24658 2183 4 60 35 0 VI sec. a. C.-X d. C. Epigramma Autori vari VII Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 173

Anthologia Graeca VII

Ἀρχὴ τῶνΕΠΙΤΥΜΒΙΩΝ ΕΠΙΓΡΑΜΜΑΤΩΝ

ΑΛΚΑΙΟΥ ΠΟΙΗΤΟΥ ΜΕΣΣΗΝΙΟΥ

Ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον

   ἤκαχον ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι·

νέκταρι δ' εἰνάλιαι Νηρηίδες ἐχρίσαντο

   καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι,

   5ὅττι Θέτιν κύδηνε καὶ υἱέα καὶ μόθον ἄλλων

   ἡρώων Ἰθακοῦ τ' ἔργματα Λαρτιάδεω.

ὀλβίστη νήσων πόντῳ Ἴος, ὅττι κέκευθε

   βαιὴ Μουσάων ἀστέρα καὶ Χαρίτων.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Τὰν μερόπων Πειθώ, τὸ μέγα στόμα, τὰν ἴσα Μούσαις

   φθεγξαμέναν κεφαλάν, ὦ ξένε, Μαιονίδεω

ἅδ' ἔλαχον νασῖτις Ἴου σπιλάς· οὐ γὰρ ἐν ἄλλᾳ

   ἱερόν, ἀλλ' ἐν ἐμοὶ πνεῦμα θανὼν ἔλιπεν,

ᾧ νεῦμα Κρονίδαο τὸ παγκρατές, ᾧ καὶ Ὄλυμπον

   καὶ τὰν Αἴαντος ναύμαχον εἶπε βίαν

καὶ τὸν Ἀχιλλείοις Φαρσαλίσιν Ἕκτορα πώλοις

   ὀστέα Δαρδανικῷ δρυπτόμενον πεδίῳ.

εἰ δ' ὀλίγα κρύπτω τὸν ταλίκον, ἴσθ', ὅτι κεύθει

  10   καὶ Θέτιδος γαμέταν ἁ βραχύβωλος Ἴκος.

2b

Εἰ καὶ βαιὸς ὁ τύμβος, ὁδοιπόρε, μή με παρέλθῃς,

   ἀλλὰ καταστέψας ἶσα θεοῖσι σέβου·

τὸν γὰρ Πιερίσιν τιμώμενον ἔξοχα Μούσαις

   ποιητὴν ἐπέων θεῖον Ὅμηρον ἔχω.

Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει

ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἐνθάδε Πιερίδων τὸ σοφὸν στόμα, θεῖον Ὅμηρον,

   κλεινὸς ἐπ' ἀγχιάλῳ τύμβος ἔχει σκοπέλῳ.

εἰ δ' ὀλίγη γεγαυῖα τόσον χάδεν ἀνέρα νῆσος,

   μὴ τόδε θαμβήσῃς, ὦ ξένε, δερκόμενος·

   5καὶ γὰρ ἀλητεύουσα κασιγνήτη ποτὲ Δῆλος

   μητρὸς ἀπ' ὠδίνων δέξατο Λητοΐδην.

ΑΔΗΛΟΝ, οἱ δέ φασιν ΑΛΚΑΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ]

Οὐδ' εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον

   στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς,

οὐκ εἴμ' οὐδ' ἔσομαι Σαλαμίνιος οὐδ' ὁ Μέλητος

   Δημαγόρου· μὴ ταῦτ' ὄμμασιν Ἑλλὰς ἴδοι.

ἄλλον ποιητὴν βασανίζετε· τἀμὰ δέ, Μοῦσαι

   καὶ Χίος, Ἑλλήνων παισὶν ἀείσετ' ἔπη.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Ἡρώων κάρυκ' ἀρετᾶς, μακάρων δὲ προφήταν,

   Ἑλλάνων βιοτᾷ δεύτερον ἀέλιον,

Μουσῶν φέγγος Ὅμηρον, ἀγήραντον στόμα κόσμου

   παντός, ἁλιρροθία, ξεῖνε, κέκευθε κόνις.

ΑΛΛΟ

Ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε,

   Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Οὐκέτι θελγομένας, Ὀρφεῦ, δρύας, οὐκέτι πέτρας

   ἄξεις, οὐ θηρῶν αὐτονόμους ἀγέλας·

οὐκέτι κοιμάσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν,

   οὐ νιφετῶν συρμούς, οὐ παταγεῦσαν ἅλα.

ὤλεο γάρ· σὲ δὲ πολλὰ κατωδύραντο θύγατρες

   Μναμοσύνας, μάτηρ δ' ἔξοχα Καλλιόπα.

τί φθιμένοις στοναχεῦμεν ἐφ' υἱάσιν, ἁνίκ' ἀλαλκεῖν

   τῶν παίδων Ἀίδαν οὐδὲ θεοῖς δύναμις.

ΔΑΜΑΓΗΤΟΥ

Ὀρφέα Θρηικίῃσι παρὰ προμολῇσιν Ὀλύμπου

   τύμβος ἔχει, Μούσης υἱέα Καλλιόπης,

ᾧ δρύες οὐκ ἀπίθησαν, ὅτῳ συνάμ' ἕσπετο πέτρη

   ἄψυχος θηρῶν θ' ὑλονόμων ἀγέλα,

ὅς ποτε καὶ τελετὰς μυστηρίδας εὕρετο Βάκχου

   καὶ στίχον ἡρῴῳ ζευκτὸν ἔτευξε ποδί,

ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα

   καὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ.

ΑΔΗΛΟΝ

Καλλιόπης Ὀρφῆα καὶ Οἰάγροιο θανόντα

   ἔκλαυσαν ξανθαὶ μυρία Βιστονίδες,

στικτοὺς δ' ᾑμάξαντο βραχίονας, ἀμφὶ μελαίνῃ

   δευόμεναι σποδιῇ Θρηίκιον πλόκαμον·

καὶ δ' αὐταὶ στοναχεῦντι σὺν εὐφόρμιγγι Λυκείῳ

   ἔρρηξαν Μοῦσαι δάκρυα Πιερίδες

μυρόμεναι τὸν ἀοιδόν· ἐπωδύραντο δὲ πέτραι

   καὶ δρύες, ἃς ἐρατῇ τὸ πρὶν ἔθελγε λύρῃ.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Ὁ γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν,

   ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς,

ἀλλ' ἑτέρων πολλῶν δυνατώτερος· εἰ δ' Ἀίδας μοι

   μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχ' ὄνομα;

ΑΔΗΛΟΝ

Ἄρτι λοχευομένην σε μελισσοτόκων ἔαρ ὕμνων,

   ἄρτι δὲ κυκνείῳ φθεγγομένην στόματι

ἤλασεν εἰς Ἀχέροντα διὰ πλατὺ κῦμα καμόντων

   Μοῖρα, λινοκλώστου δεσπότις ἠλακάτης·

σὸς δ' ἐπέων, Ἤριννα, καλὸς πόνος οὔ σε γεγωνεῖ

   φθίσθαι, ἔχειν δὲ χοροὺς ἄμμιγα Πιερίσιν.

ΛΕΩΝΙΔΟΥ, οἱ δὲ ΜΕΛΕΑΓΡΟΥ

Παρθενικὰν νεαοιδὸν ἐν ὑμνοπόλοισι μέλισσαν

   Ἤρινναν Μουσῶν ἄνθεα δρεπτομέναν

Ἅιδας εἰς ὑμέναιον ἀνάρπασεν. ἦ ῥα τόδ' ἔμφρων

   εἶπ' ἐτύμως ἁ παῖς· Βάσκανός ἐσσ', Ἀίδα.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Σαπφώ τοι κεύθεις, χθὼν Αἰολί, τὰν μετὰ Μούσαις

   ἀθανάταις θνατὰν Μοῦσαν ἀειδομέναν,

ἃν Κύπρις καὶ Ἔρως συνάμ' ἔτραφον, ἇς μέτα Πειθὼ

   ἔπλεκ' ἀείζωον Πιερίδων στέφανον,

Ἑλλάδι μὲν τέρψιν, σοὶ δὲ κλέος. ὦ τριέλικτον

   Μοῖραι δινεῦσαι νῆμα κατ' ἠλακάτας,

πῶς οὐκ ἐκλώσασθε πανάφθιτον ἦμαρ ἀοιδῷ

   ἄφθιτα μησαμένᾳ δῶρ' Ἑλικωνιάδων;

ΑΝΤΙΠΑΤΡΟΥ

Οὔνομά μευ Σαπφώ· τόσσον δ' ὑπερέσχον ἀοιδὰν

   θηλειᾶν, ἀνδρῶν ὅσσον ὁ Μαιονίδας.

ΠΙΝΥΤΟΥ

Ὀστέα μὲν καὶ κωφὸν ἔχει τάφος οὔνομα Σαπφοῦς·

   αἱ δὲ σοφαὶ κείνης ῥήσιες ἀθάνατοι.

ΤΥΛΛΙΟΥ ΛΑΥΡΕΑ

Αἰολικὸν παρὰ τύμβον ἰών, ξένε, μή με θανοῦσαν

   τὰν Μιτυληναίαν ἔννεπ' ἀοιδοπόλον·

τόνδε γὰρ ἀνθρώπων ἔκαμον χέρες, ἔργα δὲ φωτῶν

   ἐς ταχινὴν ἔρρει τοιάδε ληθεδόνα.

ἢν δέ με Μουσάων ἐτάσῃς χάριν, ὧν ἀφ' ἑκάστης

   δαίμονος ἄνθος ἐμῇ θῆκα παρ' ἐννεάδι,

γνώσεαι, ὡς Ἀίδεω σκότον ἔκφυγον οὐδέ τις ἔσται

   τῆς λυρικῆς Σαπφοῦς νώνυμος ἠέλιος.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἀνέρα μὴ πέτρῃ τεκμαίρεο· λιτὸς ὁ τύμβος

   ὀφθῆναι, μεγάλου δ' ὀστέα φωτὸς ἔχει.

εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης

   ἔξοχον, ὃν Μουσέων ἐννέ' ἀριθμὸς ἔχει.

κεῖται δ' ἠπείροις διδύμαις ἔρις, εἴθ' ὅ γε Λυδὸς

   εἴτε Λάκων. πολλαὶ μητέρες ὑμνοπόλων.

ΛΕΩΝΙΔΟΥ

Τὸν χαρίεντ' Ἀλκμᾶνα, τὸν ὑμνητῆρ' ὑμεναίων

   κύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον,

τύμβος ἔχει, Σπάρτας μεγάλαν χάριν, ἔνθ' ὅ γε Λυδὸς

   ἄχθος ἀπορρίψας οἴχεται εἰς Ἀίδαν.

[ΣΙΜΩΝΙΔΟΥ]

Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν,

   οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.

ΣΙΜΙΟΥ [ΘΗΒΑΙΟΥ]

Τόν σε χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλλου,

   τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον,

πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς

   βλαισὸς Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην,

τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος, ἀλλ' ὁ περισσὸς

   αἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν.

ΤΟΥ ΑΥΤΟΥ

Ἠρέμ' ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ,

   ἑρπύζοις χλοεροὺς ἐκπροχέων πλοκάμους,

καὶ πέταλον πάντῃ θάλλοι ῥόδου ἥ τε φιλορρὼξ

   ἄμπελος ὑγρὰ πέριξ κλήματα χευαμένη,

εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς

   ἤσκησεν Μουσῶν ἄμμιγα καὶ Χαρίτων.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Θάλλοι τετρακόρυμβος, Ἀνάκρεον, ἀμφὶ σὲ κισσὸς

   ἁβρά τε λειμώνων πορφυρέων πέταλα,

πηγαὶ δ' ἀργινόεντος ἀναθλίβοιντο γάλακτος,

   εὐῶδες δ' ἀπὸ γῆς ἡδὺ χέοιτο μέθυ,

ὄφρα κέ τοι σποδιή τε καὶ ὀστέα τέρψιν ἄρηται,

   εἰ δή τις φθιμένοις χρίμπτεται εὐφροσύνα.

Ὦ τὸ φίλον στέρξας, φίλε, βάρβιτον, ὦ σὺν ἀοιδᾷ

   πάντα διαπλώσας καὶ σὺν ἔρωτι βίον ...

[ΣΙΜΩΝΙΔΟΥ]

Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας,

   οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,

Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπ' ἄκρῃ

   στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,

ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλόκωμος

   παννύχιος κρούων τὴν φιλόπαιδα χέλυν

κἠν χθονὶ πεπτηὼς κεφαλῆς ἐφύπερθε φέροιτο

   ἀγλαὸν ὡραίων βότρυν ἀπ' ἀκρεμόνων

καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς

  10   λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.

[ΤΟΥ ΑΥΤΟΥ]

Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων

   ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,

ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ' Ἐρώτων

   τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.

   5μοῦνον δ' εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων

   ἠέλιον Λήθης ἐνθάδ' ἔκυρσε δόμων,

ἀλλ' ὅτι τὸν χαρίεντα μετ' ἠιθέοισι Μεγιστέα

   καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.

μολπῆς δ' οὐ λήγει μελιτερπέος, ἀλλ' ἔτ' ἐκεῖνον

  10   βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Ξεῖνε, τάφον παρὰ λιτὸν Ἀνακρείοντος ἀμείβων,

   εἴ τί τοι ἐκ βίβλων ἦλθεν ἐμῶν ὄφελος,

σπεῖσον ἐμῇ σποδιῇ, σπεῖσον γάνος, ὄφρα κεν οἴνῳ

   ὀστέα γηθήσῃ τἀμὰ νοτιζόμενα,

   5ὡς ὁ Διωνύσου μεμελημένος εὐάσι κώμοις,

   ὡς ὁ φιλακρήτου σύντροφος ἁρμονίης

μηδὲ καταφθίμενος Βάκχου δίχα τοῦτον ὑποίσω

   τὸν γενεῇ μερόπων χῶρον ὀφειλόμενον.

ΤΟΥ ΑΥΤΟΥ

Εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων,

   μήτ' ἐρατῶν κώμων ἄνδιχα μήτε λύρης·

ὑγρὰ δὲ δερκομένοισιν ἐν ὄμμασιν οὖλον ἀείδοις

   αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης,

ἠὲ πρὸς Εὐρυπύλην τετραμμένος ἠὲ Μεγιστῆ

   ἢ Κίκονα Θρῃκὸς Σμερδίεω πλόκαμον,

ἡδὺ μέθυ βλύζων, ἀμφίβροχος εἵματα Βάκχῳ,

   ἄκρητον θλίβων νέκταρ ἀπὸ στολίδων.

τρισσοῖς γάρ, Μούσαισι, Διωνύσῳ καὶ Ἔρωτι,

  10   πρέσβυ, κατεσπείσθη πᾶς ὁ τεὸς βίοτος.

ΑΔΕΣΠΟΤΟΝ

Ὦ ξένε, τόνδε τάφον τὸν Ἀνακρείοντος ἀμείβων

   σπεῖσόν μοι παριών· εἰμὶ γὰρ οἰνοπότης.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Εὕδεις ἐν φθιμένοισιν, Ἀνάκρεον, ἐσθλὰ πονήσας,

   εὕδει δ' ἡ γλυκερὴ νυκτιλάλος κιθάρη,

εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἔαρ, ᾧ σὺ μελίσδων

   βάρβιτ' ἀνεκρούου νέκταρ ἐναρμόνιον.

   5ἠιθέων γὰρ Ἔρωτος ἔφυς σκοπός, εἰς δὲ σὲ μοῦνον

   τόξα τε καὶ σκολιὰς εἶχεν ἑκηβολίας.

ΤΟΥ ΑΥΤΟΥ

Τύμβος Ἀνακρείοντος. ὁ Τήιος ἐνθάδε κύκνος

   εὕδει χἠ παίδων ζωροτάτη μανίη.

ἀκμήν οἱ λυρόεν τι μελίζεται ἀμφὶ Βαθύλλῳ

   ἵμερα, καὶ κισσοῦ λευκὸς ὄδωδε λίθος.

οὐδ' Ἀίδης σοι ἔρωτας ἀπέσβεσεν, ἐν δ' Ἀχέροντος

   ὢν ὅλος ὠδίνεις κύπριδι θερμοτέρῃ.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Σμερδίῃ ὦ ἐπὶ Θρῃκὶ τακεὶς καὶ ἐπ' ἔσχατον ὀστεῦν,

   κώμου καὶ πάσης κοίρανε παννυχίδος,

τερπνότατε Μούσῃσιν Ἀνάκρεον, ὦ 'πὶ Βαθύλλῳ

   χλωρὸν ὑπὲρ κυλίκων πολλάκι δάκρυ χέας,

αὐτόματαί τοι κρῆναι ἀναβλύζοιεν ἄκρητον

   κἠκ μακάρων προχοαὶ νέκταρος ἀμβροσίου,

αὐτόματοι δὲ φέροιεν ἴον, τὸ φιλέσπερον ἄνθος,

   κῆποι καὶ μαλακῇ μύρτα τρέφοιτο δρόσῳ,

ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς

  10   βεβληκὼς χρυσέην χεῖρας ἐπ' Εὐρυπύλην.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Πολλάκι μὲν τόδ' ἄεισα καὶ ἐκ τύμβου δὲ βοήσω·

   Πίνετε, πρὶν ταύτην ἀμφιβάλησθε κόνιν.

ΤΟΥ ΑΥΤΟΥ

Πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. ‑ Ἀλλὰ τρυφήσας·

   καὶ σὺ δὲ μὴ πίνων ἵξεαι εἰς Ἀίδην.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων

   χαλκευτάν, κατέχει Πίνδαρον ἅδε κόνις,

οὗ μέλος εἰσαΐων φθέγξαιό κεν, ὡς ἀπὸ Μουσῶν

   ἐν Κάδμου θαλάμοις σμῆνος ἀπεπλάσατο.

ΛΕΩΝΙΔΟΥ

Ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,

   Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.

ΕΡΥΚΙΟΥ

Αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις,

   σκηνίτης μαλακοὺς κισσὸς ἄροιτο πόδας,

αἰεί τοι βούπαισι περιστάζοιτο μελίσσαις

   τύμβος Ὑμηττείῳ λειβόμενος μέλιτι,

   5ὡς ἄν τοι ῥείῃ μὲν ἀεὶ γάνος Ἀτθίδι δέλτῳ

   κηρός, ὑπὸ στεφάνοις δ' αἰὲν ἔχῃς πλοκάμους.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Τύμβος ὅδ' ἔστ', ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσῶν

   ἱρὴν παρθεσίην ἱερὸς ὢν ἔλαχον·

ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα,

   πρίνινον ἐς χρύσεον σχῆμα μεθηρμόσατο

καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα· τοῦ δὲ θανόντος

   εὔθετον ὀρχηστὴν τῇδ' ἀνέπαυσα πόδα. ‑

Ὄλβιος, ὡς ἀγαθὴν ἔλαχες στάσιν· ἡ δ' ἐνὶ χερσὶ

   κούριμος ἐκ ποίης ἥδε διδασκαλίης; ‑

Εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις,

  10   εἴτε καὶ Ἠλέκτραν· ἀμφότεραι γὰρ ἄκρον.

ΔΙΟΔΩΡΟΥ

Θεῖος Ἀριστοφάνευς ὑπ' ἐμοὶ νέκυς, εἴ τινα πεύθῃ,

   κωμικὸν ἀρχαίης μνᾶμα χοροστασίης.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ὁ τραγικὸν φώνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν

   πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ,

Αἰσχύλος Εὐφορίωνος, Ἐλευσινίης ἑκὰς αἴης

   κεῖται κυδαίνων σήματι Τρινακρίην.

ΔΙΟΔΩΡΟΥ

Αἰσχύλον ἥδε λέγει ταφίη λίθος ἐνθάδε κεῖσθαι

   τὸν μέγαν, οἰκείης τῆλ' ἀπὸ Κεκροπίης,

λευκὰ Γέλα Σικελοῖο παρ' ὕδατα. τίς φθόνος, αἰαῖ,

   Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει;

ΑΔΕΣΠΟΤΟΥ

Ἆ μάκαρ, ἀμβροσίῃσι συνέστιε φίλτατε Μούσαις,

   χαῖρε καὶ εἰν Ἀίδεω δώμασι, Καλλίμαχε.

ΑΛΛΟ

Ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ,

   ἦ ῥ' ἐτεὸν κεράων οὐδ' ἐλέφαντος ἔης.

τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτ' οὐ πάρος ἀνέρες ἴδμεν

   ἀμφί τε ἀθανάτους ἀμφί τε ἡμιθέους,

   5εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα

   ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων·

αἱ δέ οἱ εἰρομένῳ ἀμφ' ὠγυγίων ἡρώων

   Αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.

ΙΩΝΟΣ

Χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισι

   Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον·

ἴσθι δ' ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται

   ἶσον Ὁμηρείαις ἀενάοις χάρισιν.

ΑΔΕΣΠΟΤΟΝ

Εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος,

   καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες,

τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν,

   τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα,

ἀλλ' ἔμολες Πελλαῖον ὑπ' ἠρίον, ὡς ἂν ὁ λάτρις

   Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων.

ΘΟΥΚΥΔΙΔΟΥ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ

Μνᾶμα μὲν Ἑλλὰς ἅπασ' Εὐριπίδου, ὀστέα δ' ἴσχει

   γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου.

πατρὶς δ' Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσαις

   τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.

Οὐ σὸν μνῆμα τόδ' ἔστ', Εὐριπίδη, ἀλλὰ σὺ τοῦδε·

   τῇ σῇ γὰρ δόξῃ μνῆμα τόδ' ἀμπέχεται.

Ἅπασ' Ἀχαιὶς μνῆμα σόν γ', Εὐριπίδη·

οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος.

Αἰθαλέοιο πυρὸς σάρκες ῥιπῇσι τρυφηλαὶ

   ληφθεῖσαι νοτίην ὦσαν ἀπαιθόμεναι·

μοῦνα δ' ἔνεστι τάφῳ πολυδακρύῳ ὀστέα κωφὰ

   καὶ πόνος εἰνοδίοις τῇδε παρερχομένοις.

ΒΙΑΝΟΡΟΣ ΒΙΘΥΝΟΥ

Ἁ Μακέτις σε κέκευθε τάφου κόνις· ἀλλὰ πυρωθεὶς

   Ζανὶ κεραυνείῳ γαῖαν ἀπηχθίασας.

τρὶς γὰρ ἐπαστράψας, Εὐριπίδη, ἐκ Διὸς αἰθὴρ

   ἥγνισε τὰν θνατὰν σήματος ἱστορίαν.

ΑΡΧΙΜΗΛΟΥ

Τὴν Εὐριπίδεω μήτ' ἔρχεο μήτ' ἐπιβάλλου

   δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα·

λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίκροτος· ἢν δέ τις αὐτὴν

   εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος·

ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς,

   ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.

ΑΔΑΙΟΥ

Οὔ σε κυνῶν γένος εἷλ', Εὐριπίδη, οὐδὲ γυναικὸς

   οἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον,

ἀλλ' Ἀίδης καὶ γῆρας· ὑπαὶ Μακέτῃ δ' Ἀρεθούσῃ

   κεῖσαι ἑταιρείῃ τίμιος Ἀρχέλεω.

σὸν δ' οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχου

   βήματα καὶ σκηνὰς ἐμβάδι πειθομένας.

ΔΗΜΙΟΥΡΓΟΥ

Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς,

   Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.

ΑΔΗΛΟΝ

Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδ' ἀνέθηκα

ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.

ΜΝΑΣΑΛΚΟΥ

Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος

   ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει

Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν

   ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.

ΑΛΚΑΙΟΥ

Λοκρίδος ἐν νέμεϊ σκιερῷ νέκυν Ἡσιόδοιο

   Νύμφαι κρηνίδων λοῦσαν ἀπὸ σφετέρων

καὶ τάφον ὑψώσαντο· γάλακτι δὲ ποιμένες αἰγῶν

   ἔρραναν ξανθῷ μιξάμενοι μέλιτι·

τοίην γὰρ καὶ γῆρυν ἀπέπνεεν ἐννέα Μουσέων

   ὁ πρέσβυς καθαρῶν γευσάμενος λιβάδων.

ΑΔΗΛΟΝ

Ἦν ἄρα Δημοκρίτοιο γέλως τόδε, καὶ τάχα λέξει·

   Οὐκ ἔλεγον γελόων· Πάντα πέλουσι γέλως;

καὶ γὰρ ἐγὼ σοφίην μετ' ἀπείρονα καὶ στίχα βίβλων

   τοσσατίων κεῖμαι νέρθε τάφοιο γέλως.

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον,

   ὅσσον ὁ παντοδαὴς μήνυσε Δημόκριτος;

ὃς θάνατον παρεόντα τρί' ἤματα δώμασιν ἔσχεν

   καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάσσεις,

   Φερσεφόνη, ψυχὴν δέχνυσο Δημοκρίτου

εὐμενέως γελόωσαν, ἐπεὶ καὶ σεῖο τεκοῦσαν

   ἀχνυμένην ἐπὶ σοὶ μοῦνος ἔκαμψε γέλως.

ΤΟΥ ΑΥΤΟΥ

Πλούτων, δέξο, μάκαρ, Δημόκριτον, ὥς κεν ἀνάσσων

   αἰὲν ἀμειδήτων καὶ γελόωντα λάχοις.

ΣΙΜΙΟΥ

Σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ

   ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης·

εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον,

   οὗτος ἔχει πλεῖστον καὶ φθόνον οὐ φέρεται.

ΑΔΕΣΠΟΤΟΥ

Γαῖα μὲν ἐν κόλποις κρύπτει τόδε σῶμα Πλάτωνος,

   ψυχὴ δ' ἀθάνατον τάξιν ἔχει μακάρων

υἱοῦ Ἀρίστωνος· τόν τις καὶ τηλόθι ναίων

   τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον.

ΑΛΛΟ

Αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον ἢ τίνος, εἰπέ,

   ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις; ‑

Ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον

   εἰκών· σῶμα δὲ γῆ γηγενὲς Ἀτθὶς ἔχει.

ΑΔΕΣΠΟΤΟΝ

Τὸν κύνα Διογένη, νεκυοστόλε, δέξο με, πορθμεῦ,

   γυμνώσαντα βίου παντὸς ἐπισκύνιον.

ΑΔΗΛΟΝ

Εἰπέ, κύον, τίνος ἀνδρὸς ἐφεστὼς σῆμα φυλάσσεις; ‑

   Τοῦ Κυνός. ‑ Ἀλλὰ τίς ἦν οὗτος ἀνὴρ ὁ Κύων; ‑

Διογένης. ‑ Γένος εἰπέ. ‑ Σινωπεύς. ‑ Ὃς πίθον ᾤκει; ‑

   Καὶ μάλα· νῦν δὲ θανὼν ἀστέρας οἶκον ἔχει.

ΑΝΤΙΠΑΤΡΟΥ

Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὅς ποτε θυμῷ

   ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον,

ᾧ μία τις πήρα, μία διπλοΐς, εἷς ἅμ' ἐφοίτα

   σκίπων, αὐτάρκους ὅπλα σαοφροσύνας.

   5ἀλλὰ τάφου τοῦδ' ἐκτὸς ἴτ', ἄφρονες, ὡς ὁ Σινωπεὺς

   ἐχθαίρει φαῦλον πάντα καὶ εἰν Ἀίδῃ.

ΟΝΕΣΤΟΥ

Βάκτρον καὶ πήρη καὶ διπλόον εἷμα σοφοῖο

   Διογένευς βιότου φόρτος ὁ κουφότατος.

πάντα φέρω πορθμῆι· λέλοιπα γὰρ οὐδὲν ὑπὲρ γῆς.

   ἀλλά, κύον, σαίνοις, Κέρβερε, τόν με κύνα.

ΛΕΩΝΙΔΟΥ

Ἀίδεω λυπηρὲ διήκονε, τοῦτ' Ἀχέροντος

   ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ,

δέξαι μ', εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα

   βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην.

ὄλπη μοι καὶ πήρη ἐφόλκια καὶ τὸ παλαιὸν

   ἔσθος χὠ φθιμένους ναυστολέων ὀβολός.

πάνθ', ὅσα κἠν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρ' Ἅιδαν

   ἔρχομ' ἔχων· λείπω δ' οὐδὲν ὑπ' ἠελίῳ.

ΑΡΧΙΟΥ

Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων,

   ὃς βαθὺ πορθμεύεις τοῦτ' Ἀχέροντος ὕδωρ,

εἰ καί σοι βέβριθεν ὑπ' εἰδώλοισι καμόντων

   ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.

ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα

   καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν.

καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω,

   εἶχον· ὑπ' ἠελίου δ' οὔ τι λέλοιπα φάει.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Κέρβερε, δειμαλέην ὑλακὴν νεκύεσσιν ἰάλλων,

   ἤδη φρικαλέον δείδιθι καὶ σὺ νέκυν·

Ἀρχίλοχος τέθνηκε· φυλάσσεο θυμὸν ἰάμβων

   δριμὺν πικροχόλου τικτόμενον στόματος.

οἶσθα βοῆς κείνοιο μέγα σθένος, εὖτε Λυκάμβεω

   νηῦς μία σοι δισσὰς ἤγαγε θυγατέρας.

ΤΟΥ ΑΥΤΟΥ

Νῦν πλέον ἢ τὸ πάροιθε πύλας κρατεροῖο βερέθρου

   ὄμμασιν ἀγρύπνοις, τρισσέ, φύλασσε, κύον.

εἰ γὰρ φέγγος ἔλειπον ἀλυσκάζουσαι ἰάμβων

   ἄγριον Ἀρχιλόχου φλέγμα Λυκαμβιάδες,

πῶς οὐκ ἂν προλίποι σκοτίων πυλεῶνας ἐναύλων

   νεκρὸς ἅπας φεύγων τάρβος ἐπεσβολίης;

ΓΑΙΤΟΥΛΙΚΟΥ

Σῆμα τόδ' Ἀρχιλόχου παραπόντιον, ὅς ποτε πικρὴν

   μοῦσαν ἐχιδναίῳ πρῶτος ἔβαψε χόλῳ

αἱμάξας Ἑλικῶνα τὸν ἥμερον. οἶδε Λυκάμβης

   μυρόμενος τρισσῶν ἅμματα θυγατέρων.

ἠρέμα δὴ παράμειψον, ὁδοιπόρε, μή ποτε τοῦδε

   κινήσῃς τύμβῳ σφῆκας ἐφεζομένους.

ΜΕΝΑΝΔΡΟΥ ΚΩΜΙΚΟΥ

Χαῖρε, Νεοκλείδα, δίδυμον γένος, ὧν ὁ μὲν ὑμῶν

   πατρίδα δουλοσύνας ῥύσαθ', ὁ δ' ἀφροσύνας.

ΓΕΜΙΝΟΥ

Ἀντὶ τάφου λιτοῖο θὲς Ἑλλάδα, θὲς δ' ἐπὶ ταύταν

   δούρατα βαρβαρικᾶς σύμβολα ναυφθορίας

καὶ τύμβῳ κρηπῖδα περίγραφε Περσικὸν Ἄρη

   καὶ Ξέρξην· τούτοις θάπτε Θεμιστοκλέα.

στάλα δ' ἁ Σαλαμὶς ἐπικείσεται ἔργα λέγουσα

   τἀμά. τί με σμικροῖς τὸν μέγαν ἐντίθετε;

ΔΙΟΔΩΡΟΥ

Τοῦτο Θεμιστοκλεῖ ξένον ἠρίον εἵσατο Μάγνης

   λαός, ὅτ' ἐκ Μήδων πατρίδα ῥυσάμενος

ὀθνείην ὑπέδυ χθόνα καὶ λίθον. ἦ θέλεν οὕτως

   ὁ φθόνος· αἱ δ' ἀρεταὶ μεῖον ἔχουσι γέρας.

ΑΝΤΙΠΑΤΡΟΥ

Στασίχορον, ζαπληθὲς ἀμέτρητον στόμα Μούσης,

   ἐκτέρισεν Κατάνας αἰθαλόεν δάπεδον,

οὗ, κατὰ Πυθαγόρεω φυσικὰν φάτιν, ἁ πρὶν Ὁμήρου

   ψυχὰ ἐνὶ στέρνοις δεύτερον ᾠκίσατο.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Ἐμπορίης λήξαντα Φιλόκριτον, ἄρτι δ' ἀρότρου

   γευόμενον ξείνῳ Μέμφις ἔκρυψε τάφῳ·

ἔνθα δραμὼν Νείλοιο πολὺς ῥόος ὕδατι λάβρῳ

   τἀνδρὸς τὴν ὀλίγην βῶλον ἀπημφίασε.

καὶ ζωὸς μὲν ἔφευγε πικρὴν ἅλα, νῦν δὲ καλυφθεὶς

   κύμασι ναυηγὸν σχέτλιος ἔσχε τάφον.

ΣΙΜΩΝΙΔΟΥ

Οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδου ἐστὶ σαωτήρ,

   ὃς καὶ τεθνηὼς ζῶντ' ἀπέδωκε χάριν.

ΔΙΟΝΥΣΙΟΥ ΚΥΖΙΚΗΝΟΥ

Πρηΰτερον γῆράς σε καὶ οὐ κατὰ νοῦσος ἀμαυρὴ

   ἔσβεσεν· εὐνήθης δ' ὕπνον ὀφειλόμενον

ἄκρα μεριμνήσας, Ἐρατόσθενες· οὐδὲ Κυρήνη

   μαῖά σε πατρῴων ἐντὸς ἔδεκτο τάφων,

Ἀγλαοῦ υἱέ, φίλος δὲ καὶ ἐν ξείνῃ κεκάλυψαι

   πὰρ τόδε Πρωτῆος κράσπεδον αἰγιαλοῦ.

ΜΕΛΕΑΓΡΟΥ

Ὤνθρωφ', Ἡράκλειτος ἐγὼ σοφὰ μοῦνος ἀνευρὼν

   φαμί. ‑ Τὰ δ' ἐς πάτραν κρέσσονα καὶ σοφίης. ‑

Δὰξ γὰρ καὶ τοκεῶνας, ἰὼ ξένε, δύσφρονας ἄνδρας,

   ὑλάκτευν. ‑ Λαμπρὰ θρεψαμένοισι χάρις. ‑

Οὐκ ἀπ' ἐμεῦ; ‑ Μὴ τρηχύς. ‑ Ἐπεὶ τάχα καὶ σύ τι πεύσῃ

   τρηχύτερον. ‑ Πάτρας χαῖρε σὺ δ' ἐξ Ἐφέσου.

ΚΑΛΛΙΜΑΧΟΥ

Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ

   ἤγαγεν· ἐμνήσθην δ', ὁσσάκις ἀμφότεροι

ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,

   ξεῖν' Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·

αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων

   ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Ἑπτὰ σοφῶν, Κλεόβουλε, σὲ μὲν τεκνώσατο Λίνδος·

   φατὶ δὲ Σισυφία χθὼν Περίανδρον ἔχειν·

Πιττακὸν ἁ Μιτυλᾶνα· Βίαντα δὲ δῖα Πριήνη·

   Μίλητος δὲ Θαλῆν, ἄκρον ἔρεισμα Δίκας·

ἁ Σπάρτα Χίλωνα· Σόλωνα δὲ Κεκροπὶς αἶα,

   πάντας ἀριζάλου σωφροσύνας φύλακας.

ΑΔΗΛΟΝ

Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ

   καὶ Σατύροις Σικελὸν τῇδ' Ἐπίχαρμον ἔχω.

ΑΛΛΟ

Τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασ' ἀνέδειξεν

   ἀστρολόγον πάντων πρεσβύτατον σοφίῃ.

ΑΛΛΟ

Ἦ ὀλίγον τόδε σῆμα, τὸ δὲ κλέος οὐρανόμηκες

   τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη.

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Γυμνικὸν αὖ ποτ' ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ,

   τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.

αἰνέω, ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς

   οὐκέθ' ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.

ΑΔΗΛΟΝ

Τὴν ἄδικον παύσασ' ὕβριν ποτὲ ἥδε Σόλωνα

   τόνδ' ἐπέχει Σαλαμὶς θεσμοθέτην ἱερόν.

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ,

   ὀστὰ δ' ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες·

ψυχὴν δ' ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ

   θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα.

‹ΤΟΥ ΑΥΤΟΥ›

Φωσφόρε, σοί, Πολύδευκες, ἔχω χάριν, οὕνεκεν υἱὸς

   Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον.

εἰ δ' ὁ πατὴρ στεφανοῦχον ἰδὼν ‹τέκνον› ἤμυσεν ἡσθείς,

   οὐ νεμεσητόν· ἐμοὶ τοῖος ἴτω θάνατος.

‹ΚΑΛΛΙΜΑΧΟΥ›

Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω

   τὸν Μιτυληναῖον, παῖδα τὸν Ὑρράδιον·

Ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ

   νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ' ἐμέ,

ἡ δ' ἑτέρη προβέβηκε. τί λώιον; εἰ δ' ἄγε, σὺμ μοὶ

   βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.

εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας·

   Ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος

(οἱ δ' ἄρ' ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες

  10   ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ),

κείνων ἔρχεο, φησί, μετ' ἴχνια. χὠ μὲν ἐπέστη

   πλησίον· οἱ δ' ἔλεγον· Τὴν κατὰ σαυτὸν ἔλα.

ταῦτ' ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου

   δράξασθαι, παίδων κληδόνα συνθέμενος.

  15τὴν δ' ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην,

   οὕτω καὶ σύ γ' ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.

ΑΛΛΟ

Κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει

   ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν.

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς

   εἰς Ἀίδην πολιῷ γήραϊ νιφόμενον·

εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός· εἶτ' ἀποκλινθεὶς

   παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.

‹ΤΟΥ ΑΥΤΟΥ›

Ἐς Σκυθίην Ἀνάχαρσις ὅτ' ἤλυθε πολλὰ μογήσας,

   πάντας ἔπειθε βιοῦν ἤθεσιν Ἑλλαδικοῖς·

τὸν δ' ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα

   πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ.

Εἰς Φερεκύδην

Τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πλεῖον,

Πυθαγόρῃ τῷ 'μῷ λέγε ταῦθ', ὅτι πρῶτος ἁπάντων

ἔστιν ἀν' Ἑλλάδα γῆν. οὐ ψεύδομαι ὧδ' ἀγορεύων.

ΑΔΗΛΟΝ

Ἐνθάδε πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας

   οὐρανίου κόσμου κεῖται Ἀναξαγόρας.

ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ

Ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν

   καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας·

ἀλλ' ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δ' αὑτὸν

   ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.

‹ΤΟΥ ΑΥΤΟΥ›

Πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως

   καὶ σοφὸν εἶπε θεὸς καὶ θεὸν ἡ Σοφία.

πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς μὲν ἐδέξω,

   αὐτοὶ δ' ἐξέπιον τοῦτο τεῷ στόματι.

‹ΤΟΥ ΑΥΤΟΥ›

Οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,

   ἀλλ' ἄνοδον ζητῶν, ἐς Διὸς ἥτις ἄγοι,

παιδείης παρ' ἑῆς, Ἑλληνικὰ πράγματα δείξας

   ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.

‹ΤΟΥ ΑΥΤΟΥ›

Εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται

   φεύγειν κατέγνων τοῦ φίλου χάριν Κύρου,

ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν

   (οὕτως ἀρέσκῃ) κεῖθι καὶ μένειν ἔγνως.

ΠΛΑΤΩΝΟΣ ΦΙΛΟΣΟΦΟΥ

Δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ

   Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις·

σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων

   δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν.

   5κεῖσαι δ' εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,

   ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.

ΠΛΑΤΩΝΟΣ

Νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ' ὅτι καλός,

   ὦπται καὶ πάντῃ πᾶσι περιβλέπεται.

θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ' ἀνιήσεις

   ὕστερον. οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Ἀλλ' εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,

   οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι,

ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν

   κάτθανεν ἂν διά τι σφόδρα μικρόν.

‹ΤΟΥ ΑΥΤΟΥ›

Χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον

   πλήξας ἴαχεν Ὤ σύντονον, εἶτ' ἔθανεν,

   ὁ πάντα παντὶ Ξενοκράτης ἀνὴρ γεγώς.

‹ΑΝΤΑΓΟΡΟΥ›

‹Μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα

   ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος,›

ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος

   ἱερὸς ἤισσεν δαιμονίου στόματος·

καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει

   αἰῶν' ἀστρέπτοις δόγμασι πειθόμενος.

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Ἀρκεσίλαε, τί μοι, τί τοσοῦτον ἄκρητον ἀφειδῶς

   ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;

οἰκτείρω δ' οὐ τόσσον, ἐπεὶ θάνες, ἀλλ' ὅτι Μούσας

   ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.

‹ΤΟΥ ΑΥΤΟΥ›

Καὶ σέο, Λακύδη, φάτιν ἔκλυον, ὡς ἄρ' ἄκαιρος

   Βάκχος ἑλὼν Ἀίδην ποσσὶν ἔσυρέ σ' ἄκροις.

ἦ σαφὲς ἦν· Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ,

   λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;

‹ΤΟΥ ΑΥΤΟΥ›

Χαίρετε καὶ μέμνησθε τὰ δόγματα τοῦτ' Ἐπίκουρος

   ὕστατον εἶπε φίλοις οἷσιν ἀποφθίμενος·

θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε καὶ τὸν ἄκρητον

   ἔσπασεν, εἶτ' ἀίδην ψυχρὸν ἐπεσπάσατο.

‹ΤΟΥ ΑΥΤΟΥ›

Εὐρυμέδων ποτ' ἔμελλεν Ἀριστοτέλην ἀσεβείας

   γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος·

ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε. τοῦτ' ἀκονιτὶ

   ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους.

‹ΤΟΥ ΑΥΤΟΥ›

Καὶ πῶς, εἰ μὴ Φοῖβος ἀν' Ἑλλάδα φύσε Πλάτωνα,

   ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο;

καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ

   σώματος ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.

‹ΤΟΥ ΑΥΤΟΥ›

Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα,

   τὸν μέν, ἵνα ψυχήν, τὸν δ', ἵνα σῶμα σάοι·

δαισάμενος δὲ γάμον πόλιν ἤλυθεν, ἥν ποθ' ἑαυτῷ

   ἔκτισε καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.

‹ΤΟΥ ΑΥΤΟΥ›

Οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη,

   ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον·

δὴ γὰρ καὶ Θεόφραστος, ἕως ἐπόνει μέν, ἄπηρος

   ἦν δέμας, εἶτ' ἀνεθεὶς κάτθανε πηρομελής.

‹ΤΟΥ ΑΥΤΟΥ›

Λεπτὸς ἀνὴρ δέμας ἦν· εἰ μὴ προσέχῃς, ἀπόχρη μοι·

   Στράτωνα τοῦτον φημί γε,

Λάμψακος ὅν ποτ' ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων

   θνῄσκει λαθὼν οὐδ' ᾔσθετο.

‹ΤΟΥ ΑΥΤΟΥ›

Οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς

   κάτθανε· θαυμάζω τοῦτο μάλιστα δ' ἐγώ,

τὴν οὕτως ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν

   ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.

‹ΤΟΥ ΑΥΤΟΥ›

Ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον

   ἰὸν ἔχουσα πολὺν

ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπ' ὀμμάτων,

   ἀλλ' ἀίδην μέλανα.

‹ΤΟΥ ΑΥΤΟΥ›

Ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη,

   ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων·

ἀλλὰ διεψεύσθης, σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ

   ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὢν ἑάλως.

‹ΤΟΥ ΑΥΤΟΥ›

Τὸν βίον ἦσθα κύων, Ἀντίσθενες. ‑ Ὧδε πεφυκώς,

   ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν. ‑

Ἀλλ' ἔθανες φθισικός, τάχ' ἐρεῖ τις ἴσως. ‑ Τί δὲ τοῦτο;

   πάντως εἰς ἀίδην δεῖ τιν' ὁδηγὸν ἔχειν.

‹ΤΟΥ ΑΥΤΟΥ›

Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος

ἐς Ἄϊδος; ‑ Ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.

‹ΖΗΝΟΔΟΤΟΥ›

Ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον,

   Ζήνων σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·

ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ

   αἵρεσιν ἀτρέστου ματέρ' ἐλευθερίας.

εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ἦν καὶ ὁ Κάδμος

   κεῖνος, ἀφ' οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα.

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος, ὡς ὑπὸ γήρως

   πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος·

‹οἱ δ', ὅτι προσκόψας ποτ' ἔφη χερὶ γῆν ἀλοήσας·

   Ἔρχομαι αὐτόματος. τί δὴ καλεῖς με;›

ΑΔΗΛΟΝ

Ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα

   κεῖν', ἐφ' ὅτῳ κλεινὴν ἤγαγε βουθυσίην ...

ΞΕΝΟΦΑΝΟΥΣ

Καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα

   φασὶν ἐποικτεῖραι καὶ τόδε φάσθαι ἔπος·

Παῦσαι, μηδὲ ῥάπιζ', ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶ

   ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀίων.

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς.

   τίς γάρ, ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη;

ἀλλ' ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ,

   δὴ τότε καὶ ψυχὴν μὴ ἔχον ἐσθίομεν.

‹ΤΟΥ ΑΥΤΟΥ›

Αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη

   καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις;

χωρίον ἦν κυάμων· ἵνα μὴ τούτους δὲ πατήσῃ,

   ἐξ Ἀκραγαντίνων κάτθαν' ἐνὶ τριόδῳ.

‹ΤΟΥ ΑΥΤΟΥ›

Καὶ σύ ποτ', Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας

   πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατον·

οὐκ ἐρέω δ', ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης,

   ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.

‹ΤΟΥ ΑΥΤΟΥ›

Ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος, ὥς ποτ' ἀμάξης

   ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν.

εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν,

   πῶς ἂν ἔτ' ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;

ΑΔΗΛΟΝ

Εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων

   καὶ πόντος ποταμῶν μείζον' ἔχει δύναμιν,

φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον,

   ὃν πατρὶς ἐστεφάνωσ' ἅδε Συρακοσίων.

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν·

   εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς.

οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη,

   ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.

‹ΤΟΥ ΑΥΤΟΥ›

Πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν

   ὧδε διαντλήσας δύσμορος εἶτ' ἔθανεν·

σῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι φέγγος

   ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο.

ΑΔΗΛΟΝ

Ἡράκλειτος ἐγώ. τί μ' ἄνω κάτω ἕλκετ', ἄμουσοι;

   οὐχ ὑμῖν ἐπόνουν, τοῖς δέ μ' ἐπισταμένοις.

εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δ' ἀνάριθμοι

   οὐδείς. ταῦτ' αὐδῶ καὶ παρὰ Φερσεφόνῃ.

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Ἤθελες, ὦ Ζήνων, (καλὸν ἤθελες) ἄνδρα τύραννον

   κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν.

ἀλλ' ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ

   κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.

‹ΤΟΥ ΑΥΤΟΥ›

Καὶ σέο, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ' Ἀθηνῶν

   ἔκ ποτ' ἰὼν καθ' ὁδὸν πρέσβυς ἐὼν ἔθανες·

εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που

   Παλλάδος ἄστυ φύγες, Πλουτέα δ' οὐκ ἔφυγες.

Πρωταγόρην λόγος ὧδε θανεῖν φέρει· ἀλλὰ γὰρ αὐτοῦ

   ἥκατο σῶμα γέαν, ψυχὴ ἐνᾶλτο σοφοῖς.

Καὶ σέο, Πρωταγόρη, σοφίης ἴδμεν βέλος ὀξύ,

   ἀλλ' οὐ τιτρῶσκον, †ὢν δὲ γλυκὺ κνῆσμα.

‹ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ›

Πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι·

   πτίσσετ', Ἀνάξαρχος δ' ἐν Διός ἐστι πάλαι·

καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει

   ῥήματα Φερσεφόνη· Ἔρρε, μυλωθρὲ κακέ.

Ἐνθάδε Γοργίεω κεφαλὴ κυνικοῦ κατάκειμαι

   οὐκέτι χρεμπτομένη οὔτ' ἀπομυσσομένη.

Θεσσαλὸς Ἱπποκράτης, Κῷος γένος, ἐνθάδε κεῖται,

   Φοίβου ἀπὸ ῥίζης ἀθανάτου γεγαώς,

πλεῖστα τρόπαια νόσων στήσας ὅπλοις Ὑγιείης,

   δόξαν ἑλὼν πολλὴν οὐ τύχᾳ, ἀλλὰ τέχνᾳ.

ΑΝΤΙΠΑΤΡΟΥ

Ἥρωος Πριάμου βαιὸς τάφος, οὐχ ὅτι τοίου

   ἄξιος, ἀλλ' ἐχθρῶν χερσὶν ἐχωννύμεθα.

ΑΔΕΣΠΟΤΟΝ

Μή με τάφῳ σύγκρινε τὸν Ἕκτορα μηδ' ἐπὶ τύμβῳ

   μέτρει τὸν πάσης Ἑλλάδος ἀντίπαλον.

Ἰλιάς, αὐτὸς Ὅμηρος ἐμοὶ τάφος, Ἑλλάς, Ἀχαιοὶ

   φεύγοντες· τούτοις πᾶσιν ἐχωννύμεθα·

   5εἰ δ' ὀλίγην ἀθρεῖς ἐπ' ἐμοὶ κόνιν, οὐκ ἐμοὶ αἶσχος·

   Ἑλλήνων ἐχθραῖς χερσὶν ἐχωννύμεθα.

ΑΚΗΡΑΤΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Ἕκτορ Ὁμηρείῃσιν ἀεὶ βεβοημένε βίβλοις,

   θειοδόμου τείχευς ἕρκος ἐρυμνότερον,

ἐν σοὶ Μαιονίδης ἀνεπαύσατο· σοῦ δὲ θανόντος,

   Ἕκτορ, ἐσιγήθη καὶ σελὶς Ἰλιάδος.

Ἕκτορι μὲν Τροία συγκάτθανεν οὐδ' ἔτι χεῖρας

   ἀντῆρεν Δαναῶν παισὶν ἐπερχομένοις·

Πέλλα δ' Ἀλεξάνδρῳ συναπώλετο. πατρίδες ἆρα

   ἀνδράσιν, οὐ πάτραις ἄνδρες ἀγαλλόμεθα.

ΑΡΧΙΟΥ ΜΑΚΕΔΟΝΟΣ

Καὶ γενέταν τοῦ νέρθε καὶ οὔνομα καὶ χθόνα φώνει,

   στάλα, καὶ ποίᾳ κηρὶ δαμεὶς ἔθανε. ‑

Γεννήτωρ Πρίαμος, γᾶ δ' Ἴλιον, οὔνομα δ' Ἕκτωρ,

   ὦνερ, ὑπὲρ πάτρας δ' ὤλετο μαρνάμενος.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Θεσσαλὲ Πρωτεσίλαε, σὲ μὲν πολὺς ᾄσεται αἰὼν

   Τροίᾳ ὀφειλομένου πτώματος ἀρξάμενον·

σᾶμα δέ τοι πτελέῃσι συνηρεφὲς ἀμφικομεῦσι

   Νύμφαι ἀπεχθομένης Ἰλίου ἀντιπέρας.

δένδρεα δυσμήνιτα καί, ἤν ποτε τεῖχος ἴδωσι

   Τρώιον, αὐαλέαν φυλλοχοεῦντι κόμην.

ὅσσος ἐν ἡρώεσσι τότ' ἦν χόλος, οὗ μέρος ἀκμὴν

   ἐχθρὸν ἐν ἀψύχοις σῴζεται ἀκρεμόσιν.

Τύμβος Ἀχιλλῆος ῥηξήνορος, ὅν ποτ' Ἀχαιοὶ

   δώμησαν Τρώων δεῖμα καὶ ἐσσομένων·

αἰγιαλῷ δὲ νένευκεν, ἵνα στοναχῇσι θαλάσσης

   κυδαίνοιτο πάις τῆς ἁλίας Θέτιδος.

Ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω,

   χαίρετον, Αἰακίδη καὶ σὺ Μενοιτιάδη.

ΑΔΕΣΠΟΤΟΝ

Ἡδυεπὴς Νέστωρ Πύλιος Νηλήιος ἥρως

   ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Ἅδ' ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι

   Αἴαντος τύμβῳ κειρομένα πλοκάμους,

θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρ' Ἀχαιοῖς

   ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Σῆμα παρ' Αἰάντειον ἐπὶ Ῥοιτηίσιν ἀκταῖς

   θυμοβαρὴς Ἀρετὰ μύρομαι ἑζομένα,

ἀπλόκαμος, πινόεσσα, διὰ κρίσιν ὅττι Πελασγῶν

   οὐκ ἀρετὰ νικᾶν ἔλλαχεν, ἀλλὰ δόλος.

τεύχεα δ' ἂν λέξειεν Ἀχιλλέος· Ἄρσενος ἀκμᾶς,

   οὐ σκολιῶν μύθων ἄμμες ἐφιέμεθα.

ΑΡΧΙΟΥ

Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας

   νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρη·

οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν,

   οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·

ἀλλ' αὔτως προβλής τε καὶ ἔμπεδος ὥς τις ἐρίπνα

   ἱδρυθεὶς ἔτλης λαίλαπα δυσμενέων.

εἰ δέ σε μὴ τεύχεσσιν Ἀχιλλέος ὥπλισεν Ἑλλὰς

   ἄξιον ἀντ' ἀρετᾶς ὅπλα ποροῦσα γέρας,

Μοιράων βουλῇσι τάδ' ἄμπλακεν, ὡς ἂν ὑπ' ἐχθρῶν

  10   μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.

ΑΔΕΣΠΟΤΟΝ

Σῆμα τόδ' Αἴαντος Τελαμωνίου, ὃν κτάνε Μοῖρα,

   αὐτοῦ χρησαμένα καὶ χερὶ καὶ ξίφεϊ.

οὐδὲ γὰρ ἐν θνητοῖσι δυνήσατο καὶ μεμαυῖα

   εὑρέμεναι Κλωθὼ τῷδ' ἕτερον φονέα.

ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Κεῖται ἐνὶ Τροίῃ Τελαμώνιος, οὔ τινι δ' ἔμπης

   ἀντιβίων ὀπάσας εὖχος ἑοῦ θανάτου·

τόσσης γὰρ Χρόνος ἄλλον ἐπάξιον ἀνέρα τόλμης

   οὐχ εὑρὼν παλάμῃ θῆκεν ὑπ' αὐτοφόνῳ.

ΤΟΥ ΑΥΤΟΥ

Αἴας ἐν Τροίῃ μετὰ μυρίον εὖχος ἀέθλων

   μέμφεται οὐκ ἐχθροῖς κείμενος, ἀλλὰ φίλοις.

Ἕκτωρ Αἴαντι ξίφος ὤπασεν, Ἕκτορι δ' Αἴας

   ζωστῆρ'· ἀμφοτέρων ἡ χάρις εἷς θάνατος.

Πικρὴν ἀλλήλοις Ἕκτωρ χάριν ἠδὲ φέρασπις

   Αἴας ἐκ πολέμου μνῆμ' ἔπορον φιλίης·

Ἕκτωρ γὰρ ζωστῆρα λαβὼν ξίφος ἔμπαλι δῶκε·

   τὴν δὲ χάριν δώρων πείρασαν ἐν θανάτῳ·

   5τὸ ξίφος εἷλ' Αἴαντα μεμηνότα, καὶ πάλι ζωστὴρ

   εἵλκυσε Πριαμίδην δίφρια συρόμενον.

οὕτως ἐξ ἐχθρῶν αὐτοκτόνα πέμπετο δῶρα,

   ἐν χάριτος προφάσει μοῖραν ἔχοντα μόρου.

ΟΜΗΡΟΥ, οἱ δὲ ΚΛΕΟΒΟΥΛΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ

Χαλκῆ παρθένος εἰμί, Μίδα δ' ἐπὶ σήματι κεῖμαι.

ἔστ' ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,

αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ

ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται.

Κοινὸν ἐγὼ Μεγαρεῦσι καὶ Ἰναχίδαισιν ἄθυρμα

   ἵδρυμαι, Ψαμάθης ἔκδικον οὐλομένης·

εἰμὶ δὲ Κὴρ τυμβοῦχος, ὁ δὲ κτείνας με Κόροιβος,

   κεῖται δ' ὧδ' ὑπ' ἐμοῖς ποσσὶ διὰ τρίποδα·

Δελφὶς γὰρ φάμα τόδ' ἐθέσπισεν, ὄφρα γενοίμαν

   τᾶς κείνου νύμφας σῆμα καὶ ἱστορίης.

Ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον

γέλωτι κεράσας Νικαεὺς Φιλιστίων

ἐνταῦθα κεῖμαι, λείψανον παντὸς βίου,

πολλάκις ἀποθανών, ὧδε δ' οὐδεπώποτε.

ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ

Ἰξῷ καὶ καλάμοισιν ἀπ' ἠέρος αὑτὸν ἔφερβεν

   Εὔμηλος λιτῶς, ἀλλ' ἐν ἐλευθερίῃ·

οὔποτε δ' ὀθνείην ἔκυσεν χέρα γαστρὸς ἕκητι·

   τοῦτο τρυφὴν κείνῳ, τοῦτ' ἔφερ' εὐφροσύνην.

   5τρὶς δὲ τριηκοστὸν ζήσας ἔτος ἐνθάδ' ἰαύει,

   παισὶ λιπὼν ἰξὸν καὶ πτερὰ καὶ καλάμους.

Τρεῖς ἐτέων δεκάδας, τριάδας δύο, μέτρον ἔθηκαν

   ἡμετέρης βιοτῆς μάντιες αἰθέριοι.

ἀρκοῦμαι τούτοισιν· ὁ γὰρ χρόνος ἄνθος ἄριστον

   ἡλικίης· ἔθανεν χὠ τριγέρων Πύλιος.

Μαρκέλλου τόδε σῆμα περικλυτοῦ ἰητῆρος,

φωτὸς κυδίστοιο τετιμένου ἀθανάτοισιν,

οὗ βίβλους ἀνέθηκεν ἐυκτιμένῃ ἐνὶ Ῥώμῃ

Ἀδριανός, προτέρων προφερέστερος ἡγεμονήων,

καὶ πάις Ἀδριανοῖο, μέγ' ἔξοχος Ἀντωνῖνος,

ὄφρα καὶ ἐσσομένοισι μετ' ἀνδράσι κῦδος ἄροιτο

εἵνεκεν εὐεπίης, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων,

ἡρῴῳ μέλψαντι μέτρῳ θεραπήια νούσων

βίβλοις ἐν πινυταῖς Χειρωνίσι τεσσαράκοντα.

ΝΙΚΑΡΧΟΥ

Ὀρφεὺς μὲν κιθάρᾳ πλεῖστον γέρας εἵλετο θνητῶν,

   Νέστωρ δὲ γλώσσης ἡδυλόγου σοφίῃ,

τεκτοσύνῃ δ' ἐπέων πολυίστωρ θεῖος Ὅμηρος,

   Τηλεφάνης δ' αὐλοῖς, οὗ τάφος ἐστὶν ὅδε.

ΑΝΑΚΡΕΟΝΤΟΣ

Καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα·

   Ἄρης δ' οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Ὄρνι, Διὸς Κρονίδαο διάκτορε, τεῦ χάριν ἔστας

   γοργὸς ὑπὲρ μεγάλου τύμβον Ἀριστομένους; ‑

Ἀγγέλλω μερόπεσσιν, ὁθούνεκεν, ὅσσον ἄριστος

   οἰωνῶν γενόμαν, τόσσον ὅδ' ἠιθέων.

δειλαί τοι δειλοῖσιν ἐφεδρήσσουσι πέλειαι,

   ἄμμες δ' ἀτρέστοις ἀνδράσι τερπόμεθα.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Εὐφράτην μὴ καῖε, Φιλώνυμε, μηδὲ μιήνῃς

   πῦρ ἐπ' ἐμοί· Πέρσης εἰμὶ καὶ ἐκ πατέρων,

Πέρσης αὐθιγενής, ναὶ δέσποτα· πῦρ δὲ μιῆναι

   ἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου.

ἀλλὰ περιστείλας με δίδου χθονί, μηδ' ἐπὶ νεκρῷ

   λουτρὰ χέῃς· σέβομαι, δέσποτα, καὶ ποταμούς.

ΛΕΩΝΙΔΟΥ

Τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι; ‑

   Πρηξὼ Καλλιτέλευς. ‑ Καὶ ποδαπή; ‑ Σαμίη. ‑

Τίς δέ σε καὶ κτερέιξε; ‑ Θεόκριτος, ᾧ με γονῆες

   ἐξέδοσαν. ‑ Θνῄσκεις δ' ἐκ τίνος; ‑ Ἐκ τοκετοῦ. ‑

Εὖσα πόσων ἐτέων; ‑ Δύο κεἴκοσιν. ‑ Ἦ ῥά γ' ἄτεκνος; ‑

   Οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον. ‑

Ζώοι σοι κεῖνός γε καὶ ἐς βαθὺ γῆρας ἵκοιτο. ‑

   Καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα. ‑ Καλλιτέλης μὲν

   ὁ σπείρας, Πρηξὼ δ' οὔνομα, γῆ δὲ Σάμος. ‑

Σᾶμα δὲ τίς τόδ' ἔχωσε; ‑ Θεόκριτος, ὁ πρὶν ἄθικτα

   ἁμετέρας λύσας ἅμματα παρθενίης. ‑

Πῶς δὲ θάνες; ‑ Λοχίοισιν ἐν ἄλγεσιν. ‑ Εἰπὲ δέ, ποίην

   ἦλθες ἐς ἡλικίην. ‑ Δισσάκις ἑνδεκέτις. ‑

Ἦ καὶ ἄπαις; ‑ Οὔ, ξεῖνε· λέλοιπα γὰρ ἐν νεότητι

   Καλλιτέλη, τριετῆ παῖδ' ἔτι νηπίαχον. ‑

Ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. ‑ Καὶ σόν, ὁδῖτα,

  10   οὔριον ἰθύνοι πάντα Τύχη βίοτον.

[ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ, οἱ δὲ] ΑΡΧΙΟΥ

Εἰπέ, γύναι, τίς ἔφυς. ‑ Πρηξώ. ‑ Τίνος ἔπλεο πατρός; ‑

   Καλλιτέλευς. ‑ Πάτρας δ' ἐκ τίνος ἐσσί; ‑ Σάμου. ‑

Μνᾶμα δέ σου τίς ἔτευξε; ‑ Θεόκριτος, ὅς με σύνευνον

   ἤγετο. ‑ Πῶς δ' ἐδάμης; ‑ Ἄλγεσιν ἐν λοχίοις. ‑

   5Εἰν ἔτεσιν τίσιν εὖσα; ‑ Δὶς ἕνδεκα. ‑ Παῖδα δὲ λείπεις; ‑

   Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. ‑

Ζωῆς τέρμαθ' ἵκοιτο μετ' ἀνδράσι. ‑ Καὶ σέο δοίη

   παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.

ΔΙΟΣΚΟΡΙΔΟΥ, οἱ δὲ ΝΙΚΑΡΧΟΥ

Τὴν γοεραῖς πνεύσασαν ἐν ὠδίνεσσι Λαμίσκην

   ὕστατα, Νικαρέτης παῖδα καὶ Εὐπόλιδος,

σὺν βρέφεσιν διδύμοις, Σαμίην γένος, αἱ παρὰ Νείλῳ

   κρύπτουσιν Λιβύης ᾐόνες εἰκοσέτιν.

ἀλλά, κόραι, τῇ παιδὶ λεχώια δῶρα φέρουσαι

   θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου.

ΤΟΥ ΑΥΤΟΥ, οἱ δὲ ΕΚΑΤΑΙΟΥ ΘΑΣΙΟΥ

Ἀρχέλεώ με δάμαρτα Πολυξείνην, Θεοδέκτου

   παῖδα καὶ αἰνοπαθοῦς ἔννεπε Δημαρέτης,

ὅσσον ἐπ' ὠδῖσιν καὶ μητέρα· παῖδα δὲ δαίμων

   ἔφθασεν οὐδ' αὐτῶν εἴκοσιν ἠελίων.

ὀκτωκαιδεκέτις δ' αὐτὴ θάνον, ἄρτι τεκοῦσα,

   ἄρτι δὲ καὶ νύμφη, πάντ' ὀλιγοχρόνιος.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Εὐχέσθω τις ἔπειτα γυνὴ τόκον, εἶπε Πολυξὼ

   γαστέρ' ὑπὸ τρισσῶν ῥηγνυμένη τεκέων·

μαίης δ' ἐν παλάμῃσι χύθη νέκυς, οἱ δ' ἐπὶ γαῖαν

   ὤλισθον κοίλων ἄρσενες ἐκ λαγόνων,

μητέρος ἐκ νεκρῆς ζωὸς γόνος. εἷς ἄρα δαίμων

   τῆς μὲν ἀπὸ ζωὴν εἵλετο, τοῖς δ' ἔπορεν.

Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ' ἀπ' ἐμεῖο

   κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος.

κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης

   ἐς Φάρον, ἥδε δ' ἐγὼ Κεκροπίς εἰμι νέκυς.

εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ', ὅτ' ἔπλωεν ἐκεῖνος

   τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων.

Βοιίδιον δὲ καλεῦμαι ἔθ' ὡς τότε· νῦν δὲ Χάρητος

   εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις.

ΠΟΣΕΙΔΙΠΠΟΥ ‹ἢ› ΚΑΛΛΙΜΑΧΟΥ

Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα

   εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο·

ἐκ δ' ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ

   σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει.

Νύμφας δ' οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλ' ἐπὶ γούνοις

   ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.

ΜΝΑΣΑΛΚΟΥ ΣΙΚΥΩΝΙΟΥ

Ἀμπαύσει καὶ τῇδε θοὸν πτερὸν ἱερὸς ὄρνις

   τᾶσδ' ὑπὲρ ἁδείας ἑζόμενος πλατάνου.

ὤλετο γὰρ Ποίμανδρος ὁ Μάλιος οὐδ' ἔτι νεῖται

   ἰξὸν ἐπ' ἀγρευταῖς χευάμενος καλάμοις.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκων

   σπέρματος, ὑψιπετῆ Βιστονίαν γέρανον,

ῥινοῦ χερμαστῆρος ἐύστροφα κῶλα τιταίνων

   Ἀλκιμένης πτανῶν εἶργον ἄπωθε νέφος·

καί μέ τις οὐτήτειρα παρὰ σφυρὰ διψὰς ἔχιδνα

   σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον

ἠελίου χήρωσεν· ἴδ', ὡς τὰ κατ' αἰθέρα λεύσσων

   τοὐμ ποσὶν οὐκ ἐδάην πῆμα κυλινδόμενον.

ΔΙΟΤΙΜΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ

Αὐτόμαται δείλῃ ποτὶ ταὐλίον αἱ βόες ἦλθον

   ἐξ ὄρεος πολλῇ νιφόμεναι χιόνι,

αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει

   ὕπνον, ἐκοιμήθη δ' ἐκ πυρὸς οὐρανίου.

ΕΡΥΚΙΟΥ

Οὐκέτι συρίγγων νόμιον μέλος ἀγχόθι ταύτας

   ἁρμόζῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου·

οὐδέ σευ ἐκ καλάμων κερααὶ βόες ἁδὺ μέλισμα

   δέξονται σκιερᾷ πὰρ δρυῒ κεκλιμένου.

ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος· αἱ δ' ἐπὶ μάνδραν

   ὀψὲ βόες νιφετῷ σπερχόμεναι κατέβαν.

ΑΝΤΙΦΙΛΟΥ

Οὕτω πᾶσ' ἀπόλωλε, γεωπόνε, βῶλος ἀρότροις,

   ἤδη καὶ τύμβους νωτοβατοῦσι βόες,

ἡ δ' ὕνις ἐν νεκύεσσι. τί τοι πλέον; ἢ πόσος οὗτος

   πυρός, ὃν ἐκ τέφρης κοὐ χθονὸς ἁρπάσετε;

οὐκ αἰεὶ ζήσεσθε, καὶ ὑμέας ἄλλος ἀρώσει

   τοίης ἀρξαμένους πᾶσι κακοσπορίης.

ΤΟΥ ΑΥΤΟΥ

Οὐχ ὅτι με φθίμενον κῆδος λίπεν, ἐνθάδε κεῖμαι

   γυμνὸς ὑπὲρ γαίης πυροφόροιο νέκυς·

ταρχύθην γὰρ ἐγὼ τὸ πρίν ποτε, νῦν δ' ἀροτῆρος

   χερσὶ σιδηρείη μ' ἐξεκύλισεν ὕνις.

ἦ ῥα κακῶν θάνατόν τις ἔφη λύσιν, ὁππότ' ἐμεῖο,

   ξεῖνε, πέλει παθέων ὕστατον οὐδὲ τάφος;

ΣΙΜΩΝΙΔΟΥ

Σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι.

ΔΙΟΣΚΟΡΙΔΟΥ ΝΙΚΟΠΟΛΙΤΟΥ

Λυδὸς ἐγώ, ναὶ Λυδός, ἐλευθερίῳ δέ με τύμβῳ,

   δέσποτα, Τιμάνθη τὸν σὸν ἔθευ τροφέα.

εὐαίων ἀσινῆ τείνοις βίον· ἢν δ' ὑπὸ γήρως

   πρός με μόλῃς, σὸς ἐγώ, δέσποτα, κἠν Ἀίδῃ.

ΑΔΗΛΟΝ

Σοὶ καὶ νῦν ὑπὸ γῆν, ναὶ δέσποτα, πιστὸς ὑπάρχω

   ὡς πάρος, εὐνοίης οὐκ ἐπιληθόμενος,

ὥς με τότ' ἐκ νούσου τρὶς ἐπ' ἀσφαλὲς ἤγαγες ἴχνος

   καὶ νῦν ἀρκούσῃ τῇδ' ὑπέθου καλύβῃ,

   5Μάνην ἀγγείλας, Πέρσην γένος. εὖ δέ με ῥέξας

   ἕξεις ἐν χρείῃ δμῶας ἑτοιμοτέρους.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Ἠλλάχθη θανάτοιο τεὸς μόρος, ἀντὶ δὲ σεῖο,

   δέσποτα, δοῦλος ἐγὼ στυγνὸν ἔπλησα τάφον,

ἡνίκα σεῦ δακρυτὰ κατὰ χθονὸς ἠρία τεῦχον,

   ὡς ἂν ἀποφθιμένου κεῖθι δέμας κτερίσω·

ἀμφὶ δ' ἔμ' ὤλισθεν γυρὴ κόνις. οὐ βαρὺς ἡμῖν

   ἔστ' Ἀίδης· ζήσω τὸν σὸν ὑπ' ἠέλιον.

ΑΝΔΡΟΝΙΚΟΥ

Οἰκτρὰ δὴ δνοφερὸν δόμον ἤλυθες εἰς Ἀχέροντος,

   Δαμοκράτεια φίλα, ματρὶ λιποῦσα γόους.

ἁ δὲ σέθεν φθιμένας πολιοὺς νεοθῆγι σιδάρῳ

   κείρατο γηραλέας ἐκ κεφαλᾶς πλοκάμους.

ΜΕΛΕΑΓΡΟΥ

Οὐ γάμον, ἀλλ' Ἀίδαν ἐπινυμφίδιον Κλεαρίστα

   δέξατο παρθενίας ἅμματα λυομένα.

ἄρτι γὰρ ἑσπέριοι νύμφας ἐπὶ δικλίσιν ἄχευν

   λωτοί, καὶ θαλάμων ἐπλαταγεῦντο θύραι·

ἠῷοι δ' ὀλολυγμὸν ἀνέκραγον, ἐς δ' ὑμέναιος

   σιγαθεὶς γοερὸν φθέγμα μεθαρμόσατο.

αἱ δ' αὐταὶ καὶ φέγγος ἐδᾳδούχουν περὶ παστῷ

   πεῦκαι καὶ φθιμένᾳ νέρθεν ἔφαινον ὁδόν.

ΠΑΡΜΕΝΙΩΝΟΣ

[Παρθενικῆς τάφος εἴμ' Ἑλένης, πένθει δ' ἐπ' ἀδελφῷ]

   Ἅιδης τὴν Κροκάλης ἔφθασε παρθενίην·

εἰς δὲ γόους ὑμέναιος ἐπαύσατο· τὰς δὲ γαμούντων

   ἐλπίδας οὐ θάλαμος κοίμισεν, ἀλλὰ τάφος.

ΠΑΡΜΕΝΙΩΝΟΣ

Παρθενικῆς τάφος εἴμ' Ἑλένης, πένθει δ' ἐπ' ἀδελφοῦ

   προφθιμένου διπλᾶ μητρὸς ἔχω δάκρυα.

μνηστῆρσιν δ' ἔλιπεν κοίν' ἄλγεα· τὴν γὰρ ἔτ' οὔπω

   οὐδενὸς ἡ πάντων ἐλπὶς ἔκλαυσεν ἴσως.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Αὐσονίη με Λίβυσσαν ἔχει κόνις, ἄγχι δὲ Ῥώμης

   κεῖμαι παρθενικὴ τῇδε παρὰ ψαμάθῳ·

ἡ δέ με θρεψαμένη Πομπηίη ἀντὶ θυγατρὸς

   κλαυσαμένη τύμβῳ θῆκεν ἐλευθερίῳ,

πῦρ ἕτερον σπεύδουσα· τὸ δ' ἔφθασεν οὐδὲ κατ' εὐχὴν

   ἡμετέρην ἧψεν λαμπάδα Φερσεφόνῃ.

ΦΙΛΙΠΠΟΥ

Ἄρτι μὲν ἐν θαλάμοις Νικιππίδος ἡδὺς ἐπήχει

   λωτός, καὶ γαμικοῖς ὕμνος ἔχαιρε κρότοις.

θρῆνος δ' εἰς ὑμέναιον ἐκώμασεν· ἡ δὲ τάλαινα,

   οὔπω πάντα γυνή, καὶ νέκυς ἐβλέπετο.

δακρυόεις Ἀίδη, τί πόσιν νύμφης διέλυσας,

   αὐτὸς ἐφ' ἁρπαγίμοις τερπόμενος λέχεσιν;

ΤΟΥ ΑΥΤΟΥ

Ἡ γρῆυς Νικὼ Μελίτης τάφον ἐστεφάνωσε

   παρθενικῆς. Ἀίδη, τοῦθ' ὁσίως κέκρικας;

ΑΝΤΩΝΙΟΥ ΘΑΛΛΟΥ

Δύσδαιμον Κλεάνασσα, σὺ μὲν γάμῳ ἔπλεο, κούρη,

   ὥριος, ἀκμαίης οἷά τ' ἐφ' ἡλικίης·

ἀλλὰ τεοῖς θαλάμοισι γαμοστόλος οὐχ Ὑμέναιος

   οὐδ' Ἥρης ζυγίης λαμπάδες ἠντίασαν,

πένθιμος ἀλλ' Ἀίδης ἐπεκώμασεν, ἀμφὶ δ' Ἐρινὺς

   φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα·

ἤματι δ' ᾧ νυμφεῖος ἀνήπτετο λαμπάδι παστάς,

   τούτῳ πυρκαϊῆς, οὐ θαλάμων ἔτυχες.

ΑΡΙΣΤΟΔΙΚΟΥ ΡΟΔΙΟΥ

Οὐκέτι δή σε, λίγεια, κατ' ἀφνεὸν Ἀλκίδος οἶκον,

   ἀκρί, μελιζομέναν ὄψεται Ἀέλιος·

ἤδη γὰρ λειμῶνας ἐπὶ Κλυμένου πεπότησαι

   καὶ δροσερὰ χρυσέας ἄνθεα Περσεφόνας.

ΑΝΥΤΗΣ, [οἱ δὲ ΛΕΩΝΙΔΟΥ]

Ἀκρίδι, τᾷ κατ' ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳ

   τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ,

παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶς

   παίγνι' ὁ δυσπειθὴς ᾤχετ' ἔχων Ἀίδας.

ΑΡΧΙΟΥ

Ἁ πάρος ἀντίφθογγον ἀποκλάγξασα νομεῦσι

   πολλάκι καὶ δρυτόμοις κίσσα καὶ ἰχθυβόλοις,

πολλάκι δὲ κρέξασα πολύθροον οἷά τις ἀχὼ

   κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν,

νῦν εἰς γᾶν ἄγλωσσος ἀναύδητός τε πεσοῦσα

   κεῖμαι, μιμητὰν ζᾶλον ἀνηναμένα.

ΜΝΑΣΑΛΚΟΥ

Οὐκέτι δὴ πτερύγεσσι λιγυφθόγγοισιν ἀείσεις,

   ἀκρί, κατ' εὐκάρπους αὔλακας ἑζομένα,

οὐδέ με κεκλιμένον σκιερὰν ὑπὸ φυλλάδα τέρψεις,

   ξουθᾶν ἐκ πτερύγων ἁδὺ κρέκουσα μέλος.

ΣΙΜΙΟΥ

Τάνδε κατ' εὔδενδρον στείβων δρίος εἴρυσα χειρὶ

   πτώσσουσαν βρομίας οἰνάδος ἐν πετάλοις,

ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη,

   τερπνὰ δι' ἀγλώσσου φθεγγομένα στόματος.

ΜΝΑΣΑΛΚΟΥ

Ἀκρίδα Δαμοκρίτου μελεσίπτερον ἅδε θανοῦσαν

   ἄργιλος δολιχὰν ἀμφὶ κέλευθον ἔχει,

ἇς καί, ὅτ' ἰθύσειε πανέσπερον ὕμνον ἀείδειν,

   πᾶν μέλαθρον μολπᾶς ἴαχ' ὑπ' εὐκελάδου.

ΜΕΛΕΑΓΡΟΥ

Ἀκρίς, ἐμῶν ἀπάτημα πόθων, παραμύθιον ὕπνου,

   ἀκρίς, ἀρουραίη Μοῦσα λιγυπτέρυγε,

αὐτοφυὲς μίμημα λύρας, κρέκε μοί τι ποθεινὸν

   ἐγκρούουσα φίλοις ποσσὶ λάλους πτέρυγας,

ὥς με πόνων ῥύσαιο παναγρύπνοιο μερίμνης,

   ἀκρί, μιτωσαμένη φθόγγον ἐρωτοπλάνον.

δῶρα δέ σοι γήτειον ἀειθαλὲς ὀρθρινὰ δώσω

   καὶ δροσερὰς στόματι σχιζομένας ψακάδας.

ΤΟΥ ΑΥΤΟΥ ΜΕΛΕΑΓΡΟΥ

Ἀχήεις τέττιξ, δροσεραῖς σταγόνεσσι μεθυσθεὶς

   ἀγρονόμαν μέλπεις μοῦσαν ἐρημολάλον·

ἄκρα δ' ἐφεζόμενος πετάλοις πριονώδεσι κώλοις

   αἰθίοπι κλάζεις χρωτὶ μέλισμα λύρας.

ἀλλά, φίλος, φθέγγου τι νέον δενδρώδεσι Νύμφαις

   παίγνιον, ἀντῳδὸν Πανὶ κρέκων κέλαδον,

ὄφρα φυγὼν τὸν Ἔρωτα μεσημβρινὸν ὕπνον ἀγρεύσω

   ἐνθάδ' ὑπὸ σκιερῇ κεκλιμένος πλατάνῳ.

ΦΑΕΝΝΟΥ

Δαμοκρίτῳ μὲν ἐγώ, λιγυρὰν ὅκα μοῦσαν ἐνείην

   ἀκρὶς ἀπὸ πτερύγων, τὸν βαθὺν ἆγον ὕπνον·

Δαμόκριτος δ' ἐπ' ἐμοὶ τὸν ἐοικότα τύμβον, ὁδῖτα,

   ἐγγύθεν Ὠρωποῦ χεῦεν ἀποφθιμένᾳ.

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Εἰ καὶ μικρὸς ἰδεῖν καὶ ἐπ' οὔδεος, ὦ παροδῖτα,

   λᾶας ὁ τυμβίτης ἄμμιν ἐπικρέμαται,

αἰνοίης, ὤνθρωπε, Φιλαινίδα· τὴν γὰρ ἀοιδὸν

   ἀκρίδα, τὴν εὖσαν τὸ πρὶν ἀκανθοβάτιν,

διπλοῦς ἐς λυκάβαντας ἐφίλατο, τὴν καλαμῖτιν,

   καὶ θρέψ' ὑμνιδίῳ χηραμένην πατάγῳ·

καί μ' οὐδὲ φθιμένην ἀπανήνατο, τοῦτο δ' ἐφ' ἡμῖν

   τὠλίγον ὤρθωσεν σᾶμα πολυστροφίης.

ΤΥΜΝΕΩ

Ὄρνεον ὦ Χάρισιν μεμελημένον, ὦ παρόμοιον

   ἀλκυόσιν τὸν σὸν φθόγγον ἰσωσάμενον,

ἡρπάσθης, φίλε λαιέ· σὰ δ' ἤθεα καὶ τὸ σὸν ἡδὺ

   πνεῦμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί.

ΝΙΚΙΟΥ

Οὐκέτι δὴ τανύφυλλον ὑπὸ πλάκα κλωνὸς ἑλιχθεὶς

   τέρψομ' ἀπὸ ῥαδινῶν φθόγγον ἱεὶς πτερύγων·

χεῖρα γὰρ εἰς ἀρεὰν παιδὸς πέσον, ὅς με λαθραίως

   μάρψεν ἐπὶ χλωρῶν ἑζόμενον πετάλων.

ΠΑΜΦΙΛΟΥ

Οὐκέτι δὴ χλωροῖσιν ἐφεζόμενος πετάλοισιν

   ἁδεῖαν μέλπων ἐκπροχέεις ἰαχάν,

ἀλλά σε γαρύοντα κατήναρεν, ἠχέτα τέττιξ,

   παιδὸς †ἀπηιθέου χεὶρ ἀναπεπταμένα.

ΑΝΥΤΗΣ

Οὐκέτι μ' ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων

   ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος·

ἦ γάρ σ' ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν

   ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.

ΣΙΜΙΟΥ

Οὐκέτ' ἀν' ὑλῆεν δρίος εὔσκιον, ἀγρότα πέρδιξ,

   ἠχήεσσαν ἱεῖς γῆρυν ἀπὸ στομάτων,

θηρεύων βαλιοὺς συνομήλικας ἐν νομῷ ὕλης·

   ᾤχεο γὰρ πυμάταν εἰς Ἀχέροντος ὁδόν.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Οὐκέτι που, τλῆμον σκοπέλων μετανάστρια πέρδιξ,

   πλεκτὸς λεπταλέοις οἶκος ἔχει σε λύγοις,

οὐδ' ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης

   ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων.

σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε· τἆλλα δὲ πάντα

   ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν.

νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα,

   μὴ τὸ τεὸν κείνη λείψανον ἐξερύσῃ.

ΤΟΥ ΑΥΤΟΥ ΑΓΑΘΙΟΥ

Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα

   ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις;

οὔ σε, φίλη πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω,

   ἀλλ' ἐπὶ σοὶ κτείνω τὴν σέθεν ἀντιβίην.

ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω,

   ὅσσ' ἐπ' Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ.

ΔΑΜΟΧΑΡΙΔΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ

Ἀνδροβόρων ὁμότεχνε κυνῶν, αἴλουρε κακίστη,

   τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων.

κτήτορος Ἀγαθίαο τεοῦ πέρδικα φαγοῦσα

   λυπεῖς, ὡς αὐτὸν κτήτορα δασσαμένη.

   5καὶ σὺ μὲν ἐν πέρδιξιν ἔχεις νόον, οἱ δὲ μύες νῦν

   ὀρχοῦνται τῆς σῆς δραξάμενοι σπατάλης.

ΜΕΛΕΑΓΡΟΥ

Τὸν ταχύπουν, ἔτι παῖδα συναρπασθέντα τεκούσης

   ἄρτι μ' ἀπὸ στέρνων, οὐατόεντα λαγὼν

ἐν κόλποις στέργουσα διέτρεφεν ἁ γλυκερόχρως

   Φανίον, εἰαρινοῖς ἄνθεσι βοσκόμενον.

οὐδέ με μητρὸς ἔτ' εἶχε πόθος, θνῄσκω δ' ὑπὸ θοίνης

   ἀπλήστου πολλῇ δαιτὶ παχυνόμενος.

καί μου πρὸς κλισίαις κρύψεν νέκυν, ὡς ἐν ὀνείροις

   αἰὲν ὁρᾶν κοίτης γειτονέοντα τάφον.

ΑΝΥΤΗΣ ΛΥΡΙΚΗΣ

Μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις

   ἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης

τύψε· μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς

   ζέσσ', ἐπὶ δ' ἀργαλέᾳ βῶλον ἔδευσε φονᾷ.

ΑΝΤΙΠΑΤΡΟΥ

Αὐτοῦ σοὶ παρ' ἅλωνι, δυηπαθὲς ἐργάτα μύρμηξ,

   ἠρίον ἐκ βώλου διψάδος ἐκτισάμαν,

ὄφρα σε καὶ φθίμενον Δηοῦς σταχυητρόφος αὖλαξ

   θέλγῃ ἀροτραίῃ κείμενον ἐν θαλάμῃ.

ΤΟΥ ΑΥΤΟΥ

Ἄρτι νεηγενέων σε, χελιδονί, μητέρα τέκνων,

   ἄρτι σε θάλπουσαν παῖδας ὑπὸ πτέρυγι,

ἀίξας ἔντοσθε νεοσσοκόμοιο καλιῆς

   νόσφισεν ὠδίνων τετραέλικτος ὄφις·

καὶ σὲ κινυρομέναν ὁπότ' ἀθρόος ἦλθε δαΐζων,

   ἤριπεν ἐσχαρίου λάβρον ἐπ' ἄσθμα πυρός.

ὣς θάνεν ἠλιτοεργός· ἴδ', ὡς Ἥφαιστος ἀμύντωρ

   τὰν ἀπ' Ἐριχθονίου παιδὸς ἔσωσε γονάν.

ΤΥΜΝΕΩ

Τῇδε τὸν ἐκ Μελίτης ἀργὸν κύνα φησὶν ὁ πέτρος

   ἴσχειν, Εὐμήλου πιστότατον φύλακα.

Ταῦρόν μιν καλέεσκον, ὅτ' ἦν ἔτι· νῦν δὲ τὸ κείνου

   φθέγμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί.

ΜΝΑΣΑΛΚΟΥ

Αἰθυίας, ξένε, τόνδε ποδηνέμου ἔννεπε τύμβον,

   τᾶς ποτ' ἐλαφρότατον χέρσος ἔθρεψε γόνυ·

πολλαῖς γὰρ νάεσσιν ἰσόδρομον ἄνυσε μᾶκος,

   ὄρνις ὅπως δολιχὰν ἐκπονέουσα τρίβον.

ΑΡΧΙΟΥ

Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριθηλέος ἔρνεσι πεύκας

   ἥμενος ἢ σκιερᾶς ἀκροκόμου πίτυος

ἔκρεκες εὐτάρσοιο δι' ἰξύος, ἀχέτα, μολπάν,

   τέττιξ, οἰονόμοις τερπνότερον χέλυος.

νῦν δέ σε μυρμάκεσσιν ὑπ' εἰνοδίοισι δαμέντα

   Ἄϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός.

εἰ δ' ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων

   Μαιονίδας γρίφοις ἰχθυβόλων ἔθανεν.

ΤΟΥ ΑΥΤΟΥ

Οὐκέτι παφλάζοντα διαΐσσων βυθὸν ἅλμης,

   δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας,

οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων

   ὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσιν·

οὐδὲ σύ γ', ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων

   νώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα.

ἦ γὰρ ἴσον πρηῶνι Μαλείης ὡς ἐκυκήθη

   κῦμα, πολυψήφους ὦσέ σ' ἐπὶ ψαμάθους.

ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ

Οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν

   αὐχέν' ἀναρρίψω βυσσόθεν ὀρνύμενος,

οὐδὲ παρ' εὐσκάλμοιο νεὼς περικαλλέα χείλη

   ποιφυξῶ τἀμᾷ τερπόμενος προτομᾷ·

ἀλλά με πορφυρέα πόντου νοτὶς ὦσ' ἐπὶ χέρσον,

   κεῖμαι δὲ †ῥαδινὰν τάνδε παρ' ἠιόνα.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Κύματα καὶ τρηχύς με κλύδων ἐπὶ χέρσον ἔσυρεν

   δελφῖνα, ξείνοις καινὸν ὅραμα τύχης.

ἀλλ' ἐπὶ μὲν γαίης ἐλέῳ τόπος· οἱ γὰρ ἰδόντες

   εὐθύ με πρὸς τύμβους ἔστεφον εὐσεβέες·

νῦν δὲ τεκοῦσα θάλασσα διώλεσε. τίς παρὰ πόντῳ

   πίστις, ὃς οὐδ' ἰδίης φείσατο συντροφίης;

ΑΣΚΛΗΠΙΑΔΟΥ

Ἀρχεάνασσαν ἔχω, τὰν ἐκ Κολοφῶνος ἑταίραν,

   ἇς καὶ ἐπὶ ῥυτίδων ὁ γλυκὺς ἕζετ' Ἔρως.

ἆ νέον ἥβης ἄνθος ἀποδρέψαντες ἐρασταὶ

   πρωτοβόλου, δι' ὅσης ἤλθετε πυρκαϊῆς.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτι

   θρυπτομένην, ἁπαλῆς Κύπριδος ἁβροτέραν

Λαΐδ' ἔχω, πολιῆτιν ἁλιζώνοιο Κορίνθου,

   Πειρήνης λευκῶν φαιδροτέρην λιβάδων,

τὴν θνητὴν Κυθέρειαν, ἐφ' ᾗ μνηστῆρες ἀγαυοὶ

   πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος,

δρεπτόμενοι χάριτάς τε καὶ ὠνητὴν ἀφροδίτην·

   ἧς καὶ ὑπ' εὐώδει τύμβος ὄδωδε κρόκῳ,

ἧς ἔτι κηώεντι μύρῳ τὸ διάβροχον ὀστεῦν

  10   καὶ λιπαραὶ θυόεν ἄσθμα πνέουσι κόμαι·

ἧς ἔπι καλὸν ἄμυξε κάτα ῥέθος Ἀφρογένεια

   καὶ γοερὸν λύζων ἐστονάχησεν Ἔρως.

εἰ δ' οὐ πάγκοινον δούλην θέτο κέρδεος εὐνήν,

   Ἑλλὰς ἂν ὡς Ἑλένης τῆσδ' ὕπερ ἔσχε πόνον.

ΠΟΜΠΗΙΟΥ ΝΕΩΤΕΡΟΥ

Ἡ τὸ καλὸν καὶ πᾶσιν ἐράσμιον ἀνθήσασα,

   ἡ μούνη Χαρίτων λείρια δρεψαμένη

οὐκέτι χρυσοχάλινον ὁρᾷ δρόμον Ἠελίοιο

   Λαΐς, ἐκοιμήθη δ' ὕπνον ὀφειλόμενον,

   5κώμους καὶ τὰ νέων ζηλώματα καὶ τὰ ποθεύντων

   κνίσματα καὶ μύστην λύχνον ἀπειπαμένη.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀγχικέλευθον

   Λαΐδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει.

δάκρυ δ' ἐπισπείσας· Χαίροις, γύναι· ἐκ γὰρ ἀκουῆς

   οἰκτείρω σε, ἔφην, ἣν πάρος οὐκ ἰδόμην.

ἆ πόσον ἠιθέων νόον ἤκαχες· ἀλλ' ἴδε, Λήθην

   ναίεις, ἀγλαΐην ἐν χθονὶ κατθεμένη.

ΑΔΕΣΠΟΤΟΝ

Ἀκμαίη πρὸς ἔρωτα καὶ ἡδέα Κύπριδος ἔργα,

   Πατροφίλα, κανθοὺς τοὺς γλυκεροὺς ἔμυσας·

ἐσβέσθη δὲ τὰ φίλτρα τὰ κωτίλα χὠ μετ' ἀοιδῆς

   ψαλμὸς καὶ κυλίκων αἱ λαμυραὶ προπόσεις.

Ἅιδη δυσκίνητε, τί τὴν ἐπέραστον ἑταίρην

   ἥρπασας; ἢ καὶ σὴν Κύπρις ἔμηνε φρένα;

ΦΙΛΟΔΗΜΟΥ

Ἐνθάδε τῆς τρυφερῆς μαλακὸν ῥέθος, ἐνθάδε κεῖται

   Τρυγόνιον, σαβακῶν ἄνθεμα Σαλμακίδων,

ᾗ καλύβη καὶ δοῦμος ἐνέπρεπεν, ᾗ φιλοπαίγμων

   στωμυλίη, Μήτηρ ἣν ἐφίλησε θεῶν,

ἡ μούνη στέρξασα τὰ Κύπριδος ἀμφὶ γυναικῶν

   ὄργια καὶ φίλτρων Λαΐδος ἁψαμένη.

φῦε κατὰ στήλης, ἱερὴ κόνι, τῇ φιλοβάκχῳ

   μὴ βάτον, ἀλλ' ἁπαλὰς λευκοΐων κάλυκας.

ΘΥΙΛΛΟΥ

Ἡ κροτάλοις ὀρχηστρὶς Ἀρίστιον, ἡ περὶ πεύκαις

   καὶ Κυβέλῃ πλοκάμους ῥῖψαι ἐπισταμένη,

ἡ λωτῷ κερόεντι φορουμένη, ἡ τρὶς ἐφεξῆς

   εἰδυῖ' ἀκρήτου χειλοποτεῖν κύλικας

ἐνθάδ' ὑπὸ πτελέαις ἀναπαύεται, οὐκέτ' ἔρωτι,

   οὐκέτι παννυχίδων τερπομένη καμάτοις.

κῶμοι καὶ μανίαι, μέγα χαίρετε· κεῖθ' ‹ὑπὸ τύμβῳ›

   ἡ τὸ πρὶν στεφάνων ἄνθεσι κρυπτομένη.

Εἴκοσι Καλλικράτεια καὶ ἐννέα τέκνα τεκοῦσα

   οὐδ' ἑνὸς οὐδὲ μιῆς ἐδρακόμην θάνατον·

ἀλλ' ἑκατὸν καὶ πέντε διηνυσάμην ἐνιαυτοὺς

   σκίπωνι τρομερὰν οὐκ ἐπιθεῖσα χέρα.

Ψήχει καὶ πέτρην ὁ πολὺς χρόνος οὐδὲ σιδήρου

   φείδεται, ἀλλὰ μιῇ πάντ' ὀλέκει δρεπάνῃ·

ὣς καὶ Λαέρταο τόδ' ἠρίον, ὃ σχεδὸν ἀκτᾶς

   βαιὸν ἄπο, ψυχρῶν λείβεται ἐξ ὑετῶν.

οὔνομα μὴν ἥρωος ἀεὶ νέον· οὐ γὰρ ἀοιδὰς

   ἀμβλύνειν αἰών, κἢν ἐθέλῃ, δύναται.

ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ

Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα

   πᾶσ' ἐπὶ πυρκαϊῆς ἥδ' ἐβόησε πόλις.

οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης

   ἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης.

ΔΙΟΤΙΜΟΥ

Οὐδὲ λέων ὣς δεινὸς ἐν οὔρεσιν ὡς ὁ Μίκωνος

   υἱὸς Κριναγόρης ἐν σακέων πατάγῳ.

εἰ δὲ κάλυμμ' ὀλίγον, μὴ μέμφεο· μικρὸς ὁ χῶρος,

   ἀλλ' ἄνδρας πολέμου τλήμονας οἶδε φέρειν.

Αὑτῷ καὶ τεκέεσσι γυναικί τε τύμβον ἔδειμεν

   Ἀνδροτίων· οὔπω δ' οὐδενός εἰμι τάφος.

οὕτω καὶ μείναιμι πολὺν χρόνον· εἰ δ' ἄρα καὶ δεῖ,

   δεξαίμην ἐν ἐμοὶ τοὺς προτέρους προτέρους.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Τᾷ Πιτάνᾳ Θρασύβουλος ἐπ' ἀσπίδος ἤλυθεν ἄπνους,

   ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος,

δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δ' ὁ πρέσβυς

   παῖδ' ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τιθείς·

   5Δειλοὶ κλαιέσθωσαν· ἐγὼ δὲ σέ, τέκνον, ἄδακρυς

   θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.

ΕΡΥΚΙΟΥ ΚΥΖΙΚΗΝΟΥ

Ἁνίκ' ἀπὸ πτολέμου τρέσσαντά σε δέξατο μάτηρ,

   πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα,

αὐτά τοι φονίαν, Δαμάτριε, αὐτίκα λόγχαν

   εἶπε διὰ πλατέων ὠσαμένα λαγόνων·

Κάτθανε, μηδ' ἐχέτω Σπάρτα ψόγον· οὐ γὰρ ἐκείνα

   ἤμπλακεν, εἰ δειλοὺς τοὐμὸν ἔθρεψε γάλα.

ΔΑΜΑΓΗΤΟΥ

Ὧδ' ὑπὲρ Ἀμβρακίας ὁ βοαδρόμος ἀσπίδ' ἀείρας

   τεθνάμεν ἢ φεύγειν εἵλετ' Ἀρισταγόρας,

υἱὸς ὁ Θευπόμπου. μὴ θαῦμ' ἔχε· Δωρικὸς ἀνὴρ

   πατρίδος, οὐχ ἥβας ὀλλυμένας ἀλέγει.

ΑΝΤΙΠΑΤΡΟΥ

Λύδιον οὖδας ἔχει τόδ' Ἀμύντορα, παῖδα Φιλίππου,

   πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης·

οὐδέ μιν ἀλγινόεσσα νόσος δόμον ἄγαγε Νυκτός,

   ἀλλ' ὄλετ' ἀμφ' ἑτάρῳ σχὼν κυκλόεσσαν ἴτυν·

ΑΠΟΛΛΩΝΙΔΟΥ

Αἴλιος, Αὐσονίης στρατιῆς πρόμος, ὁ χρυσέοισι

   στέμμασι σωρεύσας αὐχένας ὁπλοφόρους,

νοῦσον ὅτ' εἰς ὑπάτην ὠλίσθανε τέρμα τ' ἄφυκτον

   εἶδεν, ἀριστείην ἐμφανίσας ἰδίην

πήξαθ' ὑπὸ σπλάγχνοισιν ἑὸν ξίφος εἶπέ τε θνῄσκων·

   Αὐτὸς ἑκὼν ἐδάμην, μὴ νόσος εὖχος ἔχῃ.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Αἴλιος, ὁ θρασύχειρ Ἄργους πρόμος, ὁ ψελιώσας

   αὐχένα χρυσοδέτοις ἐκ πολέμου στεφάνοις,

τηξιμελεῖ νούσῳ κεκολουμένος ἔδρακε θυμῷ

   ἐς προτέρην ἔργων ἄρσενα μαρτυρίην,

ὦσε δ' ὑπὸ σπλάγχνοις πλατὺ φάσγανον ἓν μόνον εἰπών·

   Ἄνδρας Ἄρης κτείνει, δειλοτέρους δὲ νόσος.

ΔΙΟΔΩΡΟΥ ΤΑΡΣΕΩΣ

Μὴ μέτρει Μάγνητι τὸ πηλίκον οὔνομα τύμβῳ

   μηδὲ Θεμιστοκλέους ἔργα σε λανθανέτω·

τεκμαίρου Σαλαμῖνι καὶ ὁλκάσι τὸν φιλόπατριν,

   γνώσῃ δ' ἐκ τούτων μείζονα Κεκροπίης.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Οὐχὶ Θεμιστοκλέους Μάγνης τάφος, ἀλλὰ κέχωσμαι

   Ἑλλήνων φθονερῆς σῆμα κακοκρισίης.

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Οὔρεά μευ καὶ πόντον ὑπὲρ τύμβοιο χάρασσε

   καὶ μέσον ἀμφοτέρων μάρτυρα Λητοΐδην

ἀενάων τε βαθὺν ποταμῶν ῥόον, οἵ ποτε ῥείθροις

   Ξέρξου μυριόναυν οὐχ ὑπέμειναν Ἄρην·

ἔγγραφε καὶ Σαλαμῖνα, Θεμιστοκλέους ἵνα σῆμα

   κηρύσσει Μάγνης δῆμος ἀποφθιμένου.

ΑΔΑΙΟΥ

Ἠμαθίην ὃς πρῶτος ἐς Ἄρεα βῆσα Φίλιππος,

   Αἰγαίην κεῖμαι βῶλον ἐφεσσάμενος,

ῥέξας οἷ' οὔπω βασιλεὺς τὸ πρίν· εἰ δέ τις αὐχεῖ

   μεῖζον ἐμεῦ, καὶ τοῦθ' αἵματος ἡμετέρου.

ΠΑΡΜΕΝΙΩΝΟΣ

Φθίσθαι Ἀλέξανδρον ψευδὴς φάτις, εἴπερ ἀληθὴς

   Φοῖβος· ἀνικήτων ἅπτεται οὐδ' Ἀίδης.

ΑΔΑΙΟΥ

Τύμβον Ἀλεξάνδροιο Μακηδόνος ἤν τις ἀείδῃ,

   ἠπείρους κείνου σῆμα λέγ' ἀμφοτέρας.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Μυρία τοι, Πτολεμαῖε, πατήρ, ἔπι, μυρία μάτηρ

   τειρομένα θαλεροὺς ᾐκίσατο πλοκάμους·

πολλὰ τιθηνητὴρ ὀλοφύρατο, χερσὶν ἀμήσας

   ἀνδρομάχοις δνοφερὰν κρατὸς ὕπερθε κόνιν·

ἁ μεγάλα δ' Αἴγυπτος ἑὰν ὠλόψατο χαίταν,

   καὶ πλατὺς Εὐρώπας ἐστονάχησε δόμος·

καὶ δ' αὐτὰ διὰ πένθος ἀμαυρωθεῖσα Σελάνα

   ἄστρα καὶ οὐρανίας ἀτραπιτοὺς ἔλιπεν.

ὤλεο γὰρ διὰ λοιμόν, ὅλας θοινήτορα χέρσου,

  10   πρὶν πατέρων νεαρᾷ σκᾶπτρον ἑλεῖν παλάμᾳ·

οὐδέ σε νὺξ ἐκ νυκτὸς ἐδέξατο· δὴ γὰρ ἄνακτας

   τοίους οὐκ Ἀίδας, Ζεὺς δ' ἐς Ὄλυμπον ἄγει.

ΜΝΑΣΑΛΚΟΥ

Οἵδε πάτραν πολύδακρυν ἐπ' αὐχένι δεσμὸν ἔχουσαν

   ῥυόμενοι δνοφερὰν ἀμφεβάλοντο κόνιν·

ἄρνυνται δ' ἀρετᾶς αἶνον μέγαν. ἀλλά τις ἀστῶν

   τούσδ' ἐσιδὼν θνᾴσκειν τλάτω ὑπὲρ πατρίδος·

ΛΟΛΛΙΟΥ ΒΑΣΣΟΥ

Φωκίδι πὰρ πέτρῃ δέρκευ τάφον· εἰμὶ δ' ἐκείνων

   τῶν ποτε μηδοφόνων μνᾶμα τριηκοσίων,

οἳ Σπάρτας ἀπὸ γᾶς τηλοῦ πέσον ἀμβλύναντες

   Ἄρεα καὶ Μῆδον καὶ Λακεδαιμόνιον.

   5ἣν δ' ἐσορῇς ἐπ' ἐμεῖ' εὐβόστρυχον εἰκόνα θηρός,

   ἔννεπε τοῦ ταγοῦ μνᾶμα Λεωνίδεω.

ΓΑΙΤΟΥΛΙΚΟΥ

Δισσὰ τριηκοσίων τάδε φάσγανα θούριος Ἄρης

   ἔσπασεν Ἀργείων καὶ Λακεδαιμονίων,

ἔνθα μάχην ἔτλημεν ἀνάγγελον, ἄλλος ἐπ' ἄλλον

   πίπτοντες· Θυρέα δ' ἦσαν ἄεθλα δορός.

[ΤΟΥ ΑΥΤΟΥ]

Ὦ Χρόνε, παντοίων θνητοῖς πανεπίσκοπε δαῖμον,

   ἄγγελος ἡμετέρων πᾶσι γενοῦ παθέων·

ὡς ἱερὰν σῴζειν πειρώμενοι Ἑλλάδα χώραν

   Βοιωτῶν κλεινοῖς θνῄσκομεν ἐν δαπέδοις.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Ἰσσοῦ ἐπὶ προμολῇσιν ἁλὸς παρὰ κῦμα Κιλίσσης

   ἄγριον αἱ Περσῶν κείμεθα μυριάδες,

ἔργον Ἀλεξάνδροιο Μακηδόνος, οἵ ποτ' ἄνακτι

   Δαρείῳ πυμάτην οἶμον ἐφεσπόμεθα.

ΑΛΚΑΙΟΥ

Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδ' ἐπὶ τύμβῳ

   Θεσσαλίας τρισσαὶ κείμεθα μυριάδες,

Ἠμαθίῃ μέγα πῆμα· τὸ δὲ θρασὺ κεῖνο Φιλίππου

   πνεῦμα θοῶν ἐλάφων ᾤχετ' ἐλαφρότερον.

ΣΙΜΩΝΙΔΟΥ

Μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο

   ἐκ Πελοποννάσου χιλιάδες τέτορες.

ΣΙΜΩΝΙΔΟΥ

Ὦ ξεῖν', ἀγγέλλειν Λακεδαιμονίοις, ὅτι τῇδε

   κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.

ΣΙΜΩΝΙΔΟΥ

Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν

   ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι

[δουλοσύνης· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα

   ἥψαμεν ἀργαλέης μνήματα ναυμαχίης.

ὀστέα δ' ἧμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος

   ἀντ' εὐεργεσίης μνῆμ' ἐπέθηκε τόδε].

ΣΙΜΩΝΙΔΟΥ

Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες

   κυάνεον θανάτου ἀμφεβάλοντο νέφος·

οὐδὲ τεθνᾶσι θανόντες, ἐπεί σφ' ἀρετὴ καθύπερθε

   κυδαίνουσ' ἀνάγει δώματος ἐξ Ἀίδεω.

ΑΝΤΙΠΑΤΡΟΥ

Οἵδ' Ἀίδαν στέρξαντες ἐνώπιον οὐχ, ἅπερ ἄλλος,

   στάλαν, ἀλλ' Ἀρετὰν ἀντ' ἀρετᾶς ἔλαχον.

ΣΙΜΩΝΙΔΟΥ

Εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον,

   ἡμῖν ἐκ πάντων τοῦτ' ἀπένειμε τύχη·

Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι

   κείμεθ' ἀγηράτῳ χρώμενοι εὐλογίῃ.

ΣΙΜΩΝΙΔΟΥ

Χαίρετ', ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες,

   κοῦροι Ἀθηναίων ἔξοχοι ἱπποσύνᾳ,

οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθ' ἥβην

   πλείστοις Ἑλλάνων ἀντία μαρνάμενοι.

254b

ΣΙΜΩΝΙΔΟΥ

Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι

   οὐ κατὰ τοῦτ' ἐλθών, ἀλλὰ κατ' ἐμπορίαν.

ΑΙΣΧΥΛΟΥ

Κυανέη καὶ τούσδε μενεγχέας ὤλεσεν ἄνδρας

   Μοῖρα πολύρρηνον πατρίδα ῥυομένους.

ζωὸν δὲ φθιμένων πέλεται κλέος, οἵ ποτε γυίοις

   τλήμονες Ὀσσαίαν ἀμφιέσαντο κόνιν.

ΠΛΑΤΩΝΟΣ

Οἵδε ποτ' Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες

   Ἐκβατάνων πεδίῳ κείμεθ' ἐνὶ μεσάτῳ.

χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια· χαίρετ', Ἀθῆναι,

   γείτονες Εὐβοίης· χαῖρε, θάλασσα φίλη.

ΑΔΗΛΟΝ

Παῖδες Ἀθηναίων Περσῶν στρατὸν ἐξολέσαντες

   ἤρκεσαν ἀργαλέην πατρίδι δουλοσύνην.

[ΣΙΜΩΝΙΔΟΥ]

Οἵδε παρ' Εὐρυμέδοντά ποτ' ἀγλαὸν ὤλεσαν ἥβην

   μαρνάμενοι Μήδων τοξοφόρων προμάχοις

αἰχμηταί, πεζοί τε καὶ ὠκυπόρων ἐπὶ νηῶν·

   κάλλιστον δ' ἀρετῆς μνῆμ' ἔλιπον φθίμενοι.

ΠΛΑΤΩΝΟΣ

Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων

   κείμεθα· θεῦ, γαίης ὅσσον ἀφ' ἡμετέρης.

ΚΑΡΦΥΛΛΙΔΟΥ

Μὴ μέμψῃ παριὼν τὰ μνήματά μου, παροδῖτα·

   οὐδὲν ἔχω θρήνων ἄξιον οὐδὲ θανών.

τέκνων τέκνα λέλοιπα· μιῆς ἀπέλαυσα γυναικὸς

   συγγήρου· τρισσοῖς παισὶν ἔδωκα γάμους,

ἐξ ὧν πολλάκι παῖδας ἐμοῖς ἐνεκοίμισα κόλποις,

   οὐδενὸς οἰμώξας οὐ νόσον, οὐ θάνατον·

οἵ με κατασπείσαντες ἀπήμονα τὸν γλυκὺν ὕπνον

   κοιμᾶσθαι χώρην πέμψαν ἐπ' εὐσεβέων.

ΔΙΟΤΙΜΟΥ

Τί πλέον εἰς ὠδῖνα πονεῖν, τί δὲ τέκνα τεκέσθαι,

   ἣ τέκοι εἰ μέλλει παιδὸς ὁρᾶν θάνατον;

ἠιθέῳ γὰρ σῆμα Βιάνορι χεύατο μήτηρ·

   ἔπρεπε δ' ἐκ παιδὸς μητέρα τοῦδε τυχεῖν.

[ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΚΟΥ]

Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ' αὐτῷ·

   Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.

ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ

Καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴης

   θαρσήσαντα Νότου λαίλαπι χειμερίῃ.

ὥρη γάρ σε πέδησεν ἀνέγγυος, ὑγρὰ δὲ τὴν σὴν

   κύματ' ἀφ' ἱμερτὴν ἔκλυσεν ἡλικίην.

ΛΕΩΝΙΔΟΥ

Εἴη ποντοπόρῳ πλόος οὔριος· ἢν δ' ἄρ' ἀήτης,

   ὡς ἐμέ, τοῖς Ἀίδεω προσπελάσῃ λιμέσι,

μεμφέσθω μὴ λαῖτμα κακόξενον, ἀλλ' ἕο τόλμαν,

   ὅστις ἀφ' ἡμετέρου πείσματ' ἔλυσε τάφου.

ΠΛΑΤΩΝΟΣ

Ναυηγοῦ τάφος εἰμί, ὁ δ' ἀντίον ἐστὶ γεωργοῦ·

   ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστ' Ἀίδης.

ΛΕΩΝΙΔΟΥ

Ναυηγοῦ τάφος εἰμὶ Διοκλέος· οἱ δ' ἀνάγονται,

   φεῦ τόλμης, ἀπ' ἐμεῦ πείσματα λυσάμενοι.

ΠΟΣΕΙΔΙΠΠΟΥ

Ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθε

   χῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει.

φρίσσω κύματος ἦχον, ἐμὸν μόρον. ἀλλὰ καὶ οὕτως

   χαίρετε, Νικήτην οἵτινες οἰκτίσατε.

ΠΛΑΤΩΝΟΣ

Ναυηγόν με δέδορκας· ὃν ἡ κτείνασα θάλασσα

   γυμνῶσαι πυμάτου φάρεος ᾐδέσατο,

ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μ' ἀπέδυσε,

   τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.

   5κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰς Ἀίδαο φέροιτο,

   καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.

ΤΟΥ ΑΥΤΟΥ ΠΛΑΤΩΝΟΣ

Πλωτῆρες, σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν·

   ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.

ΣΙΜΩΝΙΔΟΥ

Τούσδε ποτ' ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας

   ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.

ΚΑΛΛΙΜΑΧΟΥ

Ὤφελε μηδ' ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς

   παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν·

νῦν δ' ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ' ἐκείνου

   οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ

Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ' ἐνὶ πόντῳ

   ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,

ἔμπορος Αἰγίνηθεν ὅτ' ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ

   νεκρός, ἐγὼ δ' ἄλλως οὔνομα τύμβος ἔχων

κηρύσσω πανάληθες ἔπος τόδε· Φεῦγε θαλάσσῃ

   συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.

ΛΕΩΝΙΔΟΥ

Εὔρου με τρηχεῖα καὶ αἰπήεσσα καταιγὶς

   καὶ νὺξ καὶ δνοφερῆς κύματα πανδυσίης

ἔβλαψ' Ὠρίωνος· ἀπώλισθον δὲ βίοιο

   Κάλλαισχρος, Λιβυκοῦ μέσσα θέων πελάγευς.

κἀγὼ μὲν πόντῳ δινεύμενος ἰχθύσι κύρμα

   οἴχημαι· ψεύστης δ' οὗτος ἔπεστι λίθος.

ΟΝΕΣΤΟΥ ΒΥΖΑΝΤΙΟΥ

Οὔνομα κηρύσσω Τιμοκλέος εἰς ἅλα πικρὴν

   πάντῃ σκεπτομένη, ποῦ ποτ' ἄρ' ἐστὶ νέκυς.

αἰαῖ, τὸν δ' ἤδη φάγον ἰχθύες, ἡ δὲ περισσὴ

   πέτρος ἐγὼ τὸ μάτην γράμμα τυπωθὲν ἔχω.

ΓΑΙΤΟΥΛΙΚΟΥ

Ἁ Πέλοπος νᾶσος καὶ δύσπλοος ὤλεσε Κρήτα

   καὶ Μαλέου τυφλαὶ καμπτομένου σπιλάδες

Δάμιδος Ἀστυδάμαντα Κυδώνιον. ἀλλ' ὁ μὲν ἤδη

   ἔπλησεν θηρῶν νηδύας εἰναλίων,

τὸν ψεύσταν δέ με τύμβον ἐπὶ χθονὶ θέντο. τί θαῦμα,

   Κρῆτες ὅπου ψεῦσται καὶ Διὸς ἔστι τάφος;

ΗΓΗΣΙΠΠΟΥ

Ἐξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς

   ἄνδρα, πολύκλαυτον ναυτιλίης σκύβαλον·

κέρδεα δ' οὐκ ἐδίωξαν, ἃ μὴ θέμις, ἀλλὰ σὺν αὐτοῖς

   ἰχθύσι τῇδ' ὀλίγῃ θῆκαν ὑπὸ ψαμάθῳ.

ὦ χθών, τὸν ναυηγὸν ἔχεις ὅλον· ἀντὶ δὲ λοιπῆς

   σαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις.

ΚΑΛΛΙΜΑΧΟΥ

Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν

   εὗρεν ἐπ' αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ

δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς

   ἥσυχος, αἰθυίῃ δ' ἶσα θαλασσοπορεῖ.

ΑΡΧΙΟΥ ΒΥΖΑΝΤΙΟΥ

Οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασθεὶς

   κύμασιν ἀγρύπνων λήσομαι ἠιόνων.

ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόθι πόντου

   δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου·

αἰεὶ δὲ βρομέοντα, καὶ ἐν νεκύεσσι, θαλάσσης

   ὁ τλήμων ἀίω δοῦπον ἀπεχθόμενον.

μόχθων οὐδ' Ἀίδης με κατεύνασεν, ἡνίκα μοῦνος

   οὐδὲ θανὼν λείῃ κέκλιμαι ἡσυχίῃ.

ΑΔΗΛΟΝ

Παῦσαι νηὸς ἐρετμὰ καὶ ἔμβολα τῷδ' ἐπὶ τύμβῳ

   αἰὲν ἔτι ψυχρῇ ζωγραφέων σποδιῇ.

ναυηγοῦ τὸ μνῆμα. τί τῆς ἐν κύμασι λώβης

   αὖθις ἀναμνῆσαι τὸν κατὰ γῆς ἐθέλεις;

ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ

Τὸ χῶμα τύμβος ἐστίν. ἀλλὰ τὼ βόε

ἐπίσχες, οὗτος, τὰν ὕνιν τ' ἀνάσπασον·

κινεῖς σποδὸν γάρ· ἐς δὲ τοιαύταν κόνιν

μὴ σπέρμα πυρῶν, ἀλλὰ χεῦε δάκρυα.

ΗΡΑΚΛΕΙΔΟΥ

Ἄπισχ', ἄπισχε χεῖρας, ὦ γεωπόνε,

μηδ' ἀμφίταμνε τὰν ἐν ἠρίῳ κόνιν.

αὐτὰ κέκλαυται βῶλος· ἐκ κεκλαυσμένας δ'

οὔτοι κοματὸς ἀναθαλήσεται στάχυς.

ΘΕΟΔΩΡΙΔΟΥ

Ναυηγοῦ τάφος εἰμί· σὺ δὲ πλέε· καὶ γὰρ ὅθ' ἡμεῖς

   ὠλλύμεθ', αἱ λοιπαὶ νῆες ἐποντοπόρουν.

ΛΕΩΝΙΔΟΥ

Τετρηχυῖα θάλασσα, τί μ' οὐκ οἰζυρὰ παθόντα

   τηλόσ' ἀπὸ ψιλῆς ἔπτυσας ἠιόνος,

ὡς σεῦ μηδ' Ἀίδαο κακὴν ἐπιειμένος ἀχλὺν

   Φυλεὺς Ἀμφιμένευς ἆσσον ἐγειτόνεον;

ΑΣΚΛΗΠΙΑΔΟΥ

Ὀκτώ μευ πήχεις ἄπεχε, τρηχεῖα θάλασσα,

   καὶ κύμαινε βόα θ', ἡλίκα σοι δύναμις·

ἢν δὲ τὸν Εὐμάρεω καθέλῃς τάφον, ἄλλο μὲν οὐδὲν

   κρήγυον, εὑρήσεις δ' ὀστέα καὶ σποδιήν.

ΓΛΑΥΚΟΥ ΝΙΚΟΠΟΛΙΤΟΥ

Οὐ κόνις οὐδ' ὀλίγον πέτρης βάρος, ἀλλ' Ἐρασίππου,

   ἣν ἐσορᾷς, αὕτη πᾶσα θάλασσα τάφος·

ὤλετο γὰρ σὺν νηί· τὰ δ' ὀστέα ποῦ ποτ' ἐκείνου

   πύθεται, αἰθυίαις γνωστὰ μόναις ἐνέπειν.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Δύσμορε Νικάνωρ, πολιῷ μεμαραμμένε πόντῳ,

   κεῖσαι δὴ ξείνῃ γυμνὸς ἐπ' ἠιόνι

ἢ σύ γε πρὸς πέτρῃσι· τὰ δ' ὄλβια κεῖνα μέλαθρα

   φροῦδ', ἀπὸ καὶ πάτρης ἐλπὶς ὄλωλε Τύρου.

οὐδὲ τί σε κτεάνων ἐρρύσατο· φεῦ, ἐλεεινέ,

   ὤλεο μοχθήσας ἰχθύσι καὶ πελάγει.

ΑΝΤΙΠΑΤΡΟΥ

Καὶ νέκυν ἀπρήυντος ἀνιήσει με θάλασσα,

   Λῦσιν ἐρημαίῃ κρυπτὸν ὑπὸ σπιλάδι,

στρηνὲς ἀεὶ φωνεῦσα παρ' οὔατι καὶ παρὰ κωφὸν

   σῆμα. τί μ', ὤνθρωποι, τῇδε παρῳκίσατε,

ἣ πνοιῆς χήρωσε τὸν οὐκ ἐπὶ φορτίδι νηὶ

   ἔμπορον, ἀλλ' ὀλίγης ναυτίλον εἰρεσίης

θηκαμένη ναυηγόν; ὁ δ' ἐκ πόντοιο ματεύων

   ζωὴν ἐκ πόντου καὶ μόρον εἱλκυσάμην.

ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ

Οὐδετέρης ὅλος εἰμὶ θανὼν νέκυς, ἀλλὰ θάλασσα

   καὶ χθὼν τὴν ἀπ' ἐμεῦ μοῖραν ἔχουσιν ἴσην.

σάρκα γὰρ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ' αὖτε

   βέβρασται ψυχρῇ τῇδε παρ' ἠιόνι.

ΑΝΤΙΠΑΤΡΟΥ ΜΑΚΕΔΟΝΟΣ

Ἀνθέα τὸν ναυηγὸν ἐπὶ στόμα Πηνειοῖο

   νυκτὸς ὑπὲρ βαιῆς νηξάμενον σανίδος

μούνιος ἐκ θάμνοιο θορὼν λύκος, ἄσκοπον ἄνδρα,

   ἔκτανεν. ὦ γαίης κύματα πιστότερα.

ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ

Λαίλαπα καὶ μανίην ὀλοῆς προφυγόντα θαλάσσης

   ναυηγὸν Λιβυκαῖς κείμενον ἐν ψαμάθοις

οὐχ ἑκὰς ἠιόνων, πυμάτῳ βεβαρημένον ὕπνῳ,

   γυμνόν, ἀπὸ στυγερῆς ὡς κάμε ναυφθορίης,

ἔκτανε λυγρὸς ἔχις. τί μάτην πρὸς κύματ' ἐμόχθει,

   τὴν ἐπὶ γῆς σπεύδων μοῖραν ὀφειλομένην;

ΞΕΝΟΚΡΙΤΟΥ ΡΟΔΙΟΥ

Χαῖταί σου στάζουσιν ἔθ' ἁλμυρά, δύσμορε κούρη

   ναυηγέ, φθιμένης εἰν ἁλί, Λυσιδίκη.

ἦ γὰρ ὀρινομένου πόντου δείσασα θαλάσσης

   ὕβριν ὑπὲρ κοίλου δούρατος ἐξέπεσες.

   5καὶ σὸν μὲν φωνεῖ τάφος οὔνομα καὶ χθόνα Κύμην,

   ὀστέα δὲ ψυχρῷ κλύζετ' ἐπ' αἰγιαλῷ,

πικρὸν Ἀριστομάχῳ γενέτῃ κακόν, ὅς σε κομίζων

   ἐς γάμον οὔτε κόρην ἤγαγεν οὔτε νέκυν.

ΘΕΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ

Ἀλκυόσιν, Ληναῖε, μέλεις τάχα· κωφὰ δὲ μήτηρ

   μύρεθ' ὑπὲρ κρυεροῦ δυρομένη σε τάφου.

ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ

Οὐ χεῖμα Νικόφημον, οὐκ ἄστρων δύσις,

ἁλὸς Λιβύσσης κύματ' οὐ κατέκλυσεν,

ἀλλ' ἐν γαλήνῃ, φεῦ τάλας, ἀνηνέμῳ

πλόῳ πεδηθεὶς ἐφρύγη δίψευς ὕπο.

καὶ τοῦτ' ἀητέων ἔργον· ἆ πόσον κακὸν

ναύταισιν ἢ πνέοντες ἢ μεμυκότες.

ΤΥΛΛΙΟΥ ΛΑΥΡΕΑ

Γρυνέα τὸν πρέσβυν, τὸν ἁλιτρύτου ἀπὸ κύμβης

   ζῶντα, τὸν ἀγκίστροις καὶ μογέοντα λίνοις,

ἐκ δεινοῦ τρηχεῖα Νότου κατέδυσε θάλασσα,

   ἔβρασε δ' ἐς κροκάλην πρώιον ἠιόνος,

χεῖρας ἀποβρωθέντα. τίς οὐ νόον ἰχθύσιν εἴποι

   ἔμμεναι, οἳ μούνας, αἷς ὀλέκοντο, φάγον;

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Θῆριν τὸν τριγέροντα, τὸν εὐάγρων ἀπὸ κύρτων

   ζῶντα, τὸν αἰθυίης πλείονα νηξάμενον,

ἰχθυοληιστῆρα, σαγηνέα, χηραμοδύτην,

   οὐχὶ πολυσκάλμου πλώτορα ναυτιλίης,

ἔμπης οὔτ' Ἀρκτοῦρος ἀπώλεσεν, οὔτε καταιγὶς

   ἤλασε τὰς πολλὰς τῶν ἐτέων δεκάδας·

ἀλλ' ἔθαν' ἐν καλύβῃ σχοινίτιδι, λύχνος ὁποῖα,

   τῷ μακρῷ σβεσθεὶς ἐν χρόνῳ αὐτόματος.

σῆμα δὲ τοῦτ' οὐ παῖδες ἐφήρμοσαν οὐδ' ὁμόλεκτρος,

  10   ἀλλὰ συνεργατίνης ἰχθυβόλων θίασος.

[ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ]

Ἐξ οὗ γ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε

   καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,

οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετ' ἀνδρῶν

   ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.

   5οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες

   Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει

ἀνδρῶν πληθούσας· μέγα δ' ἔστεν‹εν Ἀσὶς ὑπ' αὐτῶν›

   πληγεῖσ' ἀμφοτέραις χερσὶ κράτει πολέμου.

ΠΟΛΥΣΤΡΑΤΟΥ

Τὸν μέγαν Ἀκροκόρινθον, Ἀχαιικὸν Ἑλλάδος ἄστρον

   καὶ διπλῆν Ἰσθμοῦ σύνδρομον ἠιόνα,

Λεύκιος ἐστυφέλιξε· δοριπτοίητα δὲ νεκρῶν

   ὀστέα σωρευθεὶς εἷς ἐπέχει σκόπελος.

τοὺς δὲ δόμον Πριάμοιο πυρὶ πρήσαντας Ἀχαιοὺς

   ἀκλαύστους κτερέων νόσφισαν Αἰνεάδαι.

ΑΔΕΣΠΟΤΟΝ

Αἰαῖ, τοῦτο κάκιστον, ὅταν κλαίωσι θανόντα

   νυμφίον ἢ νύμφην· ἡνίκα δ' ἀμφοτέρους,

Εὔπολιν ὡς ἀγαθήν τε Λυκαίνιον, ὧν ὑμέναιον

   ἔσβεσεν ἐν πρώτῃ νυκτὶ πεσὼν θάλαμος,

οὐκ ἄλλῳ τόδε κῆδος ἰσόρροπον· ὡς σὺ μὲν υἱόν,

   Νῖκι, σὺ δ' ἔκλαυσας, Εὔδικε, θυγατέρα.

ΝΙΚΟΜΑΧΟΥ

Ἅδ' ἔσθ', ἅδε Πλάταια (τί τοι λέγω;), ἅν ποτε σεισμὸς

   ἐλθὼν ἐξαπίνας κάββαλε πανσυδίῃ·

λείφθη δ' αὖ μοῦνον τυτθὸν γένος· οἱ δὲ θανόντες

   σᾶμ' ἐρατὰν πάτραν κείμεθ' ἐφεσσάμενοι.

ΣΙΜΩΝΙΔΟΥ

Ἐνθάδε Πυθώνακτα κασίγνητόν τε κέκευθε

   γαῖ', ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν.

μνῆμα δ' ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν

   ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος.

[ΤΟΥ ΑΥΤΟΥ ΣΙΜΩΝΙΔΟΥ]

Εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο

   τῇδ' ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ,

πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππων

   Μηδείων τ' ἀνδρῶν δεξάμενοι πολέμῳ.

ΣΙΜΩΝΙΔΟΥ

Τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται·

   Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε ποθεῖ.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Τὸν μικρὸν Κλεόδημον ἔτι ζώοντα γάλακτι,

   ἴχνος ὑπὲρ τοίχων νηὸς ἐρεισάμενον,

ὁ Θρήιξ ἐτύμως Βορέης βάλεν εἰς ἁλὸς οἶδμα,

   κῦμα δ' ἀπὸ ψυχὴν ἔσβεσε νηπιάχου.

Ἰνοῖ, ἀνοικτίρμων τις ἔφυς θεός, ἣ Μελικέρτεω

   ἥλικος οὐκ Ἀίδην πικρὸν ἀπηλάσαο.

ΠΕΙΣΑΝΔΡΟΥ ΡΟΔΙΟΥ

Ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ' ἦν, ἵππῳ δὲ Πόδαργος

   καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης·

Θεσσαλός, ἐκ Κρήτης, Μάγνης γένος, Αἵμονος υἱός·

   ὤλετο δ' ἐν προμάχοις ὀξὺν Ἄρη συνάγων.

ΑΔΑΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

Ὁ γριπεὺς Διότιμος, ὁ κύμασιν ὁλκάδα πιστὴν

   κἠν χθονὶ τὴν αὐτὴν οἶκον ἔχων πενίης,

νήγρετον ὑπνώσας τὸν ἀμείλιχον ἷκτο πρὸς Ἅιδην

   αὐτερέτης ἰδίῃ νηὶ κομιζόμενος.

ἣν γὰρ ἔχε ζωῆς παραμύθιον, ἔσχεν ὁ πρέσβυς

   καὶ φθίμενος πύματον πυρκαϊῆς ὄφελος.

ΑΔΕΣΠΟΤΟΝ

Ἀβρότονον Θρήισσα γυνὴ πέλον, ἀλλὰ τεκέσθαι

   τὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Οὔνομά μοι ... ‑ Τί δὲ τοῦτο; ‑ Πατρὶς δέ μοι ... ‑ Ἐς τί δὲ τοῦτο; ‑

   Κλεινοῦ δ' εἰμὶ γένους. ‑ Εἰ γὰρ ἀφαυροτάτου; ‑

Ζήσας δ' ἐνδόξως ἔλιπον βίον. ‑ Εἰ γὰρ ἀδόξως; ‑

   Κεῖμαι δ' ἐνθάδε νῦν. ‑ Τίς τίνι ταῦτα λέγεις;

ΛΟΥΚΙΑΝΟΥ

Παῖδά με πενταέτηρον, ἀκηδέα θυμὸν ἔχοντα,

   νηλειὴς Ἀίδης ἥρπασε Καλλίμαχον.

ἀλλά με μὴ κλαίοις· καὶ γὰρ βιότοιο μετέσχον

   παύρου καὶ παύρων τῶν βιότοιο κακῶν.

ΑΔΕΣΠΟΤΟΝ

Ἑξηκοντούτης Διονύσιος ἐνθάδε κεῖμαι,

   Ταρσεύς, μὴ γήμας. αἴθε δὲ μηδ' ὁ πατήρ.

Θάψεν ὅ με κτείνας κρυπτὸν φόνον· εἰ δέ με τύμβῳ

   δωρεῖται, τοίης ἀντιτύχοι χάριτος.

ΑΔΕΣΠΟΤΟΝ

Ὁ τύμβος οὗτος ἔνδον οὐκ ἔχει νεκρόν·

ὁ νεκρὸς οὗτος ἐκτὸς οὐκ ἔχει τάφον,

ἀλλ' αὐτὸς αὑτοῦ νεκρός ἐστι καὶ τάφος.

ΑΣΙΝΙΟΥ ΚΟΥΑΔΡΑΤΟΥ

Οἱ πρὸς Ῥωμαίους δεινὸν στήσαντες Ἄρηα

   κεῖνται ἀριστείης σύμβολα δεικνύμενοι·

οὐ γάρ τις μετὰ νῶτα τυπεὶς θάνεν, ἀλλ' ἅμα πάντες

   ὤλοντο κρυφίῳ καὶ δολερῷ θανάτῳ.

Ἐνθάδ' ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι·

οὔνομα δ' οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε.

ΠΤΟΛΕΜΑΙΟΥ

Μὴ πόθεν εἰμὶ μάθῃς μηδ' οὔνομα· πλὴν ὅτι θνῄσκειν

   τοὺς παρ' ἐμὴν στήλην ἐρχομένους ἐθέλω.

ΖΗΝΟΔΟΤΟΥ, οἱ δὲ ΡΙΑΝΟΥ

Τρηχείην κατ' ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις

   πάντοθεν ἢ σκολιῆς ἄγρια κῶλα βάτου,

ὡς ἐπ' ἐμοὶ μηδ' ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι

   ἴχνος, ἐρημάζω δ' ἥσυχα κεκλιμένος.

ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδ' ἀστοῖσι φιληθεὶς

   Τίμων οὐδ' Ἀίδῃ γνήσιός εἰμι νέκυς.

ΛΕΩΝΙΔΑ ἢ ΑΝΤΙΠΑΤΡΟΥ

Τὴν ἐπ' ἐμεῦ στήλην παραμείβεο μήτε με χαίρειν

   εἰπὼν μήθ' ὅστις, μὴ τίνος ἐξετάσας·

ἢ μή, τὴν ἀνύεις, τελέσαις ὁδόν. ἢν δὲ παρέλθῃς

   σιγῇ, μηδ' οὕτως, ἣν ἀνύεις, τελέσαις.

ΚΑΛΛΙΜΑΧΟΥ

Τίμων (οὐ γὰρ ἔτ' ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; ‑

   Τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.

ΚΑΛΛΙΜΑΧΟΥ

Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε·

   ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν.

Καὶ νέκυς ὢν Τίμων ἄγριος· σὺ δέ γ', ὦ πυλαωρὲ

   Πλούτωνος, τάρβει, Κέρβερε, μή σε δάκῃ.

ΗΓΗΣΙΠΠΟΥ

Ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι

   καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς·

Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε

   οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.

ΑΔΕΣΠΟΤΟΝ

Γαῖα φίλη, τὸν πρέσβυν Ἀμύντιχον ἔνθεο κόλποις,

   πολλῶν μνησαμένη τῶν ἐπὶ σοὶ καμάτων.

καὶ γὰρ ἀεὶ πρέμνον σοι ἀνεστήριξεν ἐλαίης,

   πολλάκι καὶ Βρομίου κλήμασί σ' ἠγλάισεν

καὶ Δηοῦς ἔπλησε, καὶ ὕδατος αὔλακας ἕλκων

   θῆκε μὲν εὐλάχανον, θῆκε δ' ὀπωροφόρον.

ἀνθ' ὧν σὺ πρηεῖα κατὰ κροτάφου πολιοῖο

   κεῖσο καὶ εἰαρινὰς ἀνθοκόμει βοτάνας.

ΑΔΕΣΠΟΤΟΝ

Κνωσίου Ἰδομενῆος ὅρα τάφον· αὐτὰρ ἐγώ τοι

   πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.

ΑΔΕΣΠΟΤΟΝ

Εἷς δύ' ἀδελφειοὺς ἐπέχει τάφος· ἓν γὰρ ἐπέσχον

   ἦμαρ καὶ γενεῆς οἱ δύο καὶ θανάτου.

Ἅδ' ἐγὼ ἁ περίβωτος ὑπὸ πλακὶ τῇδε τέθαμμαι,

   μούνῳ ἑνὶ ζώναν ἀνέρι λυσαμένα.

Τόσσ' ἔχω, ὅσσ' ἔφαγον τε καὶ ἔκπιον καὶ μετ' ἐρώτων

τέρπν' ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται.

ΚΡΑΤΗΤΟΣ ΘΗΒΑΙΟΥ

Ταῦτ' ἔχω, ὅσσ' ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν

σέμν' ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.

Μὴ σύ γε θνητὸς ἐὼν ὡς ἀθάνατός τι λογίζου·

   οὐδὲν γὰρ βιότου πιστὸν ἐφημερίοις,

εἰ καὶ τόνδε Κάσανδρον ἔχει σορὸς ἥδε θανόντα,

   ἄνθρωπον φύσεως ἄξιον ἀθανάτου.

Τίς λίθος οὐκ ἐδάκρυσε σέθεν φθιμένοιο, Κάσανδρε;

   τίς πέτρος, ὃς τῆς σῆς λήσεται ἀγλαΐης;

ἀλλά σε νηλειὴς καὶ βάσκανος ὤλεσε δαίμων

   ἡλικίην ὀλίγην εἴκοσιν ἓξ ἐτέων,

   5ὃς χήρην ἄλοχον θῆκεν μογερούς τε τοκῆας

   γηραλέους στυγερῷ πένθεϊ τειρομένους.

ΑΔΕΣΠΟΤΟΝ

Μυρτάδα τὴν ἱεραῖς με Διωνύσου παρὰ ληνοῖς

   ἄφθονον ἀκρήτου σπασσαμένην κύλικα

οὐ κεύθει φθιμένην βαιὴ κόνις· ἀλλὰ πίθος μοι,

   σύμβολον εὐφροσύνης, τερπνὸς ἔπεστι τάφος.

Τὴν σορόν, ἣν ἐσορᾷς, ζῶν Μάξιμος αὐτὸς ἑαυτῷ

   θῆκεν, ὅπως ναίῃ παυσάμενος βιότου·

σύν τε γυναικὶ Καληποδίῃ τεῦξεν τόδε σῆμα,

   ὡς ἵνα τὴν στοργὴν κἠν φθιμένοισιν ἔχοι.

Τύμβον ἐμοὶ τοῦτον γαμέτης δωρήσατο Φροῦρις,

   ἄξιον ἡμετέρης εὐσεβίης στέφανον.

λείπω δ' ἐν θαλάμοις γαμέτου χορὸν εὐκλέα παίδων,

   πιστὸν ἐμοῦ βιότου μάρτυρα σωφροσύνης.

μουνόγαμος θνῄσκω, δέκα δ' ἐν ζωοῖσιν ἔτι ζῶ

   Νυμφικὴ εὐτεκνίης καρπὸν ἀειραμένη.

Αἰνόμορον βάκχη με κατέκτανε θηροτρόφον πρὶν

   οὐ κρίσει ἐν σταδίοις, γυμνασίαις δὲ κλυταῖς.

Μηδὲ καταχθονίοις μετὰ δαίμοσιν ἄμμορος εἴης

   ἡμετέρων δώρων, ὧν σ' ἐπέοικε τυχεῖν,

Ἀμμία, οὕνεκα Νικόμαχος θυγάτηρ τε Διώνη

   τύμβον καὶ στήλην σὴν ἐθέμεσθα χάριν.

Νηλεὲς ὦ δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξας

   εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια;

ἢ ἵνα λυπήσῃς δι' ἐμὴν βιότοιο τελευτὴν

   μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς,

ἥ μ' ἔτεχ', ἥ μ' ἀτίτηλε καὶ ἣ πολὺ μείζονα πατρὸς

   φροντίδα παιδείης ἤνυσεν ἡμετέρης;

ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι

   κάλλιπεν, ἡ δ' ἐπ' ἐμοὶ πάντας ἔτλη καμάτους.

ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφ' ἁγνῶν ἡγεμονήων

  10   ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίαις·

ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος

   ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας·

οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε

   δυσπότμου, ἐκ γενεῆς λείψανον ἡμετέρης

  15τῆς πολυθρηνήτου· λυπεῖ δέ με καὶ τεθνεῶτα

   μητρὸς Πωλίττης πένθος ἀεξόμενον

Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα

   ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος.

Πώλιττα, τλῆθι πένθος, εὔνασον δάκρυ·

πολλαὶ θανόντας εἶδον υἱεῖς μητέρες. ‑

Ἀλλ' οὐ τοιούτους τὸν τρόπον καὶ τὸν βίον,

οὐ μητέρων σέβοντας ἡδίστην θέαν. ‑

   5Τί περισσὰ θρηνεῖς; τί δὲ μάτην ὀδύρεαι;

εἰς κοινὸν Ἅιδην πάντες ἥξουσι βροτοί.

Γήραϊ καὶ πενίῃ τετρυμένος, οὐδ' ὀρέγοντος

   οὐδενὸς ἀνθρώπου δυστυχίης ἔρανον,

τοῖς τρομεροῖς κώλοισιν ὑπήλυθον ἠρέμα τύμβον.

   εὗρον οἰζυροῦ τέρμα μόλις βιότου,

ἠλλάχθη δ' ἐπ' ἐμοὶ νεκύων νόμος· οὐ γὰρ ἔθνῃσκον

   πρῶτον, ἔπειτ' ἐτάφην, ἀλλὰ ταφεὶς ἔθανον.

Μή με θοῶς, κύδιστε, παρέρχεο τύμβον, ὁδῖτα,

   σοῖσιν ἀκοιμήτοις ποσσί, κελευθοπόρε·

δερκόμενος δ' ἐρέεινε, τίς ἢ πόθεν; Ἁρμονίαν γὰρ

   γνώσεαι, ἧς γενεὴ λάμπεται ἐν Μεγάροις·

πάντα γάρ, ὅσσα βροτοῖσι φέρει κλέος, ἦεν ἰδέσθαι,

   εὐγενίην, ἀρετήν, ἤθεα, σωφροσύνην.

τοίης τύμβον ἄθρησον· ἐς οὐρανίας γὰρ ἀταρποὺς

   ψυχὴ παπταίνει σῶμ' ἀποδυσαμένη.

ΑΔΗΛΟΝ

Ἅδε τοι, Ἀρχίου υἱὲ Περίκλεες, ἁ λιθίνα 'γὼ

   ἕστακα στάλα μνᾶμα κυναγεσίας,

πάντα δέ τοι περίσαμα τετεύχαται, ἵπποι, ἄκοντες,

   αἱ κύνες, αἱ στάλικες, δίκτυ' ὑπὲρ σταλίκων,

αἰαῖ, λάινα πάντα· περιτροχάουσι δὲ θῆρες·

   αὐτὸς δ' εἰκοσέτας νήγρετον ὕπνον ἔχεις.

Οὐδὲν ἁμαρτήσας γενόμην παρὰ τῶν με τεκόντων,

   γεννηθεὶς δ' ὁ τάλας ἔρχομαι εἰς Ἀίδην.

ὦ μίξις γονέων θανατηφόρος· ὤ μοι ἀνάγκης,

   ἥ με προσπελάσει τῷ στυγερῷ θανάτῳ.

οὐδὲν ἐὼν γενόμην· πάλιν ἔσσομαι, ὡς πάρος, οὐδέν·

   οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος·

λοιπόν μοι τὸ κύπελλον ἀποστίλβωσον, ἑταῖρε,

   καὶ λύπης λήθην τὸν Βρόμιον πάρεχε.

Νικόπολιν Μαράθωνις ἐθήκατο τῇδ' ἐνὶ πέτρῃ,

   ὀμβρήσας δακρύοις λάρνακα μαρμαρέην.

ἀλλ' οὐδὲν πλέον ἔσχε. τί γὰρ πλέον ἀνέρι κήδευς

   μούνῳ ὑπὲρ γαίης οἰχομένης ἀλόχου;

[ΠΡΟΚΛΟΥ]

Πρόκλος ἐγὼ γενόμην Λύκιος γένος, ὃν Συριανὸς

   ἐνθάδ' ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης.

ξυνὸς δ' ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος·

   αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι.

Κάτθανον, ἀλλὰ μένω σε· μενεῖς δέ τε καὶ σύ τιν' ἄλλον·

   πάντας ὁμῶς θνητοὺς εἷς Ἀίδης δέχεται.

Πατέριον λιγύμυθον, ἐπήρατον ἔλλαχε τύμβος,

Μιλτιάδου φίλον υἷα καὶ Ἀττικίης βαρυτλήτου,

Κεκροπίης βλάστημα, κλυτὸν γένος Αἰακιδάων,

ἔμπλεον Αὐσονίων θεσμῶν σοφίης τ' ἀναπάσης,

τῶν πισύρων ἀρετῶν ἀμαρύγματα πάντα φέροντα,

ἠίθεον χαρίεντα, τὸν ἥρπασε μόρσιμος αἶσα,

οἷά τε ἀγλαόμορφον ἀπὸ χθονὸς ἔρνος ἀήτης,

εἴκοσι καὶ τέτρατον βιότου λυκάβαντα περῶντα·

λεῖψε φίλοις δὲ τοκεῦσι γόον καὶ πένθος ἄλαστον.

ΣΙΜΩΝΙΔΟΥ

Θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δ' ὃν ἐγὼ νῦν

   φρουρῶ τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς.

344b

[ΚΑΛΛΙΜΑΧΟΥ]

Ἀλλ' εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομά τ' εἶχεν,

   οὐκ ἂν ἐγὼ τύμβῳ τῷδ' ἐπέθηκα πόδας.

‹ΑΙΣΧΡΙΩΝΟΣ›

Ἐγὼ Φιλαινὶς ἡ 'πίβωτος ἀνθρώποις

ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.

μή μ', ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων

χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην.

οὐ γάρ, μὰ τὸν Ζῆν', οὐ μὰ τοὺς κάτω κούρους,

οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης·

Πολυκράτης δὲ τὴν γενὴν Ἀθηναῖος,

λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,

ἔγραψεν, οἷ' ἔγραψ'· ἐγὼ γὰρ οὐκ οἶδα.

Τοῦτό τοι ἡμετέρης μνημήιον, ἐσθλὲ Σαβῖνε,

   ἡ λίθος ἡ μικρὴ τῆς μεγάλης φιλίης.

αἰεὶ ζητήσω σε· σὺ δ', εἰ θέμις, ἐν φθιμένοισι

   τοῦ Λήθης ἐπ' ἐμοὶ μή τι πίῃς ὕδατος.

Οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰς

   Ἑλλὰς ἐλευθερίης ἀμφέθετο στέφανον.

ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ

Πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ' εἰπὼν

   ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.

[ΣΙΜΩΝΙΔΟΥ]

Βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας

   ὀψὲ μέν, ἀλλ' ἔθανον. ἔρρετε πάντες ὁμοῦ.

Ναυτίλε, μὴ πεύθου, τίνος ἐνθάδε τύμβος ὅδ' εἰμί,

   ἀλλ' αὐτὸς πόντου τύγχανε χρηστοτέρου.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Οὐ μὰ τόδε φθιμένων σέβας ὅρκιον, αἵδε Λυκάμβεω,

   αἳ λάχομεν στυγερὴν κλῃδόνα, θυγατέρες,

οὔτε τι παρθενίην ᾐσχύναμεν οὔτε τοκῆας

   οὔτε Πάρον, νήσων αἰπυτάτην ἱερῶν·

ἀλλὰ καθ' ἡμετέρης γενεῆς ῥιγηλὸν ὄνειδος

   φήμην τε στυγερὴν ἔφλυσεν Ἀρχίλοχος.

Ἀρχίλοχον, μὰ θεοὺς καὶ δαίμονας, οὔτ' ἐν ἀγυιαῖς

   εἴδομεν οὔθ' Ἥρης ἐν μεγάλῳ τεμένει.

εἰ δ' ἦμεν μάχλοι καὶ ἀτάσθαλοι, οὐκ ἂν ἐκεῖνος

  10   ἤθελεν ἐξ ἡμέων γνήσια τέκνα τεκεῖν.

ΑΔΕΣΠΟΤΟΝ, οἱ δὲ ΜΕΛΕΑΓΡΟΥ

Δεξιτερὴν Ἀίδαο θεοῦ χέρα καὶ τὰ κελαινὰ

   ὄμνυμεν ἀρρήτου δέμνια Περσεφόνης,

παρθένοι ὡς ἔτυμον καὶ ὑπὸ χθονί· πολλὰ δ' ὁ πικρὸς

   αἰσχρὰ καθ' ἡμετέρης ἔβλυσε παρθενίης

   5Ἀρχίλοχος· ἐπέων δὲ καλὴν φάτιν οὐκ ἐπὶ καλὰ

   ἔργα, γυναικεῖον δ' ἔτραπεν ἐς πόλεμον.

Πιερίδες, τί κόρῃσιν ἐφ' ὑβριστῆρας ἰάμβους

   ἐτράπετ', οὐχ ὁσίῳ φωτὶ χαριζόμεναι;

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Τῆς πολιῆς τόδε σῆμα Μαρωνίδος, ἧς ἐπὶ τύμβῳ

   γλυπτὴν ἐκ πέτρης αὐτὸς ὁρῇς κύλικα.

ἡ δὲ φιλάκρητος καὶ ἀείλαλος οὐκ ἐπὶ τέκνοις

   μύρεται, οὐ τεκέων ἀκτεάνῳ πατέρι·

   5ἓν δὲ τόδ' αἰάζει καὶ ὑπ' ἠρίον, ὅττι τὸ Βάκχου

   ἄρμενον οὐ Βάκχου πλῆρες ἔπεστι τάφῳ.

ΓΑΙΤΟΥΛΙΚΟΥ

Παίδων Μηδείης οὗτος τάφος, οὓς ὁ πυρίπνους

   ζᾶλος τῶν Γλαύκης θῦμ' ἐποίησε γάμων,

οἷς αἰεὶ πέμπει μειλίγματα Σισυφὶς αἶα,

   μητρὸς ἀμείλικτον θυμὸν ἱλασκομένα.

ΔΑΜΑΓΗΤΟΥ

Τὴν ἱλαρὰν φωνὴν καὶ τίμιον, ὦ παριόντες,

   τῷ χρηστῷ χαίρειν εἴπατε Πραξιτέλει·

ἦν δ' ὡνὴρ Μουσῶν ἱκανὴ μερὶς ἠδὲ παρ' οἴνῳ

   κρήγυος. ‑ Ὦ χαίροις, Ἄνδριε Πραξίτελες.

Ζωὴν συλήσας δωρῇ τάφον· ἀλλά με κρύπτεις,

   οὐ θάπτεις. τοίου καὐτὸς ὄναιο τάφου.

Κἄν με κατακρύπτῃς ὡς οὐδενὸς ἀνδρὸς ὁρῶντος,

   ὄμμα Δίκης καθορᾷ πάντα τὰ γινόμενα.

Ἔκτανες, εἶτά μ' ἔθαπτες, ἀτάσθαλε, χερσὶν ἐκείναις,

   αἷς με διεχρήσω· μή σε λάθοι Νέμεσις.

Εἴ με νέκυν κατέθαπτες ἰδὼν οἰκτίρμονι θυμῷ,

   εἶχες ἂν ἐκ μακάρων μισθὸν ἐπ' εὐσεβίῃ·

νῦν δ' ὅτε δὴ τύμβῳ με κατακρύπτεις ὁ φονεύσας,

   τῶν αὐτῶν μετέχοις, ὧνπερ ἐμοὶ παρέχεις.

Χερσὶ κατακτείνας τάφον ἔκτισας, οὐχ ἵνα θάψῃς,

   ἀλλ' ἵνα με κρύψῃς· ταὐτὸ δὲ καὶ σὺ πάθοις.

ΑΔΗΛΟΝ

Υἷι πατὴρ τόδε σῆμα· τὸ δ' ἔμπαλιν ἦν τὸ δίκαιον·

   ἦν δὲ δικαιοσύνης ὁ φθόνος ὀξύτερος.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν σορὸς ἥδε κέκευθεν

   Ἀετίου χρηστοῦ, ῥήτορος εὐπρεπέος.

ἦλθεν δ' εἰς Ἀίδαο δέμας, ψυχὴ δ' ἐς Ὄλυμπον·

[τέρπεθ' ἅμα Ζηνὶ καὶ ἄλλοισιν μακάρεσσιν.]

. . . . . . . . . . . . . . . . . . . ἀθάνατον δὲ

   οὔτε λόγος ποιεῖν οὔτε θεὸς δύναται.

ΑΔΗΛΟΝ

†Τετμενάνης ὅδε τύμβος ἐυγλύπτοιο μετάλλου

ἥρωος μεγάλου νέκυος κατὰ σῶμα καλύπτει,

Ζηνοδότου· ψυχὴ δὲ κατ' οὐρανόν, ᾗχί περ Ὀρφεύς,

ᾗχι Πλάτων, ἱερὸν θεοδέγμονα θῶκον ἐφεῦρεν.

ἱππεὺς μὲν γὰρ ἔην βασιλήιος ἄλκιμος οὗτος,

κύδιμος, ἀρτιεπής, θεοείκελος· ἐν δ' ἄρα μύθοις

Σωκράτεος μίμημα παρ' Αὐσονίοισιν ἐτύχθη.

παισὶ δὲ καλλείψας πατρώιον αἴσιον ὄλβον,

ὠμογέρων τέθνηκε, λιπὼν ἀπερείσιον ἄλγος

  10εὐγενέεσσι φίλοισι καὶ ἄστεϊ καὶ πολιήταις.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἀκρίδι καὶ τέττιγι Μυρὼ τόδε θήκατο σῆμα,

   λιτὴν ἀμφοτέροις χερσὶ βαλοῦσα κόνιν,

ἵμερα δακρύσασα πυρῆς ἔπι· τὸν γὰρ ἀοιδὸν

   Ἅιδης, τὴν δ' ἑτέρην ἥρπασε Περσεφόνη.

ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ, τοῦ καὶ ΔΙΟΔΩΡΟΥ

Ἀίδῃ ὃς ταύτης καλαμώδεος ὕδατι λίμνης

   κωπεύεις νεκύων βᾶριν ἐλαυνόδυνον,

τῷ Κινύρου τὴν χεῖρα βατηρίδος ἐκβαίνοντι

   κλίμακος ἐκτείνας δέξο, κελαινὲ Χάρον·

   5πλάζει γὰρ τὸν παῖδα τὰ σάνδαλα, γυμνὰ δὲ θεῖναι

   ἴχνια δειμαίνει ψάμμον ἐπ' ᾐονίην.

ΑΝΤΙΣΤΙΟΥ

Ἀώου προχοαὶ σέ, Μενέστρατε, καὶ σέ, Μένανδρε,

   λαῖλαψ Καρπαθίη καὶ σὲ πόρος Σικελὸς

ὤλεσεν ἐν πόντῳ, Διονύσιε, ‑ φεῦ πόσον ἄλγος

   Ἑλλάδι ‑ τοὺς πάντων κρέσσονας ἀθλοφόρων.

ΑΝΤΙΠΑΤΡΟΥ

Αὔσονος Ἠγερίου μ' ἐλέει νέκυν, ᾧ μετιόντι

   νύμφην ὀφθαλμοὺς ἀμβλὺ κατέσχε νέφος·

ὄμμασι δὲ πνοιὴν συναπέσβεσε μοῦνον ἰδόντος

   κούρην· φεῦ καινῆς, Ἥλιε, θευμορίης.

ἔρροι δὴ κεῖνο φθονερὸν σέλας εἴθ' Ὑμέναιος

   ἧψέ μιν οὐκ ἐθέλων, εἴτ' Ἀίδης ἐθέλων·

ΕΡΥΚΙΟΥ

Ἀτθὶς ἐγώ· κείνη γὰρ ἐμὴ πόλις, ἐκ δέ μ' Ἀθηνῶν

   λοιγὸς Ἄρης Ἰταλῶν πρίν ποτ' ἐληίσατο

καὶ θέτο Ῥωμαίων πολιήτιδα· νῦν δὲ θανούσης

   ὀστέα νησαίη Κύζικος ἠμφίασε.

χαίροις ἡ θρέψασα καὶ ἡ μετέπειτα λαχοῦσα

   χθών με καὶ ἡ κόλποις ὕστατα δεξαμένη.

ΑΝΤΙΠΑΤΡΟΥ

Ἀντιπάτρου ῥητῆρος ἐγὼ τάφος· ἡλίκα δ' ἔπνει

   ἔργα, Πανελλήνων πεύθεο μαρτυρίης.

κεῖται δ' ἀμφήριστος, Ἀθηνόθεν εἴτ' ἀπὸ Νείλου

   ἦν γένος· ἠπείρων δ' ἄξιος ἀμφοτέρων.

ἄστεα καὶ δἄλλως ἑνὸς αἵματος, ὡς λόγος Ἕλλην·

   κλήρῳ δ' ἡ μὲν ἀεὶ Παλλάδος, ἡ δὲ Διός.

ΔΙΟΔΩΡΟΥ

Βάκχῳ καὶ Μούσῃσι μεμηλότα, τὸν Διοπείθους

   Κεκροπίδην ὑπ' ἐμοί, ξεῖνε, Μένανδρον ἔχω,

ἐν πυρὶ τὴν ὀλίγην ὃς ἔχει κόνιν· εἰ δὲ Μένανδρον

   δίζηαι, δήεις ἐν Διὸς ἢ μακάρων.

ΚΡΙΝΑΓΟΡΟΥ

Γῆ μευ καὶ μήτηρ κικλήσκετο, γῆ με καλύπτει

   καὶ νέκυν· οὐ κείνης ἥδε χερειοτέρη.

ἔσσομαι ἐν ταύτῃ δηρὸν χρόνον· ἐκ δέ με μητρὸς

   ἥρπασεν ἠελίου καῦμα τὸ θερμότατον.

κεῖμαι δ' ἐν ξείνῃ ὑπὸ χερμάδι, μακρὰ γοηθεὶς

   Ἴναχος, εὐπειθὴς Κριναγόρου θεράπων.

ΛΟΛΛΙΟΥ ΒΑΣΣΟΥ

Γαῖα Ταραντίνων, ἔχε μείλιχος ἀνέρος ἐσθλοῦ

   τόνδε νέκυν. ψεῦσται δαίμονες ἁμερίων·

ἦ γὰρ ἰὼν Θήβηθεν Ἀτύμνιος οὐκέτι πρόσσω

   ἤνυσεν, ἀλλὰ τεὴν βῶλον ὑπῳκίσατο·

ὀρφανικῷ δ' ἐπὶ παιδὶ λιπὼν βίον εὖνιν ἔθηκεν

   ὀφθαλμῶν. κείνῳ μὴ βαρὺς ἔσσο τάφος.

ΘΑΛΛΟΥ ΜΙΛΗΣΙΟΥ

Δισσὰ φάη, Μίλητε, τεῆς βλαστήματα γαίης,

   Ἰταλὶς ὠκυμόρους ἀμφεκάλυψε κόνις,

πένθεα δὲ στεφάνων ἠλλάξαο· λείψανα δ', αἰαῖ,

   ἔδρακες ἐν βαιῇ κάλπιδι κευθόμενα.

φεῦ, πάτρα τριτάλαινα. πόθεν πάλιν ἢ πότε τοίους

   ἀστέρας αὐχήσεις Ἑλλάδι λαμπομένους;

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Δύσμορος ἐκρύφθην πόντῳ νέκυς, ὃν παρὰ κῦμα

   ἔκλαυσεν μήτηρ μυρία Λυσιδίκη,

ψεύστην αὐγάζουσα κενὸν τάφον· ἀλλά με δαίμων

   ἄπνουν αἰθυίαις θῆκεν ὁμορρόθιον

Πνυταγόρην. ἔσχον δὲ κατ' Αἰγαίην ἅλα πότμον,

   πρυμνούχους στέλλων ἐκ Βορέαο κάλους·

ἀλλ' οὐδ' ὣς ναύτην ἔλιπον δρόμον, ἀλλ' ἀπὸ νηὸς

   ἄλλην πὰρ φθιμένοις εἰσανέβην ἄκατον.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Δώματά μοι σεισθέντα κατήριπεν, ἀλλ' ἐμὸς ἀπτὼς

   ἦν θάλαμος τοίχων ὀρθὰ τιναξαμένων,

οἷς ὑποφωλεύουσαν ὑπήλυθον αἱ κακόμοιροι

   ὠδῖνες, σεισμῷ δ' ἄλλον ἔμιξα φόβον.

μαῖα δέ μοι λοχίων αὐτὴ φύσις· ἀμφότεροι δὲ

   κοινὸν ὑπὲρ γαίης εἴδομεν ἠέλιον.

ΚΡΙΝΑΓΟΡΟΥ

Δείλαιοι, τί κεναῖσιν ἀλώμεθα θαρσήσαντες

   ἐλπίσιν, ἀτηροῦ ληθόμενοι θανάτου;

ἦν ὅδε καὶ μύθοισι καὶ ἤθεσι πάντα Σέλευκος

   ἄρτιος, ἀλλ' ἥβης βαιὸν ἐπαυρόμενος

ὑστατίοις ἐν Ἴβηρσι, τόσον δίχα τηλόθι Λέσβου

   κεῖται ἀμετρήτων ξεῖνος ἐπ' αἰγιαλῶν.

ΕΡΥΚΙΟΥ

Εἰ καὶ ὑπὸ χθονὶ κεῖται, ὅμως ἔτι καὶ κατὰ πίσσαν

   τοῦ μιαρογλώσσου χεύατε Παρθενίου,

οὕνεκα Πιερίδεσσιν ἐνήμεσε μυρία κεῖνα

   φλέγματα καὶ μυσαρῶν ἀπλυσίην ἐλέγων.

ἤλασε καὶ μανίης ἐπὶ δὴ τόσον, ὥστ' ἀγορεῦσαι

   πηλὸν Ὀδυσσείην καὶ πάτον Ἰλιάδα.

τοιγὰρ ὑπὸ ζοφίαισιν Ἐρινύσιν ἀμμέσον ἧπται

   Κωκυτοῦ κλοιῷ λαιμὸν ἀπαγχόμενος.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Ἔφθανεν Ἡλιόδωρος, ἐφέσπετο δ', οὐδ' ὅσον ὥρῃ

   ὕστερον, ἀνδρὶ φίλῳ Διογένεια δάμαρ.

ἄμφω δ', ὡς συνέναιον, ὑπὸ πλακὶ τυμβεύονται,

   ξυνὸν ἀγαλλόμενοι καὶ τάφον ὡς θάλαμον.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Εἰπέ, Δικαιάρχεια, τί σοι τόσον εἰς ἅλα χῶμα

   βέβληται μέσσου γευόμενον πελάγους;

Κυκλώπων τάδε χεῖρες ἐνιδρύσαντο θαλάσσῃ

   τείχεα· μέχρι πόσου, Γαῖα, βιαζόμεθα; ‑

Κόσμου νηίτην δέχομαι στόλον· εἴσιδε Ῥώμην

   ἐγγύθεν, εἰ ταύτης μέτρον ἔχω λιμένα.

ΚΡΙΝΑΓΟΡΟΥ

Εἰ καὶ τὸ σῆμα λυγδίνης ἀπὸ πλακὸς

καὶ ξεστὸν ὀρθῇ λαοτέκτονος στάθμῃ,

οὐκ ἀνδρὸς ἐσθλοῦ. μὴ λίθῳ τεκμαίρεο,

ὦ λῷστε, τὸν θανόντα. κωφὸν ἡ λίθος,

   5τῇ καὶ ζοφώδης ἀμφιέννυται νέκυς.

κεῖται δὲ τῇδε τὠλιγηπελὲς ῥάκος

Εὐνικίδαο, σήπεται δ' ὑπὸ σποδῷ.

ΕΤΡΟΥΣΚΟΥ ΑΠΟ ΜΕΣΣΗΝΗΣ

Ἡ μία καὶ βιότοιο καὶ Ἄϊδος ἤγαγεν εἴσω

   ναῦς Ἱεροκλείδην, κοινὰ λαχοῦσα τέλη.

ἔτρεφεν ἰχθυβολεῦντα, κατέφλεγε τεθνηῶτα,

   σύμπλοος εἰς ἄγρην, σύμπλοος εἰς Ἀίδην.

ὄλβιος ὁ γριπεύς· ἰδίῃ καὶ πόντον ἐπέπλει

   νηὶ καὶ ἐξ ἰδίης ἔδραμεν εἰς Ἀίδην.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ἠπείρῳ μ' ἀποδοῦσα νέκυν, τρηχεῖα θάλασσα,

   σύρεις καὶ τέφρης λοιπὸν ἔτι σκύβαλον.

κἠν Ἀίδῃ ναυηγὸς ἐγὼ μόνος οὐδ' ἐπὶ χέρσου

   εἰρήνην ἕξω φρικαλέης σπιλάδος.

ἢ τύμβευέ μ' ἑλοῦσα καθ' ὕδατος ἢ παραδοῦσα

   γαίῃ τὸν κείνης μηκέτι κλέπτε νέκυν.

ΦΙΛΙΠΠΟΥ

Ἠιόνιον τόδε σῶμα βροτοῦ παντλήμονος ἄθρει

   σπαρτόν, ἁλιρραγέων ἐκχύμενον σκοπέλων·

τῇ μὲν ἐρημοκόμης κεῖται καὶ χῆρος ὀδόντων

   κόρση, τῇ δὲ χερῶν πενταφυεῖς ὄνυχες

πλευρά τε σαρκολιπῆ, ταρσοὶ δ' ἑτέρωθεν ἄμοιροι

   νεύρων καὶ κώλων ἔκλυτος ἁρμονίη.

οὗτος ὁ πουλυμερὴς εἷς ἦν ποτε. φεῦ μακαριστοί,

   ὅσσοι ἀπ' ὠδίνων οὐκ ἴδον ἠέλιον.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἡ Βρόμιον στέρξασα πολὺ πλέον ἢ τροφὸς Ἰνώ,

   ἡ λάλος ἀμπελίνη γρῆυς Ἀριστομάχη,

ἡνίκα τὴν ἱερὴν ὑπέδυ χθόνα πᾶν τ' ἐμαράνθη

   πνεῦμα πάρος κυλίκων πλεῖστον ἐπαυρομένῃ,

εἶπε ταδί· Μινοῖ, πῆλαι, φέρε, κάλπιν ἐλαφρήν·

   οἴσω κυάνεον τοὐξ Ἀχέροντος ὕδωρ·

καὐτὴ παρθένιον γὰρ ἀπώλεσα. τοῦτο δ' ἔλεξε

   ψευδές, ἵν' αὐγάζῃ κἠν φθιμένοισι πίθον.

ΦΙΛΙΠΠΟΥ

Ἥρως Πρωτεσίλαε, σὺ γὰρ πρώτην ἐμύησας

   Ἴλιον Ἑλλαδικοῦ θυμὸν ἰδεῖν δόρατος,

καὶ περὶ σοῖς τύμβοις ὅσα δένδρεα μακρὰ τέθηλε,

   πάντα τὸν εἰς Τροίην ἐγκεκύηκε χόλον·

Ἴλιον ἢν ἐσίδῃ γὰρ ἀπ' ἀκρεμόνων κορυφαίων,

   καρφοῦται πετάλων κόσμον ἀναινόμενα.

θυμὸν ἐπὶ Τροίῃ πόσον ἔζεσας, ἡνίκα τὴν σὴν

   σῴζει καὶ στελέχη μῆνιν ἐπ' ἀντιπάλους.

ΒΑΣΣΟΥ ΛΟΛΛΙΟΥ

Ἥδ' ἐγὼ ἡ τοσάκις Νιόβη λίθος, ὁσσάκι μήτηρ·

   δύσμορος, ἣ μαστῶν ‹ὑγρὸν› ἔπηξα γάλα,

Ἀίδεω πολὺς ὄλβος ἐμῆς ὠδῖνος ἀριθμός,

   ἣ τέκον, ὦ, μεγάλης λείψανα πυρκαϊῆς.

ΒΙΑΝΟΡΟΣ

Θειονόης ἔκλαιον ἐμῆς μόρον, ἀλλ' ἐπὶ παιδὸς

   ἐλπίσι κουφοτέρας ἔστενον εἰς ὀδύνας.

νῦν δέ με καὶ παιδὸς φθονερὴ κατενόσφισε Μοῖρα·

   φεῦ, βρέφος, ἐψεύσθην καὶ σὲ τὸ λειπόμενον.

Περσεφόνη, τόδε πατρὸς ἐπὶ θρήνοισιν ἄκουσον·

   θὲς βρέφος ἐς κόλπους μητρὸς ἀποιχομένης.

ΤΟΥ ΑΥΤΟΥ ΒΙΑΝΟΡΟΣ

Ἰχθύσι καὶ ποταμῷ Κλειτώνυμον ἐχθρὸς ὅμιλος

   ὦσεν, ὅτ' εἰς ἄκρην ἦλθε τυραννοφόνος.

ἀλλὰ Δίκα μιν ἔθαψεν· ἀποσπασθεῖσα γὰρ ὄχθη

   πᾶν δέμας ἐς κορυφὴν ἐκ ποδὸς ἐκτέρισεν·

κεῖται δ' οὐχ ὑδάτεσσι διάβροχος· αἰδομένα δὲ

   Γᾶ κεύθει τὸν ἑᾶς ὅρμον ἐλευθερίης.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Καὶ τίς, ὃς οὐκ ἔτλη κακὸν ἔσχατον υἱέα κλαύσας;

   ἀλλ' ὁ Ποσειδίππου πάντας ἔθαψε δόμος

τέσσαρας, οὓς Ἀίδαο συνήριθμον ἥρπασεν ἦμαρ,

   τὴν πολλὴν παίδων ἐλπίδα κειραμένου.

πατρὸς δ' ὄμματα λυγρὰ κατομβρηθέντα γόοισιν

   ὤλετο· κοινή που νὺξ μία πάντας ἔχει.

ΑΝΤΙΠΑΤΡΟΥ

Κυλλήνην ὄρος Ἀρκάδων ἀκούεις·

αὕτη σῆμ' ἐπίκειτ' Ἀπολλοδώρῳ.

Πίσηθέν μιν ἰόντα νυκτὸς ὥρῃ

ἔκτεινεν Διόθεν πεσὼν κεραυνός.

τηλοῦ δ' Αἰγανέης τε καὶ Βεροίης

νικηθεὶς Διὸς ὁ δρομεὺς καθεύδει.

ΒΑΣΣΟΥ ΛΟΛΛΙΟΥ

Κλειδοῦχοι νεκύων, πάσας Ἀίδαο κελεύθους

   φράγνυτε, καὶ στομίοις κλεῖθρα δέχοισθε, πύλαι.

αὐτὸς ἐγὼν Ἀίδας ἐνέπω· Γερμανικὸς ἄστρων,

   οὐκ ἐμός· οὐ χωρεῖ νῆα τόσην Ἀχέρων.

ΗΡΑΚΛΕΙΔΟΥ ΣΙΝΩΠΕΩΣ

Λαῖλαψ καὶ πολὺ κῦμα καὶ ἀντολαὶ Ἀρκτούροιο

   καὶ σκότος Αἰγαίου τ' οἶδμα κακὸν πελάγευς,

ταῦθ' ἅμα πάντ' ἐκύκησεν ἐμὴν νέα· τριχθὰ δὲ κλασθεὶς

   ἱστὸς ὁμοῦ φόρτῳ κἀμὲ κάλυψε βυθῷ.

ναυηγὸν κλαίοιτε παρ' αἰγιαλοῖσι, γονῆες,

   Τλησιμένη κωφὴν στησάμενοι λίθακα.

ΔΙΟΚΛΕΟΥΣ ΚΑΡΥΣΤΙΟΥ

Μή με κόνι κρύψητε· τί γὰρ πάλι; μηδ' ἐπὶ ταύτης

   ᾐόνος οὐκ ὀνοτὴν γαῖαν ἐμοὶ τίθετε.

μαίνεται εἴς με θάλασσα καὶ ἐν χέρσοισί με δειλὸν

   εὑρίσκει ῥαχίαις, οἶδέ με κἠν Ἀίδῃ.

χέρσον ἐπεκβαίνειν ‹εἰ› ἐμεῦ χάριν ὕδατι θυμός,

   ἀρκεῖ μοι σταθερῇ μιμνέμεν ὡς ἄταφος.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Μυλεργάτας ἀνήρ με κἠν ζωᾶς χρόνοις

βαρυβρομήταν εἶχε δινητὸν πέτρον,

πυρηφάτον Δάματρος εὐκάρπου λάτριν,

καὶ κατθανὼν στάλωσε τῷδ' ἐπ' ἠρίῳ,

σύνθημα τέχνας· ὣς ἔχει μ' αἰεὶ βαρύν,

καὶ ζῶν ἐν ἔργοις καὶ θανὼν ἐπ' ὀστέοις.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Οὗτος ὁ Καλλαίσχρου κενεὸς τάφος, ὃν βαθὺ χεῦμα

   ἔσφηλεν Λιβυκῶν ἐνδρομέοντα πόρων,

συρμὸς ὅτ' Ὠρίωνος ἀνεστρώφησε θαλάσσης

   βένθος ὑπὸ στυγερῆς οἴδματα πανδυσίης.

καὶ τὸν μὲν δαίσαντο κυκώμενον εἰν ἁλὶ θῆρες,

   κωφὸν δὲ στήλη γράμμα λέλογχε τόδε.

ΒΙΑΝΟΡΟΣ ΒΙΘΥΝΟΥ

Οἰδίποδος παίδων Θήβη τάφος· ἀλλ' ὁ πανώλης

   τύμβος ἔτι ζώντων αἰσθάνεται πολέμων.

κείνους οὐδ' Ἀίδης ἐδαμάσσατο κἠν Ἀχέροντι

   μάρνανται· κείνων χὠ τάφος ἀντίπαλος,

καὶ πυρὶ πῦρ ἤλεγξαν ἐναντίον. ὦ ἐλεεινοὶ

   παῖδες, ἀκοιμήτων ἁψάμενοι δοράτων.

ΕΡΥΚΙΟΥ [ΘΕΤΤΑΛΟΥ]

Οὐχ ὅδε δείλαιος Σατύρου τάφος, οὐδ' ὑπὸ ταύτῃ,

   ὡς λόγος, εὔνηται πυρκαϊῇ Σάτυρος·

ἀλλ' εἴ πού τινα πόντον ἀκούετε, πικρὸν ἐκεῖνον,

   τὸν πέλας αἰγονόμου κλυζόμενον Μυκάλης,

κείνῳ δινήεντι καὶ ἀτρυγέτῳ ἔτι κεῖμαι

   ὕδατι, μαινομένῳ μεμφόμενος Βορέῃ.

ΑΝΤΙΠΑΤΡΟΥ

Οὐκ οἶδ', εἰ Διόνυσον ὀνόσσομαι ἢ Διὸς ὄμβρον

   μέμψομ'· ὀλισθηροὶ δ' εἰς πόδας ἀμφότεροι.

ἀγρόθε γὰρ κατιόντα Πολύξενον ἔκ ποτε δαιτὸς

   τύμβος ἔχει γλίσχρων ἐξεριπόντα λόφων·

κεῖται δ' Αἰολίδος Σμύρνης ἑκάς. ἀλλά τις ὄρφνης

   δειμαίνοι μεθύων ἀτραπὸν ὑετίην.

ΑΝΤΙΦΙΛΟΥ

Τηλοτάτω χεύασθαι ἔδει τάφον Οἰδιπόδαο

   παισὶν ἀπ' ἀλλήλων, οἷς πέρας οὐδ' Ἀίδας,

ἀλλὰ καὶ εἰς Ἀχέροντος ἕνα πλόον ἠρνήσαντο

   χὠ στυγερὸς ζώει κἠν φθιμένοισιν Ἄρης.

ἠνίδε πυρκαϊῆς ἄνισον φλόγα· δαιομένα γὰρ

   ἐξ ἑνὸς εἰς δισσὰν δῆριν ἀποστρέφεται.

ΣΕΡΑΠΙΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ

Τοῦτ' ὀστεῦν φωτὸς πολυεργέος. ἦ ῥά τις ἦσθα

   ἔμπορος ἢ τυφλοῦ κύματος ἰχθυβόλος; ‑

Ἄγγειλον θνητοῖσιν, ὅτι σπεύδοντες ἐς ἄλλας

   ἐλπίδας εἰς τοίην ἐλπίδα λυόμεθα.

ΚΡΙΝΑΓΟΡΟΥ

Τήνδ' ὑπὸ δύσβωλον θλίβει χθόνα φωτὸς ἀλιτροῦ

   ὀστέα μισητῆς τύμβος ὑπὲρ κεφαλῆς

στέρνα τ' ἐποκριόεντα καὶ οὐκ εὔοδμον ὀδόντων

   πρίονα καὶ κώλων δούλιον οἰοπέδην,

ἄτριχα καὶ κόρσην, Εὐνικίδου ἡμιπύρωτα

   λείψαν', ἔτι χλωρῆς ἔμπλεα τηκεδόνος.

χθὼν ὦ δυσνύμφευτε, κακοσκήνευς ἐπὶ τέφρης

   ἀνδρὸς μὴ κούφη κέκλισο μηδ' ὀλίγη.

ΑΝΤΙΠΑΤΡΟΥ

Χειμερίου νιφετοῖο περὶ θριγκοῖσι τακέντος

   δῶμα πεσὸν τὴν γραῦν ἔκτανε Λυσιδίκην·

σῆμα δέ οἱ κωμῆται ὁμώλακες οὐκ ἀπ' ὀρυκτῆς

   γαίης, ἀλλ' αὐτὸν πύργον ἔθεντο τάφον.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ψύλλος, ὁ τὰς ποθινὰς ἐπιμισθίδας αἰὲν ἑταίρας

   πέμπων ἐς τὰ νέων ἡδέα συμπόσια,

οὗτος ὁ θηρεύων ἁπαλόφρονας ἐνθάδε κεῖται,

   αἰσχρὸν ἀπ' ἀνθρώπων μισθὸν ἐνεγκάμενος.

ἀλλὰ λίθους ἐπὶ τύμβον, ὁδοιπόρε, μήτε σὺ βάλλε

   μήτ' ἄλλον πείσῃς. σῆμα λέλογχε νέκυς.

φεῖσαι δ', οὐχ ὅτι κέρδος ἐπῄνεσεν, ἀλλ' ὅτι κοινὰς

   θρέψας μοιχεύειν οὐκ ἐδίδαξε νέους.

ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ

Ψυχράν σευ κεφαλᾶς ἐπαμήσομαι αἰγιαλῖτιν

   θῖνα κατὰ κρυεροῦ χευάμενος νέκυος·

οὐ γάρ σευ μήτηρ ἐπιτύμβια κωκύουσα

   εἶδεν ἁλίξαντον σὸν μόρον εἰνάλιον,

   5ἀλλά σ' ἐρημαῖοί τε καὶ ἄξεινοι πλαταμῶνες

   δέξαντ' Αἰγαίης γείτονες ἠιόνος.

ὥστ' ἔχε μὲν ψαμάθου μόριον βραχύ, πουλὺ δὲ δάκρυ,

   ξεῖν', ἐπεὶ εἰς ὀλοὴν ἔδραμες ἐμπορίην.

ΦΙΛΙΠΠΟΥ

Ὦ ξεῖνε, φεῦγε τὸν χαλαζεπῆ τάφον

τὸν φρικτὸν Ἱππώνακτος, οὗ τε χἀ τέφρα

ἰαμβιάζει Βουπάλειον ἐς στύγος,

μή πως ἐγείρῃς σφῆκα τὸν κοιμώμενον,

ὃς οὐδ' ἐν Ἅιδῃ νῦν κεκοίμικεν χόλον

σκάζουσι μέτροις ὀρθὰ τοξεύσας ἔπη.

ΘΕΟΔΩΡΙΔΑ

Εὐφορίων, ὁ περισσὸν ἐπιστάμενός τι ποῆσαι,

   Πειραϊκοῖς κεῖται τοῖσδε παρὰ σκέλεσιν.

ἀλλὰ σὺ τῷ μύστῃ ῥοιὴν ἢ μῆλον ἄπαρξαι

   ἢ μύρτον· καὶ γὰρ ζωὸς ἐὼν ἐφίλει.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Ἥδιστον φιλέουσι νέοις προσανάκλιμ' ἐρώτων,

   Σαπφώ, σὺν Μούσαις, ἦ ῥά σε Πιερίη

ἢ Ἑλικὼν εὔκισσος ἴσα πνείουσαν ἐκείναις

   κοσμεῖ, τὴν Ἐρέσῳ Μοῦσαν ἐν Αἰολίδι·

ἢ καὶ Ὑμὴν Ὑμέναιος ἔχων εὐφεγγέα πεύκην

   σὺν σοὶ νυμφιδίων ἵσταθ' ὑπὲρ θαλάμων.

ἢ Κινύρεω νέον ἔρνος ὀδυρομένῃ Ἀφροδίτῃ

   σύνθρηνος μακάρων ἱερὸν ἄλσος ὁρῇς.

πάντῃ, πότνια, χαῖρε θεοῖς ἴσα· σὰς γὰρ ἀοιδὰς

  10   ἀθανάτας ἔχομεν νῦν ἔτι θυγατέρας.

ΛΕΩΝΙΔΑ

Ἀτρέμα τὸν τύμβον παραμείβετε, μὴ τὸν ἐν ὕπνῳ

   πικρὸν ἐγείρητε σφῆκ' ἀναπαυόμενον.

ἄρτι γὰρ Ἱππώνακτος ὁ καὶ τοκεῶνε βαΰξας

   ἄρτι κεκοίμηται θυμὸς ἐν ἡσυχίῃ.

   5ἀλλὰ προμηθήσασθε· τὰ γὰρ πεπυρωμένα κείνου

   ῥήματα πημαίνειν οἶδε καὶ εἰν Ἀίδῃ.

ΑΝΤΙΠΑΤΡΟΥ [ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ]

Ὄβριμον ἀκαμάτου στίχον αἴνεσον Ἀντιμάχοιο,

   ἄξιον ἀρχαίων ὀφρύος ἡμιθέων,

Πιερίδων χαλκευτὸν ἐπ' ἄκμοσιν, εἰ τορὸν οὖας

   ἔλλαχες, εἰ ζαλοῖς τὰν ἀγέλαστον ὄπα,

εἰ τὰν ἄτριπτον καὶ ἀνέμβατον ἀτραπὸν ἄλλοις

   μαίεαι· εἰ δ' ὕμνων σκᾶπτρον Ὅμηρος ἔχει,

καὶ Ζεύς τοι κρέσσων Ἐνοσίχθονος, ἀλλ' Ἐνοσίχθων

   τοῦ μὲν ἔφυ μείων, ἀθανάτων δ' ὕπατος·

καὶ ναετὴρ Κολοφῶνος ὑπέζευκται μὲν Ὁμήρῳ,

  10   ἁγεῖται δ' ἄλλων πλάθεος ὑμνοπόλων.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Θέσπις ὅδε, τραγικὴν ὃς ἀνέπλασα πρῶτος ἀοιδὴν

   κωμήταις νεαρὰς καινοτομῶν χάριτας,

Βάκχος ὅτε βριθὺν κατάγοι χορόν, ᾧ τράγος ἄθλων

   χὠττικὸς ἦν σύκων ἄρριχος ἆθλον ἔτι.

   5εἰ δὲ μεταπλάσσουσι νέοι τάδε, μυρίος αἰὼν

   πολλὰ προσευρήσει χἄτερα· τἀμὰ δ' ἐμά.

ΤΟΥ ΑΥΤΟΥ

Θέσπιδος εὕρεμα τοῦτο· τὰ δ' ἀγροιῶτιν ἀν' ὕλαν

   παίγνια καὶ κώμους τούσδε τελειοτέρους

Αἰσχύλος ἐξύψωσεν, ὁ μὴ σμιλευτὰ χαράξας

   γράμματα, χειμάρρῳ δ' οἷα καταρδόμενα,

καὶ τὰ κατὰ σκηνὴν μετεκαίνισεν. ὦ στόμα πάντων

   δεξιὸν ἀρχαίων ἦσθά τοι ἡμιθέων.

ΑΛΚΑΙΟΥ ΜΕΣΣΗΝΙΟΥ

Πᾶσά τοι οἰχομένῳ, Πυλάδη, κωκύεται Ἑλλὰς

   ἄπλεκτον χαίταν ἐν χροῒ κειραμένα·

αὐτὸς δ' ἀτμήτοιο κόμας ἀπεθήκατο δάφνας

   Φοῖβος, ἑὸν τιμῶν ᾗ θέμις ὑμνοπόλον·

Μοῦσαι δ' ἐκλαύσαντο, ῥόον δ' ἔστησεν ἀκούων

   Ἀσωπὸς γοερῶν ἦχον ἀπὸ στομάτων·

ἔλληξεν δὲ μέλαθρα Διωνύσοιο χορείης,

   εὖτε σιδηρείην οἶμον ἔβης Ἀίδεω.

ΑΝΤΙΠΑΤΡΟΥ

Οὐχὶ βαθυστόλμων Ἱππαρχία ἔργα γυναικῶν,

   τῶν δὲ Κυνῶν ἑλόμαν ῥωμαλέον βίοτον·

οὐδέ μοι ἀμπεχόναι περονήτιδες, οὐ βαθύπελμος

   εὔμαρις, οὐ λιπόων εὔαδε κεκρύφαλος,

οὐλὰς δὲ