλα δ' ἠπίῃ ἀντιβολήσεις

Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων

ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς·

νῶι δ', ἐγὼν Ἄργος τε, δεδεγμένοι ἔστ' ἂν ἵκηαι

τῷδ' αὐτῷ ἐνὶ χώρῳ, ἀπεσσόμεθ'· οἰόθι δ' αὐτός

λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν."

- Ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.

- Οὐδ' ἄρα Μηδείης θυμὸς τράπετ' ἄλλα νοῆσαι,

μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ ἥντιν' ἀθύροι

μολπὴν οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι,

ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος· οὐδέ ποτ' ὄσσε

ἀμφιπόλων μεθ' ὅμιλον ἔχ' ἀτρέμας, ἐς δὲ κελεύθους

τηλόσε παπταίνεσκε παρακλίνουσα παρειάς.

ἦ θαμὰ δὴ στηθέων ἐάγη†κέαρ, ὁππότε δοῦπον

ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι.

αὐτὰρ ὅγ' οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη,

ὑψόσ' ἀναθρῴσκων ἅ τε Σείριος Ὠκεανοῖο,

ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ' ἐσιδέσθαι

ἀντέλλει, μήλοισι δ' ἐν ἄσπετον ἧκεν ὀιζύν ‑

ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι

Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.

ἐκ δ' ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ' αὔτως

ἤχλυσαν, θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος·

γούνατα δ' οὔτ' ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι

ἔσθενεν, ἀλλ' ὑπένερθε πάγη πόδας. αἱ δ' ἄρα τείως

ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν·

τὼ δ' ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,

ἢ δρυσὶν ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,

αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται

νηνεμίῃ, μετὰ δ' αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο

κινύμεναι ὁμάδησαν ἀπείριτον ‑ ὧς ἄρα τώγε

μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.

γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν

θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον·

- "Τίπτε με παρθενικὴ τόσον ἅζεαι οἶον ἐόντα;

οὔ τοι ἐγὼν οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν

ἀνέρες, οὐδ' ὅτε περ πάτρῃ ἔνι ναιετάασκον

ἦα πάρος· τῶ μή με λίην ὑπεραίδεο κούρη

ἤ τι παρεξερέεσθαι ὅ τοι φίλον ἠέ τι φάσθαι·

ἀλλ' ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες,

χώρῳ ἐν ἠγαθέῳ, ἵνα τ' οὐ θέμις ἔστ' ἀλιτέσθαι,

ἀμφαδίην ἀγόρευε καὶ εἴρεο, μηδέ με τερπνοῖς

φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης

αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.

πρός σ' αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων

καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρ' ὑπερίσχει·

ἀμφότερον δ' ἱκέτης ξεῖνός τέ τοι ἐνθάδ' ἱκάνω

χρειοῖ ἀναγκαίῃ γουνούμενος, οὐ γὰρ ἄνευθεν

ὑμείων στονόεντος ὑπέρτερος ἔσσομ' ἀέθλου.

σοὶ δ' ἂν ἐγὼ τείσαιμι χάριν μετόπισθεν ἀρωγῆς

ᾗ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,

οὔνομα καὶ καλὸν τεύχων κλέος· ὧς δὲ καὶ ὧλλοι

ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες,

ἡρώων τ' ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη

ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν,

τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.

δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ' ἀέθλων

παρθενικὴ Μινωῒς ἐυφρονέουσ' Ἀριάδνη,

ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο.

ἀλλ' ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως,

σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοί

ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμωρ

ἀστερόεις στέφανος, τόν τε κλείουσ' Ἀριάδνης,

πάννυχος οὐρανίοις ἐνελίσσεται εἰδώλοισιν·

ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσεις

τόσσον ἀριστήων ἀνδρῶν στόλον· ἦ γὰρ ἔοικας

ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι."

- Ὧς φάτο, κυδαίνων· ἡ δ' ἐγκλιδὸν ὄσσε βαλοῦσα

νεκτάρεον μείδησε, χύθη δέ οἱ ἔνδοθι θυμός

αἴνῳ ἀειρομένης· καὶ ἀνέδρακεν ὄμμασιν ἄντην,

οὐδ' ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,

ἀλλ' ἄμυδις μενέαινεν ἀολλέα πάντ' ἀγορεῦσαι.

προπρὸ δ' ἀφειδήσασα θυώδεος ἔξελε μίτρης

φάρμακον· αὐτὰρ ὅγ' αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς.

καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα

ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι·

τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο

στράπτεν ἔρως ἡδεῖαν ἀπὸ φλόγα, τῆς δ' ἀμαρυγάς

ὀφθαλμῶν ἥρπαζεν, ἰαίνετο δὲ φρένας εἴσω

τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση

τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.

ἄμφω δ' ἄλλοτε μέν τε κατ' οὔδεος ὄμματ' ἔρειδον

αἰδόμενοι, ὁτὲ δ' αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς

ἱμερόεν φαιδρῇσιν ὑπ' ὀφρύσι μειδιόωντες.

ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη·

- "Φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομ' ἀρωγήν.

εὖτ' ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ

ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,

δὴ τότε, μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,

ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο,

οἶος ἄνευθ' ἄλλων ἐνὶ φάρεσι κυανέοισιν

βόθρον ὀρύξασθαι περιηγέα, τῷ δ' ἔνι θῆλυν

ἀρνειὸν σφάζειν καὶ ἀδαίετον ὠμοθετῆσαι,

αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ·

μουνογενῆ δ' Ἑκάτην Περσηίδα μειλίσσοιο,

λείβων ἐκ δέπαος σιμβλήϊα ἔργα μελισσέων.

ἔνθα δ' ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,

ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο, μηδέ σε δοῦπος

ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω

ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας

οὐδ' αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.

ἦρι δέ, μυδήνας τόδε φάρμακον, ἠύτ' ἀλοιφῇ

γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ τοι ἀλκή

ἔσσετ' ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης

ἀνδράσιν ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν·

πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω

καὶ ξίφος. ἔνθ' οὐκ ἄν σε διατμήξειαν ἀκωκαί

γηγενέων ἀνδρῶν οὐδ' ἄσχετος ἀίσσουσα

φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρόν

ἔσσεαι, ἀλλ' αὐτῆμαρ ὁμῶς σύγε μή ποτ' ἀέθλου

χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ' ὄνειαρ·

αὐτίκ' ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν

χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς

σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων,

οἱ δ' ἤδη κατὰ ὦλκας ἀνασταχύωσι γίγαντες,

ᾗ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,

λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δ' ἂν ἐπ' αὐτῷ,

καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν

ἀλλήλους. καὶ δ' αὐτὸς ἐπείγεο δηϊοτῆτος

ἰθῦσαι, τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖο ἕκητι

οἴσεαι ἐξ Αἴης ‑ τηλοῦ ποθι, νίσσεο δ' ἔμπης

ᾗ φίλον, ᾗ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι."

- Ὧς ἄρ' ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα,

θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦε

μυρομένη, ὅτ' ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο

πόντον ἐπιπλάγξεσθαι. ἀνιηρῷ δέ μιν ἄντην

ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρός

δεξιτερῆς, δὴ γάρ οἱ ἀπ' ὀφθαλμοὺς λίπεν αἰδώς·

- "Μνώεο δ', ἢν ἄρα δή ποθ' ὑπότροπος οἴκαδ' ἵκηαι,

οὔνομα Μηδείης· ὧς δ' αὖτ' ἐγὼ ἀμφὶς ἐόντος

μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε· πῇ τοι ἔασιν

δώματα; πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηῒ περήσεις;

ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο

ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην

ἥντινα τήνδ' ὀνόμηνας ἀριγνώτην γεγαυῖαν

Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο."

- Ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης

οὖλος ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα·

- "Καὶ λίην οὐ νύκτας ὀίομαι οὐδέ ποτ' ἦμαρ

σεῦ ἐπιλήσεσθαι προφυγὼν μόρον ‑ εἰ ἐτεόν γε

φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τιν' ἄλλον

Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.

εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,

ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.

ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα,

πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεύς

Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,

ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηούς

ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν·

Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν·

ἐν δ' αὐτὴ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι

πολλαὶ ναιετάουσιν ἵν' οὐδέ περ οὔνομ' ἀκοῦσαι

Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα,

Αἰολίδην Μινύην, ἔνθεν φάτις Ὀρχομενοῖο

δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι.

ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντ' ἀγορεύω,

ἡμετέρους τε δόμους τηλεκλείτην τ' Ἀριάδνην,

κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην

παρθενικὴν καλέεσκον ἐπήρατον ἥν μ' ἐρεείνεις;

αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως

ἀμφ' αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη."

- Ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν·

τῆς δ' ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,

καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ·

- "Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν·

Αἰήτης δ' οὐ τοῖος ἐν ἀνδράσιν οἷον ἔειπας

Μίνω Πασιφάης πόσιν ἔμμεναι, οὐδ' Ἀριάδνῃ

ἰσοῦμαι· τῶ μή τι φιλοξενίην ἀγόρευε,

ἀλλ' οἶον τύνη μὲν ἐμεῦ, ὅτ' Ἰωλκὸν ἵκηαι,

μνώεο, σεῖο δ' ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων

μνήσομαι. ἔλθοι δ' ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα

ἠέ τις ἄγγελος ὄρνις, ὅτ' ἐκλελάθοιο ἐμεῖο·

ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν

ἐνθένδ' εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,

ὄφρα σ' ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα

μνήσω ἐμῇ ἰότητι πεφυγμένον· αἴθε γὰρ εἴην

ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν."

- Ὧς ἄρ' ἔφη, ἐλεεινὰ κατὰ προχέουσα παρειῶν

δάκρυα· τὴν δ' ὅγε δῆθεν ὑποβλήδην προσέειπεν·

- "Δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,

ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις·

εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,

τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε

ἔσσεαι, οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν,

οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ' ἵκοντο

σῇ βουλῇ, τῶν δ' αὖτε κασίγνητοί τε ἔται τε

καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται·

ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν

πορσανέεις, οὐδ' ἄμμε διακρινέει φιλότητος

ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι."

- Ὧς φάτο· τῇ δ' ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ·

ἔμπης δ' ἔργ' ἀρίδηλα κατερρίγησεν ἰδέσθαι,

σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν

Ἑλλάδα ναιετάειν· ὧς γὰρ τόγε μήδετο Ἥρη,

ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκηται

Αἰαίη Μήδεια λιποῦσ' ἄπο πατρίδα γαῖαν.

- Ἤδη δ' ἀμφίπολοι μὲν ὀπιπτεύουσαι ἄπωθεν

σιγῇ ἀνιάζεσκον, ἐδεύετο δ' ἤματος ὥρη

ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην,

ἡ δ' οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ

θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν,

εἰ μὴ ἄρ' Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα·

- "Ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο

δύῃ ὑποφθάμενον καί τις τὰ ἕκαστα νοήσῃ

ὀθνείων· αὖτις δ' ἀβολήσομεν ἐνθάδ' ἰόντες."

- Ὧς τώγ' ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν

πείρηθεν, μετὰ δ' αὖτε διέτμαγον· ἤτοι Ἰήσων

εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι,

ἡ δὲ μετ' ἀμφιπόλους. αἱ δὲ σχεδὸν ἀντεβόλησαν

πᾶσαι ὁμοῦ, τὰς δ' οὔτι περιπλομένας ἐνόησεν·

ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.

αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ' ἀπήνης,

καί ῥ' ἑτέρῃ μὲν χειρὶ λάβ' ἡνία, τῇ δ' ἄρ' ἱμάσθλην

δαιδαλέην οὐρῆας ἐλαυνέμεν. οἱ δὲ πόλινδε

θῦνον ἐπειγόμενοι ποτὶ δώματα· τὴν δ' ἀνιοῦσαν

Χαλκιόπη, περὶ παισὶν ἀκηχεμένη, ἐρέεινεν·

ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων

ἔκλυεν οὔτ' αὐδῆσαι ἀνειρομένῃ λελίητο.

ἷζε δ' ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν

λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν,

ὑγρὰ δ' ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα

οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.

- Αἰσονίδης δ' ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο

ἐν χώρῃ ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,

ὦρτ' ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα,

ἡρώων ἐς ὅμιλον. ὁμοῦ δ' ἐπὶ νῆα πέλασσαν·

οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τ' ἐρέοντο·

αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης

δεῖξέ τε φάρμακον αἰνόν. ὁ δ' οἰόθεν οἶος ἑταίρων

Ἴδας ἧστ' ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι

γηθόσυνοι, τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,

εὔκηλοι μέλλοντο περὶ σφίσιν· αὐτὰρ ἅμ' ἠοῖ

πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας

ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,

σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο.

βὰν δ' ἴμεν, οὐδ' ἁλίωσαν ὁδόν, πόρε δέ σφιν ἰοῦσιν

κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας

Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ

Κάδμος, ὅτ' Εὐρώπην διζήμενος εἰσαφίκανεν,

πέφνεν, Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα·

ἔνθα καὶ ἐννάσθη πομπῇ βοὸς ἥν οἱ Ἀπόλλων

ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο·

τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα

Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι·

καί ῥ' ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν

Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,

Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·

τοὺς δὲ τότ' Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι

προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατ' ἀέθλου

ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.

- Ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν

ἑσπερίων νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων,

Νὺξ δ' ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας

ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων,

αὐτίκ' ἐπεί ῥ' Ἑλίκης εὐφεγγέες ἀστέρες Ἄρκτου

ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ' αἰθήρ,

βῆ ῥ' ἐς ἐρημαίην κλωπήιος ἠύτε τις φώρ

σὺν πᾶσι χρήεσσι. πρὸ γάρ τ' ἀλέγυνεν ἕκαστα

ἠμάτιος· θῆλυν μὲν ὄιν γάλα τ' ἔκτοθι ποίμνης

Ἄργος ἰὼν ἤνεικε, τὰ δ' ἐξ αὐτῆς ἕλε νηός.

ἀλλ' ὅτε δὴ ἴδε χῶρον ὅτις πάτου ἔκτοθεν ἦεν

ἀνθρώπων καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν,

ἔνθ' ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο

εὐαγέως θείοιο τέρεν δέμας, ἀμφὶ δὲ φᾶρος

ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν

Λημνιὰς Ὑψιπύλη ἀδινῆς μνημήιον εὐνῆς·

πήχυιον δ' ἄρ' ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας,

νήησεν σχίζας, ἐπὶ δ' ἀρνειοῦ τάμε λαιμόν

αὐτόν τ' εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτρούς

πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς,

Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων.

καί ῥ' ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δ' ἀίουσα

κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν

ἱροῖς Αἰσονίδαο, πέριξ δέ μιν ἐστεφάνωντο

σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες,

στράπτε δ' ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε

ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.

πίσεα δ' ἔτρεμε πάντα κατὰ στίβον· αἱ δ' ὀλόλυξαν

νύμφαι ἑλειονόμοι ποταμηΐδες, αἳ περὶ κείνην

Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται.

Αἰσονίδην δ' ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδ' ὧς

ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ' ἑτάροισι

μίκτο κιών. ἤδη δὲ φόως νιφόεντος ὕπερθεν

Καυκάσου ἠριγενὴς ἠὼς βάλεν ἀντέλλουσα·

- καὶ τότ' ἄρ' Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο

θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας

σφωϊτέρῃς Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα·

χρυσείην δ' ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον

λαμπομένην, οἷόν τε περίτροχον ἔπλετο φέγγος

ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο·

ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος

δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη

ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα

τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πτολέμιξεν.

τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον

ἔσχε πέλας Φαέθων, ἐπιβήμεναι· ἂν δὲ καὶ αὐτός

βήσατο, ῥυτῆρας δὲ χεροῖν ἕλεν. ἐκ δὲ πόληος

ἤλασαν εὐρεῖαν κατ' ἀμαξιτόν, ὥς κεν ἀέθλῳ

παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός.

οἷος δ' Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα,

ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον ἢ ὅγε Λέρνης

ὕδωρ ἠὲ καὶ ἄλσος Ὑαντίου Ὀγχηστοῖο,

καί τε Καλαύρειαν μετὰ δὴ θαμὰ νίσσεται ἵπποις

Πέτρην θ' Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν ‑

τοῖος ἄρ' Αἰήτης Κόλχων ἀγὸς ᾖεν ἰδέσθαι.

- Τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων,

φάρμακα μυδήνας, ἠμὲν σάκος ἀμφεπάλυνεν

ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος. ἀμφὶ δ' ἑταῖροι

πείρησαν τευχέων βεβιημένοι, οὐδ' ἐδύναντο

κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλ' αὔτως

ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.

αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας

κόψε παρ' οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δ' ἀκωκή

ῥαιστὴρ ἄκμονος ὥστε παλιντυπές, οἱ δ' ὁμάδησαν

γηθόσυνοι ἥρωες ἐπ' ἐλπωρῇσιν ἀέθλου.

καὶ δ' αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκή

σμερδαλέη ἄφατός τε καὶ ἄτρομος, αἱ δ' ἑκάτερθεν

χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι.

ὡς δ' ὅτ' ἀρήιος ἵππος, ἐελδόμενος πολέμοιο,

σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθε

κυδιόων ὀρθοῖσιν ἐπ' οὔασιν αὐχέν' ἀείρει ‑

τοῖος ἄρ' Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων,

πολλὰ δ' ἄρ' ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,

ἀσπίδα χαλκείην μελίην τ' ἐν χερσὶ τινάσσων.

καὶ τότ' ἔπειτ' οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων

μέλλον, ἀτὰρ κληῗσιν ἐπισχερὼ ἱδρυθέντες

ῥίμφα μάλ' ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο.

τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,

ὅσσον τ' ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα

γίγνεται, ὁππότ' ἄεθλα καταφθιμένοιο ἄνακτος

κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.

τέτμον δ' Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων,

τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,

τὸν δ' αὐτοῦ παρὰ χεῖλος ἑλισσομένου ποταμοῖο.

- Αἰσονίδης δ', ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,

δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν' ἐς ἄεθλον,

νηὸς ἀποπροθορών, ἄμυδις δ' ἔχε παμφανόωσαν

χαλκείην πήληκα, θοῶν ἔμπλειον ὀδόντων,

καὶ ξίφος ἀμφ' ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει

εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.

παπτήνας δ' ἀνὰ νειόν, ἴδε ζυγὰ χάλκεα ταύρων

αὐτόγυόν τ' ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον·

χρίμψε δ' ἔπειτα κιών, παρὰ δ' ὄβριμον ἔγχος ἔπηξεν

ὀρθὸν ἐπ' οὐριάχῳ, κυνέην δ' ἀποκάτθετ' ἐρείσας·

βῆ δ' αὐτῇ προτέρωσε σὺν ἀσπίδι, νήριτα ταύρων

ἴχνια μαστεύων. οἱ δ' ἔκποθεν ἀφράστοιο

κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα

καρτερά, λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,

ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες·

φαίης κεν ζοφεροῖο κατ' αἰθέρος ἀίσσουσαν

χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι

ἐκ νεφέων, ὅτ' ἔπειτα†μελάντατον ὄμβρον ἄγωνται·

ἔδδεισαν δ' ἥρωες ὅπως ἴδον· αὐτὰρ ὁ τούσγε

εὖ διαβὰς ἐπιόντας ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη

μίμνεν ἀπειρεσίῃσι δονεύμενα κύματ' ἀέλλαις·

πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον. οἱ δέ μιν ἄμφω

μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν,

οὐδ' ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.

ὡς δ' ὅτ' ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν

φῦσαι χαλκήων ὁτὲ μέν τ' ἀναμαρμαίρουσιν

πῦρ ὀλοὸν πιμπρᾶσαι, ὅτ' αὖ λήγουσιν ἀυτμῆς,

δεινὸς δ' ἐξ αὐτῶν πέλεται βρόμος, ὁππότ' ἀίξῃ

νειόθεν ‑ ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες

ἐκ στομάτων ὁμάδευν, τὸν δ' ἄμφεπε δήιον αἶθος

βάλλε θ' ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακ' ἔρυτο.

καί ῥ' ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας

εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πέλασσεν

ζεύγλῃ χαλκείῃ· τὸν δ' ἐν χθονὶ κάββαλεν ὀκλάξ,

ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον· ὧς δὲ καὶ ἄλλον

σφῆλε γνὺξ ἐριπόντα, μιῇ βεβολημένον ὁρμῇ.

εὐρὺ δ' ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα,

τῇ καὶ τῇ βεβαώς, ἄμφω ἔχε πεπτηῶτας

γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς·

θαύμασε δ' Αἰήτης σθένος ἀνέρος. οἱ δ' ἄρα τείως

Τυνδαρίδαι (δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν)

ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι·

αὐτὰρ ὁ εὖ ἐνέδησε λόφοις, μεσσηγὺ δ' ἀείρας

χάλκεον ἱστοβοῆα θοῇ συνάρασσε κορώνῃ

ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα

χαζέσθην· ὁ δ' ἄρ' αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ

ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων

πήληκα βριαρὴν δόρυ τ' ἄσχετον, ᾧ ῥ' ὑπὸ μέσσας

ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ

οὐτάζων λαγόνας· μάλα δ' ἔμπεδον εὖ ἀραρυῖαν

τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην.

οἱ δ' ἤτοι ἕως μὲν περιώσια θυμαίνεσκον,

λάβρον ἐπιπνείοντε πυρὸς σέλας, ὦρτο δ' ἀυτμή

ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα

δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο·

δηρὸν δ' οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρί

ἤισαν. ὀκριόεσσα δ' ἐρείκετο νειὸς ὀπίσσω

σχιζομένη ταύρων τε βίῃ κρατερῷ τ' ἀροτῆρι,

δεινὸν δ' ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρῳ

βώλακες ἀγνύμεναι ἀνδραχθέες. εἵπετο δ' αὐτός

λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δ' ἑοῖο

βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας,

ἐντροπαλιζόμενος μή οἱ πάρος ἀντιάσειεν

γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δ' ἄρ' ἐπιπρό

χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο.

ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο

λείπεται ἐξ ἠοῦς, χατέουσι δὲ κεκμηῶτες

ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι,

τῆμος ἀρήροτο νειὸς ὑπ' ἀκαμάτῳ ἀροτῆρι

τετράγυός περ ἐοῦσα, βοῶν τ' ἀπελύετ' ἄροτρα.

καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι·

αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρ' ἔτι κεινάς

γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δ' ἑταῖροι

θάρσυνον μύθοισιν· ὁ δ' ἐκ ποταμοῖο ῥοάων

αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν·

γνάμψε δὲ γούνατ' ἐλαφρά, μέγαν δ' ἐμπλήσατο θυμόν

ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τ' ὀδόντας

θήγει θηρευτῇσιν ἐπ' ἀνδράσιν, ἀμφὶ δὲ πολλός

ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥέε χωομένοιο.

οἱ δ' ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν

γηγενέες· φρῖξεν δὲ περὶ στιβαροῖς σακέεσσιν

δούρασί τ' ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν

Ἄρηος τέμενος φθισιμβρότου, ἵκετο δ' αἴγλη

νειόθεν Οὔλυμπόνδε δι' ἠέρος ἀστράπτουσα.

ὡς δ' ὁπότ', ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος,

ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαι

λυγαίῃ ὑπὸ νυκτί, τὰ δ' ἀθρόα πάντα φαάνθη

τείρεα λαμπετόωντα διὰ κνέφας ‑ ὧς ἄρα τοίγε

λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων

μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων·

λάζετο δ' ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον,

δεινὸν Ἐνυαλίου σόλον Ἄρεος· οὔ κέ μιν ἄνδρες

αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν·

τόν ῥ' ἀνὰ ῥεῖα λαβών, μάλα τηλόθεν ἔμβαλε μέσσοις

ἀίξας. αὐτὸς δ' ὑφ' ἑὸν σάκος ἕζετο λάθρῃ

θαρσαλέος· Κόλχοι δὲ μέγ' ἴαχον, ὡς ὅτε πόντος

ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν·

τὸν δ' ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο

Αἰήτην. οἱ δ' ὥστε θοοὶ κύνες ἀμφιθορόντες

ἀλλήλους βρυχηδὸν ἐδήιον, ἠδ' ἐπὶ γαῖαν

μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι

ἢ δρύες ἅς τ' ἀνέμοιο κατάικες δονέουσιν.

οἷος δ' οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστήρ

ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν οἵ μιν ἴδωνται

μαρμαρυγῇ σκοτίοιο δι' ἠέρος ἀίξαντα ‑

τοῖος ἄρ' Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν,

γυμνὸν δ' ἐκ κολεοῖο φέρεν ξίφος. οὖτα δὲ μίγδην

ἀμώων, πολέας μὲν ἔτ' ἐς νηδὺν λαγόνας τε

ἡμίσεας δ' ἀνέχοντας ἐς ἠέρα, τοὺς δὲ καὶ ἄχρις

γούνων τελλομένους, τοὺς δ' αὖ νέον ἑστηῶτας,

τοὺς δ' ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.

ὡς δ' ὁπότ', ἀγχούροισιν ἐγειρομένου πολέμοιο,

δείσας γειομόρος μή οἱ προτάμωνται ἀρούρας,

ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπώς

ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν

μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο ‑

ὧς ὅγε γηγενέων κεῖρεν στάχυν· αἵματι δ' ὁλκοί

ἠύτε κρηναίαις ἀμάραι πλήθοντο ῥοῇσιν.

πῖπτον δ' οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν

λαζόμενοι πρηνεῖς, οἱ δ' ἔμπαλιν, οἱ δ' ἐπ' ἀγοστῷ

καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι·

πολλοὶ δ', οὐτάμενοι πρὶν ὑπὲρ χθονὸς ἴχνος ἀεῖραι,

ὅσσον ἄνω προύκυψαν ἐς ἠέρα, τόσσον ἔραζε

βριθόμενοι πλαδαροῖσι καρήασιν, ἠρήρειντο·

ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,

φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε

κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν,

τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει

κλήρου σημαντῆρα φυτοτρόφον ‑ ὧς τότ' ἄνακτος

Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι·

ἤιε δ' ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις

πορφύρων ᾗ κέ σφι θοώτερον ἀντιόῳτο.

ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.