583 36 0 1 1 0 V a. C. Oratoria Antiphon IV Tetralogia 2 1

ANTIPHON - Tetralogia 2 IV-ΤΕΤΡΑΛΟΓΙΑ Β - δ΄ ΕΞ ΑΠΟΛΟΓΙΑΣ Ο ΥΣΤΕΡΟΣ

Indice delle opere di Antifonte

[4]

[1]    Τοῦτον μὲν εἰκὸς πρὸς τὴν ἑαυτοῦ κατηγορίαν προσέχοντα τὸν νοῦν μὴ μαθεῖν τὴν ἀπολογίαν μου, ὑμᾶς δὲ χρή, γιγνώσκοντας ὅτι ἡμεῖς μὲν οἱ ἀντίδικοι κατ' εὔνοιαν κρίνοντες τὸ πρᾶγμα εἰκότως δίκαια ἑκάτεροι αὑτοὺς οἰόμεθα λέγειν, ὑμᾶς δὲ ὁσίως ὁρᾶν προσήκει τὰ πραχθέντα· [2] ἐκ τῶν λεγομένων γὰρ ἡ ἀλήθεια σκεπτέα αὐτῶν ἐστίν. Ἐγὼ δέ, εἰ μέν τι ψεῦδος εἴρηκα, ὁμολογῶ καὶ τὰ ὀρθῶς εἰρημένα προσδιαβάλλειν [ἄδικα εἶναι]· εἰ δὲ ἀληθῆ μέν, λεπτὰ δὲ καὶ ἀκριβῆ, οὐκ ἐγὼ ὁ λέγων ἀλλ' ὁ πράξας τὴν ἀπέχθειαν αὐτῶν δίκαιος φέρεσθαί ἐστι.

[3]    Θέλω δὲ πρῶτον ὑμᾶς μαθεῖν, ὅτι οὐκ ἐάν τις φάσκῃ ἀποκτεῖναι, τοῦτ' ἔστιν, ἀλλ' ἐάν τις ἐλεγχθῇ. Οὗτος δὲ ὁμολογῶν τὸ ἔργον ὡς ἡμεῖς λέγομεν γενέσθαι, ὑπὲρ τοῦ ἀποκτείναντος ἀμφισβητεῖ, ὃν ἀδύνατον ἀλλαχόθεν ἢ ἐκ τῶν πραχθέντων δηλοῦσθαι.

[4] Σχετλιάζει δὲ κακῶς ἀκούειν φάσκων τὸν παῖδα, εἰ μήτε ἀκοντίσας μήτε ἐπινοήσας αὐθέντης ὢν ἀποδείκνυται, καὶ οὐ πρὸς τὰ λεγόμενα ἀπολογεῖται. Οὐ γὰρ ἀκοντίσαι οὐδὲ βαλεῖν αὑτόν φημι τὸν παῖδα, ἀλλ' ὑπὸ τὴν πληγὴν τοῦ ἀκοντίου ὑπελθόντα οὐχ ὑπὸ τοῦ μειρακίου ἀλλ' ὑφ' ἑαυτοῦ διαφθαρῆναι· οὐ γὰρ ἀτρεμίζων ἀπέθανε. Τῆς δὲ διαδρομῆς αἰτίας αὐτῷ γενομένης, εἰ μὲν ὑπὸ τοῦ παιδοτρίβου καλούμενος διέτρεχεν, ὁ παιδοτρίβης ἂν ‹ὁ› ἀποκτείνας αὐτὸν εἴη, εἰ δ' ὑφ' ἑαυτοῦ πεισθεὶς ὑπῆλθεν, αὐτὸς ὑφ' ἑαυτοῦ διέφθαρται.

[5]    Θέλω δὲ μὴ πρότερον ἐπ' ἄλλον λόγον ὁρμῆσαι, ἢ τὸ ἔργον ἔτι φανερώτερον καταστῆσαι, ὁποτέρου αὐτῶν ἐστί. Τὸ μὲν μειράκιον οὐδενὸς μᾶλλον τῶν συμμελετώντων ἐστὶ τοῦ σκοποῦ ἁμαρτόν, οὐδὲ τῶν ἐπικαλουμένων τι διὰ τὴν αὑτοῦ ἁμαρτίαν δέδρακεν· ὁ δὲ παῖς οὐ ταὐτὰ τοῖς συνθεωμένοις δρῶν, ἀλλ' εἰς τὴν ὁδὸν τοῦ ἀκοντίου ὑπελθών, σαφῶς δηλοῦται παρὰ τὴν αὑτοῦ ἁμαρτίαν περισσοτέροις ἀτυχήμασι τῶν ἀτρεμιζόντων περιπεσών. Ὁ μὲν γὰρ εἰς οὐδέν' ἂν ἥμαρτε, μηδενὸς ὑπὸ τὸ βέλος ὑπελθόντος αὐτῷ· ὁ δ' οὐκ ἂν ἐβλήθη μετὰ τῶν θεωμένων ἑστώς.

