26237 2544 1 25 24 0 VI sec. a. C.-X d. C. Epigramma Autori vari IX Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 168

Anthologia Graeca IX

Ἀρχὴ τῶν ΕΠΙΔΕΙΚΤΙΚΩΝ ΕΠΙΓΡΑΜΜΑΤΩΝ

ΠΟΛΥΑΙΝΟΥ ΣΑΡΔΙΑΝΟΥ

Δορκάδος ἀρτιτόκοιο τιθηνητήριον οὖθαρ

   ἔμπλεον οἰδούσης πικρὸς ἔτυψεν ἔχις·

νεβρὸς δ' ἰομιγῆ θηλὴν σπάσε καὶ τὸ δυσαλθὲς

   τραύματος ἐξ ὀλοοῦ πικρὸν ἔβροξε γάλα.

ᾅδην δ' ἠλλάξαντο, καὶ αὐτίκα νηλέι μοίρῃ,

   ἣν ἔπορεν γαστήρ, μαστὸς ἀφεῖλε χάριν.

ΤΙΒΕΡΙΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ

Κεμμάδος ἀρτιτόκου μαζοῖς βρίθουσι γάλακτος

   ἡ φονίη δακέτων ἰὸν ἐνῆκεν ἔχις·

φαρμαχθὲν δ' ἰῷ μητρὸς γάλα νεβρὸς ἀμέλξας

   χείλεσι τὸν κείνης ἐξέπιεν θάνατον.

ΑΝΤΙΠΑΤΡΟΥ, [οἱ δὲ ΠΛΑΤΩΝΟΣ]

Εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν

   παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης·

πάντας δ' ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους

   κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη·

δένδρεσιν εὐκάρποις οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε

   δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.

ΚΥΛΛΗΝΙΟΥ

Ἡ πάρος ἐν δρυμοῖσι νόθης ζείδωρος ὀπώρης

   ἀχράς, θηροβότου πρέμνον ἐρημοσύνης,

ὀθνείοις ὄζοισι μετέμφυτος ἥμερα θάλλω,

   οὐκ ἐμὸν ἡμετέροις κλωσὶ φέρουσα βάρος.

πολλή σοι, φυτοεργέ, πόνου χάρις· εἵνεκα σεῖο

   ἀχρὰς ἐν εὐκάρποις δένδρεσιν ἐγγράφομαι.

ΠΑΛΛΑΔΑ

Ὄχνη, χειρὸς ἐμῆς γλυκερὸς πόνος, ᾗ μὲν ἐφ' ὑγρῷ

φλοιῷ φύλλον ἔδησα θέρει· πτόρθος δ' ἐπὶ δένδρῳ

ῥιζωθεὶς δένδροιο τομῇ καὶ καρπὸν ἀμείψας

νέρθε μὲν ἀχρὰς ἔτ' ἐστίν, ὕπερθε δ' ἄρ' εὔπνοος ὄχνη.

ΤΟΥ ΑΥΤΟΥ

Ἀχρὰς ἔην· θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην,

   δένδρῳ πτόρθον ἐνείς· σὴν χάριν εἰς σὲ φέρω.

ΙΟΥΛΙΟΥ ΠΟΛΥΑΙΝΟΥ

Εἰ καί σευ πολύφωνος ἀεὶ πίμπλησιν ἀκουὰς

   ἢ φόβος εὐχομένων ἢ χάρις εὐξαμένων,

Ζεῦ Σχερίης ἐφέπων ἱερὸν πέδον, ἀλλὰ καὶ ἡμέων

   κλῦθι καὶ ἀψευδεῖ νεῦσον ὑποσχεσίῃ,

ἤδη μοι ξενίης εἶναι πέρας, ἐν δέ με πάτρῃ

   ζώειν τῶν δολιχῶν παυσάμενον καμάτων.

‹ΤΟΥ ΑΥΤΟΥ›

Ἐλπὶς ἀεὶ βιότου κλέπτει χρόνον· ἡ πυμάτη δὲ

   ἠὼς τὰς πολλὰς ἔφθασεν ἀσχολίας.

ΤΟΥ ΑΥΤΟΥ

Πολλάκις εὐξαμένῳ μοι ἀεὶ θυμῆρες ἔδωκας

   τέκμαρ ἀκυμάντου, Ζεῦ πάτερ, εὐπλοΐης·

δοίης μοι καὶ τοῦτον ἔτι πλόον, ἠδὲ σαώσαις

   ἤδη καὶ καμάτων ὅρμισον εἰς λιμένας.

Οἶκος καὶ πάτρη βιότου χάρις· αἱ δὲ περισσαὶ

   φροντίδες ἀνθρώποις οὐ βίος, ἀλλὰ πόνος.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Πούλυπος εἰναλίῃ ποτ' ἐπὶ προβλῆτι τανυσθεὶς

   ἠελίῳ ψύχειν πολλὸν ἀνῆκε πόδα·

οὔπω δ' ἦν πέτρῃ ἴκελος χρόα, τοὔνεκα καί μιν

   αἰετὸς ἐκ νεφέων ὀξὺς ἔμαρψεν ἰδών·

πλοχμοῖς δ' εἰλιχθεὶς πέσεν εἰς ἅλα δύσμορος· ἦ ῥα

   ἄμφω καὶ θήρης ἤμβροτε καὶ βιότου.

ΦΙΛΙΠΠΟΥ, οἱ δὲ ΙΣΙΔΩΡΟΥ

Πηρὸς ὁ μὲν γυίοις, ὁ δ' ἄρ' ὄμμασιν· ἀμφότεροι δὲ

   εἰς αὑτοὺς τὸ τύχης ἐνδεὲς ἠράνισαν.

τυφλὸς γὰρ λιπογυίου ἐπωμάδιον βάρος αἴρων

   ταῖς κείνου φωναῖς ἀτραπὸν ὀρθοβάτει·

πάντα δὲ ταῦτ' ἐδίδαξε πικρὴ πάντολμος ἀνάγκη

   ἀλλήλοις μερίσαι τοὐλλιπὲς εἰς τέλεον.

ΛΕΩΝΙΔΟΥ

Τυφλὸς ἀλητεύων χωλὸν πόδας ἠέρταζεν

   ὄμμασιν ἀλλοτρίοις ἀντερανιζόμενος·

ἄμφω δ' ἡμιτελεῖς πρὸς ἑνὸς φύσιν ἡρμόσθησαν

   τοὐλλιπὲς ἀλλήλοις ἀντιπαρασχόμενοι.

ΠΛΑΤΩΝΟΣ ΝΕΩΤΕΡΟΥ

Ἀνέρα τις λιπόγυιον ὑπὲρ νώτοιο λιπαυγὴς

   ἦγε πόδας χρήσας, ὄμματα χρησάμενος.

Ἄμφω μὲν πηροὶ καὶ ἀλήμονες, ἀλλ' ὁ μὲν ὄψεις,

   ὃς δὲ βάσεις· ἄλλου δ' ἄλλος ὑπηρεσίη·

τυφλὸς γὰρ χωλοῖο κατωμάδιον βάρος αἴρων

   ἀτραπὸν ὀθνείοις ὄμμασιν ἀκροβάτει.

ἡ μία δ' ἀμφοτέροις ἤρκει φύσις· ἐν γὰρ ἑκάστῳ

   τοὐλλιπὲς ἀλλήλοις εἰς ὅλον ἠράνισαν.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Αἰγιαλοῦ τενάγεσσιν ὑποπλώοντα λαθραίῃ

   εἰρεσίῃ Φαίδων εἴσιδε πουλυπόδην·

μάρψας δ' ὠκὺς ἔριψεν ἐπὶ χθόνα, πρὶν περὶ χεῖρας

   πλέξασθαι βρύγδην ὀκτατόνους ἕλικας·

δισκευθεὶς δ' ἐπὶ θάμνον ἐς οἰκία δειλὰ λαγωοῦ

   εἰληδὸν ταχινοῦ πτωκὸς ἔδησε πόδας·

εἷλε δ' ἁλούς· σὺ δ' ἄελπτον ἔχεις γέρας ἀμφοτέρωθεν

   ἄγρης χερσαίης, πρέσβυ, καὶ εἰναλίης.

ΑΔΕΣΠΟΤΟΝ

Οὗτος ὁ πῦρ καύσειν διζήμενος, οὗτος ὁ νύκτωρ

   τὸν καλὸν ἱμείρων λύχνον ἀναφλογίσαι,

δεῦρ' ἀπ' ἐμῆς ψυχῆς ἅψον σέλας· ἔνδοθι γάρ μου

   καιόμενον πολλὴν ἐξανίησι φλόγα.

ΜΕΛΕΑΓΡΟΥ

Τρισσαὶ μὲν Χάριτες, τρεῖς δὲ γλυκυπάρθενοι Ὧραι·

   τρεῖς δ' ἐμὲ θηλυμανεῖς οἰστροβολοῦσι Πόθοι.

ἦ γάρ τοι τρία τόξα κατείρυσεν, ὡς ἄρα μέλλων

   οὐχὶ μίαν τρώσειν, τρεῖς δ' ἐν ἐμοὶ κραδίας;

ΓΕΡΜΑΝΙΚΟΥ ΚΑΙΣΑΡΟΣ

Οὔρεος ἐξ ὑπάτοιο λαγὼς πέσεν ἔς ποτε βένθος,

   ἐκπροφυγεῖν μεμαὼς τρηχὺν ὀδόντα κυνός·

ἀλλ' οὐδ' ὣς ἤλυξε κακὸν μόρον· αὐτίκα γάρ μιν

   εἰνάλιος μάρψας πνεύματος ὀρφάνισεν. ‑

ἐκ πυρός, ὡς αἶνος, πέσες ἐς φλόγα· ἦ ῥά σε δαίμων

   κἠν ἁλὶ κἠν χέρσῳ θρέψε κύνεσσι βοράν.

ΓΕΡΜΑΝΙΚΟΥ ΚΑΙΣΑΡΟΣ

Ἐκ κυνὸς εἷλε κύων με. τί τὸ ξένον; εἰς ἐμὲ θῆρες

   ὑγροὶ καὶ πεζοὶ θυμὸν ἔχουσιν ἕνα. ‑

Αἰθέρα λοιπὸν ἔχοιτε, λαγοί, βατόν. ‑ Ἀλλὰ φοβοῦμαι,

   Οὐρανέ· καὶ σὺ φέρεις ἀστερόεντα κύνα.

ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ]

Ὁ πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων,

   ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καθαψάμενος,

ὃν Φοίβου χρησμῳδὸς ἀέθλιον ἔστεφε Πυθώ,

   ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον,

καὶ Νεμέη, βλοσυροῖο τιθηνήτειρα λέοντος,

   Πῖσά τε καὶ δοιὰς ᾐόνας Ἰσθμὸς ἔχων,

νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ,

   καρπὸν ἀλεῖ Δηοῦς ὀκριόεντι λίθῳ,

ἴσαν μοῖραν ἔχων Ἡρακλέι· καὶ γὰρ ἐκεῖνος

   τόσσ' ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.

ΑΛΛΟ

Ὁ πρὶν ἐπ' Ἀλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν

   δισσάκι κηρυχθεὶς Κασταλίης παρ' ὕδωρ,

ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπ' Ἰσθμῷ

   πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις,

νῦν ὅτε γηραιός, γυροδρόμον, ἠνίδε, πέτρον

   δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος.

ΑΔΕΣΠΟΤΟΝ

Σοί, πατρὶ Θεσσαλίη πωλοτρόφε, μέμψιν ἀνάπτω

   Πήγασος, ὡς ἀδίκου τέρματος ἠντίασα,

ὃς Πυθοῖ κἠν Ἰσθμῷ ἐκώμασα κἠπὶ Νέμειον

   Ζᾶνα καὶ Ἀρκαδικοὺς ἤλυθον ἀκρεμόνας·

νῦν δὲ βάρος πέτρης Νισυρίτιδος ἔγκυκλον ἕλκω

   λεπτύνων Δηοῦς καρπὸν ἀπ' ἀσταχύων.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Νηδύι βριθομένην δάμαλιν Λητωίδι κούρῃ

   στῆσαν νηοκόροι θῦμα χαριζόμενοι,

ἧς Ἀίδην μέλλοντα προέφθασεν εὔστοχος ὠδίς,

   πέμφθη δ' εἰς ἀγέλην τεκνογονεῖν ἄφετος.

ἡ θεὸς ὠδίνων γὰρ ἐπίσκοπος, οὐδ' ἐδίκαζεν

   τικτούσας κτείνειν, ἃς ἐλεεῖν ἔμαθεν.

ΑΝΤΙΠΑΤΡΟΥ

Γειαρότης Ἄρχιππος, ὅτ' ἐκ νούσοιο βαρείης

   ἄρτι λιποψυχέων ἔρρεεν εἰς Ἀίδην,

εἶπε τάδ' υἱήεσσιν· Ἰὼ φίλα τέκνα, μάκελλαν

   καὶ τὸν ἀροτρίτην στέρξατέ μοι βίοτον·

μὴ σφαλερῆς αἰνεῖτε πόνον στονόεντα θαλάσσης

   καὶ βαρὺν ἀτηρῆς ναυτιλίης κάματον.

ὅσσον μητρυιῆς γλυκερωτέρη ἔπλετο μήτηρ,

   τόσσον ἁλὸς πολιῆς γαῖα ποθεινοτέρη.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Ἄστρα μὲν ἠμαύρωσε καὶ ἱερὰ κύκλα σελήνης

   ἄξονα δινήσας ἔμπυρος ἠέλιος·

ὑμνοπόλους δ' ἀγεληδὸν ἀπημάλδυνεν Ὅμηρος

   λαμπρότατον Μουσῶν φέγγος ἀνασχόμενος.

ΤΟΥ ΑΥΤΟΥ

Γράμμα τόδ' Ἀρήτοιο δαήμονος, ὅς ποτε λεπτῇ

   φροντίδι δηναιοὺς ἀστέρας ἐφράσατο,

ἀπλανέας τ' ἄμφω καὶ ἀλήμονας, οἷσιν ἐναργὴς

   ἰλλόμενος κύκλοις οὐρανὸς ἐνδέδεται.

αἰνείσθω δὲ καμὼν ἔργον μέγα, καὶ Διὸς εἶναι

   δεύτερος, ὅστις ἔθηκ' ἄστρα φαεινότερα.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Τάσδε θεογλώσσους Ἑλικὼν ἔθρεψε γυναῖκας

   ὕμνοις καὶ Μακεδὼν Πιερίας σκόπελος,

Πρήξιλλαν, Μοιρώ, Ἀνύτης στόμα, θῆλυν Ὅμηρον,

   Λεσβιάδων Σαπφὼ κόσμον ἐυπλοκάμων,

Ἤρινναν, Τελέσιλλαν ἀγακλέα καὶ σέ, Κόριννα,

   θοῦριν Ἀθηναίης ἀσπίδα μελψαμέναν,

Νοσσίδα θηλύγλωσσον ἰδὲ γλυκυαχέα Μύρτιν,

   πάσας ἀενάων ἐργάτιδας σελίδων.

ἐννέα μὲν Μούσας μέγας Οὐρανός, ἐννέα δ' αὐτὰς

   Γαῖα τέκεν θνατοῖς ἄφθιτον εὐφροσύναν.

ΑΡΧΙΟΥ, οἱ δὲ ΠΑΡΜΕΝΙΩΝΟΣ

Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον Ἠχὼ

   κοὐ λάλον, ἤν τι κλύω, τοῦτ' ἀπαμειβομέναν.

εἰς σὲ γάρ, ὃν σὺ λέγεις, στρέψω λόγον· ἢν δὲ σιωπᾷς,

   σιγήσω. τίς ἐμεῦ γλῶσσα δικαιοτέρη;

ΠΟΜΠΗΙΟΥ ΜΑΚΡΟΥ ΝΕΩΤΕΡΟΥ

Εἰ καὶ ἐρημαίη κέχυμαι κόνις ἔνθα Μυκήνη,

   εἰ καὶ ἀμαυροτέρη παντὸς ἰδεῖν σκοπέλου,

Ἴλου τις καθορῶν κλεινὴν πόλιν, ἧς ἐπάτησα

   τείχεα καὶ Πριάμου πάντ' ἐκένωσα δόμον,

γνώσεται ἔνθεν, ὅσον πάρος ἔσθενον. εἰ δέ με γῆρας

   ὕβρισεν, ἀρκοῦμαι μάρτυρι Μαιονίδῃ.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Τόλμα, νεῶν ἀρχηγέ (σὺ γὰρ δρόμον ηὕραο πόντου

   καὶ ψυχὰς ἀνδρῶν κέρδεσιν ἠρέθισας),

οἷον ἐτεκτήνω δόλιον ξύλον, οἷον ἔνεικας

   ἀνθρώποις θανάτῳ κέρδος ἐλεγχόμενον.

ἦν ὄντως μερόπων χρύσεον γένος, εἴ γ' ἀπὸ χέρσου

   τηλόθεν ὡς Ἀίδης πόντος ἀπεβλέπετο.

ΖΗΛΩΤΟΥ, οἱ δὲ ΒΑΣΣΟΥ

Ἐκλάσθην ἐπὶ γῆς ἀνέμῳ πίτυς· ἐς τί με πόντῳ

   στέλλετε ναυηγὸν κλῶνα πρὸ ναυτιλίης;

ΖΗΛΩΤΟΥ

Ἐς τί πίτυν πελάγει πιστεύετε, γομφωτῆρες,

   ἧς πολὺς ἐξ ὀρέων ῥίζαν ἔλυσε Νότος;

αἴσιον οὐκ ἔσομαι πόντου σκάφος, ἐχθρὸν ἀήταις

   δένδρεον· ἐν χέρσῳ τὰς ἁλὸς οἶδα τύχας.

ΑΔΗΛΟΝ

Ἀρτιπαγῆ ῥοθίαισιν ἐπὶ κροκάλαισί με νῆα

   καὶ μήπω χαροποῦ κύματος ἁψαμέναν

οὐδ' ἀνέμεινε θάλασσα· τὸ δ' ἄγριον ἐπλήμυρεν

   χεῦμα, καὶ ἐκ σταθερῶν ἥρπασεν ἠιόνων

ὁλκάδα δειλαίαν τ' ἀνάγει κλόνος, ᾗ γε τὰ πόντου

   χεύματα κἠν χέρσῳ λοίγια κἠν πελάγει.

ΚΥΛΛΗΝΙΟΥ

Οὔπω ναῦς, καὶ ὄλωλα. τί δ' ἂν πλέον, εἰ βυθὸν ἔγνων,

   ἔτλην; φεῦ, πάσαις ὁλκάσι μοῖρα κλύδων.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Μυρία με τρίψασαν ἀμετρήτοιο θαλάσσης

   κύματα καὶ χέρσῳ βαιὸν ἐρεισαμένην

ὤλεσεν οὐχὶ θάλασσα, νεῶν φόβος, ἀλλ' ἐπὶ γαίης

   Ἥφαιστος. τίς ἐρεῖ πόντον ἀπιστότερον;

ἔνθεν ἔφυν, ἀπόλωλα· παρ' ἠιόνεσσι δὲ κεῖμαι,

   χέρσῳ τὴν πελάγευς ἐλπίδα μεμφομένη.

ΤΟΥ ΑΥΤΟΥ

Ἄρτι με πηγνυμένην ἀκάτου τρόπιν ἔσπασε γείτων

   πόντος κἠν χέρσῳ εἰς ἐμὲ μηνάμενος.

ΣΕΚΟΥΝΔΟΥ

Ὁλκὰς ἀμετρήτου πελάγους ἀνύσασα κέλευθον

   καὶ τοσάκις χαροποῖς κύμασι νηξαμένη,

ἣν ὁ μέλας οὔτ' Εὖρος ἐπόντισεν οὔτ' ἐπὶ χέρσον

   ἤλασε χειμερίων ἄγριον οἶδμα Νότων,

ἐν πυρὶ νῦν ναυηγὸς ἐγὼ χθονὶ μέμφομ' ἀπίστῳ,

   νῦν ἁλὸς ἡμετέρης ὕδατα διζομένη.

ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ

Σιγήσας ἄρυσαι. ‑ Τίνος οὕνεκα; ‑ Μηκέτ' ἀρύου. ‑

   Τεῦ χάριν; ‑ Ἡσυχίης ἡδὺ λέλογχα ποτόν. ‑

Δύσκολος ἡ κρήνη. ‑ Γεῦσαι, καὶ μᾶλλον ἐρεῖς με

   δύσκολον. ‑ Ὢ πικροῦ νάματος. ‑ Ὢ λαλιῆς.

ΑΔΕΣΠΟΤΟΝ

Εἰ μὲν ἀνὴρ ἥκεις, ἄρυσαι, ξένε, τῆσδ' ἀπὸ πηγῆς·

   εἰ δὲ φύσει μαλακός, μή με πίῃς πρόφασιν.

ἄρρεν ἐγὼ ποτόν εἰμι καὶ ἀνδράσι μοῦνον ἀρέσκω,

   τοῖς δὲ φύσει μαλακοῖς ἡ φύσις ἐστὶν ὕδωρ.

ΜΟΥΣΙΚΙΟΥ

Ἁ Κύπρις Μούσαισι· Κοράσια, τὰν Ἀφροδίταν

   τιμᾶτ', ἢ τὸν Ἔρων ὔμμιν ἐφοπλίσομαι.

χαἰ Μοῦσαι ποτὶ Κύπριν· Ἄρει τὰ στωμύλα ταῦτα·

   ἡμῖν δ' οὐ πέταται τοῦτο τὸ παιδάριον.

ΖΩΣΙΜΟΥ ΘΑΣΙΟΥ

Οὐ μόνον ὑσμίνῃσι καὶ ἐν στονόεντι κυδοιμῷ

   ῥύομ' ἀρειτόλμου θυμὸν Ἀναξιμένους,

ἀλλὰ καὶ ἐκ πόντου, ὁπότ' ἔσχισε νῆα θάλασσα,

   ἀσπίς, ἐφ' ἡμετέρης νηξάμενον σανίδος.

εἰμὶ δὲ κἠν πελάγει καὶ ἐπὶ χθονὸς ἐλπὶς ἐκείνῳ

   τὸν θρασὺν ἐκ διπλῶν ῥυσαμένη θανάτων.

ΘΕΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ

Ἡ πάρος ἀντιπάλων ἐπιήρανος ἀσπὶς ἀκόντων,

   ἡ φόνιον στυγνοῦ κῦμα φέρουσα μόθου,

ἄγριον οὐδ' ὅτε πόντος ἐπὶ κλόνον ἤλασε φωτὶ

   καὶ πικρὴ ναυτέων ἔπλεθ' ἁλιφθορίη,

συζυγίης ἀμέλησα· καλὸν δέ σε φόρτον ἄγουσα,

   ναὶ φίλος, εὐκταίων ἄχρις ἔβην λιμένων.

ΙΟΥΛΙΟΥ ΛΕΩΝΙΔΟΥ

Εἰν ἑνὶ κινδύνους ἔφυγον δύο Μυρτίλος ὅπλῳ,

   τὸν μὲν ἀριστεύσας, τὸν δ' ἐπινηξάμενος,

Ἀργέστης ὅτ' ἔδυσε νεὼς τρόπιν· ἀσπίδα δ' ἔσχον

   σωθεὶς κεκριμένην κύματι καὶ πολέμῳ.

ΠΑΡΜΕΝΙΩΝΟΣ ΜΑΚΕΔΟΝΟΣ

Ἀρκεῖ μοι χλαίνης λιτὸν σκέπας, οὐδὲ τραπέζαις

   δουλεύσω Μουσέων ἄνθεα βοσκόμενος.

μισῶ πλοῦτον ἄνουν, κολάκων τροφόν, οὐδὲ παρ' ὀφρὺν

   στήσομαι· οἶδ' ὀλίγης δαιτὸς ἐλευθερίην.

ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ, ‹οἱ δὲ› ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΥ

Χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον· αὐτὰρ ὁ χρυσόν,

   ὃν λίπεν, οὐχ εὑρὼν ἧψεν, ὃν εὗρε, βρόχον.

ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ

Χρυσὸν ἀνὴρ ὁ μὲν εὗρεν, ὁ δ' ὤλεσεν· ὧν ὁ μὲν εὑρὼν

   ῥῖψεν, ὁ δ' οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον.

ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ

Πηρὸς ἄπαις ἢ φέγγος ἰδεῖν ἢ παῖδα τεκέσθαι

   εὐξαμένη δοιῆς ἔμμορεν εὐτυχίης·

τίκτε γὰρ εὐθὺς ἄελπτα μετ' οὐ πολύ, καὶ τριποθήτου

   αὐτῆμαρ γλυκερὸν φέγγος ἐσεῖδε φάους.

Ἄρτεμις ἀμφοτέροισιν ὑπήκοος, ἥ τε λοχείης

   μαῖα καὶ ἀργεννῶν φωσφόρος ἡ σελάων.

ΑΔΕΣΠΟΤΟΝ

Τὸν λύκον ἐξ ἰδίων μαζῶν τρέφω οὐκ ἐθέλουσα,

   ἀλλά μ' ἀναγκάζει ποιμένος ἀφροσύνη.

αὐξηθεὶς δ' ὑπ' ἐμοῦ κατ' ἐμοῦ πάλι θηρίον ἔσται·

   ἡ χάρις ἀλλάξαι τὴν φύσιν οὐ δύναται.

ΑΔΕΣΠΟΤΟΝ

Ζεὺς κύκνος, ταῦρος, σάτυρος, χρυσὸς δι' ἔρωτα

   Λήδης, Εὐρώπης, Ἀντιόπης, Δανάης.

ΑΔΗΛΟΝ

Ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὸν λιμέν' εὗρον·

   οὐδὲν ἐμοὶ χὐμῖν· παίζετε τοὺς μετ' ἐμέ.

ΜΙΜΝΕΡΜΟΥ

Τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν

   ἄλλος τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.

ΠΛΑΤΩΝΟΣ

Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν

   οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.

ΚΑΡΠΥΛΛΙΔΟΥ

Ἰχθῦς ἀγκίστρῳ τις ἀπ' ᾐόνος εὔτριχι βάλλων

   εἵλκυσε ναυαγοῦ κρᾶτα λιποτριχέα.

οἰκτείρας δὲ νέκυν τὸν ἀσώματον, ἐξ ἀσιδήρου

   χειρὸς ἐπισκάπτων λιτὸν ἔχωσε τάφον·

εὗρε δὲ κευθόμενον χρυσοῦ κτέαρ. ἦ ῥα δικαίοις

   ἀνδράσιν εὐσεβίης οὐκ ἀπόλωλε χάρις.

ΝΙΚΟΔΗΜΟΥ [οἱ δὲ ΒΑΣΣΟΥ]

Ἱπποκράτης φάος ἦν μερόπων καὶ σῴετο λαῶν

   ἔθνεα, καὶ νεκύων ἦν σπάνις εἰν Ἀίδῃ.

ΜΕΝΕΚΡΑΤΟΥΣ

Γῆρας ἐπὰν μὲν ἀπῇ, πᾶς εὔχεται· ἢν δέ ποτ' ἔλθῃ,

   μέμφεται· ἔστι δ' ἀεὶ κρεῖσσον ὀφειλόμενον.

ΛΟΥΚΙΛΛΙΟΥ, οἱ δὲ ΜΕΝΕΚΡΑΤΟΥΣ ΣΑΜΙΟΥ

Εἴ τις γηράσας ζῆν εὔχεται, ἄξιός ἐστι

   γηράσκειν πολλὰς εἰς ἐτέων δεκάδας.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρ

   νήπιος ἐμβαίνων οὐκ ἔφυγεν θάνατον·

ἐς ποταμὸν δ' ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν

   κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη.

καὶ τὸ μὲν ἐξεσύρη λοιπὸν δέμας, ἡ δὲ μένουσα

   ὄψις ἀναγκαίην εἶχε τάφου πρόφασιν.

δύσμορος, ἧς ὠδῖνα διείλατο πῦρ τε καὶ ὕδωρ·

   ἀμφοτέρων δὲ δοκῶν οὐδενός ἐστιν ὅλως.

ΠΑΜΦΙΛΟΥ

Τίπτε παναμέριος, Πανδιονὶ κάμμορε κούρα,

   μυρομένα κελαδεῖς τραυλὰ διὰ στομάτων;

ἤ τοι παρθενίας πόθος ἵκετο, τάν τοι ἀπηύρα

   Θρηίκιος Τηρεὺς αἰνὰ βιησάμενος;

ΑΝΤΙΠΑΤΡΟΥ

Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος

   καὶ τὸν ἐπ' Ἀλφειῷ Ζᾶνα κατηυγασάμην

κάπων τ' αἰώρημα καὶ Ἠελίοιο κολοσσὸν

   καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον

μνᾶμά τε Μαυσώλοιο πελώριον· ἀλλ' ὅτ' ἐσεῖδον

   Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,

κεῖνα μὲν ἠμαύρωτο, καὶ ἦν· Ἴδε, νόσφιν Ὀλύμπου

   Ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο.

ΑΝΤΙΠΑΤΡΟΥ

Τέσσαρες αἰωροῦσι τανυπτερύγων ἐπὶ νώτων

   Νῖκαι ἰσηρίθμους υἱέας ἀθανάτων·

ἁ μὲν Ἀθαναίαν πολεμαδόκον, ἁ δ' Ἀφροδίταν,

   ἁ δὲ τὸν Ἀλκείδαν, ἁ δ' ἀφόβητον Ἄρη,

σεῖο κατ' εὐόροφον γραπτὸν τέγος· ἐς δὲ νέονται

   οὐρανόν, ὦ Ῥώμας Γαῖε πάτρας ἔρυμα.

θείη ἀνίκατον μὲν ὁ βουφάγος· ἁ δέ σε Κύπρις

   εὔγαμον, εὔμητιν Παλλάς, ἄτρεστον Ἄρης.

ΔΙΟΔΩΡΟΥ

Πύργος ὅδ' εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ

   ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος.

ΑΔΕΣΠΟΤΟΝ

Γυμνὸν ἰδοῦσα Λάκαινα παλίντροπον ἐκ πολέμοιο

   παῖδ' ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα,

ἀντίη ἀίξασα δι' ἥπατος ἤλασε λόγχαν,

   ἄρρενα ῥηξαμένα φθόγγον ἐπὶ κταμένῳ·

Ἀλλότριον Σπάρτας, εἶπεν, γένος, ἔρρε πρὸς Ἅιδαν,

   ἔρρ', ἐπεὶ ἐψεύσω πατρίδα καὶ γενέταν.

ΕΥΗΝΟΥ [ΣΙΚΕΛΙΩΤΟΥ]

Ξεῖνοι, τὴν περίβωτον ἐμὲ πτόλιν, Ἴλιον ἱρήν,

   τὴν πάρος εὐπύργοις τείχεσι κλῃζομένην,

αἰῶνος τέφρη κατεδήδοκεν· ἀλλ' ἐν Ὁμήρῳ

   κεῖμαι χαλκείων ἕρκος ἔχουσα πυλῶν.

οὐκέτι με σκάψει Τρωοφθόρα δούρατ' Ἀχαιῶν,

   πάντων δ' Ἑλλήνων κείσομαι ἐν στόμασιν.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Λύδη καὶ γένος εἰμὶ καὶ οὔνομα· τῶν δ' ἀπὸ Κόδρου

   σεμνοτέρη πασῶν εἰμι δι' Ἀντίμαχον.

τίς γὰρ ἔμ' οὐκ ἤεισε; τίς οὐκ ἀνελέξατο Λύδην,

   τὸ ξυνὸν Μουσῶν γράμμα καὶ Ἀντιμάχου;

ΑΣΚΛΗΠΙΑΔΟΥ, οἱ δὲ ΑΡΧΙΟΥ

Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι

   ἔδρακον ἐν κραναοῖς οὔρεσιν, Ἡσίοδε,

καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι,

   ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,

δῶκαν δὲ κράνας Ἑλικωνίδος ἔνθεον ὕδωρ,

   τὸ πτανοῦ πώλου πρόσθεν ἔκοψεν ὄνυξ·

οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς

   καὶ γένος ἀρχαίων ἔγραφες ἡμιθέων.

ΑΔΕΣΠΟΤΟΝ

Γῇ μὲν ἔαρ κόσμος πολυδένδρεον, αἰθέρι δ' ἄστρα,

   Ἑλλάδι δ' ἥδε χθών, οἵδε δὲ τῇ πόλεϊ.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Μναμοσύναν ἕλε θάμβος, ὅτ' ἔκλυε τᾶς μελιφώνου

   Σαπφοῦς· Μὴ δεκάταν Μοῦσαν ἔχουσι βροτοί.

ΑΔΕΣΠΟΤΟΝ

Στήλην μητρυιῆς, μικρὰν λίθον, ἔστεφε κοῦρος,

   ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος·

ἡ δὲ τάφῳ κλινθεῖσα κατέκτανε παῖδα πεσοῦσα.

   φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι.

ΑΔΕΣΠΟΤΟΝ

Μητρυιαὶ προγόνοισιν ἀεὶ κακόν· οὐδὲ φιλοῦσαι

   σῴζουσιν· Φαίδρην γνῶθι καὶ Ἱππόλυτον.

ΠΑΡΜΕΝΙΩΝΟΣ ΜΑΚΕΔΟΝΟΣ

Μητρυιῆς δύσμηνις ἀεὶ χόλος, οὐδ' ἐν ἔρωτι

   ἤπιος· οἶδα πάθη σώφρονος Ἱππολύτου.

ΜΝΑΣΑΛΚΟΥ

Τραυλὰ μινυρομένα Πανδιονὶ παρθένε φωνᾷ,

   Τηρέος οὐ θεμιτῶν ἁψαμένα λεχέων,

τίπτε παναμέριος γοάεις ἀνὰ δῶμα, χελιδοῖ;

   παύε', ἐπεί σε μένει καὶ κατόπιν δάκρυα.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Κλῶνες ἀπηόριοι ταναῆς δρυός, εὔσκιον ὕψος

   ἀνδράσιν ἄκρητον καῦμα φυλασσομένοις,

εὐπέταλοι, κεράμων στεγανώτεροι, οἰκία φαττῶν,

   οἰκία τεττίγων, ἔνδιοι ἀκρεμόνες,

κἠμὲ τὸν ὑμετέραισιν ὑποκλινθέντα κόμαισιν

   ῥύσασθ' ἀκτίνων ἠελίου φυγάδα.

ΑΝΤΙΠΑΤΡΟΥ

Εὔκολος Ἑρμείας, ὦ ποιμένες, ἐν δὲ γάλακτι

   χαίρων καὶ δρυΐνῳ σπενδόμενος μέλιτι·

ἀλλ' οὐχ Ἡρακλέης· ἕνα δὲ κτίλον ἢ παχὺν ἄρνα

   αἰτεῖ καὶ πάντως ἓν θύος ἐκλέγεται. ‑

Ἀλλὰ λύκους εἴργει. ‑ Τί δὲ τὸ πλέον, εἰ τὸ φυλαχθὲν

   ὄλλυται εἴτε λύκοις εἴθ' ὑπὸ τοῦ φύλακος;

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Εὐβοϊκοῦ κόλποιο παλινδίνητε θάλασσα,

   πλαγκτὸν ὕδωρ ἰδίοις ῥεύμασιν ἀντίπαλον,

ἠελίῳ κἠν νυκτὶ τεταγμένον ἐς τρίς, ἄπιστον

   ναυσὶν ὅσον πέμπεις χεῦμα δανειζόμενον,

θαῦμα βίου, θαμβῶ σε τὸ μυρίον, οὐδὲ ματεύω

   σὴν στάσιν· ἀρρήτῳ ταῦτα μέμηλε φύσει.

ΑΔΕΣΠΟΤΟΝ

Ἀγρὸς Ἀχαιμενίδου γενόμην ποτέ, νῦν δὲ Μενίππου,

   καὶ πάλιν ἐξ ἑτέρου βήσομαι εἰς ἕτερον.

καὶ γὰρ ἐκεῖνος ἔχειν μέ ποτ' ᾤετο, καὶ πάλιν οὗτος

   οἴεται· εἰμὶ δ' ὅλως οὐδενός, ἀλλὰ Τύχης.

ΕΥΗΝΟΥ ΑΣΚΑΛΩΝΙΤΟΥ

Κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως ἔτι καρποφορήσω,

   ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ.

ΑΝΤΙΠΑΤΡΟΥ

Δισσᾶν ἐκ βροχίδων ἁ μὲν μία πίονα κίχλαν,

   ἁ μία δ' ἱππείᾳ κόσσυφον εἷλε πάγᾳ·

ἀλλ' ἁ μὲν κίχλας θαλερὸν δέμας ἐς φάος Ἠοῦς

   οὐκέτ' ἀπὸ πλεκτᾶς ἧκε δεραιοπέδας,

ἁ δ' αὖθις μεθέηκε τὸν ἱερόν. ἦ γὰρ ἀοιδῶν

   φειδὼ κἠν κωφαῖς, ξεῖνε, λινοστασίαις.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Πριομένα κάλλει Γανυμήδεος εἶπέ ποθ' Ἥρα

   θυμοβόρον ζάλου κέντρον ἔχουσα νόῳ·

Ἄρσεν πῦρ ἔτεκεν Τροία Διί· τοιγὰρ ἐγὼ πῦρ

   πέμψω ἐπὶ Τροίᾳ, πῆμα φέροντα Πάριν·

ἥξει δ' Ἰλιάδαις οὐκ ἀετός, ἀλλ' ἐπὶ θοίναν

   γῦπες, ὅταν Δαναοὶ σκῦλα φέρωσι πόνων.

ΛΕΩΝΙΔΟΥ [ΤΑΡΑΝΤΙΝΟΥ]

Μὴ μέμψῃ μ' ἀπέπειρον ἀεὶ θάλπουσαν ὀπώρην

   ἀχράδα, τὴν καρποῖς πάντοτε βριθομένην.

ὁππόσα γὰρ κλαδεῶσι πεπαίνομεν, ἄλλος ὑφέλκει·

   ὁππόσα δ' ὠμὰ μένει, μητρὶ περικρέμαται.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

Αὐτοθελὴς καρποὺς ἀποτέμνομαι, ἀλλὰ πεπείρους·

   πάντοτε μὴ σκληροῖς τύπτε με χερμαδίοις.

μηνίσει καὶ Βάκχος ἐνυβρίζοντι τὰ κείνου

   ἔργα· Λυκούργειος μὴ λαθέτω σε τύχη.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

Μάντιες ἀστερόεσσαν ὅσοι ζητεῖτε κέλευθον,

   ἔρροιτ' εἰκαίης ψευδολόγοι σοφίης.

ὑμέας Ἀφροσύνη μαιώσατο, Τόλμα δ' ἔτικτεν,

   τλήμονας, οὐδ' ἰδίην εἰδότας ἀκλεΐην.

ΚΡΙΝΑΓΟΡΟΥ

Μὴ εἴπῃς θάνατον βιοτῆς ὅρον· εἰσὶ καμοῦσιν,

   ὡς ζωοῖς, ἀρχαὶ συμφορέων ἕτεραι.

ἄθρει Νικίεω Κῴου μόρον· ἤδη ἔκειτο

   εἰν Ἀίδῃ, νεκρὸς δ' ἦλθεν ὑπ' ἠέλιον·

ἀστοὶ γὰρ τύμβοιο μετοχλίσσαντες ὀχῆας

   εἴρυσαν ἐς ποινὰς τλήμονα δυσθανέα.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Μηδ' ὅτ' ἐπ' ἀγκύρης, ὀλοῇ πίστευε θαλάσσῃ,

   ναυτίλε, μηδ' εἴ τοι πείσματα χέρσος ἔχοι.

καὶ γὰρ Ἴων ὅρμῳ ἔνι κάππεσεν· ἐς δὲ κόλυμβον

   ναύτου τὰς ταχινὰς οἶνος ἔδησε χέρας.

φεῦγε χοροιτυπίην ἐπινήιον· ἐχθρὸς Ἰάκχῳ

   πόντος. Τυρσηνοὶ τοῦτον ἔθεντο νόμον.

ΦΙΛΙΠΠΟΥ

Νηὸς ἐπειγομένης ὠκὺν δρόμον ἀμφεχόρευον

   δελφῖνες, πελάγους ἰχθυφάγοι σκύλακες.

καπροφόνος δὲ κύων θηρσὶν κείνους ἰκελώσας,

   δύσμορος, ὡς ἐπὶ γῆν εἰς βυθὸν ἐξέθορεν.

ὤλετο δ' ἀλλοτρίης θήρης χάριν· οὐ γὰρ ἐλαφρὸς

   πάντων ἐστὶ κυνῶν ὁ δρόμος ἐν πελάγει.

ΑΝΤΙΦΑΝΟΥΣ

Νηὸς ἁλιστρέπτου πλαγκτὸν κύτος εἶδεν ἐπ' ἀκτῆς

   μηλοβότης βλοσυροῖς κύμασι συρόμενον,

χεῖρα δ' ἐπέρριψεν· τὸ δ' ἐπεσπάσατ' ἐς βυθὸν ἅλμης

   τὸν σῴζονθ'· οὕτως πᾶσιν ἀπηχθάνετο·

ναυηγὸν δ' ὁ νομεὺς ἔσχεν μόρον. ὢ δι' ἐκείνην

   καὶ δρυμοὶ χῆροι πορθμίδα καὶ λιμένες.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Νῆα μὲν ὤλεσε πόντος, ἐμοὶ δ' ἔπορεν πάλι δαίμων

   πλαζομένῳ φύσεως νῆα ποθεινοτέρην·

πατρὸς ἰδὼν γὰρ ἐγὼ δέμας εἰς ἐμὲ καίριον ἐλθὸν

   μουνερέτης ἐπέβην, φόρτος ὀφειλόμενος.

ἤγαγεν εἰς λιμένας δὲ καὶ ἔσπειρεν δὶς ὁ πρέσβυς,

   νήπιον ἐν γαίῃ, δεύτερον ἐν πελάγει.

ΑΝΤΙΦΙΛΟΥ

Παμφάγος ἑρπηστὴς κατὰ δώματα λιχνοβόρος μῦς

   ὄστρεον ἀθρήσας χείλεσι πεπταμένον

πώγωνος διεροῖο νόθην ὠδάξατο σάρκα·

   αὐτίκα δ' ὀστρακόεις ἐπλατάγησε δόμος,

ἁρμόσθη δ' ὀδύναισιν· ὁ δ' ἐν κλείθροισιν ἀφύκτοις

   ληφθεὶς αὐτοφόνον τύμβον ἐπεσπάσατο.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Μηκέτι νῦν μινύριζε παρὰ δρυΐ, μηκέτι φώνει

   κλωνὸς ἐπ' ἀκροτάτου, κόσσυφε, κεκλιμένος·

ἐχθρόν σοι τόδε δένδρον· ἐπείγεο δ', ἄμπελος ἔνθα

   ἀντέλλει γλαυκῶν σύσκιος ἐκ πετάλων·

κείνης ταρσὸν ἔρεισον ἐπὶ κλάδον ἀμφί τ' ἐκείνῃ

   μέλπε λιγὺν προχέων ἐκ στομάτων κέλαδον.

δρῦς γὰρ ἐπ' ὀρνίθεσσι φέρει τὸν ἀνάρσιον ἰξόν,

   ἁ δὲ βότρυν· στέργει δ' ὑμνοπόλους Βρόμιος.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Μεμφομένη Βορέην ἐπεπωτώμην ὑπὲρ ἅλμης·

   πνεῖ γὰρ ἐμοὶ Θρῄκης ἤπιος οὐδ' ἄνεμος·

ἀλλά με τὴν μελίγηρυν ἀηδόνα δέξατο νώτοις

   δελφὶν καὶ πτηνὴν πόντιος ἡνιόχει.

πιστοτάτῳ δ' ἐρέτῃ πορθμευομένη τὸν ἄκωπον

   ναύτην τῇ στομάτων θέλγον ἐγὼ κιθάρῃ.

εἰρεσίην δελφῖνες ἀεὶ Μούσῃσιν ἄμισθον

   ἤνυσαν· οὐ ψεύστης μῦθος Ἀριόνιος.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Λιμὸν ὀιζυρὴν ἀπαμυνομένη πολύγηρως

   Νικὼ σὺν κούραις ἠκρολόγει στάχυας·

ὤλετο δ' ἐκ θάλπους· τῇ δ' ἐκ καλάμης συνέριθοι

   νῆσαν πυρκαϊὴν ἄξυλον ἐκ σταχύων.

μὴ νεμέσα, Δήμητερ, ἀπὸ χθονὸς εἰ βροτὸν οὖσαν

   κοῦραι τοῖς γαίης σπέρμασιν ἠμφίεσαν.

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Νηῶν ὠκυπόρων ὃς ἔχεις κράτος, ἵππιε δαῖμον,

   καὶ μέγαν Εὐβοίης ἀμφικρεμῆ σκόπελον,

οὔριον εὐχομένοισι δίδου πλόον Ἄρεος ἄχρις

   ἐς πόλιν ἐκ Συρίης πείσματα λυσαμένοις.

ΑΡΧΙΟΥ ΝΕΩΤΕΡΟΥ

Ἑρμῆ Κωρυκίων ναίων πόλιν, ὦ ἄνα, χαίροις,

   Ἑρμῆ, καὶ λιτῇ προσγελάσαις ὁσίῃ.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἀρκεῖ τέττιγας μεθύσαι δρόσος· ἀλλὰ πιόντες

   ἀείδειν κύκνων εἰσὶ γεγωνότεροι.

ὣς καὶ ἀοιδὸς ἀνὴρ ξενίων χάριν ἀνταποδοῦναι

   ὕμνους εὐέρκταις οἶδε παθὼν ὀλίγα.

τοὔνεκά σοι πρώτως μὲν ἀμείβομεν· ἢν δ' ἐθέλωσιν

   Μοῖραι, πολλάκι μοι κείσεαι ἐν σελίσιν.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἀντίπατρος Πείσωνι γενέθλιον ὤπασε βίβλον

   μικρήν, ἐν δὲ μιῇ νυκτὶ πονησάμενος.

ἵλαος ἀλλὰ δέχοιτο καὶ αἰνήσειεν ἀοιδόν,

   Ζεὺς μέγας ὡς ὀλίγῳ πειθόμενος λιβάνῳ.

ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ

Πούλυπον ἀγρεύσας ποτὲ Τύννιχος, ἐξ ἁλὸς εἰς γῆν

   ἔρριψεν δείσας θηρὸς ἱμαντοπέδην·

ἀλλ' ὅ γ' ἐφ' ὑπνώοντα πεσὼν συνέδησε λαγωόν,

   φεῦ, τάχα θηρευτὰς ἄρτι φυγόντα κύνας,

ἀγρευθεὶς ἤγρευσεν· ὁ δ' εἰς ἅλα Τύννιχος ἰχθὺν

   ἧκε πάλιν ζωόν, λύτρα λαγωὸν ἔχων.

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Χειμερίοις νιφάδεσσι παλυνομένα τιθὰς ὄρνις

   τέκνοις εὐναίας ἀμφέχεε πτέρυγας,

μέσφα μιν οὐράνιον κρύος ὤλεσεν· ἦ γὰρ ἔμεινεν

   αἴθριος οὐρανίων ἀντίπαλος νεφέων.

Πρόκνη καὶ Μήδεια, κατ' Ἄϊδος αἰδέσθητε

   μητέρες ὀρνίθων ἔργα διδασκόμεναι.

ΑΝΤΙΠΑΤΡΟΥ ‹ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ›

Ἀντιγένης ὁ Γελῷος ἔπος ποτὲ τοῦτο θυγατρὶ

   εἶπεν, ὅτ' ἦν ἤδη νεύμενος εἰς Ἀίδην·

Παρθένε καλλιπάρῃε, κόρη δ' ἐμή, ἴσχε συνεργὸν

   ἠλακάτην, ἀρκεῦν κτῆμα πένητι βίῳ·

ἢν δ' ἵκῃ εἰς ὑμέναιον, Ἀχαιίδος ἤθεα μητρὸς

   χρηστὰ φύλασσε πόσει προῖκα βεβαιοτάτην.

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Ἀνδρομάχης ἔτι θρῆνον ἀκούομεν, εἰσέτι Τροίην

   δερκόμεθ' ἐκ βάθρων πᾶσαν ἐρειπομένην

καὶ μόθον Αἰάντειον ὑπὸ στεφάνῃ τε πόληος

   ἔκδετον ἐξ ἵππων Ἕκτορα συρόμενον,

Μαιονίδεω διὰ μοῦσαν, ὃν οὐ μία πατρὶς ἀοιδὸν

   κοσμεῖται, γαίης δ' ἀμφοτέρης κλίματα.

ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ

Οἰδίποδες δισσοί σε καὶ Ἠλέκτρη βαρύμηνις

   καὶ δείπνοις ἐλαθεὶς Ἀτρέος Ἠέλιος

ἄλλα τε πουλυπαθέσσι, Σοφόκλεες, ἀμφὶ τυράννοις

   ἄξια τῆς Βρομίου βύβλα χοροιτυπίης

ταγὸν ἐπὶ τραγικοῖο κατῄνεσσαν θιάσοιο

   αὐτοῖς ἡρώων φθεγξάμενον στόμασι.

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Ἴξαλος εὐπώγων αἰγὸς πόσις ἔν ποθ' ἁλωῇ

   οἴνης τοὺς ἁπαλοὺς πάντας ἔδαψε κλάδους.

τῷ δ' ἔπος ἐκ γαίης τόσον ἄπυε· Κεῖρε, κάκιστε,

   γναθμοῖς ἡμέτερον κλῆμα τὸ καρποφόρον·

ῥίζα γὰρ ἔμπεδος οὖσα πάλιν γλυκὺ νέκταρ ἀνήσει

   ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ.

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Λητοῦς ὠδίνων ἱερὴ τροφέ, τὴν ἀσάλευτον

   Αἰγαίῳ Κρονίδης ὡρμίσατ' ἐν πελάγει,

οὔ νύ σε δειλαίην, μὰ τεούς, δέσποινα, βοήσω,

   δαίμονας, οὐδὲ λόγοις ἕψομαι Ἀντιπάτρου·

ὀλβίζω δ', ὅτι Φοῖβον ἐδέξαο καὶ μετ' Ὄλυμπον

   Ἄρτεμις οὐκ ἄλλην ἢ σὲ λέγει πατρίδα.

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Ἡρώων ὀλίγαι μὲν ἐν ὄμμασιν, αἱ δ' ἔτι λοιπαὶ

   πατρίδες οὐ πολλῷ γ' αἰπύτεραι πεδίων·

οἵην καὶ σέ, τάλαινα, παρερχόμενός γε Μυκήνην

   ἔγνων αἰγιαλοῦ παντὸς ἐρημοτέρην,

αἰπολικὸν μήνυμα· γέρων δέ τις· Ἡ πολύχρυσος,

   εἶπεν, Κυκλώπων τῇδ' ἐπέκειτο πόλις.

ΑΝΤΩΝΙΟΥ ΑΡΓΕΙΟΥ

Ἡ πρὶν ἐγὼ Περσῆος ἀκρόπτολις αἰθερίοιο,

   ἡ πικρὸν Ἰλιάδαις ἀστέρα θρεψαμένη,

αἰπολίοισιν ἔναυλον ἐρημαίοισιν ἀνεῖμαι

   τίσασα Πριάμου δαίμοσιν ὀψὲ δίκας.

ΜΟΥΝΔΟΥ ΜΟΥΝΑΤΙΟΥ

Ἡ πολύχρυσος ἐγὼ τὸ πάλαι πόλις, ἡ τὸν Ἀτρειδῶν

   οἶκον ἀπ' οὐρανίου δεξαμένη γενεῆς,

ἡ Τροίην πέρσασα θεόκτιτον, ἡ βασίλειον

   ἀσφαλὲς Ἑλλήνων οὖσά ποθ' ἡμιθέων,

μηλόβοτος κεῖμαι καὶ βούνομος ἔνθα Μυκήνη,

   τῶν ἐπ' ἐμοὶ μεγάλων οὔνομ' ἔχουσα μόνον.

Ἴλιον ἆ Νεμέσει μεμελημένον, εἴ γε Μυκήνης

   μηκέθ' ὁρωομένης ἐσσὶ καὶ ἐσσὶ πόλις.

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Ἄργος, Ὁμηρικὲ μῦθε καὶ Ἑλλάδος ἱερὸν οὖδας,

   καὶ χρυσέη τὸ πάλαι Περσέος ἀκρόπολι,

ἐσβέσαθ' ἡρώων κείνων κλέος, οἵ ποτε Τροίης

   ἤρειψαν κατὰ γῆς θειόδομον στέφανον.

ἀλλ' ἡ μὲν κρείσσων ἐστὶν πόλις· αἱ δὲ πεσοῦσαι

   δείκνυσθ' εὐμύκων αὔλια βουκολίων.

ΑΔΕΣΠΟΤΟΝ

Ἐκλάσθην ἀνέμοισι πίτυς. τί με τεύχετε νῆα,

   ναυηγῶν ἀνέμων χερσόθι γευσαμέναν;

ΛΕΩΝΙΔΟΥ [ΤΑΡΑΝΤΙΝΟΥ]

Ὁλκάδα πῦρ μ' ἐνέφλεξε τόσηνδ' ἅλα μετρήσασαν

   ἐν χθονὶ τῇ πεύκας εἰς ἐμὲ κειραμένῃ,

ἣν πέλαγος διέσωσεν, ἐπ' ᾐόνος· ἀλλὰ θαλάσσης

   τὴν ἐμὲ γειναμένην ηὗρον ἀπιστοτέρην.

ΤΟΥ ΑΥΤΟΥ

Τὴν μικρήν με λέγουσι καὶ οὐκ ἴσα ποντοπορεύσαις

   ναυσὶ διιθύνειν ἄτρομον εὐπλοΐην·

οὐκ ἀπόφημι δ' ἐγώ· βραχὺ μὲν σκάφος, ἀλλὰ θαλάσσῃ

   πᾶν ἴσον· οὐ μέτρων ἡ κρίσις, ἀλλὰ τύχης.

ἔστω πηδαλίοις ἑτέρῃ πλέον· ἄλλο γὰρ ἄλλῃ

   θάρσος· ἐγὼ δ' εἴην δαίμοσι σῳζομένη.

ΑΔΕΣΠΟΤΟΝ

Ὁ Ζεὺς πρὸς τὸν Ἔρωτα· Βέλη τὰ σὰ πάντ' ἀφελοῦμαι.

   χὠ πτανός· Βρόντα, καὶ πάλι κύκνος ἔσῃ.

ΙΟΥΛΙΟΥ ΔΙΟΚΛΕΟΥΣ

Οὐκ οἶδ', εἴτε σάκος λέξαιμί σε, τὴν ἐπὶ πολλοὺς

   ἀντιπάλους πιστὴν σύμμαχον ὡπλισάμην,

εἴτε σε βαιὸν ἐμοὶ πόντου σκάφος, ἥ μ' ἀπὸ νηὸς

   ὀλλυμένης κόμισας νηκτὸν ἐπ' ἠιόνας.

Ἄρεος ἐν πολέμοις ἔφυγον χόλον ἔν τε θαλάσσῃ

   Νηρῆος· σὺ δ' ἄρ' ἦς ὅπλον ἐν ἀμφοτέροις.

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Οὐ στέργω βαθυληίους ἀρούρας,

οὐκ ὄλβον πολύχρυσον οἷα Γύγης·

αὐτάρκους ἔραμαι βίου, Μακρῖνε·

τὸ Μηθὲν γὰρ ἄγαν ἄγαν με τέρπει.

ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ]

Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας

   μητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους,

ἔμπαλι δ' ὀλβίζουσιν, ὅσους αἰῶνα λιπόντας

   ἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος.

οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσιν

   ἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φθίμενοι.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Τρὶς δέκα με πνεύσειν καὶ δὶς τρία μάντιες ἄστρων

   φασίν, ἐμοὶ δ' ἀρκεῖ καὶ δεκὰς ἡ τριτάτη·

τοῦτο γὰρ ἀνθρώποις βιοτῆς ὅρος· οἱ δ' ἐπὶ τούτοις

   Νέστορι, καὶ Νέστωρ δ' ἤλυθεν εἰς Ἀίδην.

ΠΑΡΜΕΝΙΩΝΟΣ

Οἱ κόρις ἄχρι κόρου κορέσαντό μου· ἀλλ' ἐκορέσθην

   ἄχρι κόρου καὐτὸς τοὺς κόρις ἐκκορίσας.

ΠΑΡΜΕΝΙΩΝΟΣ ΜΑΚΕΔΟΝΟΣ

Παιδὸς ἀφ' ὑψηλῶν κεράμων ὑπὲρ ἄκρα μέτωπα

   κύπτοντος ‑ Μοῖρα νηπιάχοις ἄφοβον ‑ ,

μήτηρ ἐξόπιθεν μαζῷ μετέτρεψε νόημα·

   δὶς δὲ τέκνῳ ζωὴν ἓν κεχάριστο γάλα.

ΑΔΕΣΠΟΤΟΝ

Ἀσπίδ' Ἀχιλλῆος, τὴν Ἕκτορος αἷμα πιοῦσαν,

   Λαρτιάδης Δαναῶν ἦρε κακοκρισίῃ·

ναυηγοῦ δὲ θάλασσα κατέσπασε καὶ παρὰ τύμβον

   Αἴαντος νηκτὴν ὥρμισεν, οὐκ Ἰθάκῃ.

ΑΛΛΟ

Καλὰ Ποσειδάων δίκασεν πολὺ μᾶλλον Ἀθήνης

   . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

καὶ κρίσιν Ἑλλήνων στυγερὴν ἀπέδειξε θάλασσα,

   καὶ Σαλαμὶς ἀπέχει κῦδος ὀφειλόμενον.

Ἀσπὶς ἐν αἰγιαλοῖσι βοᾷ καὶ σῆμα τινάσσει

αὐτόν σ' ἐκκαλέουσα, τὸν ἄξιον ἀσπιδιώτην·

Ἔγρεο, παῖ Τελαμῶνος, ἔχεις σάκος Αἰακίδαο.

ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ

Πένθιμον ἡνίκα πατρὶ Πολυξείνης ὑμέναιον

   ἤνυσεν ὀγκωτοῦ Πύρρος ὕπερθε τάφου,

ὧδε πολυκλαύτοιο κόμας λακίσασα καρήνου

   Κισσηὶς τεκέων κλαῦσε φόνους Ἑκάβη·

Πρόσθε μὲν ἀξονίοις φθιτὸν εἴρυσας Ἕκτορα δεσμοῖς,

   νῦν δὲ Πολυξείνης αἷμα δέχῃ φθίμενος·

Αἰακίδη, τί τοσοῦτον ἐμὴν ὠδύσσαο νηδύν;

   παισὶν ἔφυς γὰρ ἐμοῖς ἤπιος οὐδὲ νέκυς.

[ΒΗΣΑΝΤΙΝΟΥ]

Ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,

   τοῦ μὲν ἐπερχομένου, τῆς δ' ἀπονισομένης.

ΠΑΛΛΑΔΑ

Εἴ τις ἀνὴρ ἄρχων ἐθέλει κολάκων ἀνέχεσθαι,

   πολλοὺς ἐκδώσει τοῖς μιαροῖς στόμασιν·

ὥστε χρὴ τὸν ἄριστον ἀπεχθαίροντα δικαίως

   ὡς κόλακας μισεῖν τοὺς κολακευομένους.

ΛΟΥΚΙΑΝΟΥ ΣΑΜΟΣΑΤΕΩΣ

Φαῦλος ἀνὴρ πίθος ἐστὶ τετρημένος, εἰς ὃν ἁπάσας

   ἀντλῶν τὰς χάριτας εἰς κενὸν ἐξέχεας.

ΑΔΗΛΟΝ

Σπάρτης καὶ Σαλαμῖνος ἐγὼ φυτὸν ἀμφήριστον·

   κλαίω δ' ἠιθέων ἔξοχον ἢ προμάχων.

ΑΔΕΣΠΟΤΟΝ, ‹οἱ δὲ› ΕΥΗΝΟΥ

Ἀτθὶ κόρα, μελίθρεπτε, λάλος λάλον ἁρπάξασα

   τέττιγα πτανοῖς δαῖτα φέρεις τέκεσιν,

τὸν λάλον ἁ λαλόεσσα, τὸν εὔπτερον ἁ πτερόεσσα,

   τὸν ξένον ἁ ξείνα, τὸν θερινὸν θερινά;

κοὐχὶ τάχος ῥίψεις; οὐ γὰρ θέμις οὐδὲ δίκαιον

   ὄλλυσθ' ὑμνοπόλους ὑμνοπόλοις στόμασιν.

‹ΛΕΩΝΙΔΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ›

Ἐκ θοίνης φάος ἔσχεν ἐπ' ἀχράδα μηκὰς ἰοῦσα,

   ἐκ δ' ἐφάνη τυφλὴν μηκέτ' ἔχουσα κόρην·

δισσῶν τὴν ἑτέρην γὰρ ἐκέντρισεν ὀξὺς ἀκάνθης

   ὄζος. ἴδ', ὡς τέχνης δένδρον ἐνεργότερον.

ΑΔΗΛΟΝ

Ποῖ Φοῖβος πεπόρευται; Ἄρης ἀναμίγνυται Δάφνῃ.

ΑΔΗΛΟΝ

Θαρσαλέοι Κελτοὶ ποταμῷ ζηλήμονι Ῥήνῳ

τέκνα ταλαντεύουσι καὶ οὐ πάρος εἰσὶ τοκῆες,

πρὶν πάιν ἀθρήσωσι λελουμένον ὕδατι σεμνῷ.

αἶψα γὰρ ἡνίκα μητρὸς ὀλισθήσας διὰ κόλπων

νηπίαχος πρῶτον προχέει δάκρυ, τὸν μὲν ἀείρας

αὐτὸς ἐπ' ἀσπίδι θῆκεν ἑὸν πάιν, οὐδ' ἀλεγίζει·

οὔπω γὰρ γενέταο φέρει νόον, πρίν γ' ἐσαθρήσῃ

κεκριμένον λουτροῖσιν ἐλεγξιγάμου ποταμοῖο·

ἡ δὲ μετ' εἰλήθυιαν ἐπ' ἄλγεσιν ἄλγος ἔχουσα

μήτηρ, εἰ καὶ παιδὸς ἀληθέα οἶδε τοκῆα,

ἐκδέχεται τρομέουσα, τί μήσεται ἄστατον ὕδωρ.

ΑΔΕΣΠΟΤΟΝ

Πῇ ξίφος ἰθύνεις, κατὰ γαστέρος ἢ κατὰ μαζῶν;

γαστὴρ ἥ σ' ἐλόχευσεν, ἀνεθρέψαντο δὲ μαζοί.

ΑΔΕΣΠΟΤΟΝ

Ἂν περιλειφθῇ μικρὸν ἐν ἄγγεσιν ἡδέος οἴνου,

   εἰς ὀξὺ τρέπεται τοῦτο τὸ λειπόμενον·

οὕτω ἀπαντλήσας τὸν ὅλον βίον, εἰς βαθὺ δ' ἐλθὼν

   γῆρας ὁ πρεσβύτης γίνεται ὀξύχολος.

‹ΝΕΣΤΟΡΟΣ›

Εἷρπε δράκων καὶ ἔπινεν ὕδωρ· σβέννυντο δὲ πηγαί,

καὶ ποταμὸς κεκόνιστο, καὶ ἦν ἔτι διψαλέος θήρ.

ΝΕΣΤΟΡΟΣ

Εἷρπε τὸ μέν, τὸ δ' ἔμελλε, τὸ δ' ἦν ἔτι νωθρὸν ἐν εὐνῇ,

αὐτὰρ ὁ διψήσας ποταμῷ ὑπέθηκε γένειον·

πᾶς δ' ἄρα Κηφισὸς εἴσω ῥέεν, ἀργαλέον δὲ

ἀνθερεὼν κελάρυζε· κατερχομένου δὲ ῥεέθρου

Κηφισὸν κώκυον ὀλωλότα πολλάκι Νύμφαι.

ΑΔΗΛΟΝ

Παλλάδος εἰμὶ φυτόν. Βρομίου τί με θλίβετε κλῶνες;

   ἄρατε τοὺς βότρυας· παρθένος οὐ μεθύω.

ΑΔΗΛΟΝ

Οὔρεσιν ἐν δολιχοῖς βλωθρὴν πίτυν ὑέτιός με

   πρόρριζον γαίης ἐξεκύλισε Νότος·

ἔνθεν ναῦς γενόμην, ἀνέμοις πάλιν ὄφρα μάχωμαι.

   ἄνθρωποι τόλμης οὔ ποτε φειδόμενοι.

ΑΔΕΣΠΟΤΟΝ

Σωφροσύνη καὶ Ἔρως κατεναντίον ἀλλήλοισιν

   ἐλθόντες ψυχὰς ὤλεσαν ἀμφότεροι·

Φαίδρην μὲν κτεῖνεν πυρόεις πόθος Ἱππολύτοιο,

   Ἱππόλυτον δ' ἁγνὴ πέφνε σαοφροσύνη.

ΑΔΗΛΟΝ

Εἴ τις ἅπαξ γήμας πάλι δεύτερα λέκτρα διώκει,

   ναυηγὸς πλώει δὶς βυθὸν ἀργαλέον.

ΑΔΗΛΟΝ

Ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὴν ὁδὸν εὗρον·

οὐκέτι γὰρ σφετέροις ἐπιτέρπομαι· ἔρρετε ἄμφω,

οὕνεκεν ἐν μερόπεσσι πολυπλανέες μάλα ἐστέ.

ὅσσα γὰρ ἀτρεκέως οὐκ ἔσσεται, ὔμμες ἐν ἡμῖν

φάσματα ὡς ὕπνῳ ἐμβάλλετε οἷά τ' ἐόντα.

ἔρρε, κακὴ γλήνη, πολυώδυνε· ἔρρετε ἄμφω.

παίζοιτ', ἔστε θέλοιτε, ὅσους ἐμεῦ ὕστερον ὄντας

εὕροιτ' οὐ νοέοντας, ὅπερ θέμις ἐστὶ νοῆσαι.

Ἀτρεκέως μάλα πᾶσι πλάνη Τύχη ἐστὶ βροτοῖσιν·

ἔστι γὰρ ἀδρανέη, τὸ δ' ἐπὶ πλέον οὐδὲ πέλουσα.

ΑΔΗΛΟΝ

γράψε τίς; οἶδε θεός. τίνος εἵνεκεν; οἶδε καὶ αὐτός.

ΚΥΡΟΥ

Αἴθε πατήρ μ' ἐδίδαξε δασύτριχα μῆλα νομεύειν,

ὥς κεν ὑπὸ πτελέῃσι καθήμενος ἢ ὑπὸ πέτρῃς

συρίσδων καλάμοισιν ἐμὰς τέρπεσκον ἀνίας.

Πιερίδες, φεύγωμεν ἐυκτιμένην πόλιν, ἄλλην

πατρίδα μαστεύσωμεν· ἀπαγγελέω δ' ἄρα πᾶσιν,

ὡς ὀλοοὶ κηφῆνες ἐδηλήσαντο μελίσσας.

ΓΡΑΜΜΑΤΙΚΟΥ τινος ἡμιξήρου πρὸς Ἀδριανὸν τὸν βασιλέα

Ἥμισύ μου τέθνηκε, τὸ δ' ἥμισυ λιμὸς ἐλέγχει·

   σῶσόν μου, βασιλεῦ, μουσικὸν ἡμίτομον.

Πρὸς ὃν ὁ βασιλεὺς ΑΔΡΙΑΝΟΣ ἀπεκρίνατο

Ἀμφοτέρους ἀδικεῖς, καὶ Πλουτέα καὶ Φαέθοντα,

   τὸν μὲν ἔτ' εἰσορόων, τοῦ δ' ἀπολειπόμενος.

ΑΔΕΣΠΟΤΟΝ

Ἦν νέος, ἀλλὰ πένης· νῦν γηρῶν πλούσιός εἰμι·

   ὢ μόνος ἐκ πάντων οἰκτρὸς ἐν ἀμφοτέροις,

ὃς τότε μὲν χρῆσθαι δυνάμην, ὁπότ' οὐδὲ ἓν εἶχον,

   νῦν δ', ὁπότε χρῆσθαι μὴ δύναμαι, τότ' ἔχω.

ΚΛΑΥΔΙΑΝΟΥ

Μαχλὰς ἐυκροτάλοισιν ἀνευάζουσα χορείαις,

δίζυγα παλλομένοισι τινάγμασι χαλκὸν ἀράσσει·

κτεὶς μὲν ὑποκλέπτων πολιὴν τρίχα, γείτονα μοίρης,

ἠλεμάτοις ἀκτῖσι χαράσσεται ὄμματος αὐγή·

ψευδόμενον δ' ἐρύθημα κατέγραφεν ἄχροος αἰδώς,

ἀγλαΐῃ στέψασα νόθῃ κεκαλυμμένα μῆλα.

ΤΟΥ ΑΥΤΟΥ

Ἕδρην χαλκεόπεζαν ἐπὶ προθύροις Ἑλικῶνος

εἱστήκει θεράπων τις ὑπὲρ νώτοιο μεμαρπώς,

οὐδ' ἔθελεν μογέοντι πορεῖν ἐπίβαθρον ἀοιδῆς·

τοὔνεκά μευ θώρηξε νόον πολύμητις ἀνάγκη ...

ΑΔΕΣΠΟΤΟΝ

Κοινῇ πὰρ κλισίῃ ληθαργικὸς ἠδὲ φρενοπλὴξ

   κείμενοι ἀλλήλων νοῦσον ἀπεσκέδασαν.

ἐξέθορε κλίνης γὰρ ὁ τολμήεις ὑπὸ λύσσης

   καὶ τὸν ἀναίσθητον παντὸς ἔτυπτε μέλους.

πληγαὶ δ' ἀμφοτέροις ἐγένοντ' ἄκος, αἷς ὁ μὲν αὐτῶν

   ἔγρετο, τὸν δ' ὕπνῳ πουλὺς ἔριψε κόπος.

ΑΔΕΣΠΟΤΟΝ

Κρημνοβάταν, δίκερων, Νυμφῶν ἡγήτορα Πᾶνα

   ἁζόμεθ', ὃς πετρίνου τοῦδε κέκηδε δόμου,

ἵλαον ἔμμεναι ἄμμιν, ὅσοι λίβα τήνδε μολόντες

   ἀενάου πόματος δίψαν ἀπωσάμεθα.

ΑΝΤΙΠΑΤΡΟΥ

Λιτός τοι δόμος οὗτος, ἐπεὶ παρὰ κύματι πηγῷ

   ἵδρυμαι νοτερῆς δεσπότις ἠιόνος,

ἀλλὰ φίλος· πόντῳ γὰρ ἐπὶ πλατὺ δειμαίνοντι

   χαίρω καὶ ναύταις εἰς ἐμὲ σῳζομένοις.

ἱλάσκευ τὴν Κύπριν· ἐγὼ δέ σοι ἢ ἐν ἔρωτι

   οὔριος ἢ χαροπῷ πνεύσομαι ἐν πελάγει.

ΑΝΥΤΗΣ

Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ

   αἰὲν ἀπ' ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος,

ὄφρα φίλον ναύτῃσι τελῇ πλόον· ἀμφὶ δὲ πόντος

   δειμαίνει λιπαρὸν δερκόμενος ξόανον.

ΑΔΕΣΠΟΤΟΝ

Ἐλθὼν εἰς Ἀίδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας,

   Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα·

καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου

   τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου

εἶπεν· Ἐμοὶ καὶ νῦν πλείων τόπος· ὅσσα γὰρ εἶχον,

   πάντα φέρω σὺν ἐμοί, Κροῖσε, σὺ δ' οὐδὲν ἔχεις.

ΑΔΕΣΠΟΤΟΝ

Ἐλπίδα καὶ Νέμεσιν Εὔνους παρὰ βωμὸν ἔτευξα,

   τὴν μέν, ἵν' ἐλπίζῃς, τὴν δ', ἵνα μηδὲν ἔχῃς.

ΑΝΤΑΓΟΡΟΥ ΡΟΔΙΟΥ

Ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε, μύσται,

   μηδ' ὕδατος προχοὰς δείδιτε χειμερίους·

τοῖον γὰρ Ξενοκλῆς ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν

   ζεῦγμα διὰ πλατέος τοῦδ' ἔβαλεν ποταμοῦ.

ΑΔΕΣΠΟΤΟΝ

Τὸν βίον, Ἡράκλειτε, πολὺ πλέον, ἤπερ ὅτ' ἔζης,

   δάκρυε· νῦν ὁ βίος ἔστ' ἐλεεινότερος.

τὸν βίον ἄρτι γέλα, Δημόκριτε, τὸ πλέον ἢ πρίν·

   νῦν ὁ βίος πάντων ἐστὶ γελοιότερος.

εἰς ὑμέας δὲ καὶ αὐτὸς ὁρῶν τὸ μεταξὺ μεριμνῶ,

   πῶς ἅμα σοὶ κλαύσω, πῶς ἅμα σοὶ γελάσω.

ΑΝΤΙΠΑΤΡΟΥ

Εἶχεν Ἀριστείδης ὁ Βοκέρριος οὐκ ἀπὸ πολλῶν

   πολλά, μιῆς δ' ὄιος καὶ βοὸς εὐπορίην.

ἀλλὰ γὰρ οὐδ' ὁ πένης ἔφυγε φθόνον· ἤματι δ' αὐτῷ

   θῆρες ὄιν, τὴν βοῦν δ' ὤλεσε δυστοκίη.

μισήσας δ' ἀβληχὲς ἐπαύλιον, ἅμματι πήρης

   ἐκ ταύτης βιοτὴν ἀχράδος ἐκρέμασεν.

ΤΟΥ ΑΥΤΟΥ

Πλοῦτος Ἀριστείδῃ δάμαλις μία καὶ τριχόμαλλος

   ἦν ὄις· ἐκ τούτων λιμὸν ἔλαυνε θύρης.

ἤμβροτε δ' ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δ' ὠδὶς

   τὴν δάμαλιν· πενίης δ' ὤλετο βουκόλιον.

πηροδέτῳ δ' ὅ γ' ἱμάντι κατ' αὐχένος ἅμμα λυγώσας

   οἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ.

ΑΝΤΙΠΑΤΡΟΥ

Ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε;

   ποῦ στεφάναι πύργων, ποῦ τὰ πάλαι κτέανα;

ποῦ νηοὶ μακάρων, ποῦ δώματα, ποῦ δὲ δάμαρτες

   Σισύφιαι λαῶν θ' αἵ ποτε μυριάδες;

οὐδὲ γὰρ οὐδ' ἴχνος, πολυκάμμορε, σεῖο λέλειπται,

   πάντα δὲ συμμάρψας ἐξέφαγεν πόλεμος·

μοῦναι ἀπόρθητοι Νηρηίδες Ὠκεανοῖο

   κοῦραι, σῶν ἀχέων μίμνομεν ἁλκυόνες.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἅδε ποθ' ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι

   Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης

ἀμφαδόν, ἀλλ' ἵπποιο κακὸν ξύλον. αἴθε δ' Ἐπειὸς

   κάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα·

οὐ γὰρ ἂν Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ

   οὕτω ἐφ' ἁμετέροις λάεσιν ἠριπόμαν.

ΤΟΥ ΑΥΤΟΥ

Ὦ πτόλι, πῇ σέο κεῖνα τὰ τείχεα, πῇ πολύολβοι

   νηοί; πῇ δὲ βοῶν κράατα τεμνομένων;

πῇ Παφίης ἀλάβαστρα καὶ ἡ πάγχρυσος ἐφεστρίς;

   πῇ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης;

πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴ

   ἥρπασεν ἀλλοίην ἀμφιβαλοῦσα τύχην·

καί σε τόσον νίκησε βαρὺς φθόνος. ἀλλ' ἄρα μοῦνον

   οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.

ΤΟΥ ΑΥΤΟΥ

Ἱλήκοις, πολιοῦχε· σὲ μὲν χρυσαυγέι νηῷ,

   ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμην·

ἀλλὰ σύ με προλέλοιπας ἑλώριον, ἀντὶ δὲ μήλου

   πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην.

ἄρκιον ἦν θνᾴσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμος

   ἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε.

ΤΟΥ ΑΥΤΟΥ

Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς·

   οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε Τύχη·

εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ

   σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις·

εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας

   ζηλήμων δηίων ἐξεκένωσεν ἄρης,

εἰμὶ πάλιν βασίλεια. σὺ δ', ὦ τέκος, ἄτρομε Ῥώμη,

   βάλλε καθ' Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Δέρκεο τὸν Τροίας δεκέτη λόχον, εἴσιδε πῶλον

   εὐόπλου Δαναῶν ἔγκυον ἡσυχίης.

τεκταίνει μὲν Ἐπειός, Ἀθηναίη δὲ κελεύει

   ἔργον, ὑπὲκ νώτου δ' Ἑλλὰς ὅλα δύεται.

ἦ ῥα μάταν ἀπόλοντο τόσος στρατός, εἰ πρὸς Ἄρηα

   ἦν δόλος Ἀτρείδαις ἐσθλότερος πολέμου.

ΑΔΕΣΠΟΤΟΝ

Τίς θεὸν εἶπεν Ἔρωτα; θεοῦ κακὸν οὐδὲν ὁρῶμεν

   ἔργον, ὁ δ' ἀνθρώπων αἵματι μειδιάει.

οὐ θοὸν ἐν παλάμαις κατέχει ξίφος; ἠνίδ' ἄπιστα

   τῆς θειοδμήτου σκῦλα μιαιφονίης.

μήτηρ μὲν σὺν παιδὶ κατέφθιτο· αὐτὰρ ἐπ' αὐτοῖς

   ποίνιμος ἔκτεινεν φῶτα λιθοκτονίη.

καὶ ταῦτ' οὔτ' Ἄϊδος οὔτ' Ἄρεος, ἔργα δ' Ἔρωτος

   λεύσσομεν, οἷς παίζει κεῖνος ὁ νηπίαχος.

ΑΔΕΣΠΟΤΟΝ

Αἱ τρισσαί ποτε παῖδες ἐν ἀλλήλῃσιν ἔπαιζον

   κλήρῳ, τίς προτέρη βήσεται εἰς Ἀίδην·

καὶ τρὶς μὲν χειρῶν ἔβαλον κύβον, ἦλθε δὲ πασῶν

   ἐς μίαν· ἡ δ' ἐγέλα κλῆρον ὀφειλόμενον.

ἐκ τέγεος γὰρ ἄελπτον ἀπωλίσθησε πέσημα,

   δύσμορος, ἐς δ' Ἀίδην ἤλυθεν, ὡς ἔλαχεν.

ἀψευδὴς ὁ κλῆρος, ὅτῳ κακόν· ἐς δὲ τὸ λῷον

   οὔτ' εὐχαὶ θνητοῖς εὔστοχοι οὔτε χέρες.

ΑΔΕΣΠΟΤΟΝ

Κρανίον ἐν τριόδοισι κατοιχομένου τις ἐσαθρῶν

   εἰκόνα τὴν κοινὴν οὐκ ἐδάκρυσε βίου·

δεξιτερὴν δ' ἔρριψεν ἐπὶ χθόνα καὶ λίθον ἧκεν

   κωφὸν μὲν δοκέοντ', ἀλλὰ πνέοντα δίκης.

ὀστέον ὡς γὰρ ἔπληξεν, ἀφήλατο καὶ τὸν ἀφέντα

   πήρωσεν, γλυκεροῦ βλέμματος ὀρφανίσας.

καὶ πάλιν εἰς ἀίδην ἐκολάζετο, τὴν ἰδίην δὲ

   ἔκλαυσεν χειρῶν εὔστοχον ἀφροσύνην.

ΑΔΕΣΠΟΤΟΝ

Ἡρόδοτος Μούσας ὑπεδέξατο· τῷ δ' ἄρ' ἑκάστη

   ἀντὶ φιλοξενίης βίβλον ἔδωκε μίαν.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἡσιόδου ποτὲ βύβλον ἐμαῖς ὑπὸ χερσὶν ἑλίσσων

   Πύρρην ἐξαπίνης εἶδον ἐπερχομένην·

βύβλον δὲ ῥίψας ἐπὶ γῆν χερί, τοῦτ' ἐβόησα·

   Ἔργα τί μοι παρέχεις, ὦ γέρον Ἡσίοδε;

ΑΔΕΣΠΟΤΟΝ

Ἤμην ἀχρεῖον κάλαμος φυτόν· ἐκ γὰρ ἐμεῖο

   οὐ σῦκ', οὐ μῆλον φύεται, οὐ σταφυλή·

ἀλλά μ' ἀνὴρ ἐμύησ' Ἑλικωνίδα λεπτὰ τορήσας

   χείλεα καὶ στεινὸν ῥοῦν ὀχετευσάμενος.

ἐκ δὲ τοῦ εὖτε πίοιμι μέλαν ποτόν, ἔνθεος οἷα

   πᾶν ἔπος ἀφθέγκτῳ τῷδε λαλῶ στόματι.

ΑΔΕΣΠΟΤΟΝ

Ἐκ πυρὸς Ἰλιακοῦ δοράτων μέσον ἥρπασεν ἥρως

   Αἰνείας, ὅσιον παιδὶ βάρος, πατέρα·

ἔκλαγε δ' Ἀργείοις· Μὴ ψαύετε· μικρὸν ἐς ἄρη

   κέρδος ὁ γηραλέος, τῷ δὲ φέροντι μέγα.

ΑΔΗΛΟΝ

Τίς σέ, Δικαιοσύνη, βροτὸς ἤκαχεν; ‑ Οὗτος ὁ κλέπτης

   ἐνθάδε με στήσας, οὐδὲν ἔχων πρὸς ἐμέ.

ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ

Ὀργὴ τοῦ Διός ἐστι γυνὴ πυρὸς ἀντιδοθεῖσα

   δῶρον, ἀνιηρὸν τοῦ πυρὸς ἀντίδοτον·

ἄνδρα γὰρ ἐκκαίει ταῖς φροντίσιν ἠδὲ μαραίνει

   καὶ γῆρας προπετὲς τῇ νεότητι φέρει.

οὐδ' ὁ Ζεὺς ἀμέριμνος ἔχει χρυσόθρονον Ἥρην,

   πολλάκι γοῦν αὐτὴν ῥῖψεν ἀπ' ἀθανάτων

ἠέρι καὶ νεφέλῃσι μετήορον· οἶδεν Ὅμηρος,

   καὶ Δία συγγράψας τῇ γαμετῇ χόλιον.

οὕτως οὐδέποτ' ἐστὶ γυνὴ σύμφωνος ἀκοίτῃ,

   οὐδὲ καὶ ἐν χρυσέῳ μιγνυμένη δαπέδῳ.

ΤΟΥ ΑΥΤΟΥ ΠΑΛΛΑΔΑ

Πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερήν τε γυναῖκα,

   σώφρονα καὶ πόρνην ἀμφοτέρας ὄλεθρον.

ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν

   καὶ διὰ σωφροσύνην Πηνελόπης θάνατοι.

Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός,

   αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις.

ΤΟΥ ΑΥΤΟΥ ΠΑΛΛΑΔΑ

Ὁ Ζεὺς ἀντὶ πυρὸς πῦρ ὤπασεν ἄλλο, γυναῖκας·

   εἴθε δὲ μήτε γυνὴ μήτε τὸ πῦρ ἐφάνη.

πῦρ μὲν δὴ ταχέως καὶ σβέννυται· ἡ δὲ γυνὴ πῦρ

   ἄσβεστον, φλογερόν, πάντοτ' ἀναπτόμενον.

ΤΟΥ ΑΥΤΟΥ ΠΑΛΛΑΔΑ

Μῆνιν οὐλομένην γαμετὴν ὁ τάλας γεγάμηκα

   καὶ παρὰ τῆς τέχνης μήνιδος ἀρξάμενος.

ὤμοι ἐγὼ πολύμηνις, ἔχων τριχόλωτον ἀνάγκην,

   τέχνης γραμματικῆς καὶ γαμετῆς μαχίμης.

ΤΟΥ ΑΥΤΟΥ

Μῆνις Ἀχιλλῆος καὶ ἐμοὶ πρόφασις γεγένηται

   οὐλομένης πενίης γραμματικευσαμένῳ.

εἴθε δὲ σὺν Δαναοῖς με κατέκτανε μῆνις ἐκείνη,

   πρὶν χαλεπὸς λιμὸς γραμματικῆς ὀλέσει.

ἀλλ' ἵν' ἀφαρπάξῃ Βρισηίδα πρὶν Ἀγαμέμνων,

   τὴν Ἑλένην δ' ὁ Πάρις, πτωχὸς ἐγὼ γενόμην.

ΤΟΥ ΑΥΤΟΥ

Νηδὺν ἀναίσχυντον στιβαροῖς ᾔσχυνα λογισμοῖς

   σωφροσύνῃ κολάσας ἔντερον ἀργαλέον·

εἰ γὰρ ἔχω τὸν νοῦν ἐπικείμενον ὑψόθι γαστρός,

   πῶς μὴ νικήσω τὴν ὑποτασσομένην;

ΤΟΥ ΑΥΤΟΥ ΠΑΛΛΑΔΑ

Ὄργανα Μουσάων, τὰ πολύστονα βιβλία πωλῶ

   εἰς ἑτέρας τέχνης ἔργα μετερχόμενος.

Πιερίδες, σῴζοισθε· λόγοι, συντάσσομαι ὑμῖν·

   σύνταξις γὰρ ἐμοὶ καὶ θάνατον παρέχει.

ΤΟΥ ΑΥΤΟΥ

Ἐλπίδος οὐδὲ Τύχης ἔτι μοι μέλει, οὐδ' ἀλεγίζω

   λοιπὸν τῆς ἀπάτης· ἤλυθον εἰς λιμένα.

Εἰμὶ πένης ἄνθρωπος, ἐλευθερίῃ δὲ συνοικῶ·

   ὑβριστὴν πενίης πλοῦτον ἀποστρέφομαι.

ΤΟΥ ΑΥΤΟΥ

Ἀρχὴ γραμματικῆς πεντάστιχός ἐστι κατάρα·

   πρῶτος μῆνιν ἔχει, δεύτερος οὐλομένην,

καὶ μετὰ δ' οὐλομένην Δαναῶν πάλιν ἄλγεα πολλά·

   ὁ τρίτατος ψυχὰς εἰς Ἀίδην κατάγει·

τοῦ δὲ τεταρταίου τὰ ἑλώρια καὶ κύνες ἀργοί,

   πέμπτου δ' οἰωνοὶ καὶ χόλος ἐστὶ Διός.

πῶς οὖν γραμματικὸς δύναται μετὰ πέντε κατάρας

   καὶ πέντε πτώσεις μὴ μέγα πένθος ἔχειν;

ΤΟΥ ΑΥΤΟΥ

Ἐνθάδε παιδεύουσιν ὅσοις κεχόλωτο Σάραπις,

   τοῖσιν ἀπ' οὐλομένης μήνιδος ἀρχομένοις·

ἔνθα τροφὸς κατὰ μῆνα φέρει μισθὸν μετ' ἀνάγκης,

   βύβλῳ καὶ χάρτῃ δησαμένη πενίην·

ὡς δὲ κάπνισμα τιθεῖ παρὰ τὸν θρόνον, ὡς παρὰ τύμβον,

   τὸν μικρὸν χάρτην τὸν παραριπτόμενον.

κλέπτει δ' ἐξ ὀλίγου μισθὸν καὶ χαλκὸν ἀμείβει

   καὶ μόλιβον μίσγει καὶ τὸ ἔθος δέχεται.

ἢν δέ τις εἰς ἐνιαυτὸν ἄγῃ χρυσοῖο νόμισμα,

   ἑνδεκάτῳ μηνί, πρὶν προφέρειν, μετέβη,

ἀγνώμων δὲ φανεὶς καὶ τὸν πρότερον διασύρας

   γραμματικὸν στερέσας μισθὸν ὅλου ἔτεος.

ΤΟΥ ΑΥΤΟΥ

Καλλίμαχον πωλῶ καὶ Πίνδαρον ἠδὲ καὶ αὐτὰς

   πτώσεις γραμματικῆς πτῶσιν ἔχων πενίης.

Δωρόθεος γὰρ ἐμὴν τροφίμην σύνταξιν ἔλυσε

   πρεσβείην κατ' ἐμοῦ τὴν ἀσεβῆ τελέσας.

ἀλλὰ σύ μου πρόστηθι, Θέων φίλε, μηδέ μ' ἐάσῃς

   συνδέσμῳ πενίης τὸν βίον ἐξανύσαι.

ΤΟΥ ΑΥΤΟΥ

Ἐκλήθην παρὰ σοῦ τοῦ ῥήτορος· εἰ δ' ἀπελείφθην,

   τὴν τιμὴν ἀπέχω καὶ πλέον εἰμὶ φίλος.

οὐδὲ γὰρ ἡ ψυχὴ τὸ φαγεῖν κρίνουσα γέγηθεν,

   ἀλλὰ μόνον τιμῆς αἰσθομένη τρέφεται.

ΑΔΕΣΠΟΤΟΝ

Αἴαντος παρὰ τύμβον ἀταρβήτοιο παραστὰς

   Φρὺξ ὑπεόντι κακῆς ἦρχεν ἐπεσβολίης·

Αἴας δ' οὐκέτ' ἔμιμνεν. ὁ δ' ἀντεγέγωνεν ἔνερθε·

   Μίμνεν. ὁ δ' οὐκέτ' ἔτλη ζωὸς ἀποφθίμενον.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Ὡς πάρος Ἀελίου, νῦν Καίσαρος ἁ Ῥόδος εἰμὶ

   νᾶσος, ἴσον δ' αὐχῶ φέγγος ἀπ' ἀμφοτέρων·

ἤδη σβεννυμέναν με νέα κατεφώτισεν ἀκτίς,

   Ἅλιε, καὶ παρὰ σὸν φέγγος ἔλαμψε Νέρων.

πῶς εἴπω, τίνι μᾶλλον ὀφείλομαι; ὃς μὲν ἔδειξεν

   ἐξ ἁλός, ὃς δ' ἤδη ῥύσατο δυομέναν.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Τοξοβόλον τὸν Ἔρωτα τίς ἔξεσεν ἐκ λιβανωτοῦ,

   τόν ποτε μηδ' αὐτοῦ Ζηνὸς ἀποσχόμενον;

ὀψέ ποθ' Ἡφαίστῳ κεῖται σκοπός, ὃν καθορᾶσθαι

   ἔπρεπεν οὐκ ἄλλως ἢ πυρὶ τυφόμενον.

ΠΑΛΛΑΔΑ

Τύχη καπηλεύουσα πάντα τὸν βίον,

ἀσυγκέραστον τὴν φύσιν κεκτημένη,

καὶ συγκυκῶσα καὶ μεταντλοῦσ' αὖ πάλιν

καὐτὴ κάπηλός ἐστι νῦν τις, οὐ θεά,

τέχνην λαχοῦσα τὴν τρόπων ἐπαξίαν.

ΤΟΥ ΑΥΤΟΥ

Ἀνεστράφησαν, ὡς ὁρῶ, τὰ πράγματα,

καὶ τὴν Τύχην νῦν δυστυχοῦσαν εἴδομεν.

ΤΟΥ ΑΥΤΟΥ

Καὶ σύ, Τύχη δέσποινα, τύχην ἀτυχῆ πόθεν ἔσχες;

   ἡ παρέχουσα τύχας πῶς ἀτυχὴς γέγονας;

μάνθανε καὶ σὺ φέρειν τὰ σὰ ῥεύματα, καὶ σὺ διδάσκου

   τὰς ἀτυχεῖς πτώσεις, ἃς παρέχεις ἑτέροις.

ΤΟΥ ΑΥΤΟΥ

Καὶ σύ, Τύχη, λοιπὸν μεταβαλλομένη καταπαίζου,

   μηδὲ τύχης τῆς σῆς ὕστατα φεισαμένη·

ἣ πρὶν νηὸν ἔχουσα καπηλεύεις μετὰ γῆρας,

   θερμοδότις μερόπων νῦν ἀναφαινομένη.

νῦν ὁσίως στένε καὶ σὺ τεὸν πάθος, ἄστατε δαῖμον,

   τὴν σὴν ὡς μερόπων νῦν μετάγουσα τύχην.

ΑΔΕΣΠΟΤΟΝ

Πίνδαρε, Μουσάων ἱερὸν στόμα, καὶ λάλε Σειρὴν

   Βακχυλίδη Σαπφοῦς τ' Αἰολίδες χάριτες

γράμμα τ' Ἀνακρείοντος, Ὁμηρικὸν ὅς τ' ἀπὸ ῥεῦμα

   ἔσπασας οἰκείοις, Στησίχορ', ἐν καμάτοις,

ἥ τε Σιμωνίδεω γλυκερὴ σελὶς ἡδύ τε Πειθοῦς

   Ἴβυκε καὶ παίδων ἄνθος ἀμησάμενε

καὶ ξίφος Ἀλκαίοιο, τὸ πολλάκις αἷμα τυράννων

   ἔσπεισεν πάτρης θέσμια ῥυόμενον,

θηλυμελεῖς τ' Ἀλκμᾶνος ἀηδόνες, ἵλατε, πάσης

   ἀρχὴν οἳ λυρικῆς καὶ πέρας ἐστάσατε.

ΑΔΕΣΠΟΤΟΝ

Ἀρχιλόχου τάδε μέτρα καὶ ἠχήεντες ἴαμβοι

   θυμοῦ καὶ φοβερῆς ἰὸς ἐπεσβολίης.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Βίβλοι Ἀριστοφάνευς, θεῖος πόνος, αἷσιν Ἀχαρνεὺς

   κισσὸς ἐπὶ χλοερὴν πουλὺς ἔσεισε κόμην·

ἠνίδ' ὅσον Διόνυσον ἔχει σελίς, οἷα δὲ μῦθοι

   ἠχεῦσιν φοβερῶν πληθόμενοι χαρίτων.

ὦ καὶ θυμὸν ἄριστε καὶ Ἑλλάδος ἤθεσιν ἶσα,

   κωμικέ, καὶ στύξας ἄξια καὶ γελάσας.

ΑΔΕΣΠΟΤΟΝ

Αὐταί σοι στομάτεσσιν ἀνηρείψαντο μέλισσαι

   ποικίλα Μουσάων ἄνθεα δρεψάμεναι·

αὐταὶ καὶ Χάριτές σοι ἐδωρήσαντο, Μένανδρε,

   στωμύλον εὐστοχίην δράμασιν ἐνθέμεναι.

ζώεις εἰς αἰῶνα· τὸ δὲ κλέος ἐστὶν Ἀθήναις

   ἐκ σέθεν οὐρανίων ἁπτόμενον νεφέων.

ΑΔΕΣΠΟΤΟΝ

Ἀτθίδος εὐγλώσσου στόμα φέρτατον, οὐ σέο μεῖζον

   φθέγμα Πανελλήνων πᾶσα κέκευθε σελίς·

πρῶτος δ' εἴς τε θεὸν καὶ ἐς οὐρανὸν ὄμμα τανύσσας,

   θεῖε Πλάτων, ἤθη καὶ βίον ηὐγάσαο

Σωκρατικῷ Σάμιον κεράσας μυκτῆρι φρόνημα,

   κάλλιστον σεμνῆς σῆμα διχοστασίης.

ΑΔΗΛΟΝ

Ἔλθετε πρὸς τέμενος ταυρώπιδος ἀγλαὸν Ἥρης,

   Λεσβίδες, ἁβρὰ ποδῶν βήμαθ' ἑλισσόμεναι·

ἔνθα καλὸν στήσασθε θεῇ χορόν· ὔμμι δ' ἀπάρξει

   Σαπφὼ χρυσείην χερσὶν ἔχουσα λύρην.

ὄλβιαι ὀρχηθμοῦ πολυγηθέος· ἦ γλυκὺν ὕμνον

   εἰσαΐειν αὐτῆς δόξετε Καλλιόπης.

ΑΔΗΛΟΝ

Λέσβιον Ἠρίννης τόδε κηρίον· εἰ δέ τι μικρόν,

   ἀλλ' ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι.

οἱ δὲ τριηκόσιοι ταύτης στίχοι ἶσοι Ὁμήρῳ,

   τῆς καὶ παρθενικῆς ἐννεακαιδεκέτευς·

ἣ καὶ ἐπ' ἠλακάτῃ μητρὸς φόβῳ, ἣ καὶ ἐφ' ἱστῷ

   ἑστήκει Μουσέων λάτρις ἐφαπτομένη.

Σαπφὼ δ' Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων,

   Ἤριννα Σαπφοῦς τόσσον ἐν ἑξαμέτροις.

ΑΔΗΛΟΝ

Οὐκ ἂν ἐν ἡμετέροισι πολυγνάμπτοις λαβυρίνθοις

   ῥηιδίως προμόλοις ἐς φάος, αἴ κε τύχῃς·

τοίους γὰρ Πριαμὶς Κασάνδρη φοίβασε μύθους,

   ἄγγελος οὓς βασιλεῖ ἔφρασε λοξοτρόχις.

εἰ δέ σε φίλατο Καλλιόπη, λάβε μ' ἐς χέρας· εἰ δὲ

   νῆις ἔφυς Μουσέων, χερσὶ βάρος φορέεις.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Αἱ βίβλοι, τίνες ἐστέ; τί κεύθετε; ‑ Θυγατέρες μὲν

   Μαιονίδου, μύθων δ' ἵστορες Ἰλιακῶν·

ἁ μία μὲν μηνιθμὸν Ἀχιλλέος ἔργα τε χειρὸς

   Ἑκτορέας δεκέτους τ' ἆθλα λέγει πολέμου·

ἁ δ' ἑτέρα μόχθον τὸν Ὀδυσσέος ἀμφί τε λέκτροις

   χηρείοις ἀγαθᾶς δάκρυα Πηνελόπας. ‑

Ἵλατε σὺν Μούσαισι· μεθ' ὑμετέρας γὰρ ἀοιδὰς

   εἶπεν ἔχειν αἰὼν ἕνδεκα Πιερίδας.

‹ΦΙΛΟΣΤΟΡΓΙΟΥ›

Ἱστορίην ἐτέλεσσα Θεοῦ χαρίτεσσι σοφῇσι

   πράγματ' ἀληθείης ποικίλ' ὑφηνάμενος.

ΑΛΛΟ

Γράμματα δώδεκ' ἔχει Φιλοστόργιος, οὔνομα καλόν.

τοὔνεκα δὴ κατὰ γράμμα λόγους ἀνεγράψατο τούτους

ἀρξάμενος πρώτου ἀπὸ γράμματος, εἶτεν ἐφεξῆς

καὶ διὰ τῆς αὐτῶν ἀρχῆς ἑὸν οὔνομα γράψας.

ΑΔΕΣΠΟΤΟΝ

Κωνσταντινιάδης Ἀσκληπιὸς ἄστυ γεραίρων

   γράψεν Ἀναζαρβοῦ πάτρια κυδαλίμης.

[ΜΑΡΙΝΟΥ ΝΕΑΠΟΛΙΤΟΥ]

Ἀθανάτοισι θεοῖς κεχαρισμένα πάντοτε ῥέζων

καὶ τάδ' ἐπ' εὐσεβέοντι νόῳ συνέγραψε Μαρῖνος.

[ΜΑΡΙΝΟΥ ΝΕΑΠΟΛΙΤΟΥ]

Καὶ τόδε σῆς ζαθέης κεφαλῆς περιώσιον ἔργον,

Πρόκλε μάκαρ, πάντων βρέτας ἔμπνοον ὅττι Μαρῖνον

ἀθανάτων μερόπεσσι βοηθόον εὐσεβέεσσιν

ἀντὶ τεῆς ἱερῆς κεφαλῆς ψυχοσσόον ἄλκαρ

κάλλιπες, ὃς βιοτὴν θεοτερπέα σεῖο λιγαίνων

γράψε τάδ' ἐσσομένοις μνημήια σῶν ἀρετάων.

ΑΔΕΣΠΟΤΟΝ

Νόννος ἐγώ· Πανὸς μὲν ἐμὴ πόλις, ἐν Φαρίῃ δὲ

ἔγχεϊ φωνήεντι γονὰς ἤμησα Γιγάντων.

ΑΔΕΣΠΟΤΟΝ

Δίου Ὀρειβασίοιο, τὸν ἀθανάτην διὰ τέχνην

πολλάκι δειμαίνουσα μίτους ἀνεβάλλετο Μοίρη.

ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ

Βίβλος μηχανική· Κύρινος δέ μιν ἐξεπόνησε

Μαρκέλλου γνωτοῖο συνερχομένου κατὰ μόχθον.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ

Θέσφατα μαντῴης Φοιβηίδος ὄργια τέχνης

ἀστρολόγων Παῦλός μ' ἐδιδάξατο κύδιμος ἀνήρ.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΟΝΤΟΣ

Βίβλος Θέωνος καὶ Πρόκλου, τῶν πανσόφων·

βίβλος πόλου τε καὶ χθονὸς φέρει μέτρα.

Θέων πόλον μὲν καὶ Πρόκλος μετρεῖ χθόνα,

Πρόκλος μὲν οὖν γῆν καὶ Θέων μετρεῖ πόλον.

ἄμφω δ' ἐπ' ἴσης τῶν ἐπαίνων ἄξιοι,

ἄμφω δ' ἀμοιβὴν τῶν λόγων τετεύχατον.

Θέων Πρόκλου γὰρ λαμβάνων σοφὰς θέσεις

δείκνυσι ταύταις τοὺς δρόμους τῶν ἀστέρων,

Πρόκλος δὲ δείξεις τοῦ Θέωνος λαμβάνων

ταύταις ἀναλύει καὶ προβάλλει τὰς θέσεις.

ἀλλ', ὦ σοφὴ ξυνωρί, χαῖρέ μοι λίαν·

χαίροις, Θέων ἄριστε, πάνσοφον κάρα,

ὁ νῦν πυκάζων τὴν Ἀλεξάνδρου πόλιν·

χαίροις δὲ καὶ σύ, Πρόκλε, τοῦ Σαρπηδόνος

ἄριστον αἷμα τοῖς ὅλοις βοώμενον.

[ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ἄλλοι δέ φασιν] ΛΕΟΝΤΟΣ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ

Ἔρωτα πικρόν, ἀλλὰ σώφρονα βίον

ὁ Κλειτοφῶντος ὥσπερ ἐμφαίνει λόγος·

ὁ Λευκίππης δὲ σωφρονέστατος βίος

ἅπαντας ἐξίστησι, πῶς τετυμμένη

κεκαρμένη τε καὶ κατηχρειωμένη,

τὸ δὴ μέγιστον, τρὶς θανοῦσ' ἐκαρτέρει.

εἴπερ δὲ καὶ σὺ σωφρονεῖν θέλῃς, φίλος,

μὴ τὴν πάρεργον τῆς γραφῆς σκόπει θέαν,

τὴν τοῦ λόγου δὲ πρῶτα συνδρομὴν μάθε·

νυμφοστολεῖ γὰρ τοὺς ποθοῦντας ἐμφρόνως.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα,

   πέτρον ἀκοντιστὴν στήθεος Ἑκτορέου.

εἰμὶ μέλας τρηχύς τε· σὺ δ' εἴρεο θεῖον Ὅμηρον,

   πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ.

νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης

   ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης.

ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ

   παίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος.

ΑΡΤΕΜΙΔΩΡΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Βουκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δ' ἅμα πᾶσαι

   ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.

ΕΥΠΙΘΙΟΥ ΑΘΗΝΑΙΟΥ

Ταυτολόγων κανόνων φεῦ πληθύος ἠδ' ἀιδήλων

   ξυσμάων, λεπτὸς τὰς ἐχάραξε δόναξ.

ὄμματά μευ κέκμηκε, τένων, ῥάχις, ἰνίον, ὦμοι·

   τῆς Καθόλου δὲ φέρω τὴν ὀδύνην καθόλου.

ΑΔΗΛΟΝ

Μῆτιν Ἐπικτήτοιο τεῷ ἐνικάτθεο θυμῷ,

ὄφρα κεν εἰσαφίκηαι ἐς οὐρανίους κενεῶνας

ψυχὴν ὑψικέλευθον ἐλαφρίζων ἀπὸ γαίης.

ΑΛΛΟ

Ὅς κεν Ἐπικτήτοιο σοφὴν τελέσειε μενοινήν,

μειδιάει βιότοιο γαληνιόων ἐνὶ πόντῳ

καὶ μετὰ ναυτιλίην βιοτήσιον εἰσαφικάνει

οὐρανίην ἁψῖδα καὶ ἀστερίην περιωπήν.

ΑΔΗΛΟΝ

Τίπτε μετοκλάζεις πεποτημένη ὄζον ἀπ' ὄζου;

τοῖα καὶ ἄλλη ἔρεξε καὶ οὐ φύγεν ἰξοφορῆας

ἡμετέρους δόνακας, περὶ δὲ πτερὰ πυκνὰ βαλοῦσα

ἤλυθε τεχνήεντα, καὶ οὐκ ἐθέλουσα, πρὸς ἄνδρα.

ΑΔΕΣΠΟΤΟΝ

Δέρκεό μοι κρατερῶν καμάτων ἐγκύμονα βίβλον,

ἣν πάρος Ἀδριανὸς μὲν ἄναξ ἔχεν ἐν πολέμοισι,

κρύψε δ' ἀεργίη χρόνον ἄσπετον ἐγγύθι λήθης·

ἀλλ' ὑπὸ καρτερόχειρος Ἀναστασίου βασιλῆος

ἤλυθον ἐς φάος αὖθις, ἵνα στρατιῇσιν ἀρήξω.

οἶδα γὰρ ἀνδροφόνου καμάτους πολέμοιο διδάσκειν,

οἶδα δέ, πῶς μετ' ἐμεῖο καὶ ἑσπερίης ἁλὸς ἄνδρας

καὶ Πέρσας ὀλέσεις καὶ αἰνομόρους Σαρακηνοὺς

καὶ θοὸν ἱπποκέλευθον ἀρειμανέων γένος Οὔννων,

πετράων τ' ἐφύπερθεν ἀλυσκάζοντας Ἰσαύρους·

πάντα δ' ὑπὸ σκήπτροισιν Ἀναστασίοιο τελέσσω,

ὃν καὶ Τραϊανοῖο φαάντερον ἤγαγεν αἰών.

ΑΔΗΛΟΝ

Παιήων, Χείρων, Ἀσκληπιὸς Ἱπποκράτης τε·

τοῖς δ' ἔπι Νίκανδρος προφερέστερον ἔλλαχεν εὖχος.

ΑΛΛΟ

Φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ

Νίκανδρος κατέλεξεν ἐπιστάμενος περὶ πάντων

ἀνθρώπων· ἦ γὰρ Παιήονός ἐστι γενέθλης.

ΑΛΛΟ

Καὶ Κολοφὼν ἀρίδηλος ἐνὶ πτολίεσσι τέτυκται

   δοιοὺς θρεψαμένη παῖδας ἀριστονόους,

πρωτότοκον μὲν Ὅμηρον, ἀτὰρ Νίκανδρον ἔπειτα,

   ἀμφοτέρους Μούσαις οὐρανίῃσι φίλους.

ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ

Τῇ τῶν λόγων σου κογχύλῃ, Πορφύριε,

βάπτεις τὰ χείλη καὶ στολίζεις τὰς φρένας.

ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ

Αἰεὶ θηλυτέρῃσιν ὕδωρ κακὸν Ἑλλήσποντος,

   ξεῖνε· Κλεονίκης πεύθεο Δυρραχίδος.

πλῶε γὰρ ἐς Σηστὸν μετὰ νυμφίον· ἐν δὲ μελαίνῃ

   φορτίδι τὴν Ἕλλης μοῖραν ἀπεπλάσατο.

Ἡροῖ δειλαίη, σὺ μὲν ἀνέρα, Δηίμαχος δὲ

   νύμφην ἐν παύροις ὠλέσατε σταδίοις.

ΟΝΕΣΤΟΥ ΚΟΡΙΝΘΙΟΥ

Ἁρμονίης ἱερὸν φήσεις γάμον· ἀλλ' ἀθέμιστος

   Οἰδίποδος. λέξεις Ἀντιγόνην ὁσίην·

ἀλλὰ κασίγνητοι μιαρώτατοι. ἄμβροτος Ἰνώ·

   ἀλλ' Ἀθάμας τλήμων. τειχομελὴς κιθάρη·

ἀλλ' αὐλὸς δύσμουσος. ἴδ', ὡς ἐκεράσσατο Θήβῃ

   δαίμων, ἐσθλὰ κακοῖς δ' εἰς ἓν ἔμιξεν ἴσα.

ΜΟΥΚΙΟΥ ΣΚΕΥΟΛΑ

Αἱ χίμαροι, τί ποτ' ἆρα τὰ μὲν θύμα καὶ τιθύμαλλα

   λείπετε καὶ χλοερὴν αἰγίνομον βοτάνην,

γυρὰ δ' ἐπ' ἀλλήλαις σκιρτήματα γαῦρα τίθεσθε

   ἀμφὶ τὸν ὑλιβάτην ἁλλόμεναι Νόμιον;

οὐκ ἀπὸ πυγμαχίης ἀποπαύσετε; μή ποτ' ἀπεχθὴς

   ἀντήσῃ κορύνη χειρὸς ἀπ' αἰπολικῆς.

ΑΙΜΙΛΙΑΝΟΥ ΝΙΚΑΕΩΣ

Ἀβάλε χειμερίου με κατέκλυσε κύματα πόντου

   δειλαίην, νεκύων φόρτον ἀμειψαμένην.

αἰδέομαι σωθεῖσα. τί μοι πλέον ὅρμον ἱκέσθαι

   δευομένῃ φωτῶν πείσματα λυσομένων;

Κωκυτοῦ με λέγοιτε βαρὺ σκάφος· ὤλεσα φῶτας,

   ὤλεσα· ναυηγοὶ δ' εἰσὶν ἔσω λιμένος.

ΔΙΟΔΩΡΟΥ ΣΑΡΔΙΑΝΟΥ

Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω

   οἷος Ἀχιλλείδης πρόσθε μενεπτόλεμος,

τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο

   νεῖται ἐπ' ὠκυρόην Θύβριν ἀμειψάμενος,

κοῦρος ἔτ' ἀρτιγένειον ἔχων χνόον. ἀλλ' ὁ μὲν ἔγχει

   θῦεν, ὁ δ' ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ.

ΘΑΛΛΟΥ ΜΙΛΗΣΙΟΥ

Ἁ χλοερὰ πλατάνιστος ἴδ' ὡς ἔκρυψε φιλεύντων

   ὄργια τὰν ἱερὰν φυλλάδα τεινομένα·

ἀμφὶ δ' ἄρ' ἀκρεμόνεσσιν ἑοῖς κεχαρισμένος ὥραις

   ἡμερίδος λαρῆς βότρυς ἀποκρέμαται.

οὕτως, ὦ πλατάνιστε, φύοις· χλοερὰ δ' ἀπὸ σεῖο

   φυλλὰς ἀεὶ κεύθοι τοὺς Παφίης ἑτάρους.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Αὐγάζω τὸν ἄφυκτον ἐπὶ σφραγῖδος Ἔρωτα

   χερσὶ λεοντείαν ἁνιοχεῦντα βίαν,

ὡς τᾷ μὲν μάστιγα κατ' αὐχένος, ᾇ δὲ χαλινοὺς

   εὐθύνει· πολλὰ δ' ἀμφιτέθηλε χάρις.

φρίσσω τὸν βροτολοιγόν· ὁ γὰρ καὶ θῆρα δαμάζων

   ἄγριον οὐδ' ὀλίγον φείσεται ἁμερίων.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Ἀνέρα θήρ, χερσαῖον ὁ πόντιος, ἄπνοον ἔμπνους,

   ἀράμενος λοφιῆς ὑγρὸν ὕπερθε νέκυν

εἰς ψαμάθους ἐκόμισσα· τὸ δὲ πλέον, ἐξ ἁλὸς εἰς γῆν

   νηξάμενος φόρτου μισθὸν ἔχω θάνατον·

δαίμονα δ' ἀλλήλων ἠμείψαμεν· ἡ μὲν ἐκείνου

   χθὼν ἐμέ, τὸν δ' ἀπὸ γῆς ἔκτανε τοὐμὸν ὕδωρ.

ΒΙΑΝΟΡΟΣ

Ἀγγελίην πὰρ Ζηνὸς ἐπεὶ φέρεν ἠεροδίνης

   αἰετός, οἰωνῶν μοῦνος ἐνουράνιος,

οὐκ ἔφθη τὸν Κρῆτα, θοὴν δ' ἐπετείνατο νευρήν,

   πτηνὸν δ' ὁ πτερόεις ἰὸς ἐληίσατο.

Ζηνὸς δ' οὔτι Δίκην ἔλαθεν μόνος· ἔμπεσε δ' ὄρνις

   ἀνδρί, τὰ δ' εὐστοχίης ἀνταπέτισε βέλη.

αὐχένι δ' ἰὸν ἔπηξεν, ὃν ἥπατι κοίμισεν αὐτός·

   ἓν δὲ βέλος δισσῶν αἷμ' ἔπιεν θανάτων.

ΚΡΙΝΑΓΟΡΟΥ

Αἶγά με τὴν εὔθηλον, ὅσων ἐκένωσεν ἀμολγεὺς

   οὔθατα πασάων πουλυγαλακτοτάτην,

γευσάμενος μελιηδὲς ἐπεί τ' ἐφράσσατο πῖαρ

   Καῖσαρ, κἠν νηυσὶν σύμπλοον εἰργάσατο.

ἥξω δ' αὐτίκα που καὶ ἐς ἀστέρας· ᾧ γὰρ ἐπέσχον

   μαζὸν ἐμόν, μείων οὐδ' ὅσον Αἰγιόχου.

ΟΝΕΣΤΟΥ

Ἀσωπὶς κρήνη καὶ Πηγασίς, ὕδατ' ἀδελφά,

   ἵππου καὶ ποταμοῦ δῶρα ποδορραγέα·

χὠ μὲν ἔκοψ' Ἑλικῶνος, ὁ δὲ φλέβας Ἀκροκορίνθου

   ἔπληξ'. ὢ πτέρνης εἰς ἴσον εὐστοχίη.

ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ

Αἰ δ' ἄγετε ξουθαὶ σιμβληίδες ἄκρα μέλισσαι

   φέρβεσθ' ἢ θυμέων ῥικνὰ περικνίδια

ἢ πετάλας μάκωνος ἢ ἀσταφιδίτιδα ῥῶγα

   ἢ ἴον ἢ μάλων χνοῦν ἐπικαρπίδιον·

πάντα περικνίξασθε καὶ ἄγγεα κηρώσασθε,

   ὄφρα μελισσοσόος Πὰν ἐπικυψέλιος

γεύσηται τὸ μὲν αὐτός, ὁ δὲ βλιστηρίδι χειρὶ

   καπνώσας βαιὴν κὔμμι λίπῃ μερίδα.

ΒΙΑΝΟΡΟΣ

Ἀκταίην παρὰ θῖνα διαυγέος ἔνδοθεν ἅλμας

   ἰχθύα πουλυπόδην ἔδρακεν ἰχθυβόλος·

νηχομένῳ δ' ἐπόρουσε καὶ ἐξ ἁλὸς ἧκ' ἐπὶ χέρσον

   ἁρπάγδην ἄγρης δεσμὸν ὑποφθάμενος.

αὐτὰρ ὁ δισκηθεὶς κατακαίριος ἔμπεσε δειλῷ

   πτωκί· παχεῖ σχοίνῳ κεῖτο γὰρ ὑπναλέος·

τὸν δὲ χυθεὶς περὶ πάντα πεδήσατο, φωτὶ δ' ὑπ' ἄγρην

   ἐμβυθίην ἄγρη χερσόθεν ἠντίασεν.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Ἀγγελίης ἤκουσεν ἀνωίστου Μελίτεια,

   υἱέα σὺν φόρτῳ κύματι κρυπτόμενον·

ἠιόσιν δ' ἐπικέλσαν ἁλίκλυστον δέμας ἄλλου

   δύσμορος οἰκείης σύμβολον εἶδε τύχης,

υἱέα δ' ὣς ἔστειλε. Δίων δ' ἐπὶ νηὸς ἀθραύστου

   ἤλυθεν εὐκταίης σῶος ἀπ' ἐμπορίης.

μητέρες ὡς ἀνίσου μοίρης λάχον· ἡ μὲν ἄελπτον

   ζωὸν ἔχει, κείνη δ' ὄψεται οὐδὲ νέκυν.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἀρχαίη σύνδειπνε, καπηλικὰ μέτρα φιλεῦσα,

   εὔλαλε, πρηΰγελως, εὔστομε, μακροφάρυξ,

αἰὲν ἐμῆς πενίης βραχυσύμβολε μύστι, λάγυνε,

   ἦλθες ὅμως ὑπ' ἐμὴν χεῖρά ποτε χρόνιος.

αἴθ' ὄφελες καὶ ἄμικτος ἀνύμφευτός τε παρείης,

   ἄφθορος ὡς κούρη πρὸς πόσιν ἐρχομένη.

ΟΝΕΣΤΟΥ

Ἀμβαίνων Ἑλικῶνα μέγαν κάμες, ἀλλ' ἐκορέσθης

   Πηγασίδος κρήνης νεκταρέων λιβάδων·

οὕτως καὶ σοφίης πόρος ὄρθιος· ἢν δ' ἄρ' ἐπ' ἄκρον

   τέρμα μόλῃς, ἀρύσῃ Πιερίδων χάριτας.

ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ]

Αὔην με πλατάνιστον ἐφερπύζουσα καλύπτει

   ἄμπελος, ὀθνείῃ δ' ἀμφιτέθηλα κόμῃ

ἡ πρὶν ἐμοῖς θαλέθουσιν ἐνιθρέψασ' ὀροδάμνοις

   βότρυας, ἡ ταύτης οὐκ ἀπετηλοτέρη.

τοίην μέντοι ἔπειτα τιθηνείσθω τις ἑταίρην,

   ἥτις ἀμείψασθαι καὶ νέκυν οἶδε μόνη.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἀδριακοῖο κύτους λαιμὸς τὸ πάλαι μελίγηρυς,

   ἡνίκ' ἐγαστροφόρουν Βακχιακὰς χάριτας,

νῦν κλασθεὶς κεῖμαι νεοθηλέι καρτερὸν ἕρκος

   κλήματι πρὸς τρυφερὴν τεινομένῳ καλύβην.

αἰεί τι Βρομίῳ λατρεύομεν· ἢ γεραὸν γὰρ

   φρουροῦμεν πιστῶς ἢ νέον ἐκτρέφομεν.

ΕΡΥΚΙΟΥ

Αὖά τοι ἐκτάμνοντι γεράνδρυα, κάμμορε Μίνδων,

   φωλὰς ἀραχναίη σκαιὸν ἔτυψε πόδα

νειόθεν ἀντιάσασα· χύδην δ' ἔβρυξε μελαίνῃ

   σηπεδόνι χλωρὴν σάρκα κατ' ἀστραγάλους.

ἐτμήθη δ' ἀπὸ τῆς στιβαρὸν γόνυ, καί σε κομίζει

   μουνόποδα βλωθρῆς σκηπάνιον κοτίνου.

ΚΡΙΝΑΓΟΡΟΥ

Ἄχρι τεῦ, ἆ δείλαιε, κεναῖς ἔτ' ἐπ' ἐλπίσι, θυμέ,

   πωτηθεὶς ψυχρῶν ἀσσοτάτω νεφέων,

ἄλλοις ἄλλ' ἔπ' ὄνειρα διαγράψεις ἀφένοιο;

   κτητὸν γὰρ θνητοῖς οὐδὲ ἓν αὐτόματον.

Μουσέων ἀλλ' ἐπὶ δῶρα μετέρχεο· ταῦτα δ' ἀμυδρὰ

   εἴδωλα ψυχῆς ἠλεμάτοισι μέθες.

ΤΟΥ ΑΥΤΟΥ

Ἄγχουροι μεγάλαι κόσμου χθόνες, ἃς διὰ Νεῖλος

   πιμπλάμενος μελάνων τέμνει ἀπ' Αἰθιόπων,

ἀμφότεραι βασιλῆας ἐκοινώσασθε γάμοισιν

   ἓν γένος Αἰγύπτου καὶ Λιβύης θέμεναι.

ἐκ πατέρων εἴη παισὶν πάλι τοῖσιν ἀνάκτων

   ἔμπεδον ἠπείροις σκῆπτρον ἐπ' ἀμφοτέραις.

ΒΑΣΣΟΥ ΛΟΛΛΙΟΥ

Ἄρρηκτοι Μοιρῶν πυμάτην ἐσφράγισαν ὅρκοι

   τῷ Φρυγὶ πὰρ βωμῷ τὴν Πριάμου θυσίην·

ἀλλὰ σοί, Αἰνεία, στόλος ἱερὸς Ἰταλὸν ἤδη

   ὅρμον ἔχεν, πάτρης φροίμιον οὐρανίης.

ἐς καλὸν ὤλετο πύργος ὁ Τρώιος· ἦ γὰρ ἐν ὅπλοις

   ἠγέρθη κόσμου παντὸς ἄνασσα πόλις.

ΕΡΥΚΙΟΥ

Βουκόλε, πρὸς τῶ Πανός, ὁ φήγινος, εἰπέ, κολοσσὸς

   οὗτος, ὅτῳ σπένδεις τὸ γλάγος, ἔστι τίνος; ‑

Τῶ λειοντοπάλα Τιρυνθίω· οὐ δὲ τὰ τόξα,

   νήπιε, καὶ σκυτάλην ἀγριέλαιον ὁρῇς; ‑

Χαίροις, Ἀλκείδα δαμαληφάγε, καὶ τάδε φρούρει

   αὔλια κἠξ ὀλίγων μυριόβοια τίθει.

ΑΝΤΙΠΑΤΡΟΥ

Βούπαις ὡπόλλων, τόδε χάλκεον ἔργον Ὀνατᾶ,

   ἀγλαΐης Λητοῖ καὶ Διὶ μαρτυρίη,

οὔθ' ὅτι τῆσδε μάτην Ζεὺς ἤρατο χὤτι κατ' αἶνον

   ὄμματα καὶ κεφαλὴν ἀγλαὸς ὁ Κρονίδης.

οὐδ' Ἥρῃ νεμεσητὸν ἐχεύατο χαλκὸν Ὀνατᾶς,

   ὃν μετ' Ἐληθυίης τοῖον ἀπεπλάσατο.

ΚΡΙΝΑΓΟΡΟΥ

Βύβλων ἡ γλυκερὴ λυρικῶν ἐν τεύχεϊ τῷδε

   πεντὰς ἀμιμήτων ἔργα φέρει Χαρίτων.

   Ἀνακρέοντος, πρέσβυς ἃς ὁ Τήιος

   ἔγραψεν ἢ παρ' οἶνον ἢ σὺν Ἱμέροις·

δῶρον δ' εἰς ἱερὴν Ἀντωνίῃ ἥκομεν ἠῶ

   κάλλευς καὶ πραπίδων ἔξοχ' ἐνεγκαμένῃ.

ΦΙΛΙΠΠΟΥ

Βαιὸν ἀποπλανίην λιπομήτορα παῖδα Καλύπτρης

   κριὸς ἑλιξόκερως θεῖνε θρασυνόμενος·

κάπρος δ' Ἡράκλειος ἀπορρήξας ἀπὸ δεσμῶν

   ἐς νηδὺν κριοῦ πᾶσαν ἔβαψε γένυν,

ζωὴν νηπιάχῳ δ' ἐχαρίσσατο. ἦ ῥ' ἀπὸ Ἥρης

   Ἡρακλέης βρεφέων ᾤκτισεν ἡλικίην.

ΑΝΤΙΠΑΤΡΟΥ

Βουκόλος ἔπλεο, Φοῖβε, Ποσειδάων δὲ καβάλλης,

   κύκνος Ζεύς, Ἄμμων δ' ὡμφιβόητος ὄφις

(χοἰ μὲν ἐπ' ἠιθέας, σὺ δὲ παιδικός), ὄφρα λάθοιτε·

   ἐστὲ γὰρ οὐ πειθοῦς εὐνέται, ἀλλὰ βίης.

Εὐαγόρας δ' ὢν χαλκὸς ἄτερ δόλου αὐτὸς ἐναργὴς

   πάντας καὶ πάσας, οὐ μεταβαλλόμενος.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Γλαῦκος ὁ Νεσσαίοιο διαπλώουσιν ὁδηγὸς

   πορθμοῦ καὶ Θασίων ἔντροφος αἰγιαλῶν,

πόντου ἀροτρευτὴρ ἐπιδέξιος, οὐδ', ὅτ' ἔκνωσσεν,

   πλαζομένῃ στρωφῶν πηδάλιον παλάμῃ,

μυριέτης, ἁλίοιο βίου ῥάκος, οὐδ', ὅτ' ἔμελλεν

   θνῄσκειν, ἐκτὸς ἔβη γηραλέης σανίδος·

τοὶ δὲ κέλυφος ἔκαυσαν ἐπ' ἀνέρι, τόφρ' ὁ γεραιὸς

   πλώσῃ ἐπ' οἰκείης εἰς Ἀίδην ἀκάτου.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Γήθησαν περὶ παιδὸς Ἀριστίπποιο τοκῆες

   καὶ κλαῦσαν· μοίρης δ' ἦμαρ ἓν ἀμφοτέρης·

εὖτε γὰρ αἰθόμενον δόμον ἔκφυγεν, ἰθὺ κεραυνοῦ

   Ζεὺς κατά οἱ κεφαλῆς ἄσπετον ἧκε σέλας.

τοῦτο δ' ἔπος τότ' ἔλεξαν ὅσοι νέκυν ὠδύροντο·

   Ὦ πυρὶ δαιμονίῳ τλῆμον ὀφειλόμενε.

ΤΟΥ ΑΥΤΟΥ

Δειματόεις ἐλάφων κεραὸς λόχος, εὖτε κρυώδεις

   πλῆσαν ὀρῶν κορυφὰς χιόνεαι νιφάδες,

δείλαιαι ποταμοῖσιν ἐφώρμισαν ἐλπίδι φροῦδοι

   χλιῆναι νοτεροῖς ἄσθμασιν ὠκὺ γόνυ.

τὰς δὲ περιφράξας ἐχθρὸς ῥόος ἀθρόον ἄφνω

   χειμερίῃ στυγεροῦ δῆσε πάγοιο πέδῃ·

πληθὺς δ' ἀγροτέρων ἀλίνου θοινήσατο θήρης,

   ἣ φύγεν ἁρπεδόνην πολλάκι καὶ στάλικα.

ΑΝΤΙΦΑΝΟΥΣ

Δυσμοίρων θαλάμων ἐπὶ παστάσιν οὐχ Ὑμέναιος,

   ἀλλ' Ἀίδης ἔστη πικρογάμου Πετάλης.

δείματι γὰρ μούνην πρωτόζυγα Κύπριν ἀν' ὄρφνην

   φεύγουσαν, ξυνὸν παρθενικαῖσι φόβον,

φρουροδόμοι νηλεῖς κύνες ἔκτανον· ἣν δὲ γυναῖκα

   ἐλπὶς ἰδεῖν, ἄφνως ἔσχομεν οὐδὲ νέκυν.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἐθραύσθης ἡδεῖα παρ' οἰνοπόταισι λάγυνε

   νηδύος ἐκ πάσης χευαμένη Βρόμιον.

τηλόθε γὰρ λίθος εἰς σὲ βαρύστονος οἷα κεραυνός,

   οὐ Διὸς ἐκ χειρῶν, ἀλλὰ Δίωνος ἔβη.

ἦν δὲ γέλως ἐπὶ σοὶ καὶ σκώμματα πυκνὰ τυπείσῃ

   καὶ πολὺς ἐξ ἑτάρων γινόμενος θόρυβος.

οὐ θρηνῶ σε, λάγυνε, τὸν εὐαστῆρα τεκοῦσαν

   Βάκχον, ἐπεὶ Σεμέλη καὶ σὺ πεπόνθατ' ἴσα.

ΦΙΛΙΠΠΟΥ

Εὐθηλῆ πλάτανόν με Νότου βαρυλαίλαπες αὖραι

   ῥίζης ἐξ αὐτῆς ἐστόρεσαν δαπέδοις·

λουσαμένη Βρομίῳ δ' ἔστην πάλιν ὄμβρον ἔχουσα

   χείματι καὶ θάλπει τοῦ Διὸς ἡδύτερον.

ὀλλυμένη δ' ἔζησα· μόνη δὲ πιοῦσα Λυαῖον

   ἄλλων κλινομένων ὀρθοτέρη βλέπομαι.

ΒΟΗΘΟΥ ΤΟΥ ΕΛΕΓΕΙΟΓΡΑΦΟΥ

Εἰ τοῖος Διόνυσος ἐς ἱερὸν ἦλθεν Ὄλυμπον

   κωμάζων Λήναις σύν ποτε καὶ Σατύροις,

οἷον ὁ τεχνήεις Πυλάδης ὠρχήσατο κεῖνον

   ὀρθὰ κατὰ τραγικῶν τέθμια μουσοπόλων,

παυσαμένη ζήλου Διὸς ἂν φάτο σύγγαμος Ἥρη·

   Ἐψεύσω, Σεμέλη, Βάκχον· ἐγὼ δ' ἔτεκον.

ΜΑΙΚΙΟΥ

Εὐπέταλον γλαυκὰν ἀναδενδράδα τάνδε παρ' ἄκραις

   ἱδρυθεὶς λοφιαῖς Πὰν ὅδ' ἐπισκοπέω.

εἰ δέ σε πορφύροντος ἔχει πόθος, ὦ παροδῖτα,

   βότρυος, οὐ φθονέω γαστρὶ χαριζομένῳ·

ἢν δὲ χερὶ ψαύσῃς κλοπίῃ μόνον, αὐτίκα δέξῃ

   ὀζαλέην βάκτρου τήνδε καρηβαρίην.

ΟΝΕΣΤΟΥ

Ἔστην ἐν φόρμιγγι, κατηρείφθην δὲ σὺν αὐλῷ

   Θήβη· φεῦ Μούσης ἔμπαλιν ἁρμονίης·

κωφὰ δέ μοι κεῖται λυροθελγέα λείψανα πύργων,

   πέτροι μουσοδόμοις τείχεσιν αὐτόμολοι,

σῆς χερός, Ἀμφίων, ἄπονος χάρις· ἑπτάπυλον γὰρ

   πάτρην ἑπταμίτῳ τείχισας ἐν κιθάρῃ.

ΕΥΗΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Ἐχθίστη Μούσαις σελιδηφάγε, λωβήτειρα

   φωλάς, ἀεὶ σοφίης κλέμματα φερβομένη,

τίπτε, κελαινόχρως, ἱεραῖς ψήφοισι λοχάζῃ,

   σίλφη, τὴν φθονερὴν εἰκόνα πλαττομένη;

φεῦγ' ἀπὸ Μουσάων, ἴθι τηλόσε, μηδ' ὅσον ὄψει

   βάσκανον ἐν ψήφῳ δόξαν ἐπεισαγάγῃ.

ΑΔΕΣΠΟΤΟΝ

Ἐς βαθὺν ἥλατο Νεῖλον ἀπ' ὀφρύος ὀξὺς ὁδίτης,

   ἡνίκα λαιμάργων εἶδε λύκων ἀγέλην.

ἀλλά μιν ἀγρεύσαντο δι' ὕδατος, ἔβρυχε δ' ἄλλος

   ἄλλον ἐπουραίῳ δήγματι δραξάμενος·

μακρὰ γεφυρώθη δὲ λύκοις βυθός, ἔφθανε δ' ἄνδρα

   νηχομένων θηρῶν αὐτοδίδακτος ἄρης.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἐν Θήβαις Κάδμου κλεινὸς γάμος, ἀλλὰ μυσαχθὴς

   Οἰδίποδος· τελετὰς Εὔιος ἠσπάσατο,

ἃς γελάσας Πενθεὺς ὠδύρατο· τείχεα χορδαῖς

   ἔστη καὶ λωτοῖς ἔστενε λυόμενα·

Ἀντιόπης ὁσίη, χαλεπὴ δ' ὠδὶς Ἰοκάστης·

   ἦν Ἰνὼ φιλόπαις, ἀλλ' ἀσεβὴς Ἀθάμας.

οἰκτρὸν ἀεὶ πτολίεθρον· ἴδ', ὡς ἐσθλῶν περὶ Θήβας

   μύθων καὶ στυγνῶν ἤρκεσεν ἱστορίη.

ΤΟΥ ΑΥΤΟΥ ΦΙΛΙΠΠΟΥ

Ἡ πυρὶ πάντα τεκοῦσα Φιλαίνιον, ἡ βαρυπενθὴς

   μήτηρ, ἡ τέκνων τρισσὸν ἰδοῦσα τάφον,

ἀλλοτρίαις ὠδῖσιν ἐφώρμισα· ἦ γὰρ ἐώλπειν

   πάντως μοι ζήσειν τοῦτον, ὃν οὐκ ἔτεκον·

ἡ δ' εὔπαις θετὸν υἱὸν ἀνήγαγον· ἀλλά με δαίμων

   ἤθελε μηδ' ἄλλης μητρὸς ἔχειν χάριτα,

κληθεὶς ἡμέτερος γὰρ ἀπέφθιτο· νῦν δὲ τεκούσαις

   ἤδη καὶ λοιπαῖς πένθος ἐγὼ γέγονα.

ΤΟΥ ΑΥΤΟΥ

Ἠρίθμει πολὺν ὄλβον Ἀριστείδης ὁ πενιχρός,

   τὴν ὄιν ὡς ποίμνην, τὴν βόα δ' ὡς ἀγέλην·

ἤμβροτε δ' ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δ' ὠδὶς

   τὴν δάμαλιν, πενίης δ' ὤλετο βουκόλιον.

πηροδέτῳ δ' ὅ γ' ἱμάντι κατ' αὐχένος ἅμμα πεδήσας

   οἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ.

ΑΝΤΙΦΑΝΟΥΣ

Ἥμισύ μευ ζώειν ἐδόκουν ἔτι, κεῖνο δ' ἔφυσεν

   ἓν μόνον αἰπυτάτου μῆλον ἐπ' ἀκρεμόνος·

ἡ δὲ κύων δένδρων καρποφθόρος, ἡ πτιλόνωτος

   κάμπη καὶ τὸ μόνον βάσκανος ἐξέφαγεν.

ὁ Φθόνος εἰς πολὺν ὄχλον ἀπέβλεπεν· ὃς δὲ τὰ μικρὰ

   πορθεῖ, καὶ τούτου χείρονα δεῖ με λέγειν.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Ἡ Καθαρή ‑ Νύμφαι γὰρ ἐπώνυμον ἔξοχον ἄλλων

   κρήνῃ πασάων δῶκαν ἐμοὶ λιβάδων ‑ ,

ληιστὴς ὅτε μοι παρακλίντορας ἔκτανεν ἄνδρας

   καὶ φονίην ἱεροῖς ὕδασι λοῦσε χέρα,

κεῖνον ἀναστρέψασα γλυκὺν ῥόον οὐκέθ' ὁδίταις

   βλύζω. τίς γὰρ ἐρεῖ τὴν Καθαρὴν ἔτι με;

ΑΝΤΙΦΑΝΟΥΣ ΜΕΓΑΛΟΠΟΛΙΤΟΥ

Ἡ πάρος εὐύδροισι λιβαζομένη προχοαῖσι

   πτωχὴ νῦν νυμφῶν, μέχρι καὶ εἰς σταγόνα·

λυθρώδεις γὰρ ἐμοῖσιν ἐνίψατο νάμασι χεῖρας

   ἀνδροφόνος κηλῖδ' ὕδασιν ἐγκεράσας.

ἐξ οὗ μοι κοῦραι φύγον ἥλιον· Εἰς ἕνα Βάκχον,

   εἰποῦσαι, Νύμφαι μισγόμεθ', οὐκ ἐς Ἄρη.

ΒΙΑΝΟΡΟΣ

Ἤριπεν ἐξ ἄκρης δόμος ἀθρόος, ἀλλ' ἐπὶ παιδὶ

   νηπιάχῳ Ζεφύρου πολλὸν ἐλαφρότερος·

φείσατο κουροσύνης καὶ ἐρείπιον. ὦ μεγάλαυχοι

   μητέρες, ὠδίνων καὶ λίθος αἰσθάνεται.

ΣΕΚΟΥΝΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Ἡ τὸ πάλαι Λαῒς πάντων βέλος οὐκέτι Λαΐς,

   ἀλλ' ἐτέων φανερὴ πᾶσιν ἐγὼ Νέμεσις.

οὐ μὰ Κύπριν ‑ τί δὲ Κύπρις ἐμοί γ' ἔτι, πλὴν ὅσον ὅρκος; ‑

   γνώριμον οὐδ' αὐτῇ Λαΐδι Λαῒς ἔτι.

ΕΠΙΓΟΝΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἡ πάρος εὐπετάλοισιν ἐν οἰνάνθαις νεάσασα

   καὶ τετανῶν βοτρύων ῥᾶγα κομισσαμένη

νῦν οὕτω γραιοῦμαι. ἴδ', ὁ χρόνος οἷα δαμάζει·

   καὶ σταφυλὴ γήρως αἰσθάνεται ῥυτίδων.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἠρίθμουν ποτὲ πάντες Ἀριστοδίκην κλυτόπαιδα

   ἑξάκις ὠδίνων ἄχθος ἀπωσαμένην·

ἤρισε δ' εἰς αὐτὴν ὕδωρ χθονί· τρεῖς γὰρ ὄλοντο

   νούσῳ, λειπόμενοι δ' ἤμυσαν ἐν πελάγει.

αἰεὶ δ' ἡ βαρύδακρυς ἐπὶ στήλαις μὲν ἀηδών,

   μεμφομένη δὲ βυθοῖς ἀλκυονὶς βλέπεται.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Ἡ γραῦς Εὐβούλη, ὅτε οἱ καταθύμιον ἦν τι,

   Φοίβου τὸν πρὸ ποδῶν μάντιν ἄειρε λίθον

χείρεσι πειράζουσα· καὶ ἦν βαρύς, ἡνίκα μή τι

   ἤθελεν· εἰ δ' ἐθέλοι, κουφότερος πετάλων.

αὐτὴ δὲ πρήσσουσα τό οἱ φίλον, ἤν ποθ' ἁμάρτῃ,

   Φοίβῳ τὰς ἀνίσους χεῖρας ἐπεγράφετο.

ΑΠΟΛΛΩΝΙΔΟΥ, οἱ δὲ ΦΙΛΙΠΠΟΥ

Θάμνου ποτ' ἄκρους ἀμφὶ κλῶνας ἥμενος

τέττιξ πτερῷ, φλέγοντος ἡλίου μέσου,

νηδὺν ῥαπίζων, δαίδαλ' αὐτουργῷ μέλει

ἡδὺς κατωργάνιζε τῆς ἐρημίας.

Κρίτων δ', ὁ πάσης ἰξοεργὸς Πιαλεὺς

θήρης, ἀσάρκου νῶτα δουνακεύσατο.

τίσιν δ' ἔτισεν· εἰς γὰρ ἠθάδας πάγας

σφαλεὶς ἀλᾶται παντὸς ἱμείρων πτεροῦ.

ΤΟΥ ΑΥΤΟΥ

Ἰοτυπὴς Διὸς ὄρνις ἐτίσατο Κρῆτα φαρέτρης

   οὐρανόθεν τόξῳ τόξον ἀμυνόμενος·

κεῖνον δ' εὐθὺς ἄκοντι παλιν‹δρομέοντι κατέκτα›

   ἠερόθεν, πίπτων δ' ἔκτανεν, ὡς ἔθανεν.

μηκέτ' ἐφ' ὑμετέροις ἀψευδέσι Κρῆτες ὀιστοῖς

   αὐχεῖθ', ὑμνείσθω καὶ Διὸς εὐστοχίη.

ΑΝΤΙΠΑΤΡΟΥ

Ἵμερον αὐλήσαντι πολυτρήτων διὰ λωτῶν

   εἶπε λιγυφθόγγῳ Φοῖβος ἐπὶ Γλαφύρῳ·

Μαρσύη, ἐψεύσω τεὸν εὕρεμα, τοὺς γὰρ Ἀθήνης

   αὐλοὺς ἐκ Φρυγίης οὗτος ἐληίσατο·

εἰ δὲ σὺ τοιούτοις τότ' ἐνέπνεες, οὐκ ἂν Ὕαγνις

   τὴν ἐπὶ Μαιάνδρῳ κλαῦσε δύσαυλον ἔριν.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἰκαρίην πλώων ‹πρῴην› ἅλα, νηὸς ὀλισθὼν

   Δᾶμις ὁ Νικαρέτου κάππεσεν εἰς πέλαγος.

πολλὰ πατὴρ δ' ἠρᾶτο πρὸς ἀθανάτους καὶ ἐς ὕδωρ

   φθέγγεθ' ὑπὲρ τέκνου κύματα λισσόμενος.

ὤλετο δ' οἰκτίστως βρυχθεὶς ἁλί· κεῖνο δὲ πατρὸς

   ἔκλυεν ἀράων οὐδὲ πάλαι πέλαγος.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Κρῆσσα κύων ἐλάφοιο κατ' ἴχνιον ἔδραμε Γοργὼ

   ἔγκυος ἀμφοτέρην Ἄρτεμιν εὐξαμένη,

τίκτε δ' ἀποκτείνουσα· θοὴ δ' ἐπένευσεν Ἐλευθὼ

   ἄμφω, εὐαγρίης δῶρα καὶ εὐτοκίης,

καὶ νῦν ἐννέα παισὶ διδοῖ γάλα. φεύγετε, Κρῆσσαι

   κεμμάδες, ἐκ τοκάδων τέκνα διδασκόμεναι.

ΤΟΥ ΑΥΤΟΥ

Κλασθείσης ποτὲ νηὸς ἐν ὕδατι δῆριν ἔθεντο

   δισσοὶ ὑπὲρ μούνης μαρνάμενοι σανίδος.

τύψε μὲν Ἀνταγόρης Πεισίστρατον· οὐ νεμεσητόν,

   ἦν γὰρ ὑπὲρ ψυχῆς, ἀλλ' ἐμέλησε Δίκῃ·

νῆχε δ' ὁ μέν, τὸν δ' εἷλε κύων ἁλός. ἦ παναλάστωρ

   Κηρῶν οὐδ' ὑγρῷ παύεται ἐν πελάγει.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Κωμάζω χρύσειον ἐς ἑσπερίων χορὸν ἄστρων

   λεύσσων, οὐδ' ἄλλων λὰξ ἐβάρυν' ἀόρους·

στέψας δ' ἀνθόβολον κρατὸς τρίχα τὴν κελαδεινὴν

   πηκτίδα μουσοπόλοις χερσὶν ἐπηρέθισα.

καὶ τάδε δρῶν εὔκοσμον ἔχω βίον· οὐδὲ γὰρ αὐτὸς

   κόσμος ἄνευθε λύρης ἔπλετο καὶ στεφάνου.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Καὶ πότε δινήεις ἄφοβος πόρος, εἰπέ, θάλασσα,

   εἰ καὶ ἐν ἀλκυόνων ἤμασι κλαυσόμεθα,

ἀλκυόνων, αἷς πόντος ἀεὶ στηρίξατο κῦμα

   νήνεμον, ὡς κρῖναι χέρσον ἀπιστοτέρην;

ἀλλὰ καὶ ἡνίκα μαῖα καὶ ὠδίνεσσιν ἀπήμων

   αὐχεῖς, σὺν φόρτῳ δῦσας Ἀριστομένην.

ΒΙΑΝΟΡΟΣ

Καρφαλέος δίψει Φοίβου λάτρις εὖτε γυναικὸς

   εἶδεν ὑπὲρ τύμβου κρωσσίον ὀμβροδόκον,

κλάγξεν ὑπὲρ χείλους, ἀλλ' οὐ γένυς ἥπτετο βυσσοῦ.

   Φοῖβε, σὺ δ' εἰς τέχνην ὄρνιν ἐκαιρομάνεις·

χερμάδα δὲ ψάμμων σφαιρῶν ποτὸν ἅρπαγι χείλει

   ἔφθανε μαιμάσσων λαοτίνακτον ὕδωρ.

ΤΟΥ ΑΥΤΟΥ

Καύματος ἐν θάμνοισι λαλίστατος ἡνίκα τέττιξ

   φθέγξατο διγλώσσῳ μελπόμενος στόματι,

δουνακόεντα Κρίτων συνθεὶς δόλον εἷλεν ἀοιδὸν

   ἠέρος, οὐκ ἰδίην ἰξοβολῶν μελέτην.

ἄξια δ' οὐχ ὁσίης θήρης πάθεν· οὐ γὰρ ἔτ' ἄλλων

   πήξατ' ἐπ' ὀρνίθων εὔστοχον ὡς πρὶν ἄγρην.

ΦΙΛΙΠΠΟΥ

Καὶ τὸν ἀρουραῖον γυρητόμον αὔλακα τέμνει

   μηροτυπεῖ κέντρῳ πειθομένη δάμαλις

καὶ μετ' ἀροτροπόνους ζεύγλας πάλι τῷ νεοθηλεῖ

   πινομένη μόσχῳ δεύτερον ἄλγος ἔχει.

μὴ θλίψῃς αὐτὴν ὁ γεωμόρος· οὗτος ὁ βαιὸς

   μόσχος, ἐὰν φείσῃ, σοὶ τρέφεται δάμαλις.

ΜΑΚΕΔΟΝΙΟΥ

Κάπρον μὲν χέρσῳ Κόδρος ἔκτανε· τὴν δὲ ταχεῖαν

   εἰν ἁλὶ καὶ χαροποῖς κύμασιν εἷλ' ἔλαφον.

εἰ δ' ἦν καὶ πτηνὴ θηρῶν φύσις, οὐδ' ἂν ἐν αἴθρῃ

   τὴν κείνου κενεὴν Ἄρτεμις εἶδε χέρα.

ΚΡΙΝΑΓΟΡΟΥ

Λῶπος ἀποκλύζουσα παρὰ κροκάλαισι θαλάσσης

   χερνῆτις διεροῦ τυτθὸν ὕπερθε πάγου,

χέρσον ἐπεκβαίνοντι κατασπασθεῖσα κλύδωνι

   δειλαίη πικροῦ κῦμ' ἔπιεν θανάτου·

πνεῦμα δ' ὁμοῦ πενίῃ ἀπελύσατο. τίς κ' ἐνὶ νηὶ

   θαρσήσαι πεζοῖς τὴν ἀφύλακτον ἅλα;

ΑΝΤΙΦΙΛΟΥ

Λαβροπόδη χείμαρρε, τί δὴ τόσον ὧδε κορύσσῃ,

   πεζὸν ἀποκλείων ἴχνος ὁδοιπορίης;

ἦ μεθύεις ὄμβροισι καὶ οὐ Νύμφαισι διαυγὲς

   νᾶμα φέρεις, θολεραῖς δ' ἠράνισαι νεφέλαις.

ὄψομαι ἠελίῳ σε κεκαυμένον, ὅστις ἐλέγχειν

   καὶ γόνιμον ποταμῶν καὶ νόθον οἶδεν ὕδωρ.

ΒΙΑΝΟΡΟΣ

Λάρνακα πατρῴων ἔτι λείψανα κοιμίζουσαν

   νεκρῶν χειμάρρῳ παῖς ἴδε συρομένην·

καί μιν ἄχος τόλμης ἐπλήσατο, χεῦμα δ' ἀναιδὲς

   εἰσέθορεν, πικρὴν δ' ἦλθ' ἐπὶ συμμαχίην.

ὀστέα μὲν γὰρ ἔσωσεν ἀφ' ὕδατος, ἀντὶ δὲ τούτων

   αὐτὸς ὑπὸ βλοσυροῦ χεύματος ἐφθάνετο.

ΒΑΣΣΟΥ

Ληθαίης ἀκάτοιο τριηκοσίους ὅτε ναύτας

   δεύτερον ἔσχ' Ἀίδης, πάντας ἀρηιφάτους·

Σπάρτας ὁ στόλος, εἶπεν· ἴδ', ὡς πάλι πρόσθια πάντα

   τραύματα, καὶ στέρνοις δῆρις ἔνεστι μόνοις·

νῦν γε μόθου κορέσασθε καὶ εἰς ἐμὸν ἀμπαύσασθε

   ὕπνον, ἀνικάτου δῆμος Ἐνυαλίου.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Λαίλιος, Αὐσονίων ὕπατον κλέος, εἶπεν ἀθρήσας

   Εὐρώταν· Σπάρτης χαῖρε φέριστον ὕδωρ.

Μουσάων δ' ἐπὶ χεῖρα βαλὼν πολυΐστορι βίβλῳ

   εἶδεν ὑπὲρ κορυφῆς σύμβολον εὐμαθίης·

κίτται, μιμηλὸν βιότου πτερόν, ἐν σκιεροῖσιν

   ἄγκεσι παμφώνων μέλπον ἀπὸ στομάτων·

ὡρμήθη δ' ἐπὶ ταῖσι. τί δ' οὐ ζηλωτὸς ὁ μόχθος,

   εἰ καὶ πτηνὰ ποθεῖ [γάρυος ἡμετέρης];

ΤΟΥ ΑΥΤΟΥ

Ξυνὸν ὁπηνίκα θαῦμα κατείδομεν Ἀσὶς ἅπασα,

   πῶλον ἐπ' ἀνδρομέαν σάρκα φριμασσόμενον,

Θρηικίης φάτνης πολιὸς λόγος εἰς ἐμὸν ὄμμα

   ἤλυθε· δίζημαι δεύτερον Ἡρακλέα.

ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ

Ξεῖνοι, παρθένος εἰμὶ τὸ δένδρεον· εἴπατε δάφνης

   φείσασθαι δμώων χερσὶν ἑτοιμοτόμοις·

ἀντὶ δ' ἐμεῦ κομάρου τις ὁδοιπόρος ἢ τερεβίνθου

   δρεπτέσθω χθαμαλὴν ἐς χύσιν· οὐ γὰρ ἑκάς,

ἀλλ' ἀπ' ἐμεῦ ποταμὸς μὲν ὅσον τρία, τοῦ δ' ἀπὸ πηγῶν

   ὕλη πανθηλὴς δοιὰ πέλεθρ' ἀπέχει.

ΚΡΙΝΑΓΟΡΟΥ

Οὔρεα Πυρηναῖα καὶ αἱ βαθυάγκεες Ἄλπεις,

   αἳ Ῥήνου προχοὰς ἐγγὺς ἀποβλέπετε,

μάρτυρες ἀκτίνων, Γερμανικὸς ἃς ἀνέτειλεν

   ἀστράπτων Κελτοῖς πουλὺν ἐνυάλιον·

οἱ δ' ἄρα δουπήθησαν ἀολλέες· εἶπε δ' Ἐνυὼ

   Ἄρεϊ· Τοιαύταις χερσὶν ὀφειλόμεθα.

ΚΡΙΝΑΓΟΡΟΥ

Οἵους ἀνθ' οἵων οἰκήτορας, ὦ ἐλεεινή,

   εὕραο· φεῦ μεγάλης Ἑλλάδος ἀμμορίης·

αὐτίκα καὶ γαίης χθαμαλωτέρη εἴθε, Κόρινθε,

   κεῖσθαι καὶ Λιβυκῆς ψάμμου ἐρημοτέρη,

ἢ τοίοις διὰ πᾶσα παλιμπρήτοισι δοθεῖσα

   θλίβειν ἀρχαίων ὀστέα Βακχιαδῶν.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Οὐκέτι πυργωθεὶς ὁ φαλαγγομάχας ἐπὶ δῆριν

   ἄσχετος ὁρμαίνει μυριόδους ἐλέφας,

ἀλλὰ φόβῳ στείλας βαθὺν αὐχένα πρὸς ζυγοδέσμους

   ἄντυγα διφρουλκεῖ Καίσαρος οὐρανίου.

ἔγνω δ' εἰρήνης καὶ θὴρ χάριν· ὄργανα ῥίψας

   Ἄρεος εὐνομίης ἀντανάγει πατέρα.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ὄρνι, τί μοι φίλον ὕπνον ἀφήρπασας; ἡδὺ δὲ Πύρρης

   εἴδωλον κοίτης ᾤχετ' ἀποπτάμενον.

ἢ τάδε θρέπτρα τίνεις, ὅτι θῆκά σε, δύσμορε, πάσης

   ᾠοτόκου κραίνειν ἐν μεγάροις ἀγέλης;

ναὶ βωμὸν καὶ σκῆπτρα Σαράπιδος, οὐκέτι νυκτὸς

   φθέγξεαι, ἀλλ' ἕξεις βωμόν, ὃν ὠμόσαμεν.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Ὁ πρὶν ἐγὼ Ῥοδίοισιν ἀνέμβατος ἱερὸς ὄρνις,

   ὁ πρὶν Κερκαφίδαις αἰετὸς ἱστορίη,

ὑψιπετῆ τότε ταρσὸν ἀνὰ πλατὺν ἠέρ' ἀερθεὶς

   ἤλυθον, Ἠελίου νῆσον ὅτ' εἶχε Νέρων·

κείνου δ' αὐλίσθην ἐνὶ δώμασι χειρὶ συνήθης

   κράντορος, οὐ φεύγων Ζῆνα τὸν ἐσσόμενον.

ΓΕΜΙΝΟΥ

Οὗτος ὁ Κεκροπίδῃσι βαρὺς λίθος Ἄρεϊ κεῖμαι,

   ξεῖνε, Φιλιππείης σύμβολον ἠνορέης,

ὑβρίζων Μαραθῶνα καὶ ἀγχιάλου Σαλαμῖνος

   ἔργα Μακηδονίης ἔγχεσι κεκλιμένα.

ὄμνυε νῦν νέκυας, Δημόσθενες· αὐτὰρ ἔγωγε

   καὶ ζωοῖς ἔσομαι καὶ φθιμένοισι βαρύς.

ΒΑΣΣΟΥ

Οὐλόμεναι νήεσσι Καφηρίδες, αἵ ποτε νόστον

   ὠλέσαθ' Ἑλλήνων καὶ στόλον Ἰλιόθεν,

πυρσὸς ὅτε ψεύστης χθονίης δνοφερώτερα νυκτὸς

   ἧψε σέλα, τυφλὴ δ' ἔδραμε πᾶσα τρόπις

χοιράδας ἐς πέτρας, Δαναοῖς πάλιν Ἴλιος ἄλλη

   ἔπλετο καὶ δεκέτους ἐχθροτέρη πολέμου.

καὶ τὴν μὲν τότ' ἔπερσαν, ἀνίκητος δὲ Καφηρεύς,

   Ναύπλιε· σοὶ γὰρ πᾶν Ἑλλὰς ἔκλαυσε δάκρυ.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ὅτ' ἐξ ἀήτου Λίβυος, ἐκ ζαοῦς Νότου

συνεζοφώθη πόντος, ἐκ δὲ νειάτων

μυχῶν βυθῖτις ψάμμος ἐξηρεύγετο,

ἱστὸς δὲ πᾶς ὄλισθεν εἰς ἅλα πτύσας,

φορτὶς δ' ἐσύρετ' ἐς Ἀίδαν, πλανώμενος

ἀρωγοναύτας δαίμονας Λυσίστρατος

ἐλιπάρησεν· οἱ δὲ τῷ νεωκόρῳ

μούνῳ θάλασσαν ἀγρίαν ἐκοίμισαν.

ΚΡΙΝΑΓΟΡΟΥ

Οὐδ' ἢν ὠκεανὸς πᾶσαν πλήμυραν ἐγείρῃ,

   οὐδ' ἢν Γερμανίη Ῥῆνον ἅπαντα πίῃ,

Ῥώμης δ' οὐδ' ὅσσον βλάψει σθένος, ἄχρι κε μίμνῃ

   δεξιὰ σημαίνειν Καίσαρι θαρσαλέη.

οὕτως καὶ ἱεραὶ Ζηνὸς δρύες ἔμπεδα ῥίζαις

   ἑστᾶσιν, φύλλων δ' αὖα χέουσ' ἄνεμοι.

ΟΝΕΣΤΟΥ

Παίδων ὃν μὲν ἔκαιεν Ἀρίστιον, ὃν δ' ἐσάκουσε

   ναυηγόν· δισσὸν δ' ἄλγος ἔτηξε μίαν.

αἰαῖ, μητέρα Μοῖρα διείλετο, τὴν ἴσα τέκνα

   καὶ πυρὶ καὶ πικρῷ νειμαμένην ὕδατι.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτον

   Ξέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ·

κἠκ νεκύων δ' ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως·

   Οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενον·

ἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας· αἶρε τὰ Περσῶν,

   ἥξω κεἰς Ἀίδαν ὡς Λακεδαιμόνιος.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Πορφυρέαν τοι τάνδε, Λεωνίδα, ὤπασε χλαῖναν

   Ξέρξης ταρβήσας ἔργα τεᾶς ἀρετᾶς. ‑

Οὐ δέχομαι· προδόταις αὕτα χάρις· ἀσπὶς ἔχοι με

   καὶ νέκυν· ὁ πλοῦτος δ' οὐκ ἐμὸν ἐντάφιον. ‑

Ἀλλ' ἔθανες. τί τοσόνδε καὶ ἐν νεκύεσσιν ἀπεχθὴς

   Πέρσαις; ‑ Οὐ θνᾴσκει ζᾶλος ἐλευθερίας.

ΒΙΑΝΟΡΟΣ

Πῶλον, τὸν πεδίων ἀλλ' οὐχ ἁλὸς ἱππευτῆρα,

   νηὶ διαπλώειν πόντον ἀναινόμενον

μὴ θάμβει χρεμέθοντα καὶ ἐν ποσὶ λὰξ πατέοντα

   τοίχους καὶ θυμῷ δεσμὰ βιαζόμενον.

ἄχθεται, εἰ φόρτου μέρος ἔρχεται· οὐ γὰρ ἐπ' ἄλλοις

   κεῖσθαι τὸν πάντων ἔπρεπεν ὠκύτατον.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Σκύλλος, ὅτε Ξέρξου δολιχὸς στόλος Ἑλλάδα πᾶσαν

   ἤλαυνεν, βυθίην εὕρετο ναυμαχίην

Νηρῆος λαθρίοισιν ὑποπλεύσας τενάγεσσι

   καὶ τὸν ἀπ' ἀγκύρης ὅρμον ἔκειρε νεῶν·

αὔτανδρος δ' ἐπὶ γῆν ὠλίσθανε Περσὶς ἄναυδος

   ὀλλυμένη, πρώτη πεῖρα Θεμιστοκλέους.

ΑΝΤΙΠΑΤΡΟΥ

Στέλλευ ἐπ' Εὐφρήτην, Ζηνὸς τέκος· εἰς σὲ γὰρ ἤδη

   ἠῷοι Πάρθων αὐτομολοῦσι πόδες.

στέλλευ, ἄναξ· δήεις δὲ φόβῳ κεχαλασμένα τόξα,

   Καῖσαρ· πατρῴων δ' ἄρξαι ἀπ' ἐντολέων·

Ῥώμην δ' ὠκεανῷ περιτέρμονα πάντοθεν αὐτὸς

   πρῶτος ἀνερχομένῳ σφράγισαι ἠελίῳ.

ΑΝΤΙΦΙΛΟΥ

Σκίπων με πρὸς νηὸν ἀνήγαγεν ὄντα βέβηλον

   οὐ μοῦνον τελετῆς, ἀλλὰ καὶ ἠελίου·

μύστην δ' ἀμφοτέρων με Θεαὶ θέσαν· οἶδα δ' ἐκείνῃ

   νυκτὶ καὶ ὀφθαλμῶν νύκτα καθηράμενος·

ἀσκίπων δ' εἰς ἄστυ κατέστιχον ὄργια Δηοῦς

   κηρύσσων γλώσσης ὄμμασι τρανότερον.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ταῦροι πρηϋτένοντες, ἀροτρευτῆρες ἀρούρης,

   εἰν ἁλὶ τοὺς γαίης ἀντέχομεν καμάτους·

αὔλακα τὴν ἀσίδαρον ἐν ὕδασιν ἕλκομεν ἄμφω

   μακροτόνων σχοίνων ἅμμα σαγηνόδετον·

ἰχθύσι δ' ἐκ σταχύων λατρεύομεν. ἆ ταλαεργοί,

   ἤδη κἠν πελάγει καρπὸν ἀροῦσι βόες.

ΑΔΑΙΟΥ

Ταύρῳ φρικαλέον νάπος ἐκβαίνοντι Δοβήρου

   Πευκέστης ἵππῳ καρτερὸς ἠντίασεν.

ἀλλ' ὁ μὲν ὡρμήθη πρηὼν ἅτε· τοῦ δ' ἁπαλοῖο

   Παιονίδα λόγχην ἧκε διὰ κροτάφου·

συλήσας κεφαλῆς δὲ διπλοῦν κέρας αἰὲν ἐκείνῳ

   ζωροποτῶν ἐχθροῦ κόμπον ἔχει θανάτου.

ΣΕΚΟΥΝΔΟΥ

Τίπτε τὸν ὀγκηστὴν βραδύπουν ὄνον ἄμμιγ' ἐν ἵπποις

   γυρὸν ἀλωειναῖς ἐξελάατε δρόμον;

οὐχ ἅλις, ὅττι μύλοιο περίδρομον ἄχθος ἀνάγκης

   σπειρηδὸν σκοτόεις κυκλοδίωκτος ἔχω;

ἀλλ' ἔτι καὶ πώλοισιν ἐρίζομεν. ἦ ῥ' ἔτι λοιπὸν

   νῦν μοι τὴν σκολιὴν αὐχένι γαῖαν ἀροῦν.

ΑΝΤΙΠΑΤΡΟΥ

Τὸ βρέφος Ἑρμώνακτα διεχρήσασθε, μέλισσαι,

   φεῦ κύνες, ἑρπυστὴν κηρία μαιόμενον·

πολλάκι δ' ἐξ ὑμέων ἐψισμένον ὠλέσατ', αἰαῖ,

   κέντροις. εἰ δ' ὀφίων φωλεὰ μεμφόμεθα,

πείθεο Λυσιδίκῃ καὶ Ἀμύντορι μηδὲ μελίσσας

   αἰνεῖν, κἀκείναις πικρὸν ἔνεστι μέλι.

ΑΔΑΙΟΥ

Τῇ βαιῇ Καλαθίνῃ ὑπὸ σκυλάκων μογεούσῃ

   Λητωὶς κούφην εὐτοκίην ἔπορεν.

μούναις οὔ τι γυναιξὶν ἐπήκοος, ἀλλὰ καὶ αὐτὰς

   συνθήρους σῴζειν Ἄρτεμις οἶδε κύνας.

ΠΑΡΜΕΝΙΩΝΟΣ

Τὸν γαίης καὶ πόντου ἀμειφθείσαισι κελεύθοις

   ναύτην ἠπείρου, πεζοπόρον πελάγους

ἐν τρισσαῖς δοράτων ἑκατοντάσιν ἔστεγεν Ἄρης

   Σπάρτης. αἰσχύνεσθ', οὔρεα καὶ πελάγη.

ΑΝΤΙΠΑΤΡΟΥ

Ὕδατος ἀκρήτου κεκορημένῳ ἄγχι παραστὰς

   χθιζὸν ἐμοὶ λεχέων Βάκχος ἔλεξε τάδε·

Εὕδεις ἄξιον ὕπνον ἀπεχθομένων Ἀφροδίτῃ·

   εἰπέ μοι, ὦ νήφων, πεύθεαι Ἱππολύτου;

τάρβει, μή τι πάθῃς ἐναλίγκιον. ὣς ὁ μὲν εἰπὼν

   ᾤχετ', ἐμοὶ δ' ἀπὸ τῆς οὐκέτι τερπνὸν ὕδωρ.

ΑΝΤΙΦΙΛΟΥ

Ὑλοτόμοι, παύσασθε νεῶν χάριν· οὐκέτι πεύκη

   κύματος, ἀλλ' ἤδη ῥινὸς ἐπιτροχάει·

γόμφος δ' οὐκέτι χαλκὸς ἐν ὁλκάσιν οὐδὲ σίδηρος,

   ἀλλὰ λίνῳ τοίχων ἁρμονίη δέδεται·

τὰς δ' αὐτὰς ποτὲ πόντος ἔχει νέας, ἄλλοτε γαῖα

   πυκτὸν ἀμαξίτην φόρτον ἀειρομένας.

Ἀργὼ μὲν προτέροισιν ἀοίδιμος· ἀλλὰ Σαβίνῳ

   καινοτέρην πῆξαι Παλλὰς ἔνευσε τρόπιν.

ΦΙΛΙΠΠΟΥ

Φοῖβον ἀνηναμένη Δάφνη ποτὲ νῦν ἀνέτειλεν

   Καίσαρος ἐκ βωμοῦ κλῶνα μελαμπέταλον,

ἐκ δὲ θεοῦ θεὸν εὗρεν ἀμείνονα· Λητοΐδην γὰρ

   ἐχθήρασα θέλει Ζῆνα τὸν Αἰνεάδην.

ῥίζαν δ' οὐκ ἀπὸ γῆς μητρὸς βάλεν, ἀλλ' ἀπὸ πέτρης.

   Καίσαρι μὴ τίκτειν οὐδὲ λίθος δύναται.

ΒΙΑΝΟΡΟΣ

Φῶρες ὅτ' εἰνάλιοι Τυρσηνίδος ἀγχόθι δίνης

   φορμικτὰν ἀκάτου θῆκαν ὕπερ βύθιον,

αὐτίκα μιν κιθάρῃ λιγυαχέι δέξατο δελφὶν

   σύνθροον, ἐκ δὲ βυθοῦ νήχεθ' ἑλισσόμενος,

μέχρις ἐπ' Ἰσθμὸν ἔκελσε Κορίνθιον. ἦ ῥα θάλασσα

   ἰχθῦς ἀνθρώπων εἶχε δικαιοτέρους.

ΑΝΤΙΠΑΤΡΟΥ

Χειμέριον καίουσαν ἐφ' ἑστίῃ ἄνθρακα Γοργὼ

   τὴν γρηῢν βροντῆς ἐξεπάταξε φόβος·

πνεύμονα δὲ ψυχθεῖσα κατήμυσεν. ἦν ἄρα μέσσῃ

   γήρως καὶ θανάτου λειπομένη πρόφασις.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Ψῆγμ' ἄπυρον χρυσοῖο σιδηρείων ὑπ' ὀδόντων

   ῥινηθέν, Λιβυκῆς κουφότερον ψαμάθου,

μῦς ὀλίγος βαρὺ δεῖπνον ἐδαίσατο· πᾶσα δὲ νηδὺς

   συρομένη βραδύπουν θῆκε τὸν ὠκύτατον·

ληφθεὶς δ' ἐκ μεσάτης ἀνετέμνετο κλέμματα γαστρός·

   ἦς ἄρα κἠν ἀλόγοις, χρυσέ, κακοῦ πρόφασις.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ὠκείαις ἐλάφοισι κύων ἰσάμιλλα δραμοῦσα

   ἔγκυος ἡλκώθη παιδοπόρον γένεσιν,

πᾶσα δὲ συγκατέμυσε κατουλωθεῖσα χρόνοισιν·

   ἤδη δ' ἡ τοκετῶν ὥριος ἦν βάσανος·

πολλὰ δ' ἐπωρύουσαν ἀνὴρ ἐσιδηροτόμησεν,

   καὶ σκύλακες φίλιοι νηδύος ἐξέθορον.

Ἀρτέμιδος λέλυται λοχίων χάρις, ἔμπαλι δ' Ἄρης

   ἦρκται μαιοῦσθαι γαστέρας ἡμετέρας.

ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ

Ὦνερ, τᾶν βαλάνων τὰν ματέρα φείδεο κόπτειν,

   φείδεο, γηραλέαν δ' ἐκκεράιζε πίτυν

ἢ πεύκαν ἢ τάνδε πολυστέλεχον παλίουρον

   ἢ πρῖνον ἢ τὰν αὐαλέαν κόμαρον·

τηλόθι δ' ἴσχε δρυὸς πέλεκυν· κοκύαι γὰρ ἔλεξαν,

   ἁμῖν ὡς πρότεραι ματέρες ἐντὶ δρύες.

ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ

Ἵζευ τᾶσδ' ὑπὸ καλὰ δάφνας εὐθαλέα φύλλα

   ὡραίου τ' ἄρυσαι νάματος ἁδὺ πόμα,

ὄφρα τοι ἀσθμαίνοντα πόνοις θέρεος φίλα γυῖα

   ἀμπαύσῃς πνοιᾷ τυπτόμενα Ζεφύρου.

ΤΗΣ ΑΥΤΗΣ

Ἑρμᾶς τᾷδ' ἕστακα παρ' ὄρχατον ἠνεμόεντα

   ἐν τριόδοις πολιᾶς ἐγγύθεν ἀιόνος,

ἀνδράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο·

   ψυχρὸν δ' ἀχραὲς κράνα ὑποπροχέει.

ΝΙΚΙΟΥ

Ἵζευ ὑπ' αἰγείροισιν, ἐπεὶ κάμες, ἐνθάδ', ὁδῖτα,

   καὶ πῖθ' ἆσσον ἰὼν πίδακος ἁμετέρας·

μνᾶσαι δὲ κράναν καὶ ἀπόπροθι, ἃν ἐπὶ Γίλλῳ

   Σῖμος ἀποφθιμένῳ παιδὶ παριδρύεται.

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Ὦ τάνδε στείχοντες ἀταρπιτόν, αἴτε ποτ' ἀγροὺς

   δαμόθεν αἴτ' ἀπ' ἀγρῶν νεῖσθε ποτ' ἀκρόπολιν,

ἄμμες ὅρων φύλακες δισσοὶ θεοί, ὧν ὁ μὲν Ἑρμᾶς,

   οἷον ὁρῇς μ', οὗτος δ' ἅτερος Ἡρακλέης·

ἄμφω μὲν θνατοῖς εὐάκοοι, ἀλλά ποθ' οὗτος,

   αἴτ' ὠμὰς παραθῇς ἀχράδας, ἐγκέκαφεν·

ναὶ μὰν ὡσαύτως τοὺς βότρυας, αἴτε πέλονται

   ὥριμοι αἴτε χύδαν ὄμφακες, εὐτρέπικεν.

μισέω τὰν μετοχὰν οὐδ' ἥδομαι· ἀλλ' ὁ φέρων τι,

   ἀμφίς, μὴ κοινᾷ τοῖς δυσὶ παρτιθέτω

καὶ λεγέτω· Τὶν τοῦθ', Ἡράκλεες, ἄλλοτε Τοῦτο

   Ἑρμᾷ καὶ λύοι τὰν ἔριν ἀμφοτέρων.

ΑΔΗΛΟΝ

Χαίρω τὸν λακέρυζον ὁρῶν θεὸν εἰς τὸ φάλανθον

   βρέγμ' ὑπὸ τᾶν ὀχνᾶν, αἰπόλε, τυπτόμενον. ‑

Αἰπόλε, τοῦτον ἐγὼ τρὶς ἐπύγισα· τοὶ δὲ τραγίσκοι

   εἰς ἐμὲ δερκόμενοι τὰς χιμάρας ἐβάτευν. ‑

Ὄντως σ', Ἑρμαφρόδιτε, πεπύγικεν; ‑ Οὐ μὰ τὸν Ἑρμᾶν,

   αἰπόλε. ‑ Ναὶ τὸν Πᾶν', αἰπόλε, κἀπιγελῶν.

ΛΕΩΝΙΔΟΥ

Εὐμάραθον πρηῶνα καὶ εὐσκάνδικα λελογχώς,

   Ἑρμῆ, καὶ ταύταν, ἆ φίλος, αἰγίβοσιν

καὶ λαχανηλόγῳ ἔσσο καὶ αἰγινομῆι προσηνής·

   ἕξεις καὶ λαχάνων καὶ γλάγεος μερίδα.

ΦΙΛΟΞΕΝΟΥ

Τληπόλεμός μ' ὁ Μυρεὺς Ἑρμᾶν ἀφετήριον ἕρμα

   ἱροδρόμοις θῆκεν παῖς ὁ Πολυκρίτεω,

δὶς δέκ' ἀπὸ σταδίων ἐναγώνιον· ἀλλὰ πονεῖτε

   μαλθακὸν ἐκ γονάτων ὄκνον ἀπωσάμενοι.

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Εἶπέ ποκ' Εὐρώτας πὸτ τὰν Κύπριν· Ἢ λάβε τεύχη

   ἢ 'ξιθι τᾶς Σπάρτας· ἁ πόλις ὁπλομανεῖ.

ἁ δ' ἁπαλὸν γελάσασα· Καὶ ἔσσομαι αἰὲν ἀτευχής,

   εἶπε, καὶ οἰκήσω τὰν Λακεδαιμονίαν.

χἀ μὲν Κύπρις ἄνοπλος· ἀναιδέες οἵδε λέγουσιν

   ἵστορες, ὡς ἁμῖν χἀ θεὸς ὁπλοφορεῖ.

ΑΝΤΙΜΑΧΟΥ

Τίπτε, μόθων ἄτλητος, Ἐνυαλίοιο λέλογχας,

   Κύπρι; τίς ὁ ψεύστας στυγνὰ καθᾶψε μάτην

ἔντεα; σοὶ γὰρ Ἔρωτες ἐφίμεροι ἅ τε κατ' εὐνὰν

   τέρψις καὶ κροτάλων θηλυμανεῖς ὄτοβοι.

δούρατα δ' αἱματόεντα κάθες· Τριτωνίδι δίᾳ

   ταῦτα, σὺ δ' εὐχαίταν εἰς Ὑμέναιον ἴθι.

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Οὐκ ἐμὰ ταῦτα λάφυρα. τίς ὁ θριγκοῖσιν ἀνάψας

   Ἄρηος ταύταν τὰν ἄχαριν χάριτα;

ἄκλαστοι μὲν κῶνοι, ἀναίμακτοι δὲ γανῶσαι

   ἀσπίδες, ἄκλαστοι δ' αἱ κλαδαραὶ κάμακες.

αἰδοῖ πάντα πρόσωπ' ἐρυθαίνομαι, ἐκ δὲ μετώπου

   ἱδρὼς πιδύων στῆθος ἐπισταλάει.

παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰν

   κοσμείτω καὶ τὸν νυμφίδιον θάλαμον·

Ἄρευς δ' αἱματόεντα διωξίπποιο λάφυρα

   νηὸν κοσμοίη· τοῖς γὰρ ἀρεσκόμεθα.

ΑΝΤΙΠΑΤΡΟΥ

Τίς θέτο μαρμαίροντα βοάγρια, τίς δ' ἀφόρυκτα

   δούρατα καὶ ταύτας ἀρραγέας κόρυθας

ἀγκρεμάσας Ἄρηι μιάστορι κόσμον ἄκοσμον;

   οὐκ ἀπ' ἐμῶν ῥίψει ταῦτά τις ὅπλα δόμων;

ἀπτολέμων τάδ' ἔοικεν ἐν οἰνοπλῆξι τεράμνοις

   πλάθειν, οὐ θριγκῶν ἐντὸς Ἐνυαλίου·

σκῦλά μοι ἀμφίδρυπτα καὶ ὀλλυμένων ἅδε λύθρος

   ἀνδρῶν, εἴπερ ἔφυν ὁ βροτολοιγὸς Ἄρης.

ΜΝΑΣΑΛΚΟΥ

Ἁ σῦριγξ, τί τυ ὧδε παρ' Ἀφρογένειαν ὄρουσας;

   τίπτ' ἀπὸ ποιμενίου χείλεος ὧδε πάρει;

οὔ τοι πρῶνες ἔθ' ὧδ' οὔτ' ἄγκεα, πάντα δ' Ἔρωτες

   καὶ Πόθος· ἁ δ' ἀγρία Μοῦσ' ἐν ὄρει νέμεται.

ΑΔΗΛΟΝ

Πρὶν μὲν ἁλικλύστου πέτρας ἐν βένθεσιν ἥμμαν

   εὐαλδὲς πόντου φῦκος ἀπαινυμένα·

νῦν δέ μοι ἱμερόεις κόλπων ἔντοσθεν ἰαύει

   λάτρις ἐυστεφάνου Κύπριδος ἁβρὸς Ἔρως.

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Πέτρης ἐκ δισσῆς ψυχρὸν καταπάλμενον ὕδωρ,

   χαίροις, καὶ Νυμφέων ποιμενικὰ ξόανα

πέτραι τε κρηνέων καὶ ἐν ὕδασι κόσμια ταῦτα

   ὑμέων, ὦ κοῦραι, μυρία τεγγόμενα,

χαίρετ'· Ἀριστοκλέης ὅδ' ὁδοιπόρος, ᾧπερ ἀπῶσα

   δίψαν βαψάμενος, τοῦτο δίδωμι γέρας.

ΕΡΜΟΚΡΕΟΝΤΟΣ

Νύμφαι ἐφυδριάδες, ταῖς Ἑρμοκρέων τάδε δῶρα

   εἵσατο καλλινάου πίδακος ἀντιτυχών,

χαίρετε καὶ στείβοιτ' ἐρατοῖς ποσὶν ὑδατόεντα

   τόνδε δόμον καθαροῦ πιμπλάμεναι πόματος.

ΔΑΜΟΣΤΡΑΤΟΥ

Νύμφαι Νηιάδες, καλλίρροον αἳ τόδε νᾶμα

   χεῖτε κατ' οὐρείου πρωνὸς ἀπειρέσιον,

ὔμμιν ταῦτα πόρεν Δαμόστρατος, Ἀντίλα υἱός,

   ξέσματα καὶ δοιῶν ῥινὰ κάπρων λάσια.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Νύμφαι ἐφυδριάδες, Δώρου γένος, ἀρδεύοιτε

   τοῦτον Τιμοκλέους κᾶπον ἐπεσσύμεναι·

καὶ γὰρ Τιμοκλέης ὔμμιν, κόραι, αἰὲν ὁ καπεὺς

   κάπων ἐκ τούτων ὥρια δωροφορεῖ.

ΝΙΚΑΡΧΟΥ

Κράνας εὐύδρου παρὰ νάμασι καὶ παρὰ Νύμφαις

   ἔστασέν με Σίμων, Πᾶνα τὸν αἰγιπόδην. ‑

Τεῦ δὲ χάριν; ‑ Λέξω τοι· ὅσον ποθέεις, ἀπὸ κράνας

   καὶ πίε καὶ κοίλαν κάλπιν ἑλὼν ἄρυσαι·

ποσσὶ δὲ μὴ ποτὶ νίπτρα φέρειν κρυστάλλινα Νυμφᾶν

   δῶρα, τὸν ὑβριστὰν εἰς ἐμὲ δερκόμενος. ‑

Ὦ σέμν' ... ‑ Οὐ λέξεις ἕτερον λόγον, ἀλλὰ παρέξεις

   πυγίξαι· τούτοις χρῶμαι ὁ Πὰν νομίμοις.

ἢν δὲ ποιῇς ἐπίτηδες ἔχων πάθος, ἔστι καὶ ἄλλα

   τέχνα· τῷ ῥοπάλῳ τὰν κεφαλὰν λέπομες.

ΜΕΛΕΑΓΡΟΥ

Αἱ Νύμφαι τὸν Βάκχον, ὅτ' ἐκ πυρὸς ἥλατο κοῦρος,

   νίψαν ὑπὲρ τέφρης ἄρτι κυλιόμενον.

τοὔνεκα σὺν Νύμφαις Βρόμιος φίλος· ἢν δέ νιν εἴργῃς

   μίσγεσθαι, δέξῃ πῦρ ἔτι καιόμενον.

ΝΟΣΣΙΔΟΣ [ΛΕΣΒΙΑΣ]

Ἐλθοῖσαι ποτὶ ναὸν ἰδώμεθα τᾶς Ἀφροδίτας

   τὸ βρέτας, ὡς χρυσῷ δαιδαλόεν τελέθει.

εἵσατό μιν Πολυαρχὶς ἐπαυρομένα μάλα πολλὰν

   κτῆσιν ἀπ' οἰκείου σώματος ἀγλαΐας.

ΜΝΑΣΑΛΚΟΥ

Στῶμεν ἁλιρράντοιο παρὰ χθαμαλὰν χθόνα πόντου

   δερκόμενοι τέμενος Κύπριδος Εἰναλίας

κράναν τ' αἰγείροιο κατάσκιον, ἇς ἄπο νᾶμα

   ξουθαὶ ἀφύσσονται χείλεσιν ἀλκυόνες.

ΠΕΡΣΟΥ

Κἀμὲ τὸν ἐν σμικροῖς ὀλίγον θεὸν ἢν ἐπιβώσῃς

   εὐκαίρως, τεύξῃ· μὴ μεγάλων δὲ γλίχου·

ὡς ὅ τι δημοτέρων δύναται θεὸς ἀνδρὶ πενέστῃ

   δωρεῖσθαι, τούτων κύριός εἰμι Τύχων.

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Ὑλοφόρου τὤγαλμα, ὁδοιπόρε, Μικκαλίωνος,

   Ἑρμῆς· ἀλλ' ἴδε τὸν κρήγυον ὑλοφόρον,

ὡς ἐξ οἰζυρῆς ἠπίστατο δωροδοκῆσαι

   ἐργασίης· αἰὲν δ' ὡγαθός ἐστ' ἀγαθός.

ΚΑΛΛΙΜΑΧΟΥ

Ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω

   ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ

λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνέρι δ' ἱππεῖ

   θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Εὐάγρει, λαγόθηρα, καὶ εἰ πετεεινὰ διώκων

   ἰξευτὴς ἥκεις τοῦθ' ὑπὸ δισσὸν ὄρος,

κἀμὲ τὸν ὑληωρὸν ἀπὸ κρημνοῖο βόασον

   Πᾶνα· συναγρεύω καὶ κυσὶ καὶ καλάμοις.

ΘΕΟΚΡΙΤΟΥ ΣΥΡΑΚΟΥΣΙΟΥ

Εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακὸς

   ἀμπαύων· στάλικες δ' ἀρτιπαγεῖς ἀν' ὄρη.

ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος

   κισσὸν ἐφ' ἱμερτῷ κρατὶ καθαπτόμενος

ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,

   φεῦγε, μεθεὶς ὕπνου κῶμα καταγρόμενον.

ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ]

Ἔν ποτε παμφαίνοντι μέλαν πτερὸν αἰθέρι νωμῶν

   σκορπίον ἐκ γαίης εἶδε θορόντα κόραξ,

ὃν μάρψων ὤρουσεν· ὁ δ' ἀίξαντος ἐπ' οὖδας

   οὐ βραδὺς εὐκέντρῳ πέζαν ἔτυψε βέλει

καὶ ζωῆς μιν ἄμερσεν. ἴδ', ὡς, ὃν ἔτευχεν ἐπ' ἄλλῳ,

   ἐκ κείνου τλήμων αὐτὸς ἔδεκτο μόρον.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Αὐλοὶ τοῦ Φρυγὸς ἔργον Ὑάγνιδος, ἡνίκα Μήτηρ

   ἱερὰ τἀν Κυβέλοις πρῶτ' ἀνέδειξε θεῶν

καὶ πρὸς ἐμὸν φώνημα καλὴν ἀνελύσατο χαίτην

   ἔκφρων Ἰδαίης ἀμφίπολος θαλάμης·

εἰ δὲ Κελαινίτης ποιμὴν πατρὸς οὗ παραείσας

   ἐγνώσθη, Φοίβου κλεινὸν ἔδειξεν ἔρις.

ΓΛΑΥΚΟΥ

Νύμφαι, πευθομένῳ φράσατ' ἀτρεκές, εἰ παροδεύων

   Δάφνις τὰς λευκὰς ὧδ' ἀνέπαυσ' ἐρίφους. ‑

Ναὶ ναί, Πὰν συρικτά, καὶ εἰς αἴγειρον ἐκείναν

   σοί τι κατὰ φλοιοῦ γράμμ' ἐκόλαψε λέγειν·

'Πάν, Πάν, πρὸς Μαλέαν, πρὸς ὄρος Ψωφίδιον ἔρχευ·

   ἱξοῦμαι.' ‑ Νύμφαι, χαίρετ', ἐγὼ δ' ὑπάγω.

ΠΑΡΜΕΝΙΩΝΟΣ ΜΑΚΕΔΟΝΟΣ

Φημὶ πολυστιχίην ἐπιγράμματος οὐ κατὰ Μούσας

   εἶναι· μὴ ζητεῖτ' ἐν σταδίῳ δόλιχον·

πόλλ' ἀνακυκλοῦται δολιχὸς δρόμος, ἐν σταδίῳ δὲ

   ὀξὺς ἐλαυνομένοις πνεύματός ἐστι τόνος.

ΑΡΧΙΟΥ

Αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχθεὶς

   κόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης·

καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε θώμιγξ,

   τὸν δὲ μόνον πλεκτῶν αὖθι μεθῆκε λίνων.

ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος· ἦ ἄρα πολλὴν

   καὶ κωφαὶ πτανῶν φροντίδ' ἔχουσι πάγαι.

ΛΕΩΝΙΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ

Ἦν ὁπότε γραμμαῖσιν ἐμὴν φρένα μοῦνον ἔτερπον

   οὐδ' ὄναρ εὐγενέταις γνώριμος Ἰταλίδαις,

ἀλλὰ τὰ νῦν πάντεσσιν ἐράσμιος· ὀψὲ γὰρ ἔγνων,

   ὁππόσον Οὐρανίην Καλλιόπη προφέρει.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

Οὐδὲ τοσόνδ' Ἀθάμας ἐπεμήνατο παιδὶ Λεάρχῳ,

   ὅσσον ὁ Μηδείης θυμὸς ἐτεκνοφόνα,

ζῆλος ἐπεὶ μανίης μεῖζον κακόν· εἰ δὲ φονεύῃ

   μήτηρ, ἐν τίνι νῦν πίστις ἔτ' ἐστὶ τέκνων;

ΤΟΥ ΑΥΤΟΥ

Αἶαν ὅλην νήσους τε διιπταμένη σύ, χελιδών,

   Μηδείης γραπτῇ πυκτίδι νοσσοτροφεῖς·

ἔλπῃ δ' ὀρταλίχων πίστιν σέο τήνδε φυλάξειν

   Κολχίδα μηδ' ἰδίων φεισαμένην τεκέων;

ΤΟΥ ΑΥΤΟΥ

Οὐ μόνον εὐάροτον βόες οἴδαμεν αὔλακα τέμνειν,

   ἀλλ' ἴδε κἠκ πόντου νῆας ἐφελκόμεθα·

ἔργα γὰρ εἰρεσίης δεδιδάγμεθα· καὶ σύ, θάλασσα,

   δελφῖνας γαίῃ ζεῦξον ἀροτροφορεῖν.

ΤΟΥ ΑΥΤΟΥ

Ὁ σταφυλοκλοπίδας Ἑκατώνυμος εἰς Ἀίδαο

   ἔδραμε μαστιχθεὶς κλήματι φωριδίῳ.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

Ὕδατά σοι Κοτίλεια γενέθλιον ἦμαρ ὁρῶντι,

   Καῖσαρ, ἐπιβλύζοι σωρὸν ἀκεσφορίης,

ὄφρα σε κόσμος ἅπας πάππον ‹τρισὶν› αὐγάζηται,

   ὡς πατέρα τρισσῆς εἴσιδεν εὐτοκίης.

ΤΟΥ ΑΥΤΟΥ

Ἤτριά μοι βύβλων χιονώδεα σὺν καλάμοισιν

   πέμπεις, Νειλορύτου δῶρον ἀπὸ προβολῆς,

μουσοπόλῳ δ' ἀτελῆ, Διονύσιε, μηκέτι πέμπε

   ὄργανα. τίς τούτων χρῆσις ἄτερ μέλανος;

ΤΟΥ ΑΥΤΟΥ

Λυσίππης ὁ νεογνὸς ἀπὸ κρημνοῦ πάις ἕρπων

   Ἀστυανακτείης ἤρχετο δυσμορίης·

ἡ δὲ μεθωδήγησεν ἀπὸ στέρνων προφέρουσα

   μαζόν, τὸν λιμοῦ ῥύτορα καὶ θανάτου.

ΤΟΥ ΑΥΤΟΥ

Νεῖλος ἑορτάζει παρὰ Θύβριδος ἱερὸν ὕδωρ

   εὐξάμενος θύσειν Καίσαρι σῳζομένῳ·

οἱ δ' ἑκατὸν βουπλῆγες ἑκούσιον αὐχένα ταύρων

   ᾕμαξαν βωμοῖς Οὐρανίοιο Διός.

ΤΟΥ ΑΥΤΟΥ

Καὶ λόγον ἱστορίῃ κοσμούμενον ἠκρίβωσας

   καὶ βίον ἐν φιλίῃ, Πάππε, βεβαιότατον.

τοῦτο δ' ἑορτάζοντι γενέθλιον ἠριγένειαν

   δῶρον ὁ Νειλαιεὺς πέμπει ἀοιδοπόλος.

ΤΟΥ ΑΥΤΟΥ

Ὃν πόλεμος δεδιὼς οὐκ ὤλεσε, νῦν ὑπὸ νούσου

   θλίβομαι, ἐν δ' ἰδίῳ τήκομ' ὅλος πολέμῳ.

ἀλλὰ διὰ στέρνων ἴθι, φάσγανον· ὡς γὰρ ἀριστεὺς

   θνῄξομ' ἀπωσάμενος καὶ νόσον ὡς πόλεμον.

ΤΟΥ ΑΥΤΟΥ

Οὐράνιον μείμημα γενεθλιακαῖσιν ἐν ὥραις

   τοῦτ' ἀπὸ Νειλογενοῦς δέξο Λεωνίδεω,

Ποππαία, Διὸς εὖνι, Σεβαστιάς· εὔαδε γάρ σοι

   δῶρα τὰ καὶ λέκτρων ἄξια καὶ σοφίης.

ΤΟΥ ΑΥΤΟΥ

Οἴγνυμεν ἐξ ἑτέρης πόμα πίδακος, ὥστ' ἀρύσασθαι

   ξεῖνον μουσοπόλου γράμμα Λεωνίδεω·

δίστιχα γὰρ ψήφοισιν ἰσάζεται. ἀλλὰ σύ, Μῶμε,

   ἔξιθι κἠφ' ἑτέρους ὀξὺν ὀδόντα βάλε.

ΑΔΕΣΠΟΤΟΝ

Τέσσαρές εἰσιν ἀγῶνες ἀν' Ἑλλάδα, τέσσαρες ἱροί,

   οἱ δύο μὲν θνητῶν, οἱ δύο δ' ἀθανάτων,

Ζηνός, Λητοΐδαο, Παλαίμονος, Ἀρχεμόροιο·

   ἆθλα δὲ τῶν κότινος, μῆλα, σέλινα, πίτυς.

ΑΔΗΛΟΝ

Εἴ με Πλάτων οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες.

   Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω·

ἀλλὰ νόθον με τέλεσσε Παναίτιος· ὅς ῥ' ἐτέλεσσε

   καὶ ψυχὴν θνητήν, κἀμὲ νόθον τελέσαι.

ΠΟΣΕΙΔΙΠΠΟΥ, οἱ δὲ ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΚΩΜΙΚΟΥ

Ποίην τις βιότοιο τάμοι τρίβον; εἰν ἀγορῇ μὲν

   νείκεα καὶ χαλεπαὶ πρήξιες, ἐν δὲ δόμοις

φροντίδες· ἐν δ' ἀγροῖς καμάτων ἅλις, ἐν δὲ θαλάσσῃ

   τάρβος· ἐπὶ ξείνης δ', ἢν μὲν ἔχῃς τι, δέος·

ἢν δ' ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος

   ἔσσεαι. οὐ γαμέεις; ζῇς ἔτ' ἐρημότερος.

τέκνα πόνοι, πήρωσις ἄπαις βίος. αἱ νεότητες

   ἄφρονες, αἱ πολιαὶ δ' ἔμπαλιν ἀδρανέες.

ἦν ἄρα τοῖν δοιοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι

   μηδέποτ' ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.

ΜΗΤΡΟΔΩΡΟΥ

Παντοίην βιότοιο τάμοις τρίβον. εἰν ἀγορῇ μὲν

   κύδεα καὶ πινυταὶ πρήξιες, ἐν δὲ δόμοις

ἄμπαυμ'. ἐν δ' ἀγροῖς φύσιος χάρις, ἐν δὲ θαλάσσῃ

   κέρδος· ἐπὶ ξείνης δ', ἢν μὲν ἔχῃς τι, κλέος·

ἢν δ' ἀπορῇς, μόνος οἶδας. ἔχεις γάμον; οἶκος ἄριστος

   ἔσσεται. οὐ γαμέεις; ζῇς ἔτ' ἐλαφρότερον.

τέκνα πόθος, ἄφροντις ἄπαις βίος. αἱ νεότητες

   ῥωμαλέαι, πολιαὶ δ' ἔμπαλιν εὐσεβέες.

οὐκ ἄρα τῶν δισσῶν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι

   μηδέποτ' ἢ τὸ θανεῖν· πάντα γὰρ ἐσθλὰ βίῳ.

ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ

Μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,

λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνὴρ

νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι,

γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ' ἔχεν ἔγχος·

πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· αὐτὰρ ἔπειτα

οὐρόν τε προέηκεν ἀπήμονά τε λιαρόν τε.

ΑΔΕΣΠΟΤΟΝ

Ἱμερόεις Ἀλφειέ, Διὸς στεφανηφόρον ὕδωρ,

ὃς διὰ Πισαίων πεδίων κεκονιμένος ἕρπεις

ἡσύχιος τὸ πρῶτον, ἐπὴν δ' ἐς πόντον ἵκηαι,

ὀξὺς ἀμετρήτοιο πεσὼν ὑπὸ κῦμα θαλάσσης

νυμφίος αὐτοκέλευθος, ἑῶν ὀχετηγὸς ἐρώτων,

ἐς Σικελὴν Ἀρέθουσαν ἐπείγεαι ὑγρὸς ἀκοίτης.

ἡ δέ σε κεκμηῶτα καὶ ἀσθμαίνοντα λαβοῦσα,

φῦκος ἀποσμήξασα καὶ ἄνθεα πικρὰ θαλάσσης

χείλεα μὲν στομάτεσσι συνήρμοσεν· οἷα δὲ νύμφη

νυμφίον ἀμφιχυθεῖσα περίπλοκον ἡδέι δεσμῷ

κείμενον ἐν κόλποισιν Ὀλύμπιον εὔνασεν ὕδωρ ...

καὶ φονίῃ ῥαθάμιγγι λιβὰς κατεκίρνατο πηγή,

οὐδὲ Συρακοσίης ἔτι σοι μέλεν ἵμερος εὐνῆς·

πορφυρέῃ δ' ἀνέκοπτες ὕδωρ πεπιεσμένον αἰδοῖ

φειδόμενος καὶ πόντον ὁμοῦ καὶ λέκτρα μιῆναι.

πολλάκι δ' εὐναίων ὀάρων βεβιημένος ὁρμῇ

αὐτὴν ἐς φιλότητα χυτῆς ἀλόχοιο περήσας

ἑστήκεις ἄχραντον ὁρῶν Ἀρεθούσιον ὕδωρ·

ἡ δέ σε παπταίνουσα Πελωριάδος κατὰ πέτρης

δάκρυσι κυμαίνοντα, κατοικτείρουσα καὶ αὐτὴ

εὐειδὴς Ἀρέθουσα φίλους ἀνεκόπτετο μαζούς,

καὶ δρόσος οἷα ῥόδοισιν ἐτήκετο· μυρομένῳ δὲ

Πισαίῳ ποταμῷ Σικελὴ προσεμύρετο πηγή.

οὐδὲ Δίκην ἔλαθεν πανδερκέα φοίνιος ἀνὴρ

Ἑλλάδος ἀμώων ἄγαμον στάχυν, ᾧ ἔπι πολλαὶ

ἡρώων ἄλοχοι, μινυώρια τέκνα τεκοῦσαι

μαψιδίως, ὠδῖνας ἀνεκλαύσαντο γυναῖκες ...

[ΜΕΛΕΑΓΡΟΥ]

Χείματος ἠνεμόεντος ἀπ' αἰθέρος οἰχομένοιο

πορφυρέη μείδησε φερανθέος εἴαρος ὥρη.

γαῖα δὲ κυανέη χλοερὴν ἐστέψατο ποίην

καὶ φυτὰ θηλήσαντα νέοις ἐκόμησε πετήλοις.

οἱ δ' ἁπαλὴν πίνοντες ἀεξιφύτου δρόσον Ἠοῦς

λειμῶνες γελόωσιν ἀνοιγομένοιο ῥόδοιο.

χαίρει καὶ σύριγγι νομεὺς ἐν ὄρεσσι λιγαίνων,

καὶ πολιοῖς ἐρίφοις ἐπιτέρπεται αἰπόλος αἰγῶν.

ἤδη δὲ πλώουσιν ἐπ' εὐρέα κύματα ναῦται

πνοιῇ ἀπημάντῳ Ζεφύρου λίνα κολπώσαντες.

ἤδη δ' εὐάζουσι φερεσταφύλῳ Διονύσῳ

ἄνθεϊ βοτρυόεντος ἐρεψάμενοι τρίχα κισσοῦ.

ἔργα δὲ τεχνήεντα βοηγενέεσσι μελίσσαις

καλὰ μέλει, καὶ σίμβλῳ ἐφήμεναι ἐργάζονται

λευκὰ πολυτρήτοιο νεόρρυτα κάλλεα κηροῦ.

πάντῃ δ' ὀρνίθων γενεὴ λιγύφωνον ἀείδει,

ἀλκυόνες περὶ κῦμα, χελιδόνες ἀμφὶ μέλαθρα,

κύκνος ἐπ' ὄχθαισιν ποταμοῦ καὶ ὑπ' ἄλσος ἀηδών.

εἰ δὲ φυτῶν χαίρουσι κόμαι καὶ γαῖα τέθηλεν,

συρίζει δὲ νομεὺς καὶ τέρπεται εὔκομα μῆλα

καὶ ναῦται πλώουσι, Διώνυσος δὲ χορεύει

καὶ μέλπει πετεεινὰ καὶ ὠδίνουσι μέλισσαι,

πῶς οὐ χρὴ καὶ ἀοιδὸν ἐν εἴαρι καλὸν ἀεῖσαι;

ΝΕΣΤΟΡΟΣ ΛΑΡΑΝΔΕΩΣ

Σπείσατέ μοι, Μοῦσαι, λιγυρὴν εὐτερπέα φωνήν,

ἡδὺν ἀπὸ στομάτων Ἑλικωνίδος ὄμβρον ἀοιδῆς·

ὅσσοι γὰρ ῥοφέουσιν ἀοιδοτόκου πόμα πηγῆς,

ὑμετέρων ἐπέων λιγυρῇ τέρπονται ἀοιδῇ.

ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ

Ἀλλοίην ὁρόω δονάκων φύσιν· ἦ που ἀπ' ἄλλης,

χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης,

ἄγριοι· οὐδ' ἀνέμοισιν ὑφ' ἡμετέροις δονέονται,

ἀλλ' ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτης

νέρθεν ἐυτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει·

καί τις ἀνὴρ ἀγέρωχος ἔχων θοὰ δάκτυλα χειρῶν

ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶν,

οἱ δ' ἁπαλὸν σκιρτῶντες ἀποθλίβουσιν ἀοιδήν.

ΑΔΗΛΟΝ

Ἑπτὰ σοφῶν ἐρέω κατ' ἔπος πόλιν, οὔνομα, φωνήν.

Μέτρον μὲν Κλεόβουλος ὁ Λίνδιος εἶπεν ἄριστον·

Χίλων δ' ἐν κοίλῃ Λακεδαίμονι· Γνῶθι σεαυτόν·

ὃς δὲ Κόρινθον ἔναιε Χόλου κρατέειν Περίανδρος·

Πιττακὸς Οὐδὲν ἄγαν, ὃς ἔην γένος ἐκ Μυτιλήνης·

Τέρμα δ' ὁρᾶν βιότοιο Σόλων ἱεραῖς ἐν Ἀθήναις.

Τοὺς πλέονας κακίους δὲ Βίας ἀπέφηνε Πριηνεύς.

Ἐγγύην φεύγειν δὲ Θαλῆς Μιλήσιος ηὔδα.

ΛΟΥΚΙΑΝΟΥ ΣΑΜΟΣΑΤΕΩΣ

Τὸν πατρικὸν πλοῦτον νέος ὢν Θήρων ὁ Μενίππου

   αἰσχρῶς εἰς ἀκρατεῖς ἐξέχεεν δαπάνας·

ἀλλά μιν Εὐκτήμων, πατρικὸς φίλος, ὡς ἐνόησεν

   ἤδη καρφαλέῃ τειρόμενον πενίῃ,

καί μιν δακρυχέων ἀνελάμβανε καὶ πόσιν αὐτὸν

   θῆκε θυγατρὸς ἑῆς πόλλ' ἐπὶ μείλια δούς.

αὐτὰρ ἐπεὶ Θήρωνα παρὰ φρένας ἤλυθε πλοῦτος,

   αὐτίκα ταῖς αὐταῖς ἐτρέφετ' ἐν δαπάναις,

γαστρὶ χαριζόμενος πᾶσαν χάριν οὐ κατὰ κόσμον

   τῇ θ' ὑπὸ τὴν μιαρὰν γαστέρα μαργοσύνῃ.

οὕτως μὲν Θήρωνα τὸ δεύτερον ἀμφεκάλυψεν

   οὐλομένης πενίης κῦμα παλιρρόθιον.

Εὐκτήμων δ' ἐδάκρυε τὸ δεύτερον, οὐκέτι κεῖνον,

   ἀλλὰ θυγατρὸς ἑῆς προῖκά τε καὶ θάλαμον.

ἔγνω δ', ὡς οὐκ ἔστι κακῶς κεχρημένον ἄνδρα

   τοῖς ἰδίοις εἶναι πιστὸν ἐν ἀλλοτρίοις.

ΙΟΥΛΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ

Τίς, πόθεν εἶς, Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον,

   οὔ σ' ἐπιγιγνώσκω, τὸν Διὸς οἶδα μόνον·

κεῖνος νέκταρ ὄδωδε, σὺ δὲ τράγου. ἦ ῥά σε Κελτοὶ

   τῇ πενίῃ βοτρύων τεῦξαν ἀπ' ἀσταχύων·

τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον,

   πυρογενῆ μᾶλλον καὶ Βρόμον, οὐ Βρόμιον.

ΚΥΡΙΛΛΟΥ

Πάγκαλόν ἐστ' ἐπίγραμμα τὸ δίστιχον· ἢν δὲ παρέλθῃς

   τοὺς τρεῖς, ῥαψῳδεῖς κοὐκ ἐπίγραμμα λέγεις.

ΤΙΒΕΡΙΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ

Οὐ κύνες, οὐ στάλικές με κατήνυσαν, οὐχὶ κυνηγοὶ

   δορκάδα, τὸν δ' ἀπὸ γῆς εἰν ἁλὶ πλῆσα μόρον·

ἐξ ὕλης πόντῳ γὰρ ἐνέδραμον, εἶτά με πλεκταὶ

   ἕλξαν ἐπ' αἰγιαλοὺς δικτυβόλων παγίδες.

ἤλιτον ἡ χέρσοιο μάτην φυγάς, οὐδ' ἀδίκως με

   εἷλε σαγηνευτὴς τἀμὰ λιποῦσαν ὄρη.

οὔποτ' ἄγρης, ἁλιῆες, ἔτ' ἄστοχον οἴσετε χεῖρα

   χέρσῳ καὶ πελάγει κοινὰ πλέκοντες ὕφη.

ΑΔΗΛΟΝ

Δίκτυον ἐκθρῴσκοντα πολύπλοκον ἄρτι λαγωὸν

   σεῦε κύων θερμοῖς ἴχνεσιν ὠκυπόδην·

τρηχὺν ὁ δ' ἐκνεύσας ταχινῶς πάγον ἐς βαθὺ πόντου

   ἥλατ' ἀλυσκάζων κῦμα παρακτίδιον.

εἰνάλιος τὸν δ' αἶψα κύων βρυχηδὸν ὀδοῦσιν

   μάρψε· κυσὶν τλήμων ἦν ἄρ' ὀφειλόμενος.

ΑΔΗΛΟΝ

Λεπτὸν ὑφηναμένα ῥαδινοῖς ὑπὸ ποσσὶν ἀράχνα

   τέττιγα σκολιαῖς ἔνδετον εἶχε πάγαις.

ἀλλ' οὐ μὰν λεπταῖσιν ἐπαιάζοντα ποδίστραις

   τὸν φιλάοιδον ἰδὼν παῖδα παρετρόχασα,

λύσας δ' ἐκ βροχίδων ἀπεκούφισα καὶ τόδ' ἔλεξα·

   Σῴζου μουσείῳ φθεγγόμενος κελάδῳ.

ΑΔΗΛΟΝ

Τίπτε με τὸν φιλέρημον ἀναιδέι, ποιμένες, ἄγρῃ

   τέττιγα δροσερῶν ἕλκετ' ἀπ' ἀκρεμόνων,

τὴν Νυμφῶν παροδῖτιν ἀηδόνα κἤματι μέσσῳ

   οὔρεσι καὶ σκιεραῖς ξουθὰ λαλεῦντα νάπαις;

ἠνίδε καὶ κίχλην καὶ κόσσυφον, ἠνίδε τόσσους

   ψᾶρας ἀρουραίης ἅρπαγας εὐπορίης·

καρπῶν δηλητῆρας ἑλεῖν θέμις, ὄλλυτ' ἐκείνους.

   φύλλων καὶ χλοερῆς τίς φθόνος ἐστὶ δρόσου;

ΑΔΗΛΟΝ

Ἀέναον Καθαρήν με παρερχομένοισιν ὁδίταις

   πηγὴν ἀμβλύζει γειτονέουσα νάπη·

πάντῃ δ' αὖ πλατάνοισι καὶ ἡμεροθαλλέσι δάφναις

   ἔστεμμαι σκιερὴν ψυχομένη κλισίην·

τοὔνεκα μή με θέρευς παραμείβεο, δίψαν ἀλαλκὼν

   ἄμπαυσον παρ' ἐμοὶ καὶ κόπον ἡσυχίῃ.

ΑΔΗΛΟΝ

Τίς ποτ' ἀκηδέστως οἰνοτρόφον ὄμφακα Βάκχου

   ἀνὴρ ἀμπελίνου κλήματος ἐξέταμεν,

χείλεα δὲ στυφθεὶς ἀπό μιν βάλεν, ὡς ἂν ὁδίταις

   εἴη νισομένοις ἡμιδαὲς σκύβαλον;

εἴη οἱ Διόνυσος ἀνάρσιος, οἷα Λυκοῦργος

   ὅττι τιν' αὐξομέναν ἔσβεσεν εὐφροσύναν·

τοῦδε γὰρ ἂν τάχα τις διὰ πώματος ἢ πρὸς ἀοιδὰς

   ἤλυθεν ἢ γοεροῦ κάδεος ἔσχε λύσιν.

ΑΔΗΛΟΝ

Τίπτε με τὴν ἀνέμοισιν ἁλώσιμον, ἠλεὲ τέκτον,

   τήνδε πίτυν τεύχεις νῆα θαλασσοπόρον

οὐδ' οἰωνὸν ἔδεισας; ὅ τοι Βορέης μ' ἐδίωξεν

   ἐν χθονί, πῶς ἀνέμους φεύξομαι ἐν πελάγει;

ΠΑΛΛΑΔΑ

Τάνταλος οὐδὲν ἔτρωγε· τινασσομένων γὰρ ὕπερθε

   καρπὸς ὑπὲρ κεφαλῆς αὐτὸν ἔφευγε φυτῶν,

καὶ διὰ τοῦτο τροφῆς κεχρημένος ἧττον ἐδίψα·

   εἰ δὲ καὶ ἔτρωγεν σῦκα πεπαινόμενα

καὶ βραβίλους καὶ μῆλα, τί τηλίκον ἀνδράσι νεκροῖς

   δίψος ἀπὸ χλωρῶν γίνεται ἀκροδρύων;

ἡμεῖς δ' ἐσθίομεν κεκλημένοι ἁλμυρὰ πάντα,

   χέννια καὶ τυρούς, χηνὸς ἁλιστὰ λίπη,

ὄρνια καὶ μόσχεια· μίαν δ' ἐπιπίνομεν αὐτοῖς·

   πάσχομεν οὐκοῦν σεῦ, Τάνταλε, πικρότερα.

ΤΟΥ ΑΥΤΟΥ

Ἀνδροφόνῳ σαθρὸν παρὰ τειχίον ὑπνώοντι

   νυκτὸς ἐπιστῆναι φασὶ Σάραπιν ὄναρ

καὶ χρησμῳδῆσαι· Κατακείμενος οὗτος ἀνίστω

   καὶ κοιμῶ μεταβάς, ὦ τάλας, ἀλλαχόθι.

ὃς δὲ διυπνισθεὶς μετέβη. τὸ δὲ σαθρὸν ἐκεῖνο

   τειχίον ἐξαίφνης εὐθὺς ἔκειτο χαμαί·

σῶστρα δ' ἕωθεν ἔθυε θεοῖς χαίρων ὁ κακοῦργος

   ἥδεσθαι νομίσας τὸν θεὸν ἀνδροφόνοις.

ἀλλ' ὁ Σάραπις ἔχρησε πάλιν διὰ νυκτὸς ἐπιστάς·

   Κήδεσθαί με δοκεῖς, ἄθλιε, τῶν ἀδίκων;

εἰ μὴ νῦν σε μεθῆκα θανεῖν, θάνατον μὲν ἄλυπον

   νῦν ἔφυγες, σταυρῷ δ' ἴσθι φυλαττόμενος.

ΠΑΛΛΑΔΑ

Φασὶ παροιμιακῶς· Κἂν ὗς δάκοι ἄνδρα πονηρόν.

   ἀλλὰ τόδ' οὐχ οὕτω, φημί, προσῆκε λέγειν,

ἀλλά· Δάκοι κἂν ὗς ἀγαθοὺς καὶ ἀπράγμονας ἄνδρας.

   τὸν δὲ κακὸν δεδιὼς δήξεται οὐδὲ δράκων.

ΓΡΑΜΜΑΤΙΚΟΥ ΤΙΝΟΣ

Εἰ κύκνῳ δύναται κόρυδος παραπλήσιον ᾄδειν,

   τολμῷεν δ' ἐρίσαι σκῶπες ἀηδονίσιν,

εἰ κόκκυξ τέττιγος ἐρεῖ λιγυρώτερος εἶναι,

   ἶσα ποεῖν καὶ ἐγὼ Παλλαδίῳ δύναμαι.

ΟΜΗΡΟΚΕΝΤΡΩΝ

Ἀκτῇ ἐπὶ προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,

παρθένος αἰδοίη ὑπερώιον εἰσαναβᾶσα

πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε·

χρύσεον λύχνον ἔχουσα φάος περικαλλὲς ἐποίει,

κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι

νηχόμενος, καὶ λαῖτμα τάχισθ' ἁλὸς ἐκπεράασκε

νύκτα δι' ἀμβροσίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι·

ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο.

ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκγεγάασι,

παρθένος ἠίθεός τ' ὀαρίζετον ἀλλήλοισιν

εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας,

οἳ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην.

ΟΜΗΡΟΚΕΝΤΡΩΝ

Ὦ φίλοι, ἥρωες Δαναοί, θεράποντες Ἄρηος,

ψεύσομαι ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.

ἀγροῦ ἐπ' ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,

ναίει ἐυπλόκαμος δεινὴ θεὸς αὐδήεσσα,

ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.

εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἀκούσῃ,

αὖτις ἀριζήλως εἰρημένα μυθολογεύει.

ἀλλὰ τίη τοι ταῦτα διεξέρχεσθαι ἕκαστα;

τὴν δ' οὔτ' ἀθρῆσαι δύναμ' ἀντίον οὔτε νοῆσαι·

ὁπποῖόν κ' εἴπῃσθα ἔπος, τοῖόν κ' ἐπακούσαις.

ΜΗΝΕΣ ΑΙΓΥΠΤΙΩΝ

Πρῶτος Θὼθ ἐδάη δρεπάνην ἐπὶ βότρυν ἐγείρειν.

ἰχθυβόλοισι Φαωφὶ φέρει πανδήμιον ἄγρην.

Πληιάδων φαίνουσαν Ἀθὺρ τεκμαίρεται ὥρην.

Χοιὰκ σπειρομένων σταχύων δείκνυσι γενέθλην.

Τυβὶ δὲ πορφύρεον βουληφόρον εἷμα τιταίνει.

‹σημαίνει πλωτῆρσι Μεχεὶρ πλόον ἀμφιπολεύειν.›

Ἄρεος ὅπλα φέρειν Φαμενὼθ δείκνυσι μαχηταῖς.

εἰαρινῶν Φαρμουθὶ ῥόδων πρωτάγγελός ἐστι,

λήια δ' αὐανθέντα Παχὼν δρεπάνῃσι φυλάσσει,

εὐκάρπου δὲ Παϋνὶ προάγγελός ἐστιν ὀπώρης,

καὶ σταφυλὴν κατέχων εὐάμπελός ἐστιν Ἐπηφί,

καὶ Μεσορὶ Νείλοιο φέρει φυσίζοον ὕδωρ.

ΜΗΝΕΣ ΡΩΜΑΙΩΝ

Ἐξ ἐμέθεν λυκάβαντος ὑπηελίοιο θύρετρα,

   Αὐσονίης θ' ὕψος δέρκεται Ἠέλιος.

αὐτὰρ ἐγὼ θαμινῇσι γύην νιφάδεσσι διαίνω

   τεύχων εἰαρινῆς ἔγκυον ἀγλαΐης.

ἄρχετ' Ἄρης ἀπ' ἐμεῖο καὶ ἄνθεα καὶ γλάγος ἡδύ·

   ἴση δ' εἰκοστῷ ἤματι νὺξ τελέθει.

ἐντύνοι τημόσδε φυτοσκάφος ἔρνεα τάμνων

   ῥίζῃ ἐπ' ἀγροτέρῃ ἥμερον ἀκρεμόνα.

οἴγεται ἄρτι θάλασσα, ἐφοπλίζοιτε δὲ νῆας·

   ὥριον ἀκλύστων ἐκτὸς ἄγειν λιμένων.

μεσσάτιος ῥόδου εἰμὶ καὶ ἀργεννοῖο κρίνοιο,

   καὶ ξανθῆς κεράσου βρίθομαι ἀκρεμόσιν.

Καρκίνον Ἠέλιος μετανίσσεται, ἀστάχυας δὲ

   καρφαλέους κείρει γειοπόνος δρεπάνῃ.

κρίνω ἐγὼ Δηὼ καὶ ἀχυρμιάς· ἐν δὲ Λέοντι

   ἀτρεκέα τελέθει χεύματα Νηιάδων.

βρίθω ἐγὼ σταφυλῇ, βρίθω δ' ἐπὶ πάσῃ ὀπώρῃ·

   αὖθις δ' ἰσοπαλὴς γίνεται ἤματι νύξ.

τίς δέ κ' ἐμεῖο πέλοι γλυκερώτερος, ὃς μέθυ χεύω,

   ληνῷ ἐπεὶ κατάγω Βάκχον ἀπ' οἰνοπέδου;

εἴ τοι Ἀθηναίης πέλει ἔρνεα, ὥριον ἤδη

   καρπὸν ἀποθλίβειν, μνῆστιν ἔχειν καμάτων.

παύσασθαι νειοῦ κέλομαι· γλαγόωντι γὰρ ἤδη

   σπέρματι ῥιγεδανὴ πηγυλὶς ἀντιάσει.

ΣΤΕΦΑΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων,

Βῆτα δ' ὄνειρον ἔχει, ἀγορὴν καὶ νῆας ἀριθμεῖ.

Γάμμα δ' ἄρ' ἀμφ' Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις.

Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή.

Εἶ, βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός·

Ζῆτα δ' ἄρ' Ἀνδρομάχης καὶ Ἕκτορός ἐστ' ὀαριστύς.

Ἦτ', Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ.

Θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος·

ἐξεσίη δ' Ἀχιλῆος ἀπειθέος ἐστὶν Ἰῶτα.

Κάππα δ' ἄρ', ἀμφοτέρων σκοπιαζέμεν ἤλυθον ἄνδρες.

Λάμβδα δ', ἀριστῆας Δαναῶν βάλον Ἕκτορος ἄνδρες.

Μῦ, Τρώων παλάμῃσι κατήριπε τεῖχος Ἀχαιῶν.

Νῦ δέ, Ποσειδάων Δαναοῖς κράτος ὤπασε λάθρῃ.

Ξῖ, Κρονίδην λεχέεσσι σὺν ὕπνῳ τ' ἤπαφεν Ἥρη.

Οὖ, Κρονίδης κεχόλωτο Ποσειδάωνι καὶ Ἥρῃ.

Πῖ, Πάτροκλον ἔπεφνεν ἀρήιον Ἕκτορος αἰχμή.

Ῥῶ, Δαναοὶ Τρῶές τε νέκυν πέρι χεῖρας ἔμισγον.

Σῖγμα, Θέτις Ἀχιλῆι παρ' Ἡφαίστου φέρεν ὅπλα·

Ταῦ δ', ἀπέληγε χόλοιο καὶ ἔκθορε δῖος Ἀχιλλεύς.

υ, μακάρων ἔρις ὦρτο, φέρει δ' ἐπὶ κάρτος Ἀχαιοῖς.

Φῖ, κρατερῶς κατὰ χεύματ' ἐδάμνατο Τρῶας Ἀχιλλεύς.

Χῖ δ' ἄρα, τρὶς περὶ τεῖχος ἄγων κτάνεν Ἕκτορ' Ἀχιλλεύς.

Ψῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς.

Ὦ, Πριάμῳ νέκυν υἷα λαβὼν γέρα δῶκεν Ἀχιλλεύς.

ΑΔΗΛΟΝ

Ἁ Κύπρις πρῴαν γυμνάν σ' ἐβόασεν ἰδοῦσα·

   Φεῦ, φεῦ, πῶς σταγόνων ἔκτοθεν Οὐρανίων,

ζαλώσας ὠδῖνα Θαλάσσας, ὁ θρασὺς ἄλλαν

   Νεῖλος ἀπὸ γλυκερῶν Κύπριν ἀνῆκε βυθῶν;

[ΑΔΡΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ, οἱ δὲ] ΓΕΡΜΑΝΙΚΟΥ

Ἕκτορ, Ἀρήιον αἷμα, κατὰ χθονὸς εἴ που ἀκούεις,

   χαῖρε καὶ ἄμπνευσον βαιὸν ὑπὲρ πατρίδος.

Ἴλιον οἰκεῖται κλεινὴ πόλις ἄνδρας ἔχουσα

   σοῦ μὲν ἀφαυροτέρους, ἀλλ' ἔτ' ἀρηιφίλους·

Μυρμιδόνες δ' ἀπόλοντο. παρίστασο καὶ λέγ' Ἀχιλλεῖ

   Θεσσαλίην κεῖσθαι πᾶσαν ὑπ' Αἰνεάδαις.

Πρὸς ταῦτα ὑπέγραψε στρατιώτης, φασὶ δὲ Τραϊανοῦ εἶναι.

Θάρσυνοι· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον.

Εἶτα τοῦ Βασιλέως ἐπαινέσαντος καὶ γράψαντος Δήλωσόν μοι, τίς εἶ ἀντέγραψεν·

Εἰμὶ μὲν εὐθώρηκος Ἐνυαλίου πολεμιστής·

εἰμὶ δὲ καὶ θεράπων Ἑλικωνίου Ἀπόλλωνος

αὐτοῖς ἐν πρώτοισι λελεγμένος ἀσπιδιώταις.

ΜΕΝΕΚΡΑΤΟΥΣ ΣΜΥΡΝΑΙΟΥ

Παισὶν ἐπὶ προτέροις ἤδη τρίτον ἐν πυρὶ μήτηρ

   θεῖσα καὶ ἀπλήστῳ δαίμονι μεμφομένη

τέτρατον ἄλγος ἔτικτε καὶ οὐκ ἀνέμεινεν ἀδήλους

   ἐλπίδας, ἐν δὲ πυρὶ ζωὸν ἔθηκε βρέφος

Οὐ θρέψω λέξασα· τί γὰρ πλέον; Ἄϊδι μαστοὶ

   κάμνετε· κερδήσω πένθος ἀμοχθότερον.

ΔΙΟΤΙΜΟΥ

Τὰν ἥβαν ἐς ἄεθλα πάλας ἤσκησε κραταιᾶς

   ἅδε Ποσειδῶνος καὶ Διὸς ἁ γενεά·

κεῖται δέ σφιν ἀγὼν οὐ χάλκεος ἀμφὶ λέβητος,

   ἀλλ' ὅστις ζωὰν οἴσεται ἢ θάνατον.

Ἀνταίου τὸ πτῶμα, πρέπει δ' Ἡρακλέα νικᾶν

   τὸν Διός. Ἀργείων ἁ πάλα, οὐ Λιβύων.

ΑΔΗΛΟΝ

Εἴ τις ἀπάγξασθαι μὲν ὀκνεῖ, θανάτου δ' ἐπιθυμεῖ,

   ἐξ Ἱερᾶς Πόλεως ψυχρὸν ὕδωρ πιέτω.

ΠΑΛΛΑΔΑ

Οὐδεὶς καὶ καθαρὸς καὶ μείλιχος ἤλυθεν ἄρχων·

   ἓν γὰρ ἑνὸς δοκέει δόγματος ἀντίπαλον·

τὸ γλυκὺ τοῦ κλέπτοντος, ὑπερφιάλου δὲ τὸ ἁγνόν.

   ὄργανα τῆς ἀρχῆς ταῦτα δύ' ἐστὶ πάθη.

ΤΟΥ ΑΥΤΟΥ

Χρυσέ, πάτερ κολάκων, ὀδύνης καὶ φροντίδος υἱέ,

   καὶ τὸ ἔχειν σε φόβος, καὶ μὴ ἔχειν σ' ὀδύνη.

ΤΟΥ ΑΥΤΟΥ

Ὡς οὐδὲν γλύκιον ἧς πατρίδος, εἶπεν Ὀδυσσεύς·

   ἐν γὰρ τοῖς Κίρκης ἔκχυτον οὐκ ἔφαγεν,

οὗ μόνον εἰ καὶ καπνὸν ἀποθρῴσκοντ' ἐνόησεν,

   εἶπεν ἂν οἰμώζειν καὶ δέκα Πηνελόπαις.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὄρθριος εὐπλέκτοιο λίνου νεφοειδέι κόλπῳ

   ἔμπεσε σὺν κίχλῃ κόσσυφος ἡδυβόας·

καὶ τὰν μὲν πανάφυκτος ἕλε βρόχος, ὠκὺ δ' ἀπέπτα

   ἐξ ὀρνιθοπέδας ᾠδὸς ἐρημοφίλας.

ἦ τάχα που τριμάκαιρα φιλαγρέτις ὄρνιν ἀοιδὸν

   Ἄρτεμις εὐμόλπῳ λῦσεν ἄνακτι λύρης.

ΠΑΛΛΑΔΑ

Φεῦγε Λάκων ποτὲ δῆριν, ὑπαντιάσασα δὲ μήτηρ

   εἶπε κατὰ στέρνων ἆορ ἀνασχομένη·

Ζώων μὲν σέο μητρὶ διαμπερὲς αἶσχος ἀνάπτεις

   καὶ κρατερῆς Σπάρτης πάτρια θεσμὰ λύεις·

ἢν δὲ θάνῃς παλάμῃσιν ἐμαῖς, μήτηρ μὲν ἀκούσω

   δύσμορος, ἀλλ' ἐν ἐμῇ πατρίδι σῳζομένη.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ

Ὁλκὰς ὕδωρ προφυγοῦσα πολυφλοίσβοιο θαλάσσης

   ἐν χθονὸς ἀγκοίναις ὤλετο μητριάσιν·

ἱσταμένην γὰρ πυρσὸς ἐπέφλεγε· καιομένη δὲ

   δυσμενέων ὑδάτων συμμαχίην ἐκάλει.

ΑΔΗΛΟΝ

Ἠέλιον νίκησε τεὸς νόος ἡδὺ φαείνων,

αἰὲν ἀπαστράπτων βροτοφεγγέα πάνσοφον αἴγλην,

ἡδυφαῆ, χαρίεσσαν, ἀπαστράπτουσαν ἀλύπως.

[ΤΟΥ ΑΥΤΟΥ] ΠΑΛΛΑΔΑ

Ὅταν βλέπω σε, προσκυνῶ, καὶ τοὺς λόγους,

τῆς παρθένου τὸν οἶκον ἀστρῷον βλέπων·

εἰς οὐρανὸν γάρ ἐστί σου τὰ πράγματα,

Ὑπατία σεμνή, τῶν λόγων εὐμορφία,

ἄχραντον ἄστρον τῆς σοφῆς παιδεύσεως.

ΠΑΛΛΑΔΑ

Ἡ φύσις ἐξεῦρεν φιλίης θεσμοὺς ἀγαπῶσα

   τῶν ἀποδημούντων ὄργανα συντυχίης,

τὸν κάλαμον, χάρτην, τὸ μέλαν, τὰ χαράγματα χειρός,

   σύμβολα τῆς ψυχῆς τηλόθεν ἀχνυμένης.

ΑΔΡΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ

Τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου.

ΜΑΙΚΙΟΥ

Αὐτὸς ἄναξ ἔμβαινε θοῷ πηδήματι ληνοῦ

   λακτιστής, ἔργου δ' ἡγέο νυκτερίου,

λεύκωσαι πόδα γαῦρον, ἐπίρρωσαι δὲ χορείην

   λάτριν, ὑπὲρ κούφων ζωσάμενος γονάτων·

εὔγλωσσον δ' ὀχέτευε κενούς, μάκαρ, ἐς πιθεῶνας

   οἶνον ἐπὶ ψαιστοῖς καὶ λασίῃ χιμάρῳ.

ΑΝΤΙΦΙΛΟΥ

Ἆ καλὸν αὐτοπόνητον ἐν αἰθέρι ῥεῦμα μελισσῶν,

   ἄπλαστοι χειρῶν αὐτοπαγεῖς θαλάμαι,

προίκιος ἀνθρώπων βιότῳ χάρις, οὐχὶ μακέλλας,

   οὐ βοός, οὐ γαμψῶν δευομένα δρεπάνων,

γαυλοῦ δὲ σμικροῖο, τόθι γλυκὺ νᾶμα μέλισσα

   πηγάζει σκήνευς δαψιλὲς ἐξ ὀλίγου.

χαίροιτ', εὐαγέες, καὶ ἐν ἄνθεσι ποιμαίνεσθε,

   αἰθερίου πτηναὶ νέκταρος ἐργάτιδες.

ΔΙΟΔΩΡΟΥ

Ἀδρήστειά σε δῖα καὶ ἰχναίη σε φυλάσσοι

   παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις·

δείδια σόν τε φυῆς ἐρατὸν τύπον ἠδὲ σά, κοῦρε,

   δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης

καὶ σοφίην καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα,

   Δροῦσε, πέλειν μακάρων πευθόμεθ' ἀθανάτων.

ΑΝΤΙΓΟΝΟΥ ΚΑΡΥΣΤΙΟΥ

Ἀργυρέη κρηνίς με, τὸν οὐκέτι μακρὰ βοῶντα

   βάτραχον, οἰνηραῖς ἔσχεν ὑπὸ σταγόσιν·

κεῖμαι δ' ἐν Νύμφαις, κείναις φίλος οὐδὲ Λυαίῳ

   ἐχθρός, ὑπ' ἀμφοτέρων λουόμενος σταγόσιν.

ὀψέ ποτ' εἰς Διόνυσον ἐκώμασα. φεῦ, τίνες ὕδωρ

   πίνουσιν μανίην σώφρονα μαινόμενοι;

ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ]

Δμώιον Ἱπποκράτευς ἔθανε βρέφος ἐς πλατὺ πόντου

   χεῖλος γειτοσύνης ἑρπύσαν ἐκ καλύβης,

πλεῖον ἐπεὶ μαζῶν ἔπιεν ποτόν. ἔρρε, θάλασσα,

   ἣ βρέφος ὡς μήτηρ ψεύσαο δεξαμένη.

[ΑΠΟΛΛΩΝΙΔΟΥ, οἱ δὲ] ΑΝΤΙΠΑΤΡΟΥ

Εἴθε με παντοίοισιν ἔτι πλάζεσθαι ἀήταις

   ἢ Λητοῖ στῆναι μαῖαν ἀλωομένῃ,

οὐκ ἂν χητοσύνην τόσον ἔστενον. οἲ ἐμὲ δειλήν,

   ὅσσαις Ἑλλήνων νηυσὶ παραπλέομαι

Δῆλος ἐρημαίη, τὸ πάλαι σέβας· ὀψέ πῃ Ἥρη

   Λητοῦς, ἀλλ' οἰκτρὴν τήνδ' ἐπέθηκε δίκην.

ΑΝΤΙΦΑΝΟΥΣ

Εἴ τινα μὴ τέρπει λωτοῦ μέλος ἢ γλυκὺς ἦχος

   ψαλμῶν ἢ τριγέρων νεκτάρεος Βρόμιος

ἢ πεῦκαι, κοῦροι, στέφανοι, μύρα, λειτὰ δὲ δειπνῶν

   λαθροπόδας τρώκταις χερσὶ τίθησι τόκους,

οὗτος ἐμοὶ τέθνηκε· μεριμνητὴν δὲ παρέρπω

   νεκρὸν ἐς ἀλλοτρίους φειδόμενον φάρυγας.

ΤΥΛΛΙΟΥ ΣΑΒΙΝΟΥ

Σμίνθος, ὁ παντοίης δαιτὸς λίχνος, οὐδὲ μυάγρης

   δειλός, ὁ κἀκ θανάτου κέρδεα λῃζόμενος,

νευρολάλον Φοίβου χορδὴν θρίσεν· ἡ δ' ἐπὶ πῆχυν

   ἑλκομένη θηρὸς λαιμὸν ἀπεβρόχισεν.

τόξων εὐστοχίην θαυμάζομεν, ὃς δὲ κατ' ἐχθρῶν

   ἤδη καὶ κιθάρην εὔστοχον ὅπλον ἔχει.

ΜΑΙΚΙΟΥ

Ἤλλακτ' ἐξαπίνης Κορνήλιος οὐδ' ἔτι λιτῷ

   τέρπεται ἡμετέρῳ μουσοχαρεῖ βιότῳ·

κούφης δ' αἰωρεῖται ἀπ' ἐλπίδος· οὐκέτι δ' ἡμεῖς

   οἱ πάρος, ἀλλ' ἑτέρης ἐλπίδος ἐκκρέμαται.

εἴκωμεν, ψυχή, πεπαλαίσμεθα, μηδὲ βιάζου·

   εἰς ἔδαφος τέχνης κείμεθ' ὑπ' ἀργυρέης.

ΦΙΛΟΔΗΜΟΥ

Ἤδη καὶ ῥόδον ἐστὶ καὶ ἀκμάζων ἐρέβινθος

   καὶ καυλοὶ κράμβης, Σωσύλε, πρωτοτόμου

καὶ μαίνη σαλαγεῦσα καὶ ἀρτιπαγὴς ἁλίτυρος

   καὶ θριδάκων οὔλων ἀφροφυῆ πέταλα.

ἡμεῖς δ' οὔτ' ἀκτῆς ἐπιβαίνομεν οὔτ' ἐν ἀπόψει

   γινόμεθ' ὡς αἰεί, Σωσύλε, τὸ πρότερον·

καὶ μὴν Ἀντιγένης καὶ Βάκχιος ἐχθὲς ἔπαιζον,

   νῦν δ' αὐτοὺς θάψαι σήμερον ἐκφέρομεν.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Ἡ τερεβινθώδης ὀλιγάμπελος οἷά τε βαιὴ

   νησίς, ἀλλ' ὁμαλὴ πᾶσα καὶ ἀστύφελος·

αἱ δ' ἀγχοῦ μεγάλαι τε καὶ εὐρέες, ἀλλ' ἐπὶ πουλὺ

   τρηχεῖαι, μεγέθει τοῦτο περισσότεραι.

καρποῖς, οὐ σταδίοισιν ἐρίζομεν· οὐδὲ γὰρ αὖλαξ

   Αἰγύπτου Λιβύης ψάμμου ἐπιστρέφεται.

ΓΕΜΙΝΟΥ

Ἡ παλίουρος ἐγώ, τρηχὺ ξύλον, οὖρος ἐν ἕρκει.

   τίς μ' ἄφορον λέξει, τὴν φορίμων φύλακα;

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Ἤμην καὶ προπάροιθε συνέμπορος ἀνέρι κέρδους,

   ἡνίκα δημοτέρην Κύπριν ἐναυτολόγει·

κεῖθεν καὶ συνέπηξεν ἐμὴν τρόπιν, ὄφρα με λεύσσῃ

   Κύπρις τὴν ἀπὸ γῆς εἰν ἁλὶ ῥεμβομένην.

ἔστιν ἑταίρειος μὲν ἐμοὶ στόλος, εἰσὶ δὲ λεπτὰ

   κάρπασα καὶ λεπτὸν φῦκος ὑπὲρ σανίδων·

ναυτίλοι, ἀλλ' ἄγε πάντες ἐμῆς ἐπιβαίνετε πρύμνης

   θαρραλέως, πολλοὺς οἶδα φέρειν ἐρέτας.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἡ ναῦς ἀπ' ἔργων Κύπριδος γομφουμένη

πρὸς τὸν γενάρχην πόντον ἤλυθον θεοῦ·

ἀνὴρ γὰρ ὥρης μ' ἔμπορος τεκτήνατο

καλέσας Ἑταίρην· εἰμὶ γὰρ πᾶσιν φίλη.

ἔμβαινε θαρρῶν, μισθὸν οὐκ αἰτῶ βαρύν·

ἐλθόντα δέχομαι πάντα· βαστάζω ξένον

ἀστόν τ'· ἐπὶ γαίης κἠν βυθῷ μ' ἐρέσσετε.

ΑΝΤΙΠΑΤΡΟΥ

Θηρευτὴν Λάμπωνα, Μίδου κύνα, δίψα κατέκτα

   καίπερ ὑπὲρ ψυχῆς πολλὰ πονησάμενον.

ποσσὶ γὰρ ὤρυσσεν νοτερὸν πέδον, ἀλλὰ τὸ νωθὲς

   πίδακος ἐκ τυφλῆς οὐκ ἐτάχυνεν ὕδωρ·

πῖπτε δ' ἀπαυδήσας, ἡ δ' ἔβλυσεν. ἦ ἄρα, Νύμφαι,

   Λάμπωνι κταμένων μῆνιν ἔθεσθ' ἐλάφων.

ΤΟΥ ΑΥΤΟΥ

Ἴσχετε χεῖρα μυλαῖον, ἀλετρίδες, εὕδετε μακρά,

   κἢν ὄρθρον προλέγῃ γῆρυς ἀλεκτρυόνων·

Δηὼ γὰρ Νύμφαισι χερῶν ἐπετείλατο μόχθους·

   αἱ δὲ κατ' ἀκροτάτην ἁλλόμεναι τροχιὴν

ἄξονα δινεύουσιν· ὁ δ' ἀκτίνεσσιν ἑλικταῖς

   στρωφᾷ Νισυρίων κοῖλα βάρη μυλάκων.

γευόμεθ' ἀρχαίου βιότου πάλιν, εἰ δίχα μόχθου

   δαίνυσθαι Δηοῦς ἔργα διδασκόμεθα.

ΚΡΙΝΑΓΟΡΟΥ

Κἢν μυχὸν Ὀρκυναῖον ἢ ἐς πύματον Σολόεντα

   ἔλθῃ καὶ Λιβυκῶν κράσπεδον Ἑσπερίδων

Καῖσαρ ὁ πουλυσέβαστος, ἅμα κλέος εἶσιν ἐκείνῳ

   πάντῃ· Πυρήνης ὕδατα μαρτύρια·

οἷσι γὰρ οὐδὲ πέριξ δρυτόμοι ἀπεφαιδρύναντο

   λουτρὰ καὶ ἠπείρων ἔσσεται ἀμφοτέρων.

ΑΝΤΙΠΑΤΡΟΥ

Μὴ κλαίων τὸν Ἔρωτα δόκει, Τηλέμβροτε, πείσειν

   μηδ' ὀλίγῳ παύσειν ὕδατι πῦρ ἀπνεές·

χρυσὸς Ἔρωτος ἀεὶ παιώνιος, ἐσβέσθη δὲ

   οὐδὲ τότ' ἐν πολλῷ τικτόμενος πελάγει.

ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ

Νῆσοι ἐρημαῖαι, τρύφεα χθονός, ἃς κελαδεινὸς

   ζωστὴρ Αἰγαίου κύματος ἐντὸς ἔχει,

Σίφνον ἐμιμήσασθε καὶ αὐχμηρὴν Φολέγανδρον,

   τλήμονες, ἀρχαίην δ' ὠλέσατ' ἀγλαΐην.

ἦ ῥ' ὑμᾶς ἐδίδαξεν ἕνα τρόπον ἡ τότε λευκὴ

   Δῆλος ἐρημαίου δαίμονος ἀρξαμένη.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Πρὸς παίδων, εἶπεν, γουνάζομαι, ἤν με θανοῦσαν

   στείλῃς, μὴ σπεῖσαι δεύτερα φίλτρα γάμου.

εἶπεν· ὁ δ' εἰς ἑτέρην ἐσπούδασεν. ἀλλὰ Φίλιννα

   Διογένην λήθης τίσατο καὶ φθιμένη·

νυκτὶ γὰρ ἐν πρώτῃ θάλαμον σχάσε μῆνις ἄφυκτος,

   ὡς μὴ λέκτρον ἰδεῖν δεύτερον ἠέλιον.

ΒΙΑΝΟΡΟΣ

Σάρδιες αἱ τὸ πάλαι Γύγου πόλις αἵ τ' Ἀλυάττου

   Σάρδιες, αἳ βασιλεῖ Περσὶς ἐν Ἀσιάδι,

αἳ χρυσῷ τὸ παλαιὸν ἐπλινθώσασθε μέλαθρον

   ὄλβον Πακτωλοῦ ῥεύματι δεξάμεναι,

νῦν δὴ ὅλαι δύστηνοι ἐς ἓν κακὸν ἁρπασθεῖσαι

   ἐς βυθὸν ἐξ ἀχανοῦς χάσματος ἠρίπετε.

Βοῦρα καὶ ἶσ' Ἑλίκη κεκλυσμέναι· αἱ δ' ἐνὶ χέρσῳ

   Σάρδιες ἐμβυθίαις εἰς ἓν ἔκεισθε τέλος.

ΔΟΥΡΙΔΟΣ ΤΟΥ ΕΛΑΙΤΟΥ

Ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι

   νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε;

οὐ Λιβύης, Ἐφέσου δὲ τὰ μυρία κεῖνα ταλαίνης

   αὔλια καὶ μακάρων ἐξ ἐτέων κτέανα.

ποῦ δὲ σαωτῆρες τότε δαίμονες ἔτρεπον ὄμμα;

   αἰαῖ τὴν Ἰάδων πολλὸν ἀοιδοτάτην.

κεῖνα δὲ κύμασι πάντα κυλινδομένοισιν ὁμοῖα

   εἰς ἅλα σὺν ποταμοῖς ἔδραμε πεπταμένοις.

ΙΩΑΝΝΟΥ ΠΟΙΗΤΟΥ ΤΟΥ ΒΑΡΒΟΥΚΑΛΛΟΥ

Ἅδ' ἐγὼ ἁ τλάμων ἄπολις πόλις ἄμμιγα νεκροῖς

   ἐνναέταις κεῖμαι ἁ παναποτμοτάτα·

Ἥφαιστός μ' ἐδάμασσε μετὰ κλόνον Ἐννοσιγαίου,

   φεῦ, ἀπὸ τοσσατίου κάλλεός εἰμι κόνις.

ἀλλὰ παραστείχοντες ἐμὰν στοναχήσατε μοῖραν,

   σπείσατε Βηρυτῷ δάκρυα καὶ φθιμένᾳ.

ΤΟΥ ΑΥΤΟΥ

Ποῦ τελέθει Κύπρις πολιήοχος, ὄφρα νοήσῃ

   ἔνδιον εἰδώλων τὴν πρὶν ἕδος Χαρίτων;

τύμβος ἀταρχύτων μερόπων πόλις, ἧς ὑπὸ τέφρην

   αἱ Βερόης πολλαὶ κείμεθα χιλιάδες.

γράψαθ' ἑνὸς καθύπερθε λίθου, φίλα λείψανα φωτῶν·

   Βηρυτὸς γοερὴ κεῖται ὑπὲρ δαπέδων.

ΤΟΥ ΑΥΤΟΥ

Ναυτίλε, μὴ στήσῃς δρόμον ὁλκάδος εἵνεκ' ἐμεῖο,

   λαίφεα μὴ λύσῃς· χέρσον ὁρᾷς λιμένα,

τύμβος ὅλη γενόμην· ἕτερον δ' ἐς ἀπενθέα χῶρον

   δουπήσει κώπη νηὸς ἐπερχομένης·

τοῦτο Ποσειδάωνι φίλον ξενίοις τε θεοῖσιν.

   χαίρεθ' ἁλιπλανέες, χαίρεθ' ὁδοιπλανέες.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Σοί με, Θρηικίης σκυληφόρε, Θεσσαλονίκη

   μήτηρ ἡ πάσης πέμψε Μακηδονίης·

ἀείδω δ' ὑπὸ σοὶ δεδμημένον Ἄρεα Βεσσῶν,

   ὅσσ' ἐδάην πολέμου, πάντ' ἀναλεξάμενος.

ἀλλά μοι ὡς θεὸς ἔσσο κατήκοος, εὐχομένου δὲ

   κλῦθι. τίς ἐς Μούσας οὔατος ἀσχολίη;

ΚΡΙΝΑΓΟΡΟΥ

Τὸν σκοπὸν Εὐβοίης ἁλικύμονος ᾖσεν Ἀριστὼ

   Ναύπλιον· ἐκ μολπῆς δ' ὁ θρασὺς ἐφλεγόμην,

ὁ ψεύστης δ' ὑπὸ νύκτα Καφηρείης ἀπὸ πέτρης

   πυρσὸς ἐμὴν μετέβη δυσμόρου ἐς κραδίην.

ΚΡΙΝΑΓΟΡΟΥ

Τῆς ὄιος γενεὴ μὲν Ἀγαρρική, ἔνθα τ' Ἀράξεω

   ὕδωρ πιλοφόροις πίνεται Ἀρμενίοις·

χαῖται δ', οὐ μήλοις ἅτε που μαλακοῖς ἔπι μαλλοί,

   ψεδναὶ δ' ἀγροτέρων τρηχύτεραι χιμάρων.

νηδὺς δὲ τριτοκεῖ ἀνὰ πᾶν ἔτος, ἐκ δὲ γάλακτος

   θηλὴ ἀεὶ μαστοῦ πλήθεται οὐθατίου·

βληχὴ δ' ἀσσοτάτω τερένης μυκήματι μόσχου·

   ἄλλα γὰρ ἀλλοῖαι πάντα φέρουσι γέαι.

ΑΔΗΛΟΝ

Καὶ χρυσὸν φιλέω καὶ δήιον Ἄρεα φεύγω.

ΘΕΟΚΡΙΤΟΥ

Ἆ δείλαιε τὺ Θύρσι, τί τοι πλέον, εἰ καταταξεῖς

   δάκρυσι διγλήνως ὦπας ὀδυρόμενος;

οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ' ἐς Ἅιδαν·

   τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος,

αἱ δὲ κύνες κλαγγεῦντι. τί τοι πλέον, ἁνίκα τήνας

   ὀστίον οὐδὲ τέφρα λείπετ' ἀποιχομένας;

ΤΟΥ ΑΥΤΟΥ ΘΕΟΚΡΙΤΟΥ

Λῇς, ποτὶ τᾶν Νυμφᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαι

   ἁδύ τί μοι; κἠγὼ πακτίδ' ἀειράμενος

ἀρξεῦμαί τι κρέκειν· ὁ δὲ βουκόλος ἄμμιγα θέλξει

   Δάφνις κηροδέτῳ πνεύματι μελπόμενος·

ἐγγὺς δὲ στάντες λασιαύχενος ἄντρου ὄπισθεν

   Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.

[ΤΟΥ ΑΥΤΟΥ]

Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ' ἔγραψα,

   εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων,

υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίννης·

   Μοῦσαν δ' ὀθνείαν οὔ τιν' ἐφελκυσάμαν.

ΤΟΥ ΑΥΤΟΥ

Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἅδε τράπεζα·

   θεὶς ἀνελεῦ ψήφου πρὸς λόγον ἐρχομένης.

ἄλλος τις πρόφασιν λεγέτω, τὰ δ' ὀθνεῖα Κάικος

   χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.

ΑΛΛΟ

   Ἀρχαῖα τὠπόλλωνι τἀναθήματα

   ὑπῆρχεν· ἡ βάσις δὲ τοῦ μὲν εἴκοσι,

   τοῦ δ' ἑπτά, τοῦ δὲ πέντε, τοῦ δὲ δώδεκα,

τοῦ δὲ διηκοσίοισι νεωτέρη ἥδ' ἐνιαυτοῖς·

   τοσσόσδ' ἀριθμὸς ἐξέβη μετρούμενος.

ΤΟΥ ΑΥΤΟΥ

Τήναν τὰν λαύραν, τόθι ταὶ δρύες, αἰπόλε, κάμψας

   σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,

τρισκελές, αὐτόφλοιον, ἀνούατον, ἀλλὰ φάλητι

   παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.

ἕρκος δ' εὐίερον περιδέδρομεν· ἀέναον δὲ

   ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει

δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ,

   ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι

ἄμπελος· εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς

   κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη·

ξουθαὶ δ' ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι

   μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.

ἕζεο δὴ τηνεὶ καὶ τῷ χαρίεντι Πριάπῳ

   εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,

κεὐθὺς ἀπορρέξειν χίμαρον καλόν· ἢν δ' ἀνανεύσῃ,

   τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·

ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω

   σακίταν· νεύοι δ' εὐμενέως ὁ θεός.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Βωλοτόμοι μύρμηκες, ὁ γῆς στρατός, ἡνίκ' ἔτενδε

   γειομόρου μελιχρὴν σμηνοδόκου χάριτα,

μηνίσας ὁ πρέσβυς ἐς ὕδατα κρωσσὸν ἔβαψεν,

   ἐνθάδε τοὺς ἀπὸ γῆς οὐ δοκέων πελάσειν·

οἱ δὲ νέας ‹κάρφας› ἀχυρίτιδας ἀντιφέροντες

   αὐτοκυβερνῆται πρὸς κύτος ἐτρόχασαν.

ἦ ῥα φίλη γαστὴρ καὶ βαιοτάτους ἀνέπεισεν

   ἐκ χθονὸς εἰς Νύμφας καινοτάτους ἐρέτας.

ΚΡΙΝΑΓΟΡΟΥ

Βρέγμα πάλαι λαχναῖον ἐρημαῖόν τε κέλυφος

   ὄμματος ἀγλώσσου θ' ἁρμονίη στόματος,

ψυχῆς ἀσθενὲς ἕρκος, ἀτυμβεύτου θανάτοιο

   λείψανον, εἰνόδιον δάκρυ παρερχομένων,

κεῖσο πέλας πρέμνοιο παρ' ἀτραπόν, ὄφρα ‹μάθῃ τις›

   ἀθρήσας, τί πλέον φειδομένῳ βιότου.

ΜΟΣΧΟΥ ΣΥΡΑΚΟΥΣΙΟΥ

Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει·

Εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,

δραπετίδας ἐμός ἐστιν· ὁ μανυτὰς γέρας ἑξεῖ,

μισθόν τοι τὸ φίλαμα τὸ Κύπριδος· ἢν δ' ἀγάγῃς νιν,

οὐ γυμνὸν τὸ φίλαμα, τὺ δ', ὦ ξένε, καὶ πλέον ἑξεῖς.

ἔστι δ' ὁ παῖς περίσαμος, ἐν εἴκοσι πᾶσι μάθοις νιν.

χρῶτα μὲν οὐ λευκός, πυρὶ δ' εἴκελος· ὄμματα δ' αὐτοῦ

δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·

οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά·

ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος· ἠπεροπευτάς,

οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει.

εὐπλόκαμον τὸ κάρανον, ἔχει δ' ἰταμὸν τὸ πρόσωπον.

μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει·

βάλλει δ' εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα.

γυμνὸς μὲν τό γε σῶμα, νόος δέ οἱ ἐμπεπύκασται·

καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλον ἐπ' ἄλλῳ,

ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται·

τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον·

τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δ' ἄχρι φορεῖται·

καὶ χρύσεον περὶ νῶτα φαρέτριον· ἔνδοθι δ' ἐντὶ

τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.

πάντα μὲν ἄγρια, πάντα· πολὺ πλέον ἁ δαῒς αὐτῷ

βαιὰ λαμπὰς ἐοῖσα, τὸν ἅλιον αὐτὸν ἀναίθει.

ἢν τύ γ' ἕλῃς τῆνον, δήσας ἄγε μηδ' ἐλεήσῃς·

κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο, μή σε πλανήσῃ·

κἢν γελάῃ, τύ νιν ἕλκε· καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι,

φεῦγε· κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί.

ἢν δὲ λέγῃ Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,

μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.

ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ

Τὸν Διὸς ἐν τριόδοισιν ἐθαύμασα χάλκεον υἷα,

   τὸν πρὶν ἐν εὐχωλαῖς, νῦν παραριπτόμενον.

ὀχθήσας δ' ἄρ' ἔειπον· Ἀλεξίκακε τρισέληνε,

   μηδέποθ' ἡττηθεὶς σήμερον ἐξετάθης;

νυκτὶ δὲ μειδιόων με θεὸς προσέειπε παραστάς·

   Καιρῷ δουλεύειν καὶ θεὸς ὢν ἔμαθον.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΜΥΡΙΝΑΙΟΥ

Γριπεύς τις μογέεσκεν ἐπ' ἰχθύσι· τὸν δ' ἐσιδοῦσα

   εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ

καί μιν θῆκε σύνευνον· ὁ δ' ἐκ βιότοιο πενιχροῦ

   δέξατο παντοίης ὄγκον ἀγηνορίης.

ἡ δὲ Τύχη γελόωσα παρίστατο καὶ ποτὶ Κύπριν·

   Οὐ τεὸς οὗτος ἀγών, ἀλλ' ἐμός ἐστιν ἔφη.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ ΤΟΥ ΚΥΡΟΥ

Μή ποτε κοιλήνῃς παφίῃ νόον· ἀντιτύπου γὰρ

   εὐθὺς ἀποθρῴσκει κοῦφος Ἔρως κραδίης.

οἶστρος ὀλισθήεσσαν ἔχει φύσιν· ἤν τις ὀιστοῦ

   ἄκρον ἕλῃ φλογεροῦ, δύεται ἐντὸς ὅλος.

ἐλπίδι μὴ θέλξῃς φρένα μαχλάδι· γυιοβόρον γὰρ

   πῦρ ὑποριπίζει θυμὸν ἐφελκομένη.

ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ

Καλὰ τὰ παρθενίης κειμήλια· παρθενίη δὲ

   τὸν βίον ὤλεσσ' ἂν πᾶσι φυλασσομένη.

τοὔνεκεν εὐθέσμως ἄλοχον λάβε καί τινα κόσμῳ

   δὸς βροτὸν ἀντὶ σέθεν· φεῦγε δὲ μαχλοσύνην.

ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ

Ἤθελε μὲν βασιλεύς σε βοηθόον εἰσέτι πέμπειν

   ἄστεσι τειρομένοις δευομένων μερόπων,

Τητιανὲ χρύσειε· σὺ δ' ἐν βιότοιο γαλήνῃ

   πατρίδα καὶ κλῆρον σὸν προβέβουλας ἔχειν,

αὔξων σῶν προγόνων κτέρας ἔνδικον· ἀρχομένων γὰρ

   πλοῦτον ὅτι στυγέεις, σύνθρονος οἶδε Δίκη.

ΤΟΥ ΑΥΤΟΥ

Ἡδέα πάντα κέλευθα λάχεν βίος· ἄστεϊ μέσσῳ

   εὖχος, ἑταιρεῖαι· κρυπτὰ δόμοισιν ἄχη·

ἀγρὸς τέρψιν ἄγει, κέρδος πλόος, ἀλλοδαπὴ χθὼν

   γνώσιας· ἐκ δὲ γάμων οἶκος ὁμοφρονέει,

τοῖς δ' ἀγάμοις ἄφροντις ἀεὶ βίος· ἕρκος ἐτύχθη

   πατρὶ τέκος, φροῦδος τοῖς ἀγόνοισι φόβος·

ἠνορέην νεότης, πολιὴ φρένας οἶδεν ὀπάσσαι.

   ἔνθεν θάρσος ἔχων ζῶε, φύτευε γένος.

ΤΟΥ ΑΥΤΟΥ

Μήτηρ υἷα λιπόντα μάχην μετὰ πότμον ἑταίρων

   ἔκτανεν ὠδίνων μνῆστιν ἀνηναμένη·

καὶ γὰρ γνήσιον αἷμα διακρίνει Λακεδαίμων

   ἀλκῇ μαρναμένων, οὐ γενεῇ βρεφέων.

ΑΛΛΟ

Ἄνδρες ἀπ' Ἀρκαδίης ἁλιήτορες, ἦ ῥ' ἔχομέν τι; ‑

Ὅσσ' ἕλομεν, λιπόμεσθ'· ὅσσ' οὐχ ἕλομεν, φερόμεσθα.

ΑΛΛΟ

Τίς πυρὶ πῦρ ἐδάμασσε; τίς ἔσβεσε λαμπάδι πυρσόν;

τίς κατ' ἐμῆς νευρῆς ἑτέρην ἐτανύσσατο νευρήν;

καινὸς Ἔρως κατ' Ἔρωτος ἐμῷ μένει ἰσοφαρίζει.

ΦΙΛΗΜΩΝ

Εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες

αἴσθησιν εἶχον, ἄνδρες, ὥς φασίν τινες,

ἀπηγξάμην ἄν, ὥστ' ἰδεῖν Εὐριπίδην.

ΑΔΕΣΠΟΤΟΝ

Σός με πόσις κακοεργὸς ἐνὶ σπήλυγγι βαθείῃ

μουνώσας βαρύποτμον, ἐμὴν ἀπέκερσε κορείην·

στυγνὰ δέ μοι πόρεν ἕδνα πολυτλήτοιο γάμοιο·

γλῶσσαν ἐμὴν ἐθέρισσε καὶ ἔσβεσεν Ἑλλάδα φωνήν.

ΑΛΛΟ

Χαῖρε, Πρόκνη, παρὰ σεῖο κασιγνήτης Φιλομήλης,

χαίρειν εἰ τόδε γ' ἔστιν· ἐμοῦ δέ σοι ἄλγεα θυμοῦ

πέπλος ἀπαγγείλειε, τά μοι λυγρὸς ὤπασε Τηρεύς,

ὅς μ' ἕρξας βαρύποτμον ἐν ἕρκεσι μηλονομήων,

πρῶτον παρθενίης, μετέπειτα δ' ἐνόσφισε φωνῆς.

ΜΕΛΕΑΓΡΟΥ

Αὐτὸς ὁ βοῦς ἱκέτης ἐπιβώμιος, αἰθέριε Ζεῦ,

   μυκᾶται ψυχὴν ῥυόμενος θανάτου.

ἀλλὰ μέθες, Κρονίδη, τὸν ἀροτρέα· καὶ σὺ γὰρ αὐτὸς

   πορθμεὺς Εὐρώπης ταῦρος, ἄναξ, ἐγένου.

ΑΔΗΛΟΝ

Οὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης.

ΑΛΛΟ

Ἤειδον μὲν ἐγών, ἐχάρασσε δὲ θεῖος Ὅμηρος.

ΑΛΛΟ

Εἰ ποθέειν μ' ἐδίδαξας ἐν οὔρεσι ταῦρον ἀλήτην,

μυκηθμόν με δίδαξον, ὅπως φίλον ἄνδρα καλέσσω.

ΑΛΛΟ

Ἔγνως νῦν, Ἀγάμεμνον, ἐμὸν φθισήνορα θυμόν;

ἔγνως, ἐν σταδίῃσιν ὅσον σθένος Ἕκτορός ἐστι;

νῦν γὰρ πάντες ὄλοντο τεῇ πολυπήμονι λώβῃ·

σοὶ δ' αὐτῷ μέγα πῆμα φάνη, θανάτοιο χέρειον·

ἀφροσύνης κακὰ ἔργα καὶ ἄσχετα πένθεα πάσχεις,

ὃς πᾶσιν Δαναοῖσιν ἀρήιον ἕρκος ἐτύχθης.

ΑΛΛΟ

Χαῖρ', Ἰθάκη· μετ' ἄεθλα, μετ' ἄλγεα πικρὰ θαλάσσης

ἀσπασίως τεὸν οὖδας ἱκάνομαι, ὄφρα νοήσω

Λαέρτην ἄλοχόν τε καὶ ἀγλαὸν υἱέα μοῦνον·

σὸς γὰρ ἔρως κατέθελξεν ἐμὸν νόον· οἶδα καὶ αὐτός,

ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων.

ΑΛΛΟ

Ἀτρεκέως πάντων πολυμήχανός ἐστιν Ὀδυσσεύς·

ζωὸς ἐὼν ἐνόησεν, ἃ μὴ θέμις ἐστὶν ἰδέσθαι,

νερτέριον κευθμῶνα καὶ ἄλγεα πικρὰ θανόντων.

πῶς δ' ἔτλη προλιπεῖν ἱερὸν φάος; ἢ τίς ἀνάγκη

ἤγαγεν οὐκ ἐθέλοντα; δόλων ἀκόρητος ἐτύχθη

ἐν χθονὶ καὶ πελάγεσσι καὶ ἐν νεκύεσσιν Ὀδυσσεύς.

ΑΛΛΟ

Μῆτερ, τεύχεα ταῦτα καὶ ἀγλαὰ δῶρα κομίζεις

ἀγχεμάχῳ σέο παιδί, τὰ μὴ πάρος ἔδρακεν ἀνήρ·

οἶδα δὲ νῦν, ὅτι Παλλὰς ἐφ' Ἕκτορι χεῖρα κορύσσει

ἡμετέρην καὶ Τρωσὶν ἀεικέα λοιγὸν ἐγείρει.

ΑΛΛΟ

Μόχθος ἐμοῦ γενετῆρος ἀμύμονος οὐ τέλος εὗρεν,

αὐτὰρ ἐγὼ Τρώεσσι φόνον πάντεσσι κορύσσων

ἤλυθον· ἠνορέῃ γὰρ ὑπέρτερον εὖχος ἀείρω,

καὶ Πρίαμον βασιλῆα καί, οὓς προλέλοιπεν Ἀχιλλεύς,

πάντας ὁμοῦ κατὰ μῶλον ἐμὸν μένος οἶδεν ὀλέσσαι,

καὶ Τροίης πτολίεθρον ἀρήιον ἐξαλαπάξω,

καὶ Δαναοῖς δεκέτηρον ἐμὸν δόρυ μόχθον ἀνύσσει.

ΑΛΛΟ

Πᾶσαν ἐμῆς κραδίης χαλεπὴν ἀπέπαυσας ἀνίην

ὑμετέρου γενετῆρος Ἀχιλλέος εἵνεκα πότμου,

ὃν Τροίη στονόεσσα κατέκτανεν· ἀλλὰ σὺ πᾶσαν

Ἴλιον ἐξαλάπαξας· ἐελδομένοισι δ' Ἀχαιοῖς

ἄφθιτον ὤπασας εὖχος, ὃ μὴ δεκέτηρος Ἐνυοῦς

πᾶσιν μαρναμένοις Δαναοῖς χρόνος εὗρεν ἀνύσσαι.

ΑΛΛΟ

Πηλείδην κοτέουσα πάλιν θώρηξεν Ἀθήνη

ἔντεσιν ἀθανάτοις. ἦ ῥίγιον ἔσσεται ἄλγος

αἰνομόροις Τρώεσσι καὶ Ἕκτορι καὶ γενετῆρι,

ὁππόταν ἔντεα ταῦτα θεὸς πόρεν ἀνέρι τῷδε.

ΑΛΛΟ

Ἔρρετε, οἱ ξύμπαντες, ἐλεγχέες, Αἰγιαλῆες,

ἄρτι θανὼν Μενέλαος ἐμὸν μέγα κῦδος ἀέξει.

ΑΛΛΟ

Τέκνον ἐμόν, γενεῆς ἐπιλήθεαι οὐδ' ἀλεγίζῃ

πατρίδος ὀλλυμένης, βριαρὴν δ' ἀπόειπες ἀκωκὴν

αἰσχύνων Καλυδῶνα καὶ Οἰνέα καὶ ναετῆρας.

ΑΛΛΟ

Ἠνορέης κλυτὰ ἔργα τεὴν ἔστεψαν ἀπήνην,

καὶ νύμφην βοόωσιν ἀριστοπόνοις ὑμεναίοις.

ΑΛΛΟ

Πηλιάδες σκοπιαί, κουροτρόφοι, εἴπατε παιδί,

ὃν Χείρων ἐδίδαξεν ἀριστεύειν ἐνὶ χάρμῃ,

μῆνιν ἀπορρῖψαι καὶ λοίγιον ἔχθος Ἀχαιοῖς.

ΑΛΛΟ

Σῆς ἀρετῆς ἱδρῶτι καλὴν ἀπέδωκεν ἀμοιβὴν

σὸς γενέτης, Ἥρακλες, ἐπεὶ πόνος ἄσπετον εὖχος

ἀνδράσιν οἶδεν ἄγειν μετ' ἀπείρονα κύκλον ἀέθλων.

ΑΛΛΟ

Σοὶ χάριν ἐξετέλεσσε πόνος καὶ ἀθέσφατος ἱδρώς,

χῶρον ἔχειν πολύολβον, ὃν οὐ πάρος ἔλλαχεν ἀνήρ.

ΑΛΛΟ

Οὐ θέμις ἐν φθιμένοισιν ἔχειν κότον, ἄλγεα γαίης

καλλείψας ἀγάπαζε τεὸν φίλον· οὐ γὰρ Ὀδυσσεὺς

ἤλιτεν εἰς σὲ θέλων, βριαρὴ δέ σ' ἔπεφνεν Ἀθήνη

Ζεύς τε πατὴρ καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς.

αἴθε δὲ τεύχεα ῥῖψεν ἐς ἁλμυρὰ βένθεα πόντου

δῖα Θέτις καὶ νεῖκος ἀπέσβεσε σεῖο μενοινῆς.

ΑΛΛΟ

Ἐσθλὸς ἀνὴρ φύγε πόντον ἀπηνέα καὶ μετὰ μόχθου

ἐς πάτρην ἀφίκανεν, ἐμοῦ δέ κε φέρτερος εἴη

εὖ δεδαὼς πτόλιάς τε καὶ ἔθνεα καὶ νόον ἀνδρῶν.

ΑΛΛΟ

Πολλὰ καμὼν νόστησεν ἀνὴρ τλήθυμος Ὀδυσσεύς,

ἀλλ' ἔμπης κλέος ἔσχεν ἀνὰ χθόνα καὶ κατὰ πόντον

ἀνδράσιν ἐσσομένοισιν ἀεὶ πτολίπορθος Ὀδυσσεύς.

ΑΛΛΟ

Ἴλιος ὀφρυόεσσα κατήριπεν· ἄρτι δὲ πᾶσαν

ληιδίην Δαναοῖσι θεὸς πόρεν, ὁππότ' Ἀχιλλεὺς

μῆνιν ἀπορρίψας φθισήνορα χεῖρα κορύσσει.

ΑΛΛΟ

Οἰκτίρω σὸν κάλλος, ἐπεὶ Διός ἐσσι γενέθλη·

εἰσορόω γὰρ ἄγαλμα διοτρεφές· ἀτρεκέως δὲ

Τρωσί τε καὶ Δαναοῖσι μάχη δεκέτηρος ἐτύχθης.

ποῦ Διὸς αἰγιόχοιο, τεοῦ γενετῆρος, ἀρωγαί;

ἔμπης δ' ἔρχεο θᾶσσον, ἀπήμονα νόστον ἑλοῦσα

Εἰδοθέης ἰότητι, κακῆς ἐπὶ νῶτα θαλάσσης.

ΑΛΛΟ

Εὐρώπης Ἀσίης τε δορισθενέες βασιλῆες,

ὑμῖν ἀμφοτέροισιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς,

τίς κεν ἐμὲ τλήθυμος ἕλοι δύστηνον ἀκοίτης·

Ζεὺς δὲ πατὴρ δικάσειεν, ἄνευθε δὲ Κυπρογενείης,

μὴ πάλιν ἄλλος ἕλῃ με γαμοκλόπος, αἶσχος Ἀχαιοῖς.

ΑΛΛΟ

Ἐζημίωσας ἀσθενῶν τὸν Ἕκτορα·

φέρεις γὰρ ἡμῖν ἐλλιπῆ σκυλεύματα.

ΑΛΛΟ

Ἄμπελε, τί πράξωμεν, ὅταν Δαφναῖος Ἀπόλλων

πτόρθον ἐμὸν κλίνῃ δι' Ἀλεξάνδροιο βελέμνων;

ΑΛΛΟ

Τὰ δῶρα λαμπρὰ προσφέρεις τῇ πατρίδι.

ΑΛΛΟ

Σεῖο νόον πέτρωσεν ἀμείλιχα δέσμια πέτρης,

καὶ λίθον ἐκτελέσειε τεὸν δέμας ὄμμα Μεδούσης.

ΑΛΛΟ

Ἀπεστράφης νῦν ὡς λαβὼν ἐξουσίαν; ‑

Ταύτῃ γὰρ οὐ πέφυκε συντρέχειν Ἔρως·

Ἔρως γὰρ ἄλλην ἀνταμείβεται τρίβον.

ΙΟΥΛΙΑΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ ΜΕΤΕΩΡΟΥ

Ἑσπέριός μ' ἐδάμασσεν ὁμοῦ καὶ πρώιος ὕπνος,

   ὃς μὲν ἐπιβρίσας, ὃς δέ με μὴ καλέσας·

ὧν ἐξ ἀμφοτέρων ὁ μὲν ἐρρέτω, ὃς δὲ παρείη

   ἵλαος ὡράων μέτρον ἐπιστάμενος.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Οὐτιδανοὶ μερόπων εἰ καὶ μέγα ῥέξαμεν ἔργον,

   οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα·

οἱ δ' ἀγαθοὶ κἢν μηδέν, ἀναπνεύσωσι δὲ μοῦνον,

   ὡς Λίβυς εἶπεν ἀνήρ, τοῦτ' ἀδάμαντι μένει.

δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα

   παίγνιον ἀφράστων ἐκτελέοντα κύβων

τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ' ἀπὸ λευκοῦ

   τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου,

ἑπτὰ μὲν ἕκτος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σοῦμμος

   δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ·

ὅς τε πέλει μετὰ σοῦμμον, ἔχεν δύο· μουνάδα δ' ἄλλην,

   ψῆφον τὴν πυμάτην, ἀμφιέπεσκε δίβος.

ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ

   καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην·

ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι,

   καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία·

δίζυγες Ἀντίγονον διεκόσμεον· ἀλλὰ καὶ αὐτῷ

   ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ,

ὀκτωκαιδεκάτῳ πανομοίιος· εἰσέτι δ' ἄλλας

   εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου.

αὐτὰρ ἄναξ λευκοῖο λαχὼν σημήια πεσσοῦ

   καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα,

τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ' ἠθμοῦ

   πύργου δουρατέου κλίμακι κευθομένῃ,

δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν· αὐτίκα δ' ὀκτὼ

   ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας.

τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς

   κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.

ΑΔΗΛΟΝ

Ἐκ φονίων Περσῶν φόνιον φυτὸν ἤγαγε Περσεύς,

   παιδὶ Θεογνώστου τοῦ θανάτου πρόφασιν.

ΠΑΛΛΑΔΑ

Ἀσκὸν τῶν ἀνέμων ἔλαβέν ποτε δῶρον Ὀδυσσεὺς

   πόντον ἐπιπλείων· χρῆμα γὰρ ἦν τι μέγα.

ἀλλ' ἐμὸς Αἰόλος οὗτος ἔχων ἀνεμώλιον ἦτορ

   ὄρνεον ἐκπέμπει τῶν ἀνέμων γεμίσας.

πνεύματά μοι πτερόεντα, φίλος, ναὶ πνεύματα πέμπεις·

   οὐ δύναμαι δὲ φαγεῖν θλιβομένους ἀνέμους.

ΗΛΙΟΔΩΡΟΥ

Τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν,

Νηρέος ἀθανάταν εἰναλίοιο κόραν,

τὰν Διὸς ἐννεσίῃ Πηλέι γημαμέναν,

τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην·

ἃ τὸν δουριμανῆ, τὸν δ' Ἄρεα πτολέμων,

Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων,

δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον·

τῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον,

περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν.

ἱλήκοις ἥρως ἄμμι, Νεοπτόλεμε,

ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε·

δέχνυσο δ' εὐμενέων τάνδε θυηπολίην,

πᾶν δ' ἀπέρυκε δέος ἁμετέρας πόλιος.

τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν.

ΠΑΛΛΑΔΑ

Τὴν λαπάραν, τὴν αὐτὸς ἀποσφίγξας ἀποπέμπεις,

   εὗρεν ὁ παῖς λύσας φῦσαν ὑπηνέμιον.

ΤΟΥ ΑΥΤΟΥ

Βρώματά μοι χοίρων συκιζομένων προέθηκας,

   ξηρῶν, διψαλέων, Κυπρόθεν ἐρχομένων.

ἀλλ' ἐμὲ συκωθέντα μαθὼν ἢ σφάξον ἑτοίμως

   ἢ σβέσον ἐκ δίψης νάματι τῷ Κυπρίῳ.

ΤΡΥΦΩΝΟΣ

Τέρπης εὐφόρμιγγα κρέκων σκιάδεσσιν ἀοιδὰν

   κάτθανε νοστήσας ἐν Λακεδαιμονίοις,

οὐκ ἄορι πληγεὶς οὐδ' ἐν βέλει, ἀλλ' ἐνὶ σύκῳ

   χείλεα. φεῦ, προφάσεων οὐκ ἀπορεῖ θάνατος.

ΠΑΛΛΑΔΑ

Γραμματικοῦ θυγάτηρ ἔτεκεν φιλότητι μιγεῖσα

   παιδίον ἀρσενικόν, θηλυκόν, οὐδέτερον.

ΗΛΙΟΔΩΡΟΥ

Παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν·

   ῥηιδίως Μοίραις καί τ' ἀδόκητα πέλει.

ΘΕΩΝΟΣ

Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς.

ΣΤΡΑΤ.

Κεῖτο δ' ὁμοῦ σάκος, ἔγχος, ‹ἄορ›, θώρηξ, κόρυς, ἵππος.

ΑΛΛΟ

Ἀσπίς, τόξα, βέλεμνα, κόρυς, ξίφος, ἄλκιμον ἔγχος.

ΑΛΛΟ

Ἰός, τόξα, σάκος, κυνέη, δόρυ, φάσγανα, θώρηξ.

ΑΔΕΣΠΟΤΟΝ

Ἑλλάδος ἐνναετῆρες, ἀμεμφέες ἡγεμονῆες,

μηκέτι πιστὰ φέροιτε δολοφρονέουσι γυναιξί·

θηλυτέρη μ' ἐδάμασσε, τὸν οὐ κτάνε δήιος Ἕκτωρ.

‹ΑΘΗΝΑΙΟΥ ΤΟΥ ΕΠΙΓΡΑΜΜΑΤΟΠΟΙΟΥ›

Ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα

   δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,

τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν

   μούνα καὶ βίοτον ῥύσατο καὶ πόλιας.

σαρκὸς δ' ἁδυπάθημα φίλον τέλος ἀνδράσιν ἄλλοις

   ἁ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.

ΚΡΑΤΗΤΟΣ

Ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος·

ἐὰν δὲ μηδὲ ταῦτα τὴν φλόγα σβέσῃ,

θεραπεία σοι τὸ λοιπὸν ἠρτήσθω βρόχος.

ΑΔΗΛΟΝ

Μὴ θάψῃς τὸν ἄθαπτον, ἔα κυσὶ κύρμα γενέσθαι·

γῆ πάντων μήτηρ μητροφθόρον οὐ δέχετ' ἄνδρα.

ΑΔΗΛΟΝ

Ἀργαλέως φέρεται πολιὸς χρόνος, ἀλλὰ παρέρπων

   καὶ φωνὰς κλέπτει φθεγγομένων μερόπων,

καὶ μὴ φαινόμενος τοὺς φαινομένους ἀφανίζει

   καὶ μὴ φαινομένους εἰς φανερὸν προφέρει.

ὦ ζωῆς ἀόριστος ἐν ἀνθρώποισι τελευτή,

   ἦμαρ ἐπ' ἦμαρ ἀεὶ πρὸς ζόφον ἐρχομένων.

ΑΛΛΟ

Μηκέτι κληρονόμους ὀνομάζετε φέγγος ὁρῶντας,

   τοὺς δ' ἀποθνῄσκοντας κληρονόμους λέγετε·

οἱ νῦν κληρονόμοι νέκυες μέγα κέρδος ἔχουσι

   τὴν ἀναχώρησιν τοῦ μογεροῦ βιότου.

ΑΛΛΟ

Τὴν πόλιν οἱ νέκυες πρότερον ζῶσαν κατέλειψαν,

   ἡμεῖς δὲ ζῶντες τὴν πόλιν ἐκφέρομεν.

ΠΑΛΛΑΔΑ

Κονδίτου μοι δεῖ. τὸ δὲ κονδῖτον πόθεν ἔσχεν

   τοὔνομα; τῆς φωνῆς ἐστι γὰρ ἀλλότριον

τῆς τῶν Ἑλλήνων· εἰ Ῥωμαϊκῶς δὲ καλεῖται,

   αὐτὸς ἂν εἰδείης Ῥωμαϊκώτατος ὤν.

σκεύασον οὖν μοι τοῦτο· τὸ γὰρ κατέχον με νόσημα

   τοῦ στομάχου χρῄζει τοῦδε, λέγουσι, ποτοῦ.

ΤΟΥ ΑΥΤΟΥ

Οὐκ ἀλόγως ἐν †διζύφοις δύναμίν τινα θείαν

   εἶναι ἔφην. χθὲς γοῦν δίζυφον ἐν χρονίῳ

ἠπιάλῳ κάμνοντι τεταρταίῳ περιῆψα,

   καὶ γέγονεν ταχέως οἷα κρότων ὑγιής.

503b

‹ΝΙΚΑΝΔΡΟΥ›

Ἵπποι γὰρ σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν.

ΑΔΗΛΟΝ

Καλλιόπη σοφίην ἡρωίδος εὗρεν ἀοιδῆς·

Κλειὼ καλλιχόρου κιθάρης μελιηδέα μολπήν·

Εὐτέρπη τραγικοῖο χοροῦ πολυηχέα φωνήν·

Μελπομένη θνητοῖσι μελίφρονα βάρβιτον εὗρε·

Τερψιχόρη χαρίεσσα πόρεν τεχνήμονας αὐλούς·

ὕμνους ἀθανάτων Ἐρατὼ πολυτερπέας εὗρε·

τέρψιας ὀρχηθμοῖο Πολύμνια πάνσοφος εὗρεν·

[ἁρμονίην πάσῃσι Πολύμνια δῶκεν ἀοιδαῖς·]

Οὐρανίη πόλον εὗρε καὶ οὐρανίων χορὸν ἄστρων·

κωμικὸν εὗρε Θάλεια βίον καὶ ἤθεα κεδνά.

ΑΛΛΟ

Οὐκ ἴδε Τερψιχόρην ὁ ζωγράφος, ἀλλ' ὑπὸ τέχνας

   ψεύδεται ὀφθαλμοὺς δείκελον ἀτρεκίῃ.

-

Εἴ ποτε τερψινόοιο, φίλος, φόρμιγγος ἀκούσῃς,

τὴν Ἐρατὼ θαύμαζε τόσης εἰδήμονα τέχνης.

-

Εὐτέρπη δονάκεσσι πολυτρήτοισι λιγαίνει,

πνεῦμα σοφῆς ὀχετηγὸν ἐπισπείρουσα μελίσσης.

-

Κωμικὸν ἀμφιέπω Θάλεια μέλος, ἔργα δὲ φωτῶν

οὐχ ὁσίων θυμέλῃσι φιλοκροτάλοισιν ἀθύρω.

-

Εἰκόνα τῆς σοφίης ποτιδέρκεο· Καλλιόπης γὰρ

   εἰκόνα σῇ κραδίῃ λάμβανε τὴν σοφίην.

-

Δαφνοκόμοις Φοίβοιο παρὰ τριπόδεσσι πολεύω

   Κλειώ, μαντοσύνης Μοῦσα καὶ ἱστορίης.

Οὐρανίη ψήφοιο θεορρήτῳ τινὶ μέτρῳ

ἀστρῴην ἐδίδαξα παλινδίνητον ἀνάγκην.

-

Σκέπτεο χαλκεόφωνον ἐπισπέρχουσαν ἀοιδὴν

   Μελπομένην, ἐρατῆς ἵστορα εὐεπίης.

-

Σιγῶ, φθεγγομένη παλάμης θελξίφρονα παλμόν,

νεύματι φωνήεσσαν ἀπαγγέλλουσα σιωπήν.

ΠΛΑΤΩΝΟΣ

Ἐννέα τὰς Μούσας φασίν τινες· ὡς ὀλιγώρως·

   ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη.

ΚΑΛΛΙΜΑΧΟΥ

Ἡσιόδου τό τ' ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν

   ἔσχατον, ἀλλ' ὀκνέω μὴ τὸ μελιχρότατον

τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε, λεπταὶ

   ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.

ΠΑΛΛΑΔΑ

Ὅταν θέλῃ τις ἡμέραν ἰδεῖν καλήν,

συντυγχάνων σοι γίνεται καλήμερος·

τοὐναντίον δὲ καί τις εἰ θέλει παθεῖν,

μὴ συντυχών σοι γίνεται κακήμερος.

‹ΛΥΣΙΣΤΡΑΤΟΥ›

Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσιν.

ΑΔΗΛΟΝ

Γῆμε Κριτωνιανός με, Σόλων ἐτέκνωσεν, ἐκλήθην

   Μελτίνη, πλάσθην ἀνδρὸς ἐμοῦ παλάμαις.

ΑΔΗΛΟΝ

Χιονέην τρίχα Παιήων ἐκέλευέ με χρυσῷ

δαιδάλλειν ἀγανοφροσύνῃ, ἐτέλεσσα δὲ χαίρων,

οὕνεκεν ἐξ ἐμέθεν τόδε οἱ θυμῆρες ἔκρινεν.

ΑΔΗΛΟΝ

Εὐμενέως Πρώτοιο δεδεγμένος ὄργια βίβλου,

Φιλοπόνου γραφίδεσσι δεδειγμένα βένθεα μύθων,

κοιράνου Αὐσονίοισι διδάσκαλε, ἵλαος εἴης.

ΚΡΙΝΑΓΟΡΟΥ

Δράμασιν ἐν πολλοῖσι διέπρεπες, ὅσσα Μένανδρος

   ἔγραφεν ἢ Μουσέων σὺν μιῇ ἢ Χαρίτων.

ΑΛΛΟ

Ἐς γάμον ἔζευξεν με νεοζεύκτοιο Προκίλλης,

   τὸν νυμφῶν θαλάμοις αἰὲν ἀειδόμενον,

εὐξάμενος τάδε Μῆνις ὁ κωμικός· Ὦ Ὑμέναιε,

   ἔρχεο καὶ νύμφῃ καὶ γαμέοντι φίλος.

ΑΔΗΛΟΝ

Τρεῖς εἰσὶν Χάριτες· σὺ δὲ δὴ μία ταῖς τρισὶ ταύταις

   γεννήθης, ἵν' ἔχωσ' αἱ Χάριτες Χάριτα.

ΚΡΙΝΑΓΟΡΟΥ

Ἔρδοι τὴν ἔμαθέν τις, ὅπου καὶ ὑπ' Ἄλπιας ἄκρας

   ληισταὶ λασίαις ἀμφίκομοι κεφαλαῖς,

φωρῆς ἁπτόμενοι, φύλακας κύνας ὧδ' ἀλέονται·

   χρίονται νεφροῖς πῖαρ ἔπεστιν ὅσον,

ψευδόμενοι ῥινῶν ὀξὺν στίβον. ὦ κακὸν εὑρεῖν

   ῥηίτεραι Λιγύων μήτιες ἢ ἀγαθόν.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δ' Ὀρφέα· Φοῖβος ἐνίκα

   τὸν Φρύγα, σοὶ δ' εἴκει μελπομένῳ, Γλάφυρε ‑

οὔνομα καὶ τέχνης καὶ σώματος. οὔ κεν Ἀθήνη

   ἔρριψεν λωτοὺς τοῖα μελιζομένη,

οἷα σύ, ποικιλοτερπές· ἀφυπνώσαι κεν ἀκούων

   αὐτὸς Πασιθέης Ὕπνος ἐν ἀγκαλίσιν.

ΑΛΚΑΙΟΥ ΜΕΣΣΗΝΙΟΥ

Μακύνου τείχη, Ζεῦ Ὀλύμπιε· πάντα Φιλίππῳ

   ἀμβατά· χαλκείας κλεῖε πύλας μακάρων.

χθὼν μὲν δὴ καὶ πόντος ὑπὸ σκήπτροισι Φιλίππου

   δέδμηται, λοιπὰ δ' ἁ πρὸς Ὄλυμπον ὁδός.

ΤΟΥ ΑΥΤΟΥ

Πίομαι, ὦ Ληναῖε, πολὺ πλέον, ἢ πίε Κύκλωψ

   νηδὺν ἀνδρομέων πλησάμενος κρεάων·

πίομαι. ὡς ὄφελόν γε καὶ ἔγκαρον ἐχθροῦ ἀράξας

   βρέγμα Φιλιππείης ἐξέπιον κεφαλῆς,

ὅσπερ ἑταιρείοιο παρὰ κρητῆρι φόνοιο

   γεύσατ' ἐν ἀκρήτῳ φάρμακα χευάμενος.

ΑΛΛΟ

Ἀλκαίου τάφος οὗτος, ὃν ἔκτανεν ἡ πλατύφυλλος

   τιμωρὸς μοιχῶν, γῆς θυγάτηρ, ῥάφανος.

ΑΔΕΣΠΟΤΟΝ

Οὐκ ἄρα σοί γε ὄλιζον ἐπὶ κλέος ὤπασε Μοῖρα

   ἤματι, τῷ πρώτῳ φῶς ἴδες ἀελίου,

Σαπφοῖ· σοὶ γὰρ ῥῆσιν ἐνεύομεν ἄφθιτον εἶμεν,

   σὺν δὲ πατὴρ πάντων νεῦσεν ἐρισφάραγος·

μέλψῃ δ' ἐν πάντεσσιν ἀοίδιμος ἁμερίοισιν

   οὐδὲ κλυτᾶς φάμας ἔσσεαι ἠπεδανά.

ΑΔΕΣΠΟΤΟΝ

Ἰλιάς, ὦ μέγα ἔργον, Ὀδυσσείης τε τὸ σῶφρον

   γράμμα, τὸ καὶ Τροίῃ θῆκεν ἴσην Ἰθάκην,

τόν με γέροντ' αὔξοιτ' ἐς ἀεὶ νέον· ἡ γὰρ Ὁμήρου

   σειρὴν ὑμετέρων ῥεῖται ἀπὸ στομάτων.

ΑΔΗΛΟΝ

Καλλιόπη πολύμυθε μελισσοβότου Ἑλικῶνος,

τίκτε μοι ἄλλον Ὅμηρον, ἐπεὶ μόλεν ἄλλος Ἀχιλλεύς.

ΑΔΕΣΠΟΤΟΝ

Μέλπωμεν βασιλῆα φιλεύιον, εἰραφιώτην,

ἁβροκόμην, ἀγροῖκον, ἀοίδιμον, ἀγλαόμορφον,

Βοιωτόν, βρόμιον, βακχεύτορα, βοτρυοχαίτην,

γηθόσυνον, γονόεντα, γιγαντολέτην, γελόωντα,

Διογενῆ, δίγονον, διθυραμβογενῆ, Διόνυσον,

Εὔιον, εὐχαίτην, εὐάμπελον, ἐγρεσίκωμον,

ζηλαῖον, ζάχολον, ζηλήμονα, ζηλοδοτῆρα,

ἤπιον, ἡδυπότην, ἡδύθροον, ἠπεροπῆα,

θυρσοφόρον, Θρήικα, θιασώτην, θυμολέοντα,

Ἰνδολέτην, ἱμερτόν, ἰοπλόκον, ἰραφιώτην,

κωμαστήν, κεραόν, κισσοστέφανον, κελαδεινόν,

Λυδόν, ληναῖον, λαθικηδέα, λυσιμέριμνον,

μύστην, μαινόλιον, μεθυδώτην, μυριόμορφον,

νυκτέλιον, νόμιον, νεβρώδεα, νεβριδόπεπλον,

ξυστοβόλον, ξυνόν, ξενοδώτην, ξανθοκάρηνον,

ὀργίλον, ὀβριμόθυμον, ὀρέσκιον, οὐρεσιφοίτην,

πουλυπότην, πλαγκτῆρα, πολυστέφανον, πολύκωμον,

ῥηξίνοον, ῥαδινόν, ῥικνώδεα, ῥηνοφορῆα,

σκιρτητήν, Σάτυρον, Σεμεληγενέτην, Σεμελῆα,

τερπνόν, ταυρωπόν, Τυρρηνολέτην, ταχύμηνιν,

ὑπνοφόβην, ὑγρόν, ὑμενήιον, ὑλήεντα,

φηρομανῆ, φρικτόν, φιλομειδέα, φοιταλιώτην,

χρυσόκερων, χαρίεντα, χαλίφρονα, χρυσεομίτρην,

ψυχοπλανῆ, ψεύστην, ψοφομηδέα, ψυχοδαϊκτήν,

ὥριον, ὠμηστήν, ὠρείτροφον, ὠρεσίδουπον.

μέλπωμεν βασιλῆα φιλεύιον, εἰραφιώτην.

ΑΔΕΣΠΟΤΟΝ

Ὑμνέωμεν Παιᾶνα, μέγαν θεὸν Ἀπόλλωνα,

ἄμβροτον, ἀγλαόμορφον, ἀκερσεκόμην, ἁβροχαίτην,

βριθύνοον, βασιλῆα, βελεσσιχαρῆ, βιοδώτην,

γηθόσυνον, γελόωντα, γιγαντολέτην, γλυκύθυμον,

Διογενῆ, Διόπαιδα, δρακοντολέτην, δαφνογηθῆ,

εὔλαλον, εὐρυβίην, ἑκατηβόλον, ἐλπιδοδώτην,

ζῳογόνον, ζάθεον, Ζηνόφρονα, Ζηνοδοτῆρα,

ἤπιον, ἡδυεπῆ, ἡδύφρονα, ἠπιόχειρα,

θηροφόνον, θαλερόν, θελξίφρονα, θελγεσίμυθον,

ἰαφέτην, ἱμερτόν, ἰήιον, ἱπποκορυστήν,

κοσμοπλόκον, Κλάριον, κρατερόφρονα, καρπογένεθλον,

Λητογενῆ, λαρόν, λυρογηθέα, λαμπετόωντα,

μυστιπόλον, μάντιν, μεγαλήτορα, μυριόμορφον,

νεβροχαρῆ, νοερόν, νηπενθέα, νηφαλιῆα,

ξυνοχαρῆ, ξυνόν, ξυνόφρονα, ξυνοδοτῆρα,

ὄλβιον, ὀλβιοεργόν, Ὀλύμπιον, οὐρεσιφοίτην,

πρηΰν, πανδερκῆ, παναπήμονα, πλουτοδοτῆρα,

ῥυσίπονον, ῥοδόχρουν, ῥηξήνορα, ῥηξικέλευθον,

σιγαλόεντα, σοφόν, σελαηγενέτην, σωτῆρα,

τερψίχορον, Τιτᾶνα, τελέστορα, τιμήεντα,

ὑμναγόρην, ὕπατον, ὑψαύχενα, ὑψήεντα,

Φοῖβον, φοιβάζοντα, φιλοστέφανον, φρενογηθῆ,

χρησμαγόρην, χρύσεον, χρυσόχροα, χρυσοβέλεμνον,

ψαλμοχαρῆ, ψάλτην, ψευσίστυγα, ψυχοδοτῆρα,

ὠκύπον, ὠκυεπῆ, ὠκύσκοπον, ὡρεσιδώτην.

ὑμνέωμεν Παιᾶνα, μέγαν θεὸν Ἀπόλλωνα.

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Κλεῖε, θεός, μεγάλοιο πύλας ἀκμῆτας Ὀλύμπου·

   φρούρει, Ζεῦ, ζαθέαν αἰθέρος ἀκρόπολιν.

ἤδη γὰρ καὶ πόντος ὑπέζευκται δορὶ Ῥώμης

   καὶ χθών· οὐρανίη δ' οἶμος ἔτ' ἔστ' ἄβατος.

ΧΡΗΣΜΟΣ

Τλῆθι, λέων, ἄτλητα παθὼν τετληότι θυμῷ·

οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει.

ΠΑΛΛΑΔΑ ΤΟΥ ΜΕΤΕΩΡΟΥ

Χριστιανοὶ γεγαῶτες Ὀλύμπια δώματ' ἔχοντες

ἐνθάδε ναιετάουσιν ἀπήμονες· οὐδὲ γὰρ αὐτοὺς

χώνη φόλλιν ἄγουσα φερέσβιον ἐν πυρὶ θήσει.

ΑΔΗΛΟΝ

Λέκτρον ἑνὸς φεύγουσα λέκτρον πολλοῖσιν ἐτύχθη.

ΑΛΛΟ

Οὐκ ἐθέλουσα Τύχη σε προήγαγεν, ἀλλ' ἵνα δείξῃ,

   ὡς ὅτι καὶ μέχρι σοῦ πάντα ποιεῖν δύναται.

ΑΔΗΛΟΝ

Αὔραις ἶσα θέουσιν, ὅθεν λάχον οὔνομα τοῦτο.

Εἰς κολόκυνθον

Εἰπέ μοι, ὦ κολόκυντε, τίνος χάριν εἰσέτι καὶ νῦν

οὐ σικύων ἐφάνη διερὸν γένος, οὐ κολοκύντων.

Ὁ κολόκυνθος πρὸς ταῦτα

Ζηνὸς ἐπομβρήσαντος ἐπεκλύσθησαν ἄρουραι,

ἡμετέρην δ' ἀέκουσαν ἔτι κρύπτουσι γενέθλην.

ΑΔΗΛΟΝ

Κοντὸν ἀνὴρ κατέπηξε, δέμας δ' εἰς ἠέρα ῥίψας

ἰδνώθη προκάρηνος, ἀνεγρομένοιο δ' ὕπερθεν

θηρὸς ὑπερκατέβαινεν ἐυστρέπτοισι πόδεσσιν·

οὐδὲ λάβεν· λαοὶ δὲ μέγ' ἴαχον, ἔκφυγε δ' ἀνήρ.

ΑΔΗΛΟΝ

Ἄρτεμις ἱδρώουσα προάγγελός ἐστι κυδοιμοῦ.

ΑΛΛΟ

Κισσῷ μὲν Διόνυσος ἀγάλλεται, αἰγίδι δὲ Ζεύς,

   οἱ ναέται ξείνοις, ἡ δὲ πόλις ναέταις.

ΑΛΛΟ

Ἄβροχον ἐν πελάγεσσι δι' ὕδατος ἔπλεεν ὕδωρ.

ΝΕΣΤΟΡΟΣ ‹ΝΙΚΑΕΩΣ›

Τίπτε με θρυλήσαντες ἐμὴν ἀπεπαύσατ' ἀοιδήν;

ἱππεὺς ἱππεύειν ἐδάη καὶ ἀοιδὸς ἀείδειν·

ἢν δέ τις ἱππεύειν δεδαὼς ἐθέλῃσιν ἀείδειν,

ἀμφοτέρων ἥμαρτε, καὶ ἱπποσύνης καὶ ἀοιδῆς.

ΑΔΗΛΟΝ

Ἁβροχίτων δ' ὁ φύλαξ θηροζυγοκαμψιμέτωπος.

ΑΛΛΟ

Ἁβρὸς δ' ἐν προχοαῖς Κύκλωψ φθογγάζετο μύρμηξ.

ΑΔΗΛΟΝ

Μὴ ταχὺς Ἡρακλείτου ἐπ' ὀμφαλὸν εἴλεε βίβλον

   τοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός.

ὄρφνη καὶ σκότος ἐστὶν ἀλάμπετον· ἢν δέ σε μύστης

   εἰσαγάγῃ, φανεροῦ λαμπρότερ' ἠελίου.

ΑΝΤΙΠΑΤΡΟΥ

Θειογένης Πείσωνι τὰ τεχνήεντα κύπελλα

   πέμπει· χωροῦμεν δ' οὐρανὸν ἀμφότερα·

δοιὰ γὰρ ἐκ σφαίρης τετμήμεθα, καὶ τὸ μὲν ἡμῶν

   τοὺς νοτίους, τὸ δ' ἔχει τείρεα τἀν Βορέῃ.

ἀλλὰ σὺ μηκέτ' Ἄρητον ἐπίβλεπε· δισσὰ γὰρ ἀμφοῖν

   μέτρα πιὼν ἄθρει πάντα τὰ φαινόμενα.

ΚΡΙΝΑΓΟΡΟΥ

Θάρσει καὶ τέτταρσι διαπλασθέντα προσώποις

   μῦθον, καὶ τούτων γράψαι ἔτι πλέοσιν·

οὔτε σὲ γὰρ λείψουσι, Φιλωνίδη, οὔτε Βάθυλλον,

   τὸν μὲν ἀοιδάων, τὸν δὲ χερῶν χάριτες.

ΦΙΛΙΠΠΟΥ

Θεσσαλίης εὔιππος ὁ ταυρελάτης χορὸς ἀνδρῶν,

   χερσὶν ἀτευχήτοις θηρσὶν ὁπλιζόμενος,

κεντροτυπεῖς πώλους ζεῦξεν σκιρτήματι ταύρων,

   ἀμφιβαλεῖν σπεύδων πλέγμα μετωπίδιον·

ἀκρότατον δ' ἐς γῆν κλίνας ἅμα κεὔροπον ἅμμα

   θηρὸς τὴν τόσσην ἐξεκύλισε βίην.

ΑΔΑΙΟΥ

Ἰνδὴν βήρυλλόν με Τρύφων ἀνέπεισε Γαλήνην

   εἶναι, καὶ μαλακαῖς χερσὶν ἀνῆκε κόμας·

ἠνίδε καὶ χείλη νοτερὴν λειοῦντα θάλασσαν,

   καὶ μαστούς, τοῖσιν θέλγω ἀνηνεμίην.

ἢν δέ μοι ἡ φθονερὴ νεύσῃ λίθος, ὡς ἐν ἑτοίμῳ

   ὥρμημαι, γνώσῃ καὶ τάχα νηχομένην.

ΚΡΙΝΑΓΟΡΟΥ

Καλλιμάχου τὸ τορευτὸν ἔπος τόδε· δὴ γὰρ ἐπ' αὐτῷ

   ὡνὴρ τοὺς Μουσέων πάντας ἔσεισε κάλους.

ἀείδει δ' Ἑκάλης τε φιλοξείνοιο καλιὴν

   καί, Θησεῖ Μαραθὼν οὓς ἐπέθηκε πόνους·

τοῦ σοὶ καὶ νεαρὸν χειρῶν σθένος εἴη ἀρέσθαι,

   Μάρκελλε, κλεινοῦ τ' αἶνον ἴσον βιότου.

ΑΝΤΙΦΙΛΟΥ

Κἠν πρύμνῃ λαχέτω μέ ποτε στιβὰς αἵ θ' ὑπὲρ αὐτὴν

   ἠχεῦσαι ψακάδων τύμματα διφθερίδες,

καὶ πῦρ ἐκ μυλάκων βεβιημένον ἥ τ' ἐπὶ τούτων

   χύτρη καὶ κενεὸς πομφολύγων θόρυβος·

καί κε ῥυπῶντ' ἐσίδοιμι διήκονον, ἡ δὲ τράπεζα

   ἔστω μοι πρώτη νηὸς ὕπερθε σανίς.

δός, λάβε καὶ ψιθύρισμα τὸ ναυτικόν. εἶχε τύχη τις

   πρῴην τοιαύτη τὸν φιλόκοινον ἐμέ.

ΑΔΗΛΟΝ

Τρηχὺν δ' ὑπερβὰς φραγμὸν ἐξήνθιζε κλώψ.

ΒΙΑΝΟΡΟΣ

Κοῦρον ἀποπλανίην ἐπιμάζιον Ἑρμώνακτα,

   φεῦ, βρέφος ὡς ἀδίκως εἵλετε βουγενέες.

ἠγνοίησεν ὁ δειλὸς ἐς ὑμέας οἷα μελίσσας

   ἐλθών· αἱ δ' ἔχεων ἦτε χερειότεραι·

ἀντὶ δέ οἱ θοίνης ἐνεμάξατε φοίνια κέντρα,

   ὦ πικραί, γλυκερῆς ἀντίπαλοι χάριτος.

ΑΝΤΙΦΙΛΟΥ

Κρηναῖαι λιβάδες, τί πεφεύγατε; ποῦ τόσον ὕδωρ;

   τίς φλὸξ ἀενάους ἔσβεσεν ἠελίου; ‑

Δάκρυσιν Ἀγρικόλαο τετρύμεθα· πᾶν δ', ὅσον ἡμῖν

   ἦν ποτόν, ἡ κείνου διψὰς ἔχει σποδιή.

ΑΝΤΙΠΑΤΡΟΥ

Κλεινὴν οὐκ ἀπόφημι· σὲ γὰρ προπάροιθεν ἔθηκαν

   κλῄζεσθαι πτηνοί, Τῆνε, Βορηιάδαι.

ἀλλὰ καὶ Ὀρτυγίην εἶχε κλέος, οὔνομα δ' αὐτῆς

   ἤρχετο Ῥιπαίων ἄχρις Ὑπερβορέων.

νῦν δὲ σὺ μὲν ζώεις, ἡ δ' οὐκέτι. τίς κεν ἐώλπει

   ὄψεσθαι Τήνου Δῆλον ἐρημοτέρην;

ΑΝΤΙΦΙΛΟΥ

Καλχηδὼν δύστηνον ἐρωδιὸν ἐχθρὰ κολάζει. ‑

   Τεῦ χάριν ὁ προδότης ὄρνις ἀεὶ λέγεται; ‑

Φοῖβος ἐρεῖ· τεναγῖτιν ὅτ' εἰς ἅλα κῶλον ἐλαφρὸν

   στήσας ψαμμίτην δόρπον ἐθημολόγει,

δυσμενέες τότ' ἔβησαν ἐπὶ πτόλιν ἀντιπέρηθεν,

   ὀψὲ διδασκόμενοι πεζοβατεῖν πέλαγος. ‑

Βάλλετε δὴ κακὸν ὄρνιν, ἐπεὶ βαρὺν ἤρατο μισθὸν

   ἐκ δηίων, κόχλους καὶ βρύον, ὁ προδότης.

ΑΝΤΙΠΑΤΡΟΥ

Καὶ Μακεδὼν ὁ σίδηρος ἐν ἄορι καὶ τὰ πρὸς ἀλκὴν

   τῆς ἀπ' Ἀλεξάνδρου χειρὸς ἐπιστάμενος,

Πείσων, σὴν ποθέων ἱκόμην χέρα· τοῦτο δὲ φωνῶ·

   Χαίρων δεξιτερὴν εὗρον ὀφειλομένην.

ΑΛΛΟ

Λευκάδος ἀντί με Καῖσαρ ἰδ' Ἀμβρακίης ἐριβώλου

   Θυρρείου τε πέλειν ἀντί τ' Ἀνακτορίου

Ἄργεος Ἀμφιλόχου τε καὶ ὁππόσα ῥαίσατο κύκλῳ

   ἄστε' ἐπιθρῴσκων δουρομανὴς πόλεμος

εἵσατο Νικόπολιν, θείην πόλιν· ἀντὶ δὲ νίκης

   Φοῖβος ἄναξ ταύτην δέχνυται Ἀκτιάδος.

ΑΡΓΕΝΤΑΡΙΟΥ

Λάθριος, Ἡράκλεια, καλῶν ὑπὸ χείλεσιν ἕλκεις

   κεῖνο, πάλαι κατὰ σοῦ τοῦτ' ἐβόησε πόλις.

πῶς ἔτλης αἶσχος ῥέξαι κακόν; ἦ σε βιαίως

   εἵλκυσέ τις θαλερῶν δραξάμενος πλοκάμων;

ἤ σοι τοὔνομα τερπνὸν ἀφ' Ἡρακλῆος ἐχούσῃ,

   μάχλε, φιλεῖν ἥβην κέκριται ἠιθέων;

ΚΡΙΝΑΓΟΡΟΥ

Νῆσον τήνδ' εἰ καί με περιγράψαντες ἐροῦσιν

   μετρῆσαι βαιήν, ἑπτὰ μόνον σταδίους,

ἔμπης καὶ τίκτουσαν ἐπ' αὔλακα πῖαρ, ἀροτρεῦ,

   ὄψει καὶ παντὸς κάρπιμον ἀκροδρύου

καὶ πολλοῖς εὔαγρον ὑπ' ἰχθύσι καὶ ὑπὸ μαίρῃ

   εὐάνεμον λιμένων τ' ἤπιον ἀτρεμίῃ,

ἀγχόθι Κορκύρης Φαιηκίδος· ἀλλὰ γελᾶσθαι

   τῷ ἔπ' ἐωρίσθην, τοῦτ' ἐθέμην ὄνομα.

ΖΩΝΑ

Νύμφαι ἐποχθίδιαι Νηρηίδες, εἴδετε Δάφνιν

   χθιζόν, ἐπαχνιδίαν ὡς ἀπέλουσε κόνιν,

ὑμετέραις λιβάδεσσιν ὅτ' ἔνθορε σειριόκαυτος

   ἠρέμα φοινιχθεὶς μᾶλα παρηίδια.

εἴπατέ μοι, καλὸς ἦν; ἢ ἐγὼ τράγος οὐκ ἄρα κνάμαν

   μοῦνον ἐγυιώθην, ἀλλ' ἔτι καὶ κραδίαν;

ΑΝΤΙΠΑΤΡΟΥ

Ὁ σταδιεὺς Ἀρίης ὁ Μενεκλέος οὐ κατελέγχει

   Περσέα, σὸν κτίστην, Ταρσέ, Κίλισσα πόλι.

τοῖοι γὰρ παιδὸς πτηνοὶ πόδες, οὐδ' ἂν ἐκείνῳ

   οὐδ' αὐτὸς Περσεὺς νῶτον ἔδειξε θέων·

ἢ γὰρ ἐφ' ὑσπλήγων ἢ τέρματος εἶδέ τις ἄκρου

   ἠίθεον, μέσσῳ δ' οὔποτ' ἐνὶ σταδίῳ.

ΕΡΥΚΙΟΥ

Ὁ τράγος ὁ Κλήσωνος ὅλαν διὰ πάννυχον ὄρφναν

   αἶγας ἀκοιμάτους θῆκε φριμασσόμενος ‑

ὀδμὰ γάρ μιν ἔτυψε λύκου χιμαροσφακτῆρος

   τηλόθε πετραίαν αὖλιν ἀνερχομένου ‑

μέσφα κύνες κοίτας ἀνεγέρμονες ἐπτοίασαν

   θῆρα μέγαν· τραγίνους δ' ὕπνος ἔμυσε κόρας.

ΚΡΙΝΑΓΟΡΟΥ

Πλοῦς μοι ἐπ' Ἰταλίην ἐντύνεται· ἐς γὰρ ἑταίρους

   στέλλομαι, ὧν ἤδη δηρὸν ἄπειμι χρόνον.

διφέω δ' ἡγητῆρα περίπλοον, ὅς μ' ἐπὶ νήσους

   Κυκλάδας ἀρχαίην τ' ἄξει ἐπὶ Σχερίην·

σύν τί μοι ἀλλά, Μένιππε, λάβευ, φίλος, ἵστορα κύκλον

   γράψας, ὦ πάσης ἴδρι γεωγραφίης.

ΤΟΥ ΑΥΤΟΥ

Ῥιγηλὴ πασῶν ἔνοσι χθονός, εἴτε σε πόντου,

   εἴτ' ἀνέμων αἴρει ῥεῦμα τινασσόμενον,

οἰκία μοι ῥύευ νεοτευχέα· δεῖμα γὰρ οὔπω

   ἄλλο τόσον γαίης οἶδ' ἐλελιζομένης.

ΦΙΛΙΠΠΟΥ

Τίς σε πάγος δυσέρημος ἀνήλιος ἐξέθρεψεν

   Βορραίου Σκυθίης ἄμπελον ἀγριάδα

ἢ Κελτῶν νιφοβλῆτες ἀεὶ κρυμώδεες Ἄλπεις

   τῆς τε σιδηροτόκου βῶλος Ἰβηριάδος;

ἣ τοὺς ὀμφακόραγας ἐγείναο, τοὺς ἀπεπάντους

   βότρυας, οἳ στυφελὴν ἐξέχεον σταγόνα.

δίζημαι, Λυκόεργε, τεὰς χέρας, ὡς ἀπὸ ῥίζης

   κλήματος ὠμοτόκου βλαστὸν ὅλον θερίσῃς.

ΚΡΙΝΑΓΟΡΟΥ

Ψιττακὸς ὁ βροτόγηρυς ἀφεὶς λυγοτευχέα κύρτον

   ἤλυθεν ἐς δρυμοὺς ἀνθοφυεῖ πτέρυγι·

αἰεὶ δ' ἐκμελετῶν ἀσπάσμασι Καίσαρα κλεινὸν

   οὐδ' ἀν' ὄρη λήθην ἤγαγεν οὐνόματος·

ἔδραμε δ' ὠκυδίδακτος ἅπας οἰωνὸς ἐρίζων,

   τίς φθῆναι δύναται δαίμονι χαῖρ' ἐνέπειν.

Ὀρφεὺς θῆρας ἔπεισεν ἐν οὔρεσι· ναὶ δὲ σέ, Καῖσαρ,

   νῦν ἀκέλευστος ἅπας ὄρνις ἀνακρέκεται.

ΛΕΩΝΙΔΑ

Τὸν φιλοπωριστὴν Δημόκριτον ἤν που ἐφεύρῃς,

   ὤνθρωπ', ἄγγειλον τοῦτο τὸ κοῦφον ἔπος,

ὡς ἡ λευκοόπωρος ἐγὼ καὶ ἐφώριος ἤδη

   κείνῳ συκοφορῶ τὰς ἀπύρους ἀκόλους·

σπευσάτω, οὐκ ὀχυρὴν γὰρ ἔχω στάσιν, εἴπερ ὀπώρην

   ἀβλήτου χρῄζει δρέψαι ἀπ' ἀκρεμόνος.

ΝΙΚΙΟΥ

Αἰόλον ἱμεροθαλὲς ἔαρ φαίνουσα, μέλισσα

   ξουθά, ἐφ' ὡραίοις ἄνθεσι μαινομένα,

χῶρον ἐφ' ἡδύπνοον πωτωμένα, ἔργα τίθευ σύ,

   ὄφρα τεὸς πλήθῃ κηροπαγὴς θάλαμος.

ΚΑΛΛΙΜΑΧΟΥ

Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν· εἰ δ' ἐπὶ κισσὸν

   τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει,

ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν

   φθέγξονται, κείνου δ' Ἑλλὰς ἀεὶ σοφίην.

ΤΟΥ ΑΥΤΟΥ

Μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ

   ῥῆσις· ὁ μὲν Νικῶ φησὶ τὸ μακρότατον·

ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται

   Πῶς ἔβαλες; φησί· Σκληρὰ τὰ γιγνόμενα.

τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο

   τοὖπος· ἐμοὶ δ', ὦναξ, ἡ βραχυσυλλαβίη.

ΑΝΤΙΠΑΤΡΟΥ

Ἡ καὶ ἔτ' ἐκ βρέφεος κοιμωμένη Ἀντιοδημὶς

   πορφυρέων, Παφίης νοσσίς, ἐπὶ κροκύδων,

ἡ τακεραῖς λεύσσουσα κόραις μαλακώτερον ὕπνου,

   Λύσιδος ἀλκυονίς, τερπνὸν ἄθυρμα Μέθης,

ὑδατίνους φορέουσα βραχίονας, ἣ μόνη ὀστοῦν

   οὐ λάχεν ‑ ἦν γὰρ ὅλη τοὐν ταλάροισι γάλα ‑ ,

Ἰταλίην ἤμειψεν, ἵνα πτολέμοιο καὶ αἰχμῆς

   ἀμπαύσῃ Ῥώμην μαλθακίνῃ χάριτι.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς,

   Νεῖλε, μετ' εἰκαίης ἐξεφόρησας ὁδοῦ.

αὐτὸς δ' οἰκείης ὁ γέρων ἐπενήξατο βώλου

   ναυηγὸς πάσης ἐλπίδος ὀλλυμένης

γείτονος ἡμίθραυστον ἐπ' αὔλιον· Ὦ πολύς, εἴπας,

   μόχθος ἐμὸς πολιῆς τ' ἔργα περισσὰ χερός,

ὕδωρ πᾶν ἐγένεσθε· τὸ δὲ γλυκὺ τοῦτο γεωργοῖς

   κῦμ' ἐπ' Ἀρισταγόρην ἔδραμε πικρότατον.

ΕΜΠΕΔΟΚΛΕΟΥΣ

Ἤδη γάρ ποτ' ἐγὼ γενόμην κοῦρός τε κόρη τε

θάμνος τ' οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς ...

-

Ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος

ναίετ' ἀν' ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων,

χαίρετ'· ἐγὼ δ' ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς

πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν,

ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις.

ΦΙΛΟΔΗΜΟΥ

Ξανθὼ κηρόπλαστε, μυρόχροε, μουσοπρόσωπε,

   εὔλαλε, διπτερύγων καλὸν ἄγαλμα Πόθων,

ψῆλόν μοι χερσὶ δροσιναῖς μύρον· Ἐν μονοκλίνῳ

   δεῖ με λιθοδμήτῳ δή ποτε πετριδίῳ

εὕδειν ἀθανάτως πουλὺν χρόνον. ᾆδε πάλιν μοι,

   Ξανθάριον, ναὶ ναί, τὸ γλυκὺ τοῦτο μέλος.

οὐκ ἀίεις, ὤνθρωφ', ὁ τοκογλύφος; ἐν μονοκλίνῳ

   δεῖ σὲ βιοῦν αἰεί, δύσμορε, πετριδίῳ.

ΑΔΕΣΠΟΤΟΝ

Ἔκλαγεν ἐκ Θηβῶν μέγα Πίνδαρος· ἔπνεε τερπνὰ

   ἡδυμελεῖ φθόγγῳ μοῦσα Σιμωνίδεω·

λάμπει Στησίχορός τε καὶ Ἴβυκος· ἦν γλυκὺς Ἀλκμάν·

   λαρὰ δ' ἀπὸ στομάτων φθέγξατο Βακχυλίδης·

Πειθὼ Ἀνακρείοντι συνέσπετο· ποικίλα δ' αὐδᾷ

   Ἀλκαῖος, κύκνος Λέσβιος, Αἰολίδι.

ἀνδρῶν δ' οὐκ ἐνάτη Σαπφὼ πέλεν, ἀλλ' ἐρατειναῖς

   ἐν Μούσαις δεκάτη Μοῦσα καταγράφεται.

ΛΟΥΚΙΛΛΙΟΥ

Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ' ἀείδειν,

   ἔγραφε ποιμαίνων, ὡς λόγος, Ἡσίοδος.

Μῆνιν ἄειδε, θεά, καὶ Ἄνδρα μοι ἔννεπε, Μοῦσα,

   εἶπεν Ὁμηρείῳ Καλλιόπη στόματι.

κἀμὲ δὲ δεῖ γράψαι τι προοίμιον. ἀλλὰ τί γράψω

   δεύτερον ἐκδιδόναι βιβλίον ἀρχόμενος;

Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διός, οὐκ ἂν ἐσώθην,

   εἰ μή μοι Καῖσαρ χαλκὸν ἔδωκε Νέρων.

ΑΜΜΙΑΝΟΥ

Μὴ σύ γ' ἐπ' ἀλλοτρίης, ὤνθρωφ', ἵζοιο τραπέζης

   ψωμὸν ὀνείδειον γαστρὶ χαριζόμενος,

ἄλλοτε μὲν κλαίοντι καὶ ἐστυγνωμένῳ ὄμμα

   συγκλαίων καὖθις σὺν γελόωντι γελῶν,

οὔτε σύ γε κλαυθμοῦ κεχρημένος οὔτε γέλωτος

   καὶ κλαιωμιλίη καὶ γελοωμιλίη.

[ΑΛΛΟ]

Ἡμάξευσα καὶ αὐτὸς ὁ τρισδύστηνος Ἄναξις

   τοῦτον δύσζῳον κοὐ βίοτον βίοτον.

οὐ μὴν πολλὸν ἐπὶ χρόνον ἤλασα· λὰξ δὲ πατήσας

   λυσσώδη ζωὴν ἤλυθον εἰς Ἀίδεω.

ΦΙΛΙΠΠΟΥ

Οὐρανὸς ἄστρα τάχιον ἀποσβέσει ἢ τάχα νυκτὸς

   ἠέλιος φαιδρὴν ὄψιν ἀπεργάσεται

καὶ γλυκὺ νᾶμα θάλασσα βροτοῖς ἀρυτήσιμον ἕξει

   καὶ νέκυς εἰς ζωῶν χῶρον ἀναδράμεται,

ἤ ποτε Μαιονίδαο βαθυκλεὲς οὔνομ' Ὁμήρου

   λήθη γηραλέων ἁρπάσεται σελίδων.

ΝΙΚΑΡΧΟΥ

Παρθένε Τριτογένεια, τί τὴν Κύπριν ἄρτι με λυπεῖς,

   ἁρπάξασα δ' ἐμὸν δῶρον ἔχεις παλάμῃ;

μέμνησαι, τὸ πάροιθεν ἐν Ἰδαίοις σκοπέλοισιν

   ὡς Πάρις οὐ σὲ καλήν, ἀλλ' ἔμ' ἐδογμάτισεν.

σὸν δόρυ καὶ σάκος ἐστίν· ἐμὸν δὲ τὸ μῆλον ὑπάρχει·

   ἀρκεῖ τῷ μήλῳ κεῖνος ὁ πρὶν πόλεμος.

ΠΤΟΛΕΜΑΙΟΥ

Οἶδ', ὅτι θνατὸς ἐγὼ καὶ ἐφάμερος· ἀλλ' ὅταν ἄστρων

   μαστεύω πυκινὰς ἀμφιδρόμους ἕλικας,

οὐκέτ' ἐπιψαύω γαίης ποσίν, ἀλλὰ παρ' αὐτῷ

   Ζανὶ θεοτρεφέος πίμπλαμαι ἀμβροσίης.

ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ

Ὧν ἥδε βίβλος ἔνδον ὠδίνω, φίλε,

βαθὺς χαρακτὴρ καὶ περισκελὴς ἄγαν·

δεῖται κολυμβητοῦ δὲ πάντως Δηλίου.

εἰ δ' αὖ κυβιστήσει τις εἰς ἐμοὺς μυχοὺς

καὶ πᾶν μεταλλεύσειεν ἀκριβῶς βάθος,

γεωμετρῶν τὰ πρῶτα λήψεται γέρα,

σοφὸς δ' ἀναμφίλεκτος εἰσκριθήσεται.

τούτων δὲ μάρτυς ἐγγυητής τε Πλάτων.

ΤΟΥ ΑΥΤΟΥ

Σχῆμα παλαιοτάτων ἀνδρῶν κηρύκιον ἄθρει,

Θρινακίης οἰκιστὰ Κορίνθιε, ὅς ποτ' ἔπινες

ἀμφιβόητα ῥέεθρα Συρηκοσίης Ἀρεθούσης.

ΑΔΗΛΟΝ

Μὴν ὑπάτων πρῶτος. ὁ δὲ δεύτερος αὔλακα τέμνει.

ὁ τρίτος Αὐσονίων γενεὴν ἐπὶ μῶλον ἐγείρει.

τέτρατος ἀγγέλλει ῥοδοδάκτυλον εἴαρος ὥρην.

εἰμὶ ῥόδων γενέτης. καὶ ἐγὼ κρίνα λευκὰ κομίζω.

οὗτος ἀμαλλοδέτης. τὰ δ' ἐμὰ πτερὰ Νεῖλον ἐγείρει.

οὗτος ἐρισταφύλῳ πεφιλημένος ἔπλετο Βάκχῳ.

τεύχω δ' οἶνον ἐγὼ μελιηδέα, χάρμα βροτοῖσι.

δαῖτα φέρω χαρίεσσαν ἐς οὔνομα φωτὸς ἑκάστου.

φορμίζειν δεδάηκα καὶ ὑπνώοντας ἐγείρειν.

ΑΔΗΛΟΝ

Τοξότα, Πιερίδων μεδέων, ἑκατηβόλε Φοῖβε,

εἰπὲ κασιγνήτῃ, κρατεροὺς ἵνα θῆρας ἐγείρῃ,

ὅσσον ἐπιψαῦσαι μερόπων δέμας, ὅσσον ἀῦσαι

λαῶν τερπομένων ἱερὸν στόμα, μηδὲ νοήσω

Ζηνὸς Μειλιχίοιο λαχὼν θρόνον ἀνέρος οἶτον.

ΑΔΗΛΟΝ

Ἀρμενίων τάδε φῦλα καὶ ἄλκιμον ἔθνος Ἰβήρων

Χριστοῦ ζῆλον ἔχοντες ἑκούσιον ἐς ζυγὸν ἦλθον

θεσμῷ ὑποδρήσσοντες ἀνικήτων βασιλήων.

ΑΔΕΣΠΟΤΟΝ

Ὦ φίλος, εἰ σοφὸς εἶ, λάβε μ' ἐς χέρας· εἰ δέ γε πάμπαν

   νῆις ἔφυς Μουσέων, ῥῖψον, ἃ μὴ νοέεις.

εἰμὶ γὰρ οὐ πάντεσσι βατός, παῦροι δ' ἀγάσαντο

   Θουκυδίδην Ὀλόρου, Κεκροπίδην τὸ γένος.

ΑΛΛΟ

Εὔνομον, ὤπολλον, σὺ μὲν οἶσθά με, πῶς ποτ' ἐνίκων

   Σπάρτιν ὁ Λοκρὸς ἐγώ· πευθομένοις δ' ἐνέπω.

αἰόλον ἐν κιθάρᾳ νόμον ἔκρεκον· ἐν δὲ μεσεύσᾳ

   ᾠδᾷ μοι χορδὰν πλᾶκτρον ἀπεκρέμασεν.

καί μοι φθόγγον ἑτοῖμον ὁπανίκα καιρὸς ἀπῄτει,

   εἰς ἀκοὰς ῥυθμῶν τὠτρεκὲς οὐκ ἔνεμεν·

καί τις ἀπ' αὐτομάτω κιθάρας ἐπὶ πῆχυν ἐπιπτὰς

   τέττιξ ἐπλήρου τοὐλλιπὲς ἁρμονίας.

νεῦρα γὰρ ἓξ ἐτίνασσον· ὅθ' ἑβδομάτας δὲ μελοίμαν

   χορδᾶς, τὰν τούτω γῆρυν ἐκιχράμεθα·

πρὸς γὰρ ἐμὰν μελέταν ὁ μεσαμβρινὸς οὔρεσιν ᾠδὸς

   τῆνο τὸ ποιμενικὸν φθέγμα μεθηρμόσατο,

καὶ μὲν ὅτε φθέγγοιτο, σὺν ἀψύχοις τόκα νευραῖς

   τῷ μεταβαλλομένῳ συμμετέπιπτε θρόῳ.

τοὔνεκα συμφώνῳ μὲν ἔχω χάριν· ὃς δὲ τυπωθεὶς

   χάλκεος ἁμετέρας ἕζεθ' ὑπὲρ κιθάρας.

ΑΔΗΛΟΝ

Τέσσαρές εἰσιν Ἔρωτες· ὁ μὲν στέφος ἀμφικαλύπτει

μητρὸς ἑῆς· ὁ δὲ χεῖλος ἔχει ποτὶ πίδακι μαζοῦ·

οἱ δὲ δύω παίζουσι παρ' ἴχνεσιν· εἷμα δὲ κρύπτει

μηρῷ γείτονα χῶρον ὅλης γυμνῆς Ἀφροδίτης.

ΚΟΜΗΤΑ ΧΑΡΤΟΥΛΑΡΙΟΥ

Εἰπέ, νομεῦ, τίνος εἰσὶ φυτῶν στίχες; ‑ Αἱ μὲν ἐλαῖαι

   Παλλάδος, αἱ δὲ πέριξ ἡμερίδες Βρομίου. ‑

Καὶ τίνος οἱ στάχυες; ‑ Δημήτερος. ‑ Ἄνθεα ποίων

   εἰσὶ θεῶν; ‑ Ἥρης καὶ ῥοδέης Παφίης. ‑

Πὰν φίλε, πηκτίδα μίμνε τεοῖς ἐπὶ χείλεσι σύρων,

   Ἠχὼ γὰρ δήεις τοῖσδ' ἐνὶ θειλοπέδοις.

ΕΥΤΟΛΜΙΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ

Βάκχῳ καὶ Νύμφαις μέσος ἵσταμαι· ἐν δὲ κυπέλλοις

   αἰεὶ τόνδε χέω τὸν παραλειπόμενον.

ΑΛΚΑΙΟΥ

Οἷον ὁρῇς, ὦ ξεῖνε, τὸ χάλκεον εἰκόνι λῆμα

   Κλειτομάχου, τοίαν Ἑλλὰς ἐσεῖδε βίαν·

ἄρτι γὰρ αἱματόεντα χερῶν ἀπελύετο πυγμᾶς

   ἔντεα καὶ γοργῷ μάρνατο παγκρατίῳ·

τὸ τρίτον οὐκ ἐκόνισεν ἐπωμίδας, ἀλλὰ παλαίσας

   ἀπτὼς τοὺς τρισσοὺς Ἰσθμόθεν εἷλε πόνους.

μοῦνος δ' Ἑλλάνων τόδ' ἔχει γέρας· ἑπτάπυλοι δὲ

   Θῆβαι καὶ γενέτωρ ἐστέφεθ' Ἑρμοκράτης.

ΑΔΗΛΟΝ

Αὐτὴν μητρυιὴν τεχνήσατο· τοὔνεκα μαζὸν

   εἰς νόθον ὁ πλάστης οὐ προσέθηκε γάλα.

ΑΔΗΛΟΝ

Ἡ τέχνη συνάγειρεν, ἃ μὴ φύσις, εἶπεν ὁ πλάστης,

   μῆτερ νόσφι τόκων, νυμφίε νόσφι γάμων.

ΑΔΗΛΟΝ

Ἄρεα καὶ Παφίην ὁ ζωγράφος εἰς μέσον οἴκου

   ἀμφιπεριπλέγδην γέγραφεν ἀμφοτέρους·

ἐκ θυρίδος δὲ μολὼν Φαέθων πολυπάμφαος αἴγλῃ

   ἔστη ἀμηχανόων ἀμφοτέρους σκοπέων.

Ἠέλιος βαρύμηνις ἕως τίνος; οὐδ' ἐπὶ κηροῦ

   ἤθελεν ἀψύχου τὸν χόλον ἐξελάσαι.

ΑΔΗΛΟΝ

Ὢ πόσον εὐήθης ὁ ζωγράφος, ὅττι χαράσσει

   κοίρανον εἰρήνης ἀσπίδι τικτόμενον.

ΑΔΗΛΟΝ

Οἶκτον ὁμοῦ καὶ λύσσαν ἐτήτυμον ἔνθεος ἀνὴρ

μαρμάρῳ ἐγκατέμιξε, βιαζομένην δ' ὑπὸ τέχνης

λαϊνέην Μήδειαν ὅλης ἔμνησεν ἀνίης.

ΑΔΗΛΟΝ

Ζωγράφε τὰν μορφὰν ἀπομάξας, αἴθ' ἐνὶ κηρῷ

   καὶ ψυχὰν ἐδάης Σωκρατικὰν βαλέειν.

ΑΔΗΛΟΝ

... αὐτὸς ἑαυτὸν ἐν εἰκόνι γράψεν Ἀπελλῆς.

Ἡ Μήδων ἄδικον παύσασ' ὕβριν ἥδε Σόλωνα

   τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.

ΑΛΛΟ

Τόνδε δοριστέφανος Σπάρτα Χείλωνα φύτευσεν,

   ὃς τῶν ἑπτὰ Σοφῶν πρῶτος ἔφυ σοφίᾳ.

ΚΟΜΗΤΑ ΣΧΟΛΑΣΤΙΚΟΥ

Νωθρὸς ἐγὼ τελέθεσκον ἀπ' ἰξύος ἐς πόδας ἄκρους,

   τῆς πρὶν ἐνεργείης δηρὸν ἀτεμβόμενος,

ζωῆς καὶ θανάτοιο μεταίχμιον, Ἄϊδι γείτων,

   μοῦνον ἀναπνείων, τἆλλα δὲ πάντα νέκυς.

ἀλλὰ σοφός με Φίλιππος, ὃν ἐν γραφίδεσσι δοκεύεις,

   ζώγρησεν κρυερὴν νοῦσον ἀκεσσάμενος·

αὖθις δ' Ἀντωνῖνος, ἅπερ πάρος, ἐν χθονὶ βαίνω

   καὶ ποσὶ πεζεύω καὶ ὅλος αἰσθάνομαι.

ΘΕΟΚΡΙΤΟΥ

Τὸν τῶ Ζανὸς ὅδ' ὗμιν υἱὸν ὡνήρ,

τὸν λειοντομάχαν, τὸν ὀξύχειρα,

πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν

Πείσανδρος συνέγραψεν οὑκ Καμίρου,

χὤσσους ἐξεπόνασεν, εἶπ' ἀέθλους·

τοῦτον δ' αὐτὸν ὁ δᾶμος, ὡς σάφ' εἰδῇς,

ἔστασ' ἐνθάδε χάλκεον ποήσας

πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.

ΤΟΥ ΑΥΤΟΥ

Θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε,

   σπουδᾷ καὶ λέγ', ἐπὰν ἐς οἶκον ἔνθῃς·

Ἀνακρέοντος εἰκόν' εἶδον ἐν Τέῳ,

   τῶν πρόσθ' εἴ τι περισσὸν ᾠδοποιοῦ.

προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο,

   ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.

ΤΟΥ ΑΥΤΟΥ

Ἅ τε φωνὰ Δώριος χὠνὴρ ὁ τὰν κωμῳδίαν

   εὑρών, Ἐπίχαρμος.

   ὦ Βάκχε, χάλκεόν νιν ἀντ' ἀλαθινοῦ

   τὶν ὧδ' ἀνέθηκαν,

τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει,

   οἷ, ἀνδρὶ πολίτᾳ,

   ‑ σωρὸν γὰρ εἶχε ῥημάτων ‑ μεμναμένοι

   τελεῖν ἐπίχειρα·

πολλὰ γὰρ ποττὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα·

   μεγάλα χάρις αὐτῷ.

ΑΔΕΣΠΟΤΟΝ

Τὸ ξόανον τὸ περισσὸν Ἀεξιμένης Ἀφροδίτᾳ

   εἵσατο, τῆς πάσης ναυτιλίης φυλακᾷ.

χαῖρ', ὦ πότνια Κύπρι, διδοῦσα δὲ κέρδεα, πλοῦτον

   ἄρμενον, εἰδήσεις, ναῦς ὅτι κοινότατον.

ΕΥΗΝΟΥ ΑΘΗΝΑΙΟΥ

Ἅ ποτε παρθενικαῖσιν ἱλασκομένα παλάμῃσιν

   Κύπριδα, σὺν πεύκαις καὶ γάμον εὐξαμένα,

κουριδίους ἤδη θαλάμων λύσασα χιτῶνας,

   ἀνδρὸς ἄφαρ μηρῶν ἐξελόχευσα τύπους·

νυμφίος ἐκ νύμφης δὲ κικλήσκομαι, ἐκ δ' ‹Ἀφροδίτας›

   Ἄρεα καὶ βωμοὺς ἔστεφον Ἡρακλέους.

Θῆβαι Τειρεσίην ἔλεγόν ποτε, νῦν δ' ἐμὲ Χαλκὶς

   τὴν πάρος ἐν μίτραις ἠσπάσατ' ἐν χλαμύδι.

ΑΝΤΙΠΑΤΡΟΥ

Πέντε Διωνύσοιο θεραπνίδες αἵδε Σαώτεω

   ἐντύνουσι θοᾶς ἔργα χοροστασίης·

ἁ μὲν ἀερτάζουσα δέμας βλοσυροῖο λέοντος,

   ἁ δὲ Λυκαόνιον καλλίκερων ἔλαφον,

ἁ τριτάτα δ' οἰωνὸν ἐύπτερον, ἁ δὲ τετάρτα

   τύμπανον, ἁ πέμπτα χαλκοβαρὲς κρόταλον·

πᾶσαι φοιταλέαι τε παρηόριόν τε νόημα

   ἐκπλαγέες λύσσᾳ δαίμονος εὐιάδι.

ΝΟΣΣΙΔΟΣ

Θαυμαρέτας μορφὰν ὁ πίναξ ἔχει· εὖ γε τὸ γαῦρον

   τεῦξε τό θ' ὡραῖον τᾶς ἀγανοβλεφάρου.

σαίνοι κέν σ' ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα

   δέσποιναν μελάθρων οἰομένα ποθορῆν.

ΤΗΣ ΑΥΤΗΣ

Τὸν πίνακα ξανθᾶς Καλλὼ δόμον εἰς Ἀφροδίτας

   εἰκόνα γραψαμένα πάντ' ἀνέθηκεν ἴσαν.

ὡς ἀγανῶς ἕστακεν· ἴδ', ἁ χάρις ἁλίκον ἀνθεῖ.

   χαιρέτω· οὔ τινα γὰρ μέμψιν ἔχει βιοτᾶς.

ΑΔΕΣΠΟΤΟΝ

Ἣν τὸ πάρος φιλέεσκεν Ἄρης, σκοπίαζε Κυθείρην

   ἐνθάδε λουομένην νάμασι φαιδροτάτοις·

δέρκεο νηχομένην· μὴ δείδιθι· οὐ γὰρ Ἀθήνην

   παρθένον εἰσοράᾳς, οἷά τε Τειρεσίας.

ΑΛΛΟ

Αἱ Χάριτες λούσαντο· ἀμειψάμεναι δὲ λοετρὸν

   δῶκαν ἑῶν ῥεθέων ὕδασιν ἀγλαΐην.

ΑΛΛΟ

Ἢ τοῖον Κυθέρειαν ὕδωρ τέκεν, ἢ Κυθέρεια

   τοῖον τεῦξεν ὕδωρ, ὃν χρόα λουσαμένη.

ΑΛΛΟ

Τῶν Χαρίτων τόδε λουτρὸν ἀθύρματα· καὶ γὰρ ἐκείνας

   μοῦνας ἔσω παίσδειν τὰς Χάριτας δέχεται.

609b

ΑΛΛΟ

Ὄντως δὴ Χαρίτων λουτρὸν τόδε· οὐδὲ γὰρ ἄλλους

   πλείους χωρῆσαι τοῦτο τριῶν δύναται.

ΑΛΛΟ

Μικρὰ μὲν ἔργα τάδ' ἐστίν, ἔχει δ' ἡδεῖαν ὀπωπὴν

   ὡς ῥόδον ἐν κήποις, ὡς ἴον ἐν ταλάροις.

ΑΛΛΟ

Ἐν μικρῷ μεγάλη λουτρῷ χάρις· ἐν δ' ἐλαχίστῳ

   νάματι λουομένοις ἡδὺς ἔπεστιν Ἔρως.

ΑΛΛΟ

Ὡς κέδρου βραχὺ φύλλον, ἔχει δ' ἡδεῖαν ὀδωδήν,

   οὕτως λουτρὰ τάδε μικρὰ μέν, ἀλλὰ φίλα.

ΑΛΛΟ

Τῆς Μαρίης τὸ λοετρὸν ἰδὼν ὑπεδάκρυε Μῶμος

   εἰπών· Ὡς Μαρίην καὶ σὲ παρερχόμεθα.

ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ ΜΙΝΩΤΑΥΡΟΥ

Μὴ νεμέσα, Ζεύξιππε, παραντέλλοντι λοετρῷ·

καὶ μεγάλην παρ' Ἅμαξαν Ἐρωτύλος ἡδὺ φαείνει.

ΑΛΛΟ

Χῶρος, τίς μερόπων σε λιπαυγέα τὸ πρὶν ἐόντα

   πλούσιον ἐν φέγγει θήκατο λουομένοις;

τίς δὲ καὶ αἰθαλόεντι ῥύπῳ πεπαλαγμένον ἄρτι

   κεῖνον ἀιστώσας φαιδρὸν ἔδειξε δόμον;

φρὴν σοφὴ ὡς πᾶσιν Θεοδωριάς, ὣς ἐτεὸν δὴ

   κἀν τούτῳ καθαρὴν δεικνυμένου κραδίην·

ὃς γὰρ ἐὼν πόλιος κτεάνων ταμίης τε πατήρ τε

   κέρδεσιν ἐξ αὐτῶν οὐκ ἐμίηνε χέρας.

ἀλλὰ θεὸς φιλόπατριν, ἐρισθενὲς ἄφθιτε Χριστέ,

   πήματος αὐτὸν ἄτερ σῷζε τεῇ παλάμῃ.

ΑΛΛΟ

Ἐνθάδε λουσαμένων Χαρίτων ποτὲ θέσκελα πέπλα

βαιὸς Ἔρως ἔκλεψε καὶ ᾤχετο· τὰς δ' ἔλιπ' αὐτοῦ

γυμνὰς αἰδομένας θυρέων ἔκτοσθε φανῆναι.

ΑΛΛΟ

Τὸν ποταμόν, βαλανεῦ, τίς ἐτείχισε; τίς βαλανεῖον

   τὴν κρήνην ψευδῶς τήνδε μετωνόμασεν;

Αἰόλος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσιν

   ὧδε μετοικήσας ἤγαγε τοὺς ἀνέμους.

πρὸς τί δὲ καὶ σανίδες δύο τοῖς ποσὶν αἵδ' ὑπόκεινται;

   οὐ διὰ τὴν θέρμην, τῆς χιόνος δ' ἕνεκα.

Φρίξου καὶ Νάρκης οὗτος τόπος. ἀλλ' ἐπίγραψον·

   Τῷ Μεσορὶ λοῦσαι· πνεῖ γὰρ ἔσω Βορέας.

ΑΛΛΟ

Λωτὸν ἐρεπτομένους προτέρων οὐ ψεύσατο μῦθος·

   πίστιν ἀληθείης τοῦτο τὸ λουτρὸν ἔχει.

εἰ γὰρ ἅπαξ καθαροῖσι λοέσσεται ὕδασιν ἀνήρ,

   οὐ ποθέει πάτρην, οὐκ ἐθέλει γενέτας.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα

   τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη.

ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας εὗρες ἐλέγξαι

   Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην.

νίκησεν τὸ λοετρόν· ἔοικε δὲ τοῦτο βοώσῃ

   Παλλάς· Ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἄγχι μὲν ἐλπὶς ἔρωτος, ἑλεῖν δ' οὐκ ἔστι γυναῖκας·

   εἶρξε πυλὶς Παφίην τὴν μεγάλην ὀλίγη.

ἀλλ' ἔμπης γλυκὺ τοῦτο· ποθοβλήτοις γὰρ ἐπ' ἔργοις

   ἐλπὶς ἀληθείης ἐστὶ μελιχροτέρη.

ΑΔΕΣΠΟΤΟΝ

Ὅσσαις θηλυτέραις ἐστὶν πόθος (ἔστι δὲ πάσαις),

   δεῦρ' ἴτε φαιδροτέρης τευξόμεναι χάριτος.

χἠ μὲν ἔχουσα πόσιν, τέρψει πόσιν· ἡ δ' ἔτι κούρη

   ὀτρυνέει πλείστους ἕδνα πορεῖν λεχέων·

ἡ δὲ φέρουσα πόρους ἀπὸ σώματος ἑσμὸν ἐραστῶν

   ἕξει ἐπὶ προθύροις ἐνθάδε λουσαμένη.

ΑΛΛΟ

Εἴτε σε κουριδίης ἀλόχου γλυκὺς ἵμερος ἴσχει,

   λούεο φαιδρότερος τῇδε φανησόμενος·

εἴτε σε μισθοφόρους ἐπὶ μαχλάδας οἶστρος ὀρίνει,

   λήψῃ κοὐ δώσεις ἐνθάδε λουσάμενος.

ΚΥΡΟΥ ΠΟΙΗΤΟΥ

Κύπρις σὺν Χαρίτεσσι καὶ υἱέι χρυσοβελέμνῳ

   ἐνθάδε λουσαμένη μισθὸν ἔδωκε χάριν.

ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Δείματό με ξυνοῖο παρὰ προθύροισι λοετροῦ

   ἀστὸς ἀνὴρ ἀρετῆς εἵνεκεν, οὐκ ἔριδος.

κεῖνο μέλοι πλεόνεσσιν, ἐγὼ δ' ὀλίγοις τε φίλοις τε

   ἐντύνω προχοὰς καὶ μύρα καὶ χάριτας.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Πιστότατος μερόπων τις ἔοι πυλαωρὸς ἐμεῖο

   κρίνων λουομένων καιρὸν ἐσηλυσίης,

μή τινα Νηιάδων τις ἐμοῖς ἐνὶ χεύμασι γυμνὴν

   ἢ μετὰ καλλικόμων Κύπριν ἴδοι Χαρίτων

οὐκ ἐθέλων· Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.

   τίς γὰρ Ὁμηρείοις ἀντιφέροιτο λόγοις;

ΜΑΡΙΑΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Μητέρα Κύπριν ἔλουσεν Ἔρως ποτὲ τῷδε λοετρῷ

   αὐτὸς ὑποφλέξας λαμπάδι καλὸν ὕδωρ.

ἱδρὼς δ' ἀμβροσίοιο χυθεὶς χροὸς ἄμμιγα λευκοῖς

   ὕδασι, φεῦ, πνοιῆς ὅσσον ἀνῆψεν ἔαρ·

ἔνθεν ἀεὶ ῥοδόεσσαν ἀναζείουσιν ἀυτμὴν

   ὡς ἔτι τῆς χρυσῆς λουομένης Παφίης.

ΤΟΥ ΑΥΤΟΥ

Τᾷδ' ὑπὸ τὰς πλατάνους ἁπαλῷ τετρυμένος ὕπνῳ

   εὗδεν Ἔρως Νύμφαις λαμπάδα παρθέμενος.

Νύμφαι δ' ἀλλήλῃσι· Τί μέλλομεν; αἴθε δὲ τούτῳ

   σβέσσομεν, εἶπον, ὁμοῦ πῦρ κραδίης μερόπων.

λαμπὰς δ' ὡς ἔφλεξε καὶ ὕδατα, θερμὸν ἐκεῖθεν

   Νύμφαι Ἐρωτιάδες λουτροχοεῦσιν ὕδωρ.

ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Ἵππον ἐυρρείτην χρονίῃ μάστιγι δαμέντα

χρυσείῳ πολύολβος ἄναξ ἤγειρε χαλινῷ.

ΙΩΑΝΝΟΥ ΤΟΥ ΒΑΡΒΟΥΚΑΛΟΥ

Αἴθε σέ, Πίνδαρε, μᾶλλον ἐμοῖς ἐκάθηρα ῥεέθροις,

   καί κεν ἄριστον ὕδωρ τοὐμὸν ἔφησθα μόνον.

ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Θερμὰ τάδ' ἀτρεκέως βασιλήια· τήνδε γὰρ αὐτοῖς

   οἱ πρὶν ἀγασσάμενοι θῆκαν ἐπωνυμίην.

οὐ γὰρ ὑπὸ βροτέῳ πυρὶ θάλπεται ἀγλαὸν ὕδωρ,

   αὐτομάτη δὲ λιβὰς τίκτεται αἰθομένη·

οὐδὲ ῥόου ψυχροῦ ποτιδεύεαι ἀμφὶ λοετρά,

   ἀλλ' οἷον ποθέεις, τοῖον ὑπεκφέρεται.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες

   τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης.

ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις

   βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι.

ἔνθεν ἀεξήθην ὀροφηφόρος, ἀντὶ δὲ τιμῆς

   τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.

ΑΔΗΛΟΝ

Χθὼν μυχάτων γυάλων κοιλώμασιν ἀέναον πῦρ

ἔστ' ἂν ἔχῃ, φλοξὶν δὲ περιζείῃ κρυφίαισιν,

ἀτμὸς ἄνω βαίνων εἰς αἰθέρα θερμὸς ἔνερθεν

θλιβόμενος πυριθαλπὲς ἐρεύγεται ἰκμάσιν ὕδωρ.

ΔΑΜΟΧΑΡΙΔΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ

Ἥρῃ καὶ Παφίῃ καὶ Παλλάδι τοῦτο λοετρὸν

   ὥς ποτε τὸ χρυσοῦν ἤρεσε μῆλον ἔχειν·

καὶ τάχα τῆς μορφῆς κρίσις ἔσσεται οὐ Πάρις αὐταῖς,

   εἰκὼν δ' ἀργυφέοις νάμασι δεικνυμένη.

ΑΛΛΟ

Ὤμοσαν αἱ Χάριτες φερεαυγέα κοίρανον αἴγλης

   ἐνθάδε ναιετάειν ἢ παρὰ τῇ Παφίῃ.

ΑΛΛΟ

Δάφνης εὐπετάλοιο φερώνυμόν ἐστι λοετρόν.

ΑΛΛΟ

Τοῦτο ἰδὼν τὸ λοετρὸν ὁ πάνσοφος εἶπεν Ὅμηρος·

Νηπενθές τ' ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.

ΑΛΛΟ

Ἐνθάδε λουσαμένη δέμας ἄμβροτον αὐτίκα Κύπρις

δεῖξεν Ἀλεξάνδρῳ καὶ ἀέθλιον ἥρπασε μῆλον.

ΑΛΛΟ

Αἱ τρεῖς Ὀρχομενοῦ Χάριτες τὸ λοετρὸν ἔτευξαν·

   τοὔνεκα χωρῆσαι τέσσαρας οὐ δύναται.

ΑΛΛΟ

Κύπρις, Ἔρως, Χάριτες, Νύμφαι, Διόνυσος, Ἀπόλλων

   ὤμοσαν ἀλλήλοις ἐνθάδε ναιετάειν.

ΑΛΛΟ

Ἀθάνατοι λούονται ἀνοιγομένου βαλανείου,

πέμπτῃ δ' ἡμίθεοι, μετέπειτα δὲ πήματα πάντα.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Καὶ σὺ μεθ' Ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων

   ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,

Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθεὶς

   οὕτω ἐδουλώθης κοιρανικῇ παλάμῃ·

ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς

   κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Πᾶν τὸ βροτῶν σπατάλημα καὶ ἡ πολύολβος ἐδωδὴ

   ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν.

οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες αἵ θ' ὑπὲρ ἴγδιν

   τρίψιες ἥ τε τόση βρωματομιξαπάτη

γίνεται ἐνθάδε κόπρος· ἀποσσεύει δ' ἄρα γαστήρ,

   ὁππόσα πειναλέη δέξατο λαυκανίη.

ὀψὲ δὲ γινώσκει τις, ὅτ' ἄφρονα μῆτιν ἀείρων

   χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο.

ΤΟΥ ΑΥΤΟΥ

Τί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰ

   οἰμώζεις μελέων πάγχυ βαρυνομένων;

ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις,

   ἐκθλίψαι δοκέων μάστακος ἐργασίην;

μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ

   μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης.

ἀλλ' ἐπὶ μὲν στιβάδος φρονέεις μέγα καὶ στόμα τέρπεις

   βρώμασιν εὐτυχίην κεῖνα λογιζόμενος·

ἐνθάδε δ' ἀσχάλλεις, μούνη δ' ἀλιτήματα λαιμοῦ

   ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.

ΤΟΥ ΑΥΤΟΥ

Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεί,

   μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης·

λιτὰ δέ σοι καὶ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις,

   ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην.

ἔμπης ἀρτίπος ἐσσί, καὶ ἐνθάδε βαιὰ καθεσθεὶς

   αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην·

οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺς

   τύπτεις αὐτομάτως φόρτον ἀπωσάμενος.

τλήμονες οἱ πλουτοῦντες ἰδ' οἱ κείνοισι συνόντες,

   οἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Τμώλῳ ὑπ' ἀνθεμόεντι ῥοὴν πάρα Μαίονος Ἕρμου

   Σάρδιες ἡ Λυδῶν ἔξοχός εἰμι πόλις.

μάρτυς ἐγὼ πρώτη γενόμην Διός, οὐ γὰρ ἐλέγχειν

   λάθριον υἷα Ῥέης ἤθελον ἡμετέρης.

αὐτὴ καὶ Βρομίῳ γενόμην τροφός· ἐν δὲ κεραυνῷ

   ἔδρακον εὐρυτέρῳ φωτὶ φαεινόμενον·

πρώταις δ' ἡμετέρῃσιν ἐν ὀργάσιν οἰνὰς ὀπώρη

   οὔθατος ἐκ βοτρύων ξανθὸν ἄμελξε γάνος.

πάντα με κοσμήσαντο, πολὺς δέ με πολλάκις αἰὼν

   ἄστεσιν ὀλβίστοις εὗρε μεγαιρομένην.

ΑΔΕΣΠΟΤΟΝ

Εἰ πόλιν Ἡρακλῆος ὁμώνυμον οἶσθα καὶ ἄλλην,

   ἴσθι με τὴν Πόντου μηδὲν ἀτιμοτέρην.

ΑΔΕΣΠΟΤΟΝ

Ῥώμη παμβασίλεια, τὸ σὸν κλέος οὔποτ' ὀλεῖται·

   Νίκη γάρ σε φυγεῖν ἄπτερος οὐ δύναται.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Ἀστὸς ἐμοὶ καὶ ξεῖνος ἀεὶ φίλος· οὐ γὰρ ἐρευνᾶν

   Τίς, πόθεν ἠὲ τίνων, ἐστὶ φιλοξενίης.

ΤΟΥ ΑΥΤΟΥ

Εὐσεβίη τὸ μέλαθρον ἀπὸ πρώτοιο θεμείλου

   ἄχρι καὶ ὑψηλοὺς ἤγαγεν εἰς ὀρόφους.

οὐ γὰρ ἀπ' ἀλλοτρίων κτεάνων ληίστορι χαλκῷ

   ὄλβον ἀολλίζων τεῦξε Μακηδόνιος·

οὐδὲ λιπερνήτης κενεῷ καὶ ἀκερδέι μόχθῳ

   κλαῦσε δικαιοτάτου μισθοῦ ἀτεμβόμενος.

ὡς δὲ πόνων ἄμπαυμα φυλάσσεται ἀνδρὶ δικαίῳ,

   ὧδε καὶ εὐσεβέων ἔργα μένοι μερόπων.

ΛΕΟΝΤΙΟΥ

Ἐν μὲν τῇ Ζεύξιππον ἔχω πέλας, ἡδὺ λοετρόν,

   ἐκ δ' ἑτέρης ἵππων χῶρον ἀεθλοφόρων.

τούς ῥα θεησάμενος καὶ τῷδ' ἔνι χρῶτα λοέσσας

   δεῦρο καὶ ἄμπνευσον δαιτὶ παρ' ἡμετέρῃ·

καί κε πάλιν σταδίοις ποτὶ δείελον ὥριος ἔλθοις,

   ἐγγύθεν ἐγγὺς ἰὼν γείτονος ἐκ θαλάμου.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Τρισσόθεν εἰσορόω πολυτερπέα νῶτα θαλάσσης,

   πάντοθεν ἠματίῳ φέγγεϊ βαλλόμενος·

εἰς ἐμὲ γὰρ κροκόπεπλος ὅταν περικίδναται Ἠώς,

   τερπομένη στείχειν πρὸς δύσιν οὐκ ἐθέλει.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Ὥρῃ ἀναψύχω θέρεος καὶ χείματι θάλπω

   τοὐλλιπὲς ὡράων ἐξ ἐμέθεν παρέχων.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν,

   ἔννεπεν Ἀσκραῖος δῶμα τόδε προλέγων.

κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ

   ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην·

ὑψόθι δ' εἰσενόησα θαλασσαίην περιωπήν·

   ναὶ τάχα τῆς ἀρετῆς πιστότατον θάλαμος.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Κερδαλέους δίζεσθε δόμους, ληίστορες, ἄλλους·

   τοῖσδε γάρ ἐστι φύλαξ ἔμπεδος ἡ πενίη.

ΑΔΗΛΟΝ

Ὀτραλέως τολύπευσαν τόνδε δόμον βασιλῆες,

αἰχμὴν ὀλβοδότειραν ἀπὸ σταυροῖο λαχόντες,

αὐτὸς ἄναξ Ἡρακλῆς σὺν Κωνσταντίνῳ υἷι.

ΑΛΛΟ

Οἶκος Ἀναστασίοιο τυραννοφόνου βασιλῆος

μοῦνος ὑπερτέλλω πανυπείροχος ἄστεσι γαίης,

θαῦμα φέρων πάντεσσιν, ἐπεὶ κοσμήτορες ἔργων,

ὕψος ὁμοῦ μῆκός τε καὶ ἄπλετον εὖρος ἰδόντες,

ἀσκεπὲς ἐφράσσαντο πελώριον ἔργον ἐᾶσαι·

ἀλλὰ πολυκμήτοιο λαχὼν πρεσβήια τέχνης

Αἰθέριος πολύιδρις ἐμὴν τεχνήσατο μορφήν,

ἀχράντῳ βασιλῆι φέρων πρωτάγρια μόχθων.

ἔνθεν ἀπειρέσιον μέγεθος περὶ παντὶ τιταίνων

Αὐσονίης νίκησα βοώμενα θαύματα γαίης.

εἶξον ἀρειοτέροισι, χάρις Καπετωλίδος αὐλῆς,

εἰ καὶ χαλκείων ὀρόφων ἀμαρύγματα πέμπεις·

κρύψον ἀμετρήτων μεγάρων στεινούμενον αὐλαῖς,

Πέργαμε, φαιδρὸν ἄγαλμα τεόν, Ῥουφίνιον ἄλσος·

μηδὲ τανυπλεύροισιν ἀρηρότα, Κύζικε, πέτροις

Ἀδριανοῦ βασιλῆος ἀμεμφέα νηὸν ἀείσεις.

οὔ μοι Πυραμίδων ἰκέλη κρίσις οὐδὲ Κολοσσοῦ

οὐδὲ Φάρου· μεγάλην μοῦνος δ' ὑπερέδραμον αἴγλην.

αὐτὸς ἐμὸς σκηπτοῦχος Ἰσαυροφόνον μετὰ νίκην

χρυσοφαές με τέλεσσεν ἐδέθλιον Ἠριγενείης

πάντῃ τετραπόρων ἀνέμων πεπετασμένον αὔραις.

ΜΑΡΙΑΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει

   πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπ' ἠιόνων,

χρύσεα συλλέκτρῳ τάδ' ἀνάκτορα θῆκεν ἀνάσσῃ

   τῇ πολυκυδίστῃ θεῖος ἄναξ Σοφίῃ.

ἄξιον, ὦ Ῥώμη μεγαλοκρατές, ἀντία σεῖο

   κάλλος ἀπ' Εὐρώπης δέρκεαι εἰς Ἀσίην.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Κόσμον Ἰουστῖνος βασιλεὺς ῥυπόωντα καθήρας

   καὶ τὰ μέγιστα Δίκης ἠγλάισεν τεμένη·

σοῖς δὲ πόνοις, Δομνῖνε, κατηφέα νύκτα διώκει

   ἐκ Θέμιδος μεγάρων, ἐκ βιοτῆς μερόπων.

ΘΕΑΙΤΗΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ὡς ἀγαθὸν καὶ παῖς ἐπὶ γήραϊ· φαιδροτέρους γὰρ

   Δομνῖνος θαλάμους μητρὸς ἔτευξε Δίκης.

λάμπω ἐγὼ διὰ παιδός, ὁ παῖς δι' ἐμεῖο φαείνει·

   κύδεα δ' ἀλλήλοις ἀντιχαριζόμεθα.

ΑΔΕΣΠΟΤΟΝ

Χῶρος ἐγὼ θεσμοῖσιν ἀνειμένος· ἐνθάδε πηγὴ

   ἄφθονος Αὐσονίων ἐκκέχυται νομίμων,

ἣ πᾶσιν τέταται μὲν ἀείναος, ἠιθέοις δὲ

   ἐνθάδ' ἀγειρομένοις πάντα δίδωσι ῥόον.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Δένδρον ἐγὼ μακαριστόν, ἐπεί ποτε μεσσόθεν ὕλης

   ἱστάμενον λιγυροῖς ἐτρεφόμην ἀνέμοις,

ὀρνίθων ἐπίβαθρον ἐύθροον· ἀλλὰ σιδήρῳ

   ἐτμήγην κλήρῳ κρείσσονος εὐτυχίης·

ἀντὶ γὰρ ὀρνίθων Κρατεροῦ κρατεροῖς ὑπὸ μύθοις

   ἄρδομαι εὐμούσοις χεύμασι τηλεθάον.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι

   πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος.

ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων

   νηδὺς ἐπεγδούπει λύματα χευομένη.

ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας

   θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Πόντος ὑποκλύζει χθονὸς ἕδρανα· πλωτὰ δὲ χέρσου

   νῶτα θαλασσαίοις ἄλσεσι τηλεθάει.

ὡς σοφός, ὅστις ἔμιξε βυθὸν χθονί, φύκια κήποις,

   Νηιάδων προχοαῖς χεύματα Νηρεΐδων.

ΤΟΥ ΑΥΤΟΥ

Ἐνθάδ' ἐριδμαίνουσι, τίνος πλέον ἔπλετο χῶρος,

   Νύμφαι Νηιάδες, Νηρεΐς, Ἀδρυάδες·

ταῖς δὲ θεμιστεύει μεσάτη Χάρις οὐδὲ δικάζειν

   οἶδεν, ἐπεὶ ξυνὴν τέρψιν ὁ χῶρος ἔχει.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εἶξον ἐμοί, Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου

   κείμενον, ἀγραύλου κάλλος ἐρημοσύνης.

ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες αἵ τ' ἐνὶ πόντῳ

   Νηρεΐδες ξυνὴν θέντο συνηλυσίην·

ἀμφ' ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης

   καί με παρ' ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.

ΑΔΗΛΟΝ

Οὐ μέγας οὐδ' ὁ Ἔρως, ἀλλ' εὔχαρις· ὡς καὶ ἐγώ τοι

   οὐ μέγας ἐν κήποις, ἀλλὰ γέμω χαρίτων.

ΑΡΑΒΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ὕδασι καὶ κήποισι καὶ ἄλσεσι καὶ Διονύσῳ

   καὶ πόντου πλήθω γείτονος εὐφροσύνῃ.

τερπνὰ δέ μοι γαίης τε καὶ ἐξ ἁλὸς ἄλλοθεν ἄλλος

   καὶ γριπεὺς ὀρέγει δῶρα καὶ ἀγρονόμος.

τοὺς δ' ἐν ἐμοὶ μίμνοντας ἢ ὀρνίθων τις ἀείδων

   ἢ γλυκὺ πορθμήων φθέγμα παρηγορέει.

ΜΑΡΙΑΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἦ καλὸν ἄλσος Ἔρωτος, ὅπου καλὰ δένδρεα ταῦτα

   πρηῢς ἐπιπνείων ἀμφιδονεῖ Ζέφυρος·

ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν

   πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκων·

καὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπ' ἄλλῳ

   μαστὸς ἀναθλίβει χεύματα Ναϊάδος·

ὁππόθι δενδρήεντα γέρων παρανήχεται Ἶρις

   χῶρον Ἁμαδρυάδων ἔνδιον ἁβροκόμων,

καὶ λιπαρῆς εὔβοτρυν ἀν' ὀργάδα καρπὸς ἐλαίης

   θάλλει ἐρισταφύλων πάντοσε θειλοπέδων·

αἱ δὲ πέριξ λαλαγεῦσιν ἀηδόνες· ὃς δὲ μελίζει

   ἀντῳδὸν τέττιξ φθέγματος ἁρμονίαν.

ἀλλὰ τὸν ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃς

   τόνδε δόμον, λιτῆς δ' ἀντίασον ξενίης.

ΤΟΥ ΑΥΤΟΥ

Δεῦρ' ἴθι βαιόν, ὁδῖτα, πεσὼν ὑπὸ δάσκιον ἄλσος,

   ἄμπαυσον καμάτου γυῖα πολυπλανέος,

χλωρὸν ὅπου πλατάνων αὐτόρρυτον ἐς μέσον ὕδωρ

   καλὰ πολυκρούνων ἐκπρορέει στομάτων·

ὁππόθι πορφυρέης ὑπὲρ αὔλακος εἴαρι θάλλει

   ὑγρὸν ἴον ῥοδέῃ κιρνάμενον κάλυκι.

ἠνίδε πῶς δροσεροῖο πέδον λειμῶνος ἐρέψας

   ἔκχυτον εὐχαίτης κισσὸς ἔπλεξε κόμην.

ἐνθάδε καὶ ποταμὸς λασίην παραμείβεται ὄχθην

   πέζαν ὑποξύων αὐτοφύτοιο νάπης.

οὗτος Ἔρως. τί γὰρ ἄλλο καὶ ἔπρεπεν οὔνομα χώρῳ

   πάντοθεν ἱμερτῶν πληθομένῳ Χαρίτων;

ΑΔΕΣΠΟΤΟΝ

Τίς βυθὸν ἠπείρωσε; τίς ἐν ῥοθίοισιν ἔτευξεν

   ἀκτὴν ἀμφιρύτην λάεσι μαρμαρέοις;

τίς δ' ἐνὶ κύμασι τεῦξε ποτὸν πλωτῆρας ἀφύσσειν

   αὐτῶν ἐκ νηῶν χερσὶν ἀρυομένους;

οὗτος ὁ ποικιλόμητις ἀνὴρ Βενέτιος ἀμύμων

   κτίσμασι νικήσας Θησέα καὶ Πέλοπα.

ΑΛΛΟ

Τίς τόσον ἔργον ἔτευξε; τίς ἡ πόλις ἢ τὸ γέρας τί; ‑

   Ἀμβρόσιος Μυλασεὺς τὸν φάρον ἀνθύπατος.

ΑΔΗΛΟΝ

Εἰ τραφερῆς πάσης ἁλιτέρμονα κύκλον ὁδεύσῃς,

οὔ ποτέ μοί τινα χῶρον ἀρείονα τοῦδε νοήσεις,

θέσκελον οἷον ἔτευξεν ἀγακλυτὸς Ἰωάννης

κυδαίνων βασίλειαν ὅλης χθονός· ἐκ ῥοθίων γὰρ

τερπωλὴν ἀκόρητον ἐν ἄστεϊ θῆκεν Ὁμήρου.

ΑΔΗΛΟΝ

Ἱππολύτῃ καὶ τοῦτ' Ἀσκληπιὸς ὤπασεν ἔργον.

ΑΔΕΣΠΟΤΟΝ

Πύργος ἐγὼ ναύτῃσιν ἀλωομένοισιν ἀρήγων

εἰμὶ Ποσειδάωνος ἀπενθέα πυρσὸν ἀνάπτων,

καί με πεσεῖν μέλλοντα βαρυγδούποισιν ἀήταις

στῆσεν ἑοῖς καμάτοις Ἀμμώνιος, ὃς βασιλῆος

ἐστὶ πατήρ· κείνῳ δὲ μετ' ἄγρια κύματα ναῦται

χεῖρας ἀερτάζουσιν ἅτε κλυτῷ Ἐννοσιγαίῳ.

ΑΛΛΟ

Μηκέτι δειμαίνοντες ἀφεγγέα νυκτὸς ὁμίχλην

   εἰς ἐμὲ θαρσαλέως πλώετε, ποντοπόροι.

πᾶσιν ἀλωομένοις τηλαυγέα δαλὸν ἀνάπτω,

   τῶν Ἀσκληπιαδῶν μνημοσύνην καμάτων.

ΑΔΕΣΠΟΤΟΝ

Ταῖς Προύσης Νύμφαις ὑποείκομεν, ἀλλὰ καὶ αὐταὶ

   κρέσσονες ἡμείων χαίρετε Πυθιάδες·

αἱ δ' ἄλλαι πᾶσαι μετὰ Πύθια καὶ μετὰ Προῦσαν

   ἡμετέραις Νύμφαις εἴξατε Νηιάδες.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸν

   τηλίκον ἀρκτῴοις ἄσθμασι βαλλόμενον.

ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης,

   ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει.

καί ῥ' ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν, ἡ δὲ περισσὴ

   τέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι.

ΑΔΕΣΠΟΤΟΝ

Οἷον ἔτλης καὶ τοῦτον, Ἀγακλείδη, μέγαν ἆθλον

   θυμῷ τολμητῇ κῦδος ἄριστον ἑλών·

Νύμφης ἀρχαίης Βάσσης πολυκαγκέα χώρην

   ὕδασι καὶ λουτροῖς θῆκας ἀφνειοτέρην.

ΑΔΕΣΠΟΤΟΝ

Πᾶσα μὲν Ἀξιόχῳ πόλις εὔχεται· ἄλλο γὰρ ἄλλης

   πῆμα παραστείχων ὡς θεὸς ἠκέσατο·

ἔξοχα δὲ κραναῇ ῥόον ὕδατος ὤπασεν Ἄσσῳ

   πολλῶν πετράων σκληρὰ μέτωπα τεμών.

μηκέτι φεύγετε πάντες ἀποπρὸ θέοντες, ὁδῖται·

   πλημύρω ψυχροῖς ὕδασιν Ἀξιόχου.

ΑΔΕΣΠΟΤΟΝ

Τὰς τρεῖς μοι Χάριτας λεύσσεις, ξένε· Ποντομέδων γὰρ

   γείτονος ἐκ πόντου τὴν μίαν εἰργάσατο·

τὴν δ' ἑτέρην ἐτέλεσσε φυτῶν εὔκαρπος ἀλωή·

   τὴν δ' ὑπολειπομένην τοῦτο τὸ λουτρὸν ἔχει.

ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ ΜΙΝΩΤΑΥΡΟΥ

Ἆ μέγα σοι, Διόνυσε, χαρίζομαι· εἰς ἐμὲ Κύπρις

   λούεται, ἐξ αὐτῆς σοὶ τὰ κύπελλα φέρω.

ΑΔΕΣΠΟΤΟΝ

Κίονα τετράπλευρον ἀεὶ χθονὶ κείμενον ἄχθος

   μοῦνος ἀναστῆσαι Θευδόσιος βασιλεὺς

τολμήσας Πρόκλῳ ἐπεκέκλετο, καὶ τόσος ἔστη

   κίων ἠελίοις ἐν τριακονταδύο.

ΑΔΗΛΟΝ

Ἀλφεὸς ἄρρεν ὕδωρ, Ἀρεθούσιόν ἐστι τὸ θῆλυ·

   καὶ γάμον εὗρεν Ἔρως κιρναμένων ὑδάτων.

ΑΔΗΛΟΝ

Ὠκεανοῦ θυγάτηρ καὶ Τηθύος εἰμὶ Νύχεια

   κρήνη· Τηλεβόαι γάρ με τόδ' ὠνόμασαν·

Νύμφαις μὲν προχέω λουτρόν, θνητοῖσι δ' ὑγείην·

   θῆκε δέ με Πτερέλας, υἱὸς Ἐνυαλίου.

ΑΔΗΛΟΝ

Μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων,

μή ποτε κινήσας τὴν μείονα μείζονα θείης.

ΑΔΕΣΠΟΤΟΝ

Ἠνορέης ὀλετῆρα ὑπερφιάλου Βαβυλῶνος

καὶ σέλας ἀκτεάνοιο δίκης Βασίλειον ὕπαρχον,

ξεῖνε, νόῳ σκίρτησον ἰδὼν ἐφύπερθε πυλάων.

εὐνομίης ποτὶ χῶρον ἀριστογένεθλον ὁδεύεις,

βάρβαρον οὐ τρομέεις, οὐκ ἄρρενας ἀρρενοκοίτας.

ὅπλα Λάκων, σὺ δὲ τεῖχος ἔχεις βασίλειον ἄγαλμα.

ΑΔΗΛΟΝ

Μορφὰς ὁ γράψας ἤθελον καὶ τοὺς τρόπους·

ἀνεσείρασε δέ μου τὴν ὄρεξιν ἡ τέχνη. ‑

Κάλει δέ μ' Ἀλέξανδρον εὔλαλον, φίλος.

ΑΛΛΟ

Τήνδε πύλην λάεσσιν ἐυξέστοις ἀραρυῖαν,

ἀμφότερον κόσμον τε πάτρῃ καὶ θάμβος ὁδίταις,

τεῦξε Κλέης Κλεάδας ἀγανῆς πόσις εὐπατερείης,

Λερναίων ἀδύτων περιώσιος ὀργιοφάντης,

τερπόμενος δώροισιν ἀγασθενέων βασιλήων.

ΑΛΛΟ

Οὗτος Ἰουλιανὸς λαοσσόα τείχεα πήξας

   στῆσε τρόπαιον, ἑῆς σύμβολον ἀγρυπνίης,

σφάζειν ἀντιβίους ἐχθροὺς ἀπάνευθε μενοινῶν

   ἢ πόλεως προπάροιθ' ἐκκροτέειν πολέμους.

ΑΛΛΟ

Θευδόσιος τόδε τεῖχος ἄναξ καὶ ὕπαρχος Ἑῴας

Κωνσταντῖνος ἔτευξαν ἐν ἤμασιν ἑξήκοντα.

ΑΛΛΟ

Ἤμασιν ἑξήκοντα φιλοσκήπτρῳ βασιλῆι

Κωνσταντῖνος ὕπαρχος ἐδείματο τείχεϊ τεῖχος.

ΑΛΛΟ

Βιβιανοῦ τόδε ἔργον, ὃν ἀντολίαι δύσιές τε

   μέλπουσιν γεραρῶς εἵνεκεν εὐνομίης.

ΑΛΛΟ

Τόνδε Τύχης ἀνέγειρε δόμον Δημήτριος ἀρχὸς

   τὴν πόλιν οἰκτείρας ὡς πάις Ἱερίου·

αὐτοῦ καὶ βουλῇ τάδ' ἐδείματο οὔτε πόληος

   οὔτε τι δημοτέροις χρήμασιν, ἀλλ' ἰδίοις.

ΑΔΗΛΟΝ

Μεσσαλινοῖο γόνος τόδε θέσκελον ἔκτισε τόξον.

ΑΛΛΟ

Ὁρᾷς, τὸ κάλλος ὅσσον ἐστὶ τῆς λίθου,

ἐν ταῖς ἀτάκτοις τῶν φλεβῶν εὐταξίαις.

ΑΔΗΛΟΝ

Τετραπόροις ἁψῖσι πόλιν Θεόδωρος ἐγείρας

ἄξιός ἐστι πόλιν καὶ τέτρατον ἡνιοχεῦσαι.

ΑΔΗΛΟΝ

Ἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν

   ἔργου κοσμῆσαι θαύματι τοσσατίου

δῶρά τε κυδήεντα πορεῖν χρυσάσπιδι Ῥώμῃ,

   ἥ σ' ὕπατον τεῦξεν καὶ τρισέπαρχον ὁρᾷ.

ΑΛΛΟ

Μόψου τήνδ' ἐσορᾷς κλεινὴν πόλιν, ἥν ποτε μάντις

   δείματο τῷ ποταμῷ κάλλος ὑπερκρεμάσας.

ΑΛΛΟ

Ἔνθεν Ἀλέξανδρος Μακεδὼν πίεν ἀγλαὸν ὕδωρ·

μητρὸς δ' εἶπε γάλακτι πανείκελα ῥεύματα πηγῆς,

ᾗ καὶ Ὀλυμπιάδος πόρεν οὔνομα, σῆμα δὲ τοῦτο.

ΣΙΜΩΝΙΔΟΥ

Γράψε Πολύγνωτος Θάσιος γένος, Ἀγλαοφῶντος

   υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.

ΑΔΗΛΟΝ

Αὐτοῦ Ζηνὸς ὅδ' οἶκος ἐπάξιος, οὐδ' ἂν Ὄλυμπος

   μέμψεται οὐρανόθεν Ζῆνα κατερχόμενον.

ΑΛΛΟ

Κεκροπίδαι Διὶ τόνδ' ἔθεσαν δόμον, ὡς ἀπ' Ὀλύμπου

   νισσόμενος ποτὶ γᾶν ἄλλον Ὄλυμπον ἔχοι.

ΑΛΛΟ

Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλι-

στον παρέχονται πάντων ποταμῶν· καὶ ἐπ' αὐτὰς ἀπίκετο

ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ κάλλιστος καὶ ἄριστος

πάντων ἀνθρώπων, Δαρεῖος ὁ Ὑστάσπεος, Περσέων τε καὶ

πάσης τῆς ἠπείρου βασιλεύς.

ΑΔΗΛΟΝ

Τήκει καὶ πέτρην ὁ πολὺς χρόνος· ἀλλ' ἀρετάων

   Ἀσκληπιοδότου τὸ κλέος ἀθάνατον,

ὅσσα καὶ οἷα πόρεν γέρα πατρίδι· τοῖς ἐπὶ πᾶσι

   καὶ τόδε μετρείσθω κοινὸν ἔρεισμα θόλου.

ΑΔΗΛΟΝ

Δῶρον Τερμησσοῖο δικασπολίης χάριν ἁγνῆς·

   Εὐσέβιος θεράπων θῆκε θεῷ τὸ γέρας.

ΑΝΤΙΠΑΤΡΟΥ

Δένδρεον ἱερόν εἰμι· παρερχόμενός με φυλάσσευ

   πημαίνειν· ἀλγῶ, ξεῖνε, κολουομένη.

μέμνεο, παρθένιός μοι ἔπι φλόος, οὐχ ἅπερ ὠμαῖς

   ἀχράσιν· αἰγείρων τίς γένος οὐκ ἐδάη;

εἰ δὲ περιδρύψῃς με παρατραπίην περ ἐοῦσαν,

   δακρύσεις· μέλομαι καὶ ξύλον Ἠελίῳ.

ΤΥΛΛΙΟΥ ΓΕΜΙΝΟΥ

Εἰμὶ μὲν ἐν ποταμοῖς, πελάγει δ' ἴσα μέτρα διώκω,

   Στρυμών, Ἠμαθίης τὸ γλυκερὸν πέλαγος·

βένθος ὁμοῦ καὶ ἄρουρα δι' ὕδατος· ἦ γὰρ ἐγείρω

   ὀμπνιακῶν χαρίτων ἡδύτερον τρίβολον.

ἔστι καὶ Ἠμαθίης γόνιμος βυθός· ἄμμι δέ, Νεῖλε,

   κρείσσων ἔσθ' ὁ φέρων τὸν στάχυν, οὐχ ὁ τρέφων.

ΦΙΛΙΠΠΟΥ

Ἔζευξ' Ἑλλήσποντον ὁ βάρβαρος ἄφρονι τόλμῃ,

   τοὺς δὲ τόσους καμάτους πάντας ἔλυσε χρόνος·

ἀλλὰ Δικαιάρχεια διηπείρωσε θάλασσαν

   καὶ βυθὸν εἰς χέρσου σχῆμα μετεπλάσατο·

λᾶα, βαθὺ στήριγμα, κατερρίζωσε πέλωρον,

   χερσὶ Γιγαντείαις δ' ἔστασε νέρθεν ὕδωρ.

ἦν ἅλ' ἀεὶ πλώειν· διοδευομένη δ' ὑπὸ ναύταις

   ἄστατος εἰς πεζοὺς ὡμολόγησε μένειν.

ΤΟΥ ΑΥΤΟΥ

Εὐρώταν ὡς ἄρτι διάβροχον ἔν τε ῥεέθροις

   εἵλκυσ' ὁ τεχνίτης ἐν πυρὶ λουσάμενον·

πᾶσι γὰρ ἐν κώλοις ὑδατούμενος ἀμφινένευκεν

   ἐκ κορυφῆς ἐς ἄκρους ὑγροβατῶν ὄνυχας.

ἁ δὲ τέχνα ποταμῷ συνεπήρικεν. ἆ τίς ὁ πείσας

   χαλκὸν κωμάζειν ὕδατος ὑγρότερον;

ΑΔΕΣΠΟΤΟΝ

Ὄσσαν ἐπ' Οὐλύμπῳ καὶ Πήλιον ὑψωθέντα

   ψευδὴς ἱστορίης ῥῆσις ἀνεπλάσατο·

Πυραμίδες δ' ἔτι νῦν Νειλωίδες ἄκρα μέτωπα

   κύρουσιν χρυσέοις ἀστράσι Πληιάδων.

ΖΗΝΟΒΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Αὐτὴν Γραμματικὴν ὁ ζωγράφος ἤθελε γράψαι·

   Βίκτορα δὲ γράψας Τὸν σκοπόν, εἶπεν, ἔχω.

ΜΗΤΡΟΔΩΡΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Αὐτὸν Ἰωάννην ὁ γέρων ὅτ' ἐδέξατο θεσμός,

   εἶπεν ἀνηβήσας· Αὖθις ἔχω σε, Σόλων.

ΑΔΗΛΟΝ

Βοίδιόν εἰμι Μύρωνος, ἐπὶ στήλης δ' ἀνάκειμαι.

   βουκόλε, κεντήσας εἰς ἀγέλην μ' ἄπαγε.

ΑΔΕΣΠΟΤΟΝ

Τίπτε, Μύρων, με τὸ βοίδιον ἐνταυθοῖ παρὰ βωμοῖς

   ἔστασας; οὐκ ἐθέλεις εἰσαγέμεν μέγαρον;

[ΑΝΑΚΡΕΟΝΤΟΣ]

Βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνος

   βοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς.

[ΤΟΥ ΑΥΤΟΥ]

Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλ' ὑπὸ γήρως

   χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων.

ΕΥΗΝΟΥ

Ἢ τὸ δέρας χάλκειον ὅλον βοῒ τᾷδ' ἐπίκειται

   ἔκτοθεν, ἢ ψυχὴν ἔνδον ὁ χαλκὸς ἔχει.

ΤΟΥ ΑΥΤΟΥ

Αὐτὸς ἐρεῖ τάχα τοῦτο Μύρων· Οὐκ ἔπλασα ταύταν

   τὰν δάμαλιν, ταύτας δ' εἰκόν' ἀνεπλασάμην.

ΛΕΩΝΙΔΑ

Οὐκ ἔπλασέν με Μύρων, ἐψεύσατο· βοσκομέναν δὲ

   ἐξ ἀγέλας ἐλάσας δῆσε βάσει λιθίνῳ.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Εἰ μή μου ποτὶ τᾷδε Μύρων πόδας ἥρμοσε πέτρᾳ,

   ἄλλαις ἂν νεμόμαν βουσὶν ὁμοῦ δάμαλις.

ΤΟΥ ΑΥΤΟΥ

Μόσχε, τί μοι λαγόνεσσι προσέρχεαι; ἐς τί δὲ μυκᾷ;

   ἁ τέχνα μαζοῖς οὐκ ἐνέθηκε γάλα.

ΤΟΥ ΑΥΤΟΥ

Τὰν δάμαλιν, βουφορβέ, παρέρχεο μηδ' ἀπάνευθε

   συρίσδῃς· μαστῷ πόρτιν ὑπεκδέχεται.

ΤΟΥ ΑΥΤΟΥ

Ἁ μόλιβος κατέχει με καὶ ἁ λίθος· εἵνεκα δ' ἂν σεῦ,

   πλάστα Μύρων, λωτὸν καὶ θρύον ἐδρεπόμαν.

ΤΟΥ ΑΥΤΟΥ

Ἁ δάμαλις, δοκέω, μυκήσεται· ἦ ῥ' ὁ Προμηθεὺς

   οὐχὶ μόνος, πλάττεις ἔμπνοα καὶ σύ, Μύρων.

ΑΔΗΛΟΝ

Βοῦν ἰδίαν ποτὲ βουσὶ Μύρων μιχθεῖσαν ἐρεύνα·

   εὗρε μόλις δ' αὐτὴν τὰς βόας ἐξελάσας.

ΑΛΛΟ

Ἁ βοῦς ἁ τίκτουσ' ἀπὸ γαστέρος ἔπλασε τὰν βοῦν·

   ἁ δὲ Μύρωνος χεὶρ οὐ πλάσεν, ἀλλ' ἔτεκεν.

ΑΔΗΛΟΝ

Καὶ χαλκῆ περ ἐοῦσα λάλησεν ἂν ἁ κεραὴ βοῦς,

   εἴ οἱ σπλάγχνα Μύρων ἔνδον ἐτεχνάσατο.

ΑΝΤΙΠΑΤΡΟΥ

Ἁ δάμαλις, δοκέω, μυκήσεται· ἢν δὲ βραδύνῃ,

   χαλκὸς ὁ μὴ νοέων αἴτιος, οὐχὶ Μύρων.

ΑΛΛΟ

Πηκτόν μοί τις ἄροτρον ἐπ' αὐχένι καὶ ζυγὰ θέσθω,

   εἵνεκα γὰρ τέχνας σεῖο, Μύρων, ἀρόσω.

ΔΗΜΗΤΡΙΟΥ ΒΙΘΥΝΟΥ

Ἤν μ' ἐσίδῃ μόσχος, μυκήσεται· ἢν δέ γε ταῦρος,

   βήσεται· ἢν δὲ νομεύς, εἰς ἀγέλαν ἐλάσει.

ΑΛΛΟ

Ὧδε Μύρων μ' ἔστησε τὸ βοίδιον· οἱ δὲ νομῆες

   βάλλουσίν με λίθοις ὡς ἀπολειπόμενον.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Βουκόλον ἢν ἐσίδῃς τὸν ἐμόν, ξένε, τοῦτ' ἔπος αὐτῷ

   εἶπον, ὅθ' ὁ πλάστης ὧδέ μ' ἔδησε Μύρων.

ΑΔΗΛΟΝ

Τὰν βοῦν τάνδε Μύρων, ξεῖν', ἔπλασεν, ἃν ὅδε μόσχος

   ὡς ζῶσαν σαίνει, ματέρα δερκόμενος.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Ταῦρε, μάτην ἐπὶ μόσχον ἐπείγεαι· ἔστι γὰρ ἄπνους·

   ἀλλά σ' ὁ βουπλάστας ἐξαπάτησε Μύρων.

ΑΛΛΟ

Σεῖο, Μύρων, δαμάλει παρακάτθανε μόσχος ἀλαθεὶς

   καὶ γάλα πιστεύων χαλκὸν ἔσωθεν ἔχειν.

ΑΛΛΟ

Φεῦ σύ, Μύρων, πλάσσας οὐκ ἔφθασας· ἀλλά σε χαλκός,

   πρὶν ψυχὴν βαλέειν, ἔφθασε πηγνύμενος.

ΑΛΛΟ

Χαλκείαν τύπτεις δάμαλιν· μέγα σ' ἤπαφε τέχνα,

   βουκόλε· τὰν ψυχὰν οὐ προσέθηκε Μύρων.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ

Ἐν βοῒ τᾷδ' ἐμάχοντο Φύσις καὶ πότνια Τέχνα·

   ἀμφοτέραις δὲ Μύρων ἶσον ὄπασσε γέρας·

δερκομένοις μὲν γὰρ Φύσιος κράτος ἥρπασε Τέχνα·

   αὐτὰρ ἐφαπτομένοις ἡ Φύσις ἐστὶ φύσις.

ΤΟΥ ΑΥΤΟΥ

Ἤπαφε καὶ σὲ μύωπα Μύρων, ὅτι κέντρον ἐρείδεις

   πλευραῖς χαλκοχύτοις ἀντιτύποιο βοός.

οὐ νέμεσις δὲ μύωπι. τί γὰρ τόσον; εἴ γε καὶ αὐτοὺς

   ὀφθαλμοὺς νομέων ἠπερόπευσε Μύρων.

ΓΕΜΙΝΟΥ

Ἡ βάσις ἡ κατέχουσα τὸ βοίδιον, ᾗ πεπέδηται·

   ἢν δ' ἀφεθῇ ταύτης, φεύξεται εἰς ἀγέλην.

μυκᾶται γὰρ ὁ χαλκός· ἴδ', ὡς ἔμπνουν ὁ τεχνίτας

   θήκατο· κἂν ζεύξῃς ἄλλον, ἴσως ἀρόσει.

ΑΔΗΛΟΝ

Χάλκεος ἦς, ἐπὶ σοὶ δὲ γεωτόμος εἷλκεν ἄροτρον

   καὶ ζυγόδεσμα φέρων, ψευδομένα δάμαλι.

ἀλλὰ Μύρων τέχνᾳ πανυπείροχος, ὅς σε δι' ἔργων

   ἔμπνουν ὥς τινα βοῦν ἐργάτιν εἰργάσατο.

‹ΦΙΛΙΠΠΟΥ ΜΑΚΕΔΟΝΟΣ›

Ἄπαιρέ μου τένοντος, ὦ γεωπόνε,

λέπαδνα καὶ σίδαρον αὐλακεργάταν·

χαλκὸν γὰρ ἁμῶν οὐκ ἐσάρκωσεν Μύρων,

τέχνα δ' ἐζωπόνησεν ὄψιν ἔμπνοον,

ὡς πολλάκις με κἀπομυκᾶσθαι θέλειν·

εἰς ἔργα δ' οὐκ εἴασε προσδήσας βάσει.

ΘΕΟΔΩΡΙΔΑ

Θεσσαλαὶ αἱ βόες αἵδε· παρὰ προθύροισι δ' Ἀθάνας

   ἑστᾶσιν καλὸν δῶρον Ἰτωνιάδος,

πᾶσαι χάλκειαι, δυοκαίδεκα, Φράδμονος ἔργον,

   καὶ πᾶσαι γυμνῶν σκῦλον ἀπ' Ἰλλυριῶν.

ΛΕΩΝΙΔΑ

Ὡιγινόμοι Σώτων καὶ Σίμαλος, οἱ πολύαιγοι,

   οἷα βαθυσχίνων, ἆ ξένε, πὰρ λοφιᾶν

Ἑρμᾷ τυρευτῆρι καὶ εὔγλαγι τὸν χιμάραρχον

   χάλκεον εὐπώγων' ὧδ' ἀνέθεντο τράγον.

ΑΝΥΤΗΣ

Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως

   ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων

κυδιόων, ὅτι οἱ θάμ' ἐν οὔρεσιν ἀμφὶ παρῇδα

   βόστρυχον εἰς ῥοδέαν Ναῒς ἔδεκτο χέρα.

ΠΟΛΕΜΩΝΟΣ ΒΑΣΙΛΕΩΣ

Ἑπτὰ βοῶν σφραγῖδα βραχὺς λίθος εἶχεν ἴασπις

   εἰς μίαν, ὡς πάσας ἔμπνοα δερκομένας.

καὶ τάχα κἂν ἀπέρεψε τὰ βοίδια· νῦν δὲ κέκλειται

   τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον.

ΠΛΑΤΩΝΟΣ

Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις,

   ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας.

καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται

   τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον.

ΠΛΑΤΩΝΟΣ ΝΕΩΤΕΡΟΥ

Ἁ λίθος ἔστ' ἀμέθυστος, ἐγὼ δ' ὁ πότας Διόνυσος·

   ἢ νήφειν πείσει μ' ἢ μαθέτω μεθύειν.

ΟΙΝΟΜΑΟΥ

Ἐν κυάθῳ τὸν Ἔρωτα τίνος χάριν; ἀρκετὸν οἴνῳ

   αἴθεσθαι κραδίην· μὴ πυρὶ πῦρ ἔπαγε.

ΑΡΧΙΟΥ

Τὰς βοῦς καὶ τὸν ἴασπιν ἰδὼν περὶ χειρὶ δοκήσεις

   τὰς μὲν ἀναπνείειν, τὸν δὲ χλοηκομέειν.

ΠΛΑΤΩΝΟΣ ΝΕΩΤΕΡΟΥ

Ἁ σφραγὶς ὑάκινθος· Ἀπόλλων δ' ἐστὶν ἐν αὐτῇ

   καὶ Δάφνη. ποτέρου μᾶλλον ὁ Λητοΐδας;

ΑΣΚΛΗΠΙΑΔΟΥ, τινὲς δὲ ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Εἰμὶ Μέθη τὸ γλύμμα σοφῆς χερός, ἐν δ' ἀμεθύστῳ

   γέγλυμμαι· τέχνης δ' ἡ λίθος ἀλλοτρίη.

ἀλλὰ Κλεοπάτρης ἱερὸν κτέαρ· ἐν γὰρ ἀνάσσης

   χειρὶ θεὸν νήφειν καὶ μεθύουσαν ἔδει.

ΚΛΑΥΔΙΑΝΟΥ

Χιονέη κρύσταλλος ὑπ' ἀνέρος ἀσκηθεῖσα

δεῖξεν ἀκηρασίοιο παναίολον εἰκόνα κόσμου,

οὐρανὸν ἀγκὰς ἔχοντα βαρύκτυπον ἔνδοθι πόντον.

ΤΟΥ ΑΥΤΟΥ

Εἴπ' ἄγε μοι, κρύσταλλε, λίθῳ πεπυκασμένον ὕδωρ

   τίς πῆξεν; ‑ Βορέης. ‑ Ἢ τίς ἔλυσε; ‑ Νότος.

ΑΔΕΣΠΟΤΟΝ

Εἰ μὴ χαλκὸς ἔλαμπεν, ἐμάνυε δ' ἔργον ἄνακτος

   ἔμμεναι Ἡφαίστου δαιδαλέοιο τέχνας,

αὐτὴν ἄν τις Σκύλλαν ὀίσσατο τηλόθι λεύσσων

   ἑστάμεν ἐκ πόντου γαῖαν ἀμειψαμέναν·

τόσσον ἐπισσείει, τόσσον κότον ἀντία φαίνει,

   οἷον ἀπὸ πελάγευς συγκλονέουσα νέας.

ΑΙΜΙΛΙΑΝΟΥ

Τέχνας εἵνεκα σεῖο καὶ ἁ λίθος οἶδε βρυάζειν,

   Πραξίτελες· λῦσον, καὶ πάλι κωμάσομαι.

νῦν δ' ἡμῖν οὐ γῆρας ἔτ' ἀδρανές, ἀλλ' ὁ πεδητὰς

   Σειληνοῖς κώμων βάσκανός ἐστι λίθος.

ΣΙΜΩΝΙΔΟΥ

Ἰφίων τόδ' ἔγραψε Κορίνθιος· οὐκ ἔνι μῶμος

   χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.

ΤΟΥ ΑΥΤΟΥ

Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν,

τὴν δ' ἐξιόντων δεξιὰν Διονύσιος.

ΑΔΕΣΠΟΤΟΝ

Εἷς λίθος ἅρμ', ἐλατήρ, ἵπποι, ζυγόν, ἡνία, μάστιξ.

ΑΛΛΟ

Εἷς λίθος ἅρμ', ἐλατήρ, πῶλοι, ζυγός, ἡνία, Νίκη.

ΑΔΗΛΟΝ

Μικροῦ κατέσχον τὸν βότρυν τοῖς δακτύλοις

ὑπεραπατηθεὶς τῇ θέᾳ τῶν χρωμάτων.

ΑΒΛΑΒΙΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ

Ἥφαιστός μ' ἐτέλεσσε καμὼν χρόνον· ἀλλὰ Κυθείρη

   ἀνδρὸς ἑοῦ θαλάμων εἵλετο λαθριδίως,

Ἀγχίσῃ δ' ἔπορεν κρυφίης μνημήιον εὐνῆς·

   καί μ' Ἀσκληπιάδης εὗρε παρ' Αἰνεάδαις.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Ἢν μὲν ἀλιτραίνῃς, πέλεκυν βλεφάροισι δοκεύεις·

   ἢν δὲ σαοφρονέῃς, ἄργυρός εἰμι μόνον.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Οὐ βριαρόν τινα θῆρα καὶ οὔ τινα πόντιον ἰχθύν,

   οὐ πτερὸν ἀγρεύω πλέγμασιν ἡμετέροις,

ἀλλὰ βροτοὺς ἐθέλοντας· ἀλεξήτειρα δὲ τέχνη

   ἀνέρα μυιάων κέντρον ἀλευόμενον

ἐκ θαλίης ἀβρῶτα μεσημβριάοντα φυλάσσει,

   οὐδὲν ἀφαυροτέρη τείχεος ἀστυόχου.

ὕπνου δ' ἀστυφέλικτον ἄγω χάριν· ἀλλὰ καὶ αὐτοὺς

   δμῶας μυιοσόβου ῥύομαι ἀτμενίης.

ΤΟΥ ΑΥΤΟΥ

Καλλιγάμοις λέκτροις περικίδναμαι· εἰμὶ δὲ κεδνῆς

   δίκτυον οὐ Φοίβης, ἀλλ' ἁπαλῆς Παφίης.

ἀνέρα δ' ὑπνώοντα μίτῳ πολύωπι καλύπτω

   ζῳοφόρων ἀνέμων οὐδὲν ἀτεμβόμενον.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν

   ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους·

αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι οὐδὲ καλύπτω

   ἔνδοθεν, ἀλλ' εἴργω μᾶλλον ἐπειγομένους.

οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ

   ἡμετέρης διαδὺς πλέγμα λινοστασίης.

ὄρνεά που σῴζω, μερόπεσσι δὲ λέκτρα φυλάσσω.

   ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;

ΤΟΥ ΑΥΤΟΥ

Ἑζόμενος μὲν τῇδε παρ' εὐλάιγγι τραπέζῃ

   παίγνια κινήσεις τερπνὰ βολοκτυπίης.

μήτε δὲ νικήσας μεγαλίζεο, μήτ' ἀπολειφθεὶς

   ἄχνυσο τὴν ὀλίγην μεμφόμενος βολίδα.

καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός,

   καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης.

ΤΟΥ ΑΥΤΟΥ

Παίγνια μὲν τάδε πάντα· Τύχης δ' ἑτερότροπος ὁρμὴ

   ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν·

καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις,

   νῦν μὲν ὑπερβάλλων, νῦν δ' ἀπολειπόμενος.

αἰνέομεν δὴ κεῖνον, ὃς ἐν βιότῳ τε κύβῳ τε

   χάρματι καὶ λύπῃ μέτρον ἐφηρμόσατο.

ΤΟΥ ΑΥΤΟΥ

Τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δ' ἀκολάστοις

   λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος.

ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων,

   μηδ' ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ.

δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι μήτε τι παίζειν

   ἐν σπουδῇ, καιρῷ δ' ἴσθι νέμειν τὸ πρέπον.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Χεῖλος Ἀνικήτεια τὸ χρύσεον εἰς ἐμὲ τέγγει·

   ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ

Ὄντως Βάκχον ἔδεκτο Θέτις· νῦν μῦθος Ὁμήρου,

   ὀψὲ μέν, ἀλλ' εὗρεν πίστιν ἐτητυμίης.

ΦΩΚΑ ΔΙΑΚΟΝΟΥ

Οἰνοχόῳ φίλον εἰμὶ μόνῳ δέπας, οὕνεκεν αὐτῷ

   Βάκχον ἀολλίζω τὸν περιλειπόμενον.

ΠΑΛΛΑΔΑ

Χαλκοτύπος τὸν Ἔρωτα μεταλλάξας ἐπόησε

   τήγανον, οὐκ ἀλόγως, ὅττι καὶ αὐτὸ φλέγει.

ΓΛΑΥΚΟΥ ΑΘΗΝΑΙΟΥ

Ἁ βάκχα Παρία μέν, ἐνεψύχωσε δ' ὁ γλύπτας

   τὸν λίθον· ἀνθρῴσκει δ' ὡς βρομιαζομένα.

ὦ Σκόπα, ἁ θεοποιὸς ‹ἄπιστον› ἐμήσατο τέχνα

   θαῦμα χιμαιροφόνον θυιάδα μαινομέναν.

ΤΟΥ ΑΥΤΟΥ

Ἡ βάκχη Κρονίδην Σάτυρον θέτο· εἰς δὲ χορείαν

   θρῴσκει μαινομένων ὡς βρομιαζόμενος.

ΔΙΟΔΩΡΟΥ

Ζεύξιδος ἡ χροιή τε καὶ ἡ χάρις· ἐν δέ με μικρῇ

   κρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃ

γράψας τοῦτ' ἔπορεν Σατυρήιος· εἰμὶ δ' ἀνάσσης

   εἰκὼν καὶ μεγάλης λείπομαι οὐδ' ὀλίγον.

ΦΙΛΙΠΠΟΥ

Ἴδ', ὡς ὁ πῶλος χαλκοδαιδάλῳ τέχνᾳ

κορωνιῶν ἕστηκε· δριμὺ γὰρ βλέπων

ὑψαυχενίζει καὶ διηνεμωμένας

κορυφῆς ἐθείρας οὐρίωκεν ἐς δρόμον.

δοκέω, χαλινοὺς εἴ τις ἡνιοστρόφος

ἐναρμόσῃ γένυσσι κἀπικεντρίσῃ,

ὁ σὸς πόνος, Λύσιππε, καὶ παρ' ἐλπίδας

τάχ' ἐκδραμεῖται· τᾷ τέχνᾳ γὰρ ἐμπνέει.

ΦΙΛΙΠΠΟΥ

Γαῖαν τὴν φερέκαρπον, ὅσην ἔζωκε περίχθων

   ὠκεανὸς μεγάλῳ Καίσαρι πειθομένην,

καὶ γλαυκήν με θάλασσαν ἀπηκριβώσατο Κύπρος

   κερκίσιν ἱστοπόνοις πάντ' ἀπομαξαμένη·

Καίσαρι δὲ κλεινῷ χάρις ἤλθομεν· ἦν γὰρ ἀνάσσης

   δῶρα φέρειν τὰ θεοῖς καὶ πρὶν ὀφειλόμενα.

ΑΛΛΟ

Δῶρον Ἰουστίνοιο τυραννοφόνου βασιλῆος

   καὶ Σοφίης ἀλόχου, φέγγος ἐλευθερίης,

ὡράων σκοπίαζε σοφὸν σημάντορα χαλκὸν

   αὐτῆς ἐκ μονάδος μέχρι δυωδεκάδος,

ὅντινα συληθέντα Δίκης θρόνον ἡνιοχεύων

   εὗρεν Ἰουλιανὸς χερσὶν ἀδωροδόκοις.

ΑΔΕΣΠΟΤΟΝ

Ὠρανὸν ἁ χωροῖσα σοφὰ λίθος, ἁ διὰ τυτθοῦ

   γνώμονος ἀελίῳ παντὶ μερισδομένα.

ΑΔΗΛΟΝ

Ἢν κλείσῃς μ', ἀνέῳγα· καὶ ἢν οἴξῃς, ἐμὲ κλείσεις·

   τοῖος ἐὼν τηρεῖν σὸν δόμον οὐ δύναμαι.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἐνθάδε μιστύλλουσι δρόμον Φαεθοντίδος αἴγλης

   ἀνέρες ὡράων ἀμφὶ δυωδεκάδι·

ὕδασι δ' ἠελίοιο ταλαντεύουσι κελεύθους

   ἐς πόλον ἐκ γαίης μῆτιν ἐρεισάμενοι.

ΑΔΗΛΟΝ

Ἀνδράσιν Ἑρμῆς εἰμι, γυναιξὶ δὲ Κύπρις ὁρῶμαι·

   ἀμφοτέρων δὲ φέρω σύμβολά μοι τοκέων.

τοὔνεκεν οὐκ ἀλόγως με τὸν Ἑρμαφρόδιτον ἔθεντο

   ἀνδρογύνοις λουτροῖς παῖδα τὸν ἀμφίβολον.

ΑΔΗΛΟΝ

Μὴ νεμέσα βαιοῖσι· χάρις βαιοῖσιν ὀπηδεῖ·

   βαιὸς καὶ Παφίης ἔπλετο κοῦρος Ἔρως.

ΑΔΗΛΟΝ

Μηνᾶς χρύσεον ἔργον ἐδείματο πᾶσιν ὁδίταις,

κυδαίνων πτολίεθρον ἐριχρύσων βασιλήων.

ΑΛΛΟ

Τόνδε καθιδρύσαντο θεῷ περικαλλέα βωμὸν

   Λευκῆς καὶ Πτελεοῦ μέσσον ὅρον θέμενοι

ἐνναέται, μοίρης σημήιον ἀμμορίης τε·

   αὐτὸς ἄναξ μακάρων ἐστὶ μέσος Κρονίδης.

ΣΩΦΡΟΝΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ

Ὁ πρὶν ἀλωόμενος καὶ ἀνέστιον ἴχνος ἐλαύνων,

   εἴτ' ἀφ' ὁδοιπορίης, εἴτ' ἀπὸ ναυτιλίης,

ἐνθάδε νῦν προσιὼν στῆσον, ξένε, σὸν πόδα ‹δεῦρο›,

   ναιετάειν ἐθέλων, οἶκον ἕτοιμον ἔχων.

εἰ δέ με καί, τίς ἔτευξεν, ἀνακρινέοις, πολιῆτα,

   Εὐλόγιος, Φαρίης ἀρχιερεὺς ἀγαθός.

ΑΔΕΣΠΟΤΟΝ

Ὄλβιον ἀνθρώποισιν ἔχει φάος ἄμβροτος αἰὼν

   σῇσιν ὑπ' ἐννεσίῃσ', εὐγενέτειρα Τύχη.

νεύματι γὰρ σῷ πάντα φέρει κλέος, ᾧ ποτε χειρὶ

   δεξιτερῇ παρέχῃς αὐχένα θεσπέσιον·

τούτῳ καὶ βασιλῆες ἀμύμονες ἁρμόζονται

   καὶ λογίων ἀγέλης ἄμβροτοι ἡγεμόνες·

καὶ νῆες λιμένεσσι σαώτερον ἀμπαύονται

   σὴν δι' ἀρηγοσύνην σῳζόμεναι πελάγει·

καὶ πόλιες χαίρουσιν ἀκύμονες ἠδέ τε λαοὶ

   καὶ θαλερῶν πεδίων λείμακες ἀμβρόσιοι.

τοὔνεκα σὸν θεράποντα πρὸς ὄλβιον ἀθρήσασα ...

ΑΔΕΣΠΟΤΟΝ

Τέκτονά με σκοπίαζε σοφῶν κοσμήτορα μύθων

   ἰθύνοντα τέχνην εὐεπίης κανόνι.

ΑΝΤΙΠΑΤΡΟΥ

Τίς ποκ' ἀπ' Οὐλύμποιο μετάγαγε παρθενεῶνα

   τὸν πάρος οὐρανίοις ἐμβεβαῶτα δόμοις

ἐς πόλιν Ἀνδρόκλοιο, θοῶν βασίλειαν Ἰώνων,

   τὰν δορὶ καὶ Μούσαις αἰπυτάταν Ἔφεσον;

ἦ ῥα σὺ φιλαμένα, Τιτυοκτόνε, μέζον Ὀλύμπου

   τὰν τροφόν, ἐν ταύτᾳ τὸν σὸν ἔθευ θάλαμον.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Μητρὶ περιστεφέος σηκοῦ, Κυθέρεια, θαλάσσῃ

   κρηπῖδας βυθίας οἴδματι πηξαμένη,

χαίρει ἴδ' ἀμφὶ σὲ πόντος ἐπὶ ζεφύροιο πνοῇσιν

   ἀφρὸν ὑπὲρ νώτου κυάνεον κεδάσας.

εἵνεκα δ' εὐσεβίης νηοῦ θ' ὃν ἐγείρατο σεῖο

   Πόστουμος αὐχήσῃ μέζον, Ἀφροῖ, σὺ Πάφου.

ΑΝΤΙΠΑΤΡΟΥ

Νικίεω πόνος οὗτος· ἀειζώουσα Νεκυία

   ἤσκημαι, πάσης ἠρίον ἡλικίης·

δώματα δ' Αἰδωνῆος ἐρευνήσαντος Ὁμήρου

   γέγραμμαι κείνου πρῶτον ἀπ' ἀρχετύπου.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Πόρτιν τήνδε Μύρωνος ἰδὼν τάχα τοῦτο βοήσεις·

Ἢ φύσις ἄπνοός ἐστιν, ἢ ἔμπνοος ἔπλετο τέχνη.

ΤΟΥ ΑΥΤΟΥ

Βουκόλε, πῇ προθέειν με βιάζεαι; ἴσχεο νύσσων·

   οὐ γάρ μοι τέχνη καὶ τόδ' ὄπασσεν ἔχειν.

ΤΟΥ ΑΥΤΟΥ

Ἢ χαλκὸν ζώωσε Μύρων σοφὸς ἢ τάχα πόρτιν

   χάλκωσε ζωὰν ἐξ ἀγέλας ἐρύσας.

ΤΟΥ ΑΥΤΟΥ

Πλάστα Μύρων, σέο πόρτιν ὁδοιπόρος ἦλθεν ἐλάσσων·

   χαλκοῦ δὲ ψαύσας φὼρ κενὸς ἐξεφάνη.

ΤΟΥ ΑΥΤΟΥ

Εἰσορόων με λέων χαίνει στόμα, χερσὶ δ' ἀείρει

   γειοπόνος ζεύγλην, ἀγρονόμος κορύνην.

ΤΟΥ ΑΥΤΟΥ

Τλῆθι, Μύρων· τέχνη σε βιάζεται· ἄπνοον ἔργον.

ἐκ φύσεως τέχνη, οὐ γὰρ φύσιν εὕρετο τέχνη.

ΑΔΗΛΟΝ

Εὔνους μὲν βασιλεῖ Μουσήλιος· ἔργα βοῶσιν

   δημόσια· σθεναρὴν πράγματα πίστιν ἔχει.

Μουσεῖον Ῥώμῃ δ' ἐχαρίσσατο καὶ βασιλῆος

   εἰκόνα θεσπεσίην ἐντὸς ἔγραψε δόμων·

τιμὴν μουσοπόλοις, πόλεως χάριν, ἐλπίδα κούρων,

   ὅπλα δὲ τῆς ἀρετῆς, χρήματα τοῖς ἀγαθοῖς.

ΑΛΛΟ

Ταῦτα λόγοις ἀνέθηκεν ἑκὼν Μουσήλιος ἔργα

   πιστεύων καθαρῶς, ὡς Θεός ἐστι Λόγος.

ΑΛΛΟ

Μουσείου τὰ μὲν αὐτὸς ἐτεύξατο, πολλὰ δὲ σώσας

   ἑστῶτα σφαλερῶς ἵδρυσεν ἀσφαλέως.

ΑΔΗΛΟΝ

Μορφὴν τήνδ' ὁράᾳς ζωῷ ἐναλίγκιον ἵππῳ,

Μαρκιανὸν φορέοντι, βροτῶν βασιλῆα γενέθλης·

δεξιτερὴν δ' ἐτάνυσσε, θέοντα δὲ πῶλον ἐπείγει

δυσμενέος καθύπερθεν, ὅτις κεφαλῇ μιν ἀείρει.

ΑΔΗΛΟΝ

Αὐσονίων δέσποιναν Ἰουλιανὸς πολιοῦχος

   ὡς σοφίης μεστὴν ἄνθετο τὴν Σοφίην.

ΑΛΛΟ

Ἰουστίνον κατὰ χρέος τὸν δεσπότην

Ἰουλιανὸς ὕπαρχος ὡς εὐεργέτην.

ΑΔΗΛΟΝ

Εἰσόκε θούριος οὗτος ἐπὶ χθονὶ κέκλιται Ἄρης,

οὔποτε Θρηικίης ἐπιβήσεται ἔθνεα Γότθων.

ΑΔΗΛΟΝ

Κῆπος ἔην ὅδε χῶρος· ἀπὸ σκιερῶν δὲ πετήλων

   νυκτοφανὴς τελέθων ἔσκεπεν ἠέλιον.

νῦν δὲ παναιγλήεντα καὶ εὔδιον εὗρε τελέσσαι

   Σέργιος αὐτόπτης μυστιπόλος Τριάδος,

ἔνθα λίθος στατὸς οὗτος ἀειδίνητον ἀνάγκην

   ἑπτάκις ἀγγέλλει ἄντυγος οὐρανίης.

ΑΛΛΟ

Μηχανικὴ Φαέθοντα βιάζεται ἁρμονικοῖσι

   γνώμοσιν ἀγρεύειν τὸν δρόμον ἠελίου·

βαιὸς δ' ἀμφιέπει λίθος ἄντυγας Ἠριγενείης

   ὡρονόμῳ σοφίῃ καὶ σκιόεντι τύπῳ.

Σεργίου ἀρχιερῆος ἐπουρανίῃσιν ἐφετμαῖς

   τοῦτο συνειργάσθη ἔργον ἐπιχθονίων.

ΚΥΡΟΥ ΑΠΟ ΥΠΑΤΩΝ

Δείματο Μαξιμίνος νεοπηγέος ἔνδοθι Ῥώμης

αὐταῖς ἠιόνεσσι θεμείλια καρτερὰ πήξας.

ἀγλαΐη δέ μοι ἀμφὶς ἀπειρεσίη τετάνυσται

τῇ καὶ τῇ καὶ ὄπισθεν ἔχω πτόλιν, ἀλλὰ καὶ ἄντην

πάνθ' ὁρόω γαίης Βιθυνηίδος ἀγλαὰ ἔργα·

ἡμετέροις δ' ὑπένερθεν ἐρισθενέεσσι θεμέθλοις

πόντος ἁλὸς προχοῇσι κυλίνδεται εἰς ἅλα δῖαν

τόσσον ἐπιψαύων, ὁπόσον χθονὸς ἄκρα διῆναι.

πολλάκι δ' ἐξ ἐμέθεν τις ἑὸν μέγα θυμὸν ἰάνθη

βαιὸν ὑπερκύψας, ἐπεὶ εἴσιδεν ἄλλοθεν ἄλλα,

δένδρεα, δώματα, νῆας, ἅλα, πτόλιν, ἠέρα, γαῖαν.

ΤΟΥ ΑΥΤΟΥ

Πίνδαρον ἱμερόεντα παρ' ὕδασι Κῦρος ἐγείρει,

   οὕνεκα φορμίζων εἶπεν· Ἄριστον ὕδωρ.

ΑΔΗΛΟΝ

Οὗτος Ἰουστῖνος Σοφίῃ σχεδόν· ἀμφότεροι δὲ

χρύσεον ἔργον ἔτευξαν ἀπ' Ἀσσυρίοιο θριάμβου.

ΑΔΗΛΟΝ

Φαιδρὸν Ἰουστινιανὸς ἄναξ ἐμὲ χῶρον ἐγείρει

   Ἠελίῳ παρέχων θάμβος ἀνερχομένῳ·

οὔποτε γὰρ τοιοῦτον ἐπὶ χθονὸς ἔδρακε κάλλος

   ὑψόθεν οὐρανίην οἶμον ἐπερχόμενος.

ΑΛΛΟ

Θεῖον Ἰουστῖνον, καθαρὸν φρουρήτορα θεσμῶν,

   Δομνῖνος καθαρῆς ἐν προθύροισι Δίκης.

ΑΛΛΟ

Τῆς Σοφίης τόδ' ἄγαλμα Δίκης προπάροιθε θυράων,

   οὐ γὰρ ἄνευθε δίκης ἔπρεπε τὴν σοφίην.

ΑΔΗΛΟΝ

Νύμφαι Νηιάδες, μετανάστιοι, οὐχ ἅμα πάσας

   ἥξειν ὠιόμην χεύμασιν ἡμετέροις.

Εἰ δὲ τόσην τὸ λοετρὸν ἔχει χάριν, οὐδὲν ὀνήσει

   ὁ φθόνος, εἰ Νύμφαι πᾶν ἀπέλειπον ὕδωρ.

ΑΛΛΟ

Ξεῖνε, τί νῦν σπεύδεις ὁρόων ἀκεσώδυνον ὕδωρ;

εὐφροσύνης τὸ λοετρόν, ἀπορρύπτει μελεδῶνας,

μόχθον ἐλαφρίζει· τόδε γὰρ ποίησε Μιχαήλ,

ὃς κρατερῆς αὐλῆς βασιληίδος ἡγεμονεύει.

ΑΛΛΟ

Ἀντία Τηλεμάχοιο καὶ ἐγγύθι Πηνελοπείης

τίπτε, πολυφράδμων, πολυταρβέα χεῖρα τιταίνεις;

οὐκ ἐρέει μνηστῆρσι τεόν ποτε νεῦμα τιθήνη.

ΑΛΛΟ

Ἐν τῇ τραπέζῃ τῶν ἀχράντων θυμάτων

παθῶν τυχόντας τῶν ὑπὲρ Χριστοῦ γράφω·

οὕσπερ γὰρ αἰτῶ πρὸς σκέπην ἔχειν Πέτρος,

φρικτοῦ τέθεικα τοῖς σκεπάσμασιν τόπου.

ΑΛΛΟ

Καὶ Πέτρος ἄλλος τὸν τάφον τοῦ Κυρίου

τὸν ζωοποιὸν εἰσιδεῖν μὴ συμφθάσας

ἔγλυψα δίσκον, μνήματος θείου τύπον,

ἐν ᾧ τὸ Χριστοῦ σῶμα κύψας προσβλέπω.

ΑΔΗΛΟΝ

Κρατὴρ νοητὸς Πνεύματος θείου βλύσει

κατανύξεως ῥοῦν ἐγχέω ταῖς καρδίαις.

ΑΛΛΟ

Τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο χῶρον

   ὕδατι καὶ γαίῃ κάλλος ἐπικρεμάσας.

ΑΔΗΛΟΝ

Κοίρανοι, ὑμετέρην ἀρετὴν κάρτος τε καὶ ἔργα

αὐδήσει χρόνος αἰέν, ἕως πόλος ἀστέρας ἕλκῃ.

ΑΛΛΟ

Ἀργύρεος πόλος οὗτος, ὅπῃ Φαέθοντα Σελήνη

   δέρκεται ἀντιτύπων πιμπλαμένη φαέων·

ἀπλανέες δ' ἑκάτερθε καὶ ἀντιθέοντες ἀλῆται

   ἀνδρομέης γενεῆς πᾶσαν ἄγουσι τύχην.

ΠΛΑΤΩΝΟΣ

Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ' ἀπὸ πέτρας

   κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων,

αὐτὸς ἐπεὶ σύριγγι μελίσδεται εὐκελάδῳ Πάν,

   ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων·

αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο

   Ὑδριάδες Νύμφαι, Νύμφαι Ἁμαδρυάδες.

ΕΡΥΚΙΟΥ

Εὔστοχα θηροβολεῖτε, κυναγέται, οἱ ποτὶ ταύταν

   Πανὸς ὀρειώτα νισσόμενοι σκοπιάν,

αἴτε λίνοις βαίνοιτε πεποιθότες, αἴτε σιδάρῳ,

   αἴτε καὶ ἰξευταὶ λαθροβόλῳ δόνακι·

κἀμέ τις ὑμείων ἐπιβωσάτω· οἶδά ποτ' ἄγραν

   κοσμεῖν καὶ λόγχαν καὶ λίνα καὶ καλάμους.

ΑΔΗΛΟΝ

Πᾶνά με τὸν δυσέρωτα καὶ ἐξ ὑδάτων φύγεν Ἠχώ.

ΠΛΑΤΩΝΟΣ

Τὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χεὶρ

   μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθῳ.

εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος, ἀντὶ δὲ τοῦ πρὶν

   πορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω.

εὔκηλον δ' ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρον

   κινήσῃς ἁπαλῷ κώματι θελγόμενον.

ΑΜΜΩΝΙΟΥ

Εἰμὶ μὲν εὐκεράοιο φίλος θεράπων Διονύσου,

   λείβω δ' ἀργυρέων ὕδατα Ναϊάδων·

θέλγω δ' ἠρεμέοντα νέον περὶ κώματι παῖδα ...