[6]    Ὡς δ' οὐδενὸς μᾶλλον τῶν συνακοντιζόντων μέτοχός ἐστι τοῦ φόνου, διδάξω. Εἰ γὰρ διὰ τὸ τοῦτον ἀκοντίζειν ὁ παῖς ἀπέθανε, πάντες ἂν οἱ συμμελετῶντες συμπράκτορες εἶεν καὶ συναίτιοι· οὗτοι γὰρ οὐ διὰ τὸ μὴ ἀκοντίζειν οὐκ ἔβαλον αὐτόν, ἀλλὰ διὰ τὸ μηδενὶ ὑπὸ τὸ ἀκόντιον ὑπελθεῖν· ὁ δὲ νεανίσκος οὐδὲν περισσὸν τούτων ἁμαρτών, ὁμοίως τούτοις οὐκ ἂν ἔβαλεν αὐτὸν ἀτρέμα σὺν τοῖς θεωμένοις ἑστῶτα.

[7]    Ἔστι δὲ οὐδὲ τὸ ἁμάρτημα τοῦ παιδὸς μόνον, ἀλλὰ καὶ ἡ ἀφυλαξία. Ὁ μὲν γὰρ οὐδένα ὁρῶν διατρέχοντα πῶς ἂν ἐφυλάξατο μηδένα βαλεῖν; ὁ δ' ἰδὼν τοὺς ἀκοντίζοντας εὐπετῶς ἂν ἐφυλάξατο μὴ βληθῆναι· ἐξῆν γὰρ αὐτῷ ἀτρέμα ἑστάναι.

[8]    Τὸν δὲ νόμον ὃν παραφέρουσιν ἐπαινεῖν δεῖ. Ὀρθῶς γὰρ καὶ δικαίως τοὺς ἀκουσίως ἀποκτείναντας ἀκουσίοις παθήμασι κολάζει. Τὸ μὲν οὖν μειράκιον ἀναμάρτητον ὂν οὐκ ἂν δικαίως ὑπὲρ τοῦ ἁμαρτόντος κολάζοιτο· ἱκανὸν γὰρ αὐτῷ ἐστὶ τὰς αὑτοῦ ἁμαρτίας φέρειν· ὁ δὲ παῖς ταῖς αὑτοῦ ἁμαρτίαις διαφθαρείς, ἅμα ἥμαρτέ τε καὶ ὑφ' ἑαυτοῦ ἐκολάσθη. Κεκολασμένου δὲ τοῦ ἀποκτείναντος, οὐκ ἀτιμώρητος ὁ φόνος ἐστί.

[9]   Ἔχοντός γε δὴ τὴν δίκην τοῦ φονέως, οὐκ ἐὰν ἀπολύσητε ἡμᾶς, ἀλλ' ἐὰν καταλάβητε, ἐνθύμιον ὑπολείψεσθε. Ὁ μὲν γὰρ αὐτὸς τὰς ἑαυτοῦ ἁμαρτίας φέρων, οὐδενὶ οὐδὲν προστρόπαιον καταλείψει· ὁ δὲ καθαρὸς τῆς αἰτίας ὅδε ἐὰν διαφθαρῇ, τοῖς καταλαμβάνουσι μεῖζον τὸ ἐνθύμιον γενήσεται. Εἰ δὲ αὐθέντης ἐκ τῶν λεγομένων ἐπιδείκνυται, οὐχ ἡμεῖς αὐτῷ οἱ λέγοντες αἴτιοί ἐσμεν, ἀλλ' ἡ πρᾶξις τῶν ἔργων.

[10]   Ὀρθῶς δὲ τῶν ἐλέγχων ἐλεγχόντων τὸν παῖδα αὐθέντην ὄντα, ὁ νόμος ἀπολύων ἡμᾶς τῆς αἰτίας τὸν ἀποκτείναντα καταλαμβάνει.

   Μήτε οὖν ἡμᾶς εἰς μὴ προσηκούσας συμφορὰς ἐμβάλητε, μήτε αὐτοὶ ταῖς τούτων ἀτυχίαις βοηθοῦντες ἐναντία τοῦ δαίμονος γνῶτε, ἀλλ' ὥσπερ ὅσιον καὶ δίκαιον, μεμνημένοι τοῦ πάθους ὅτι διὰ τὸν ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθόντα ἐγένετο, ἀπολύετε ἡμᾶς· οὐ γὰρ αἴτιοι τοῦ φόνου ἐσμέν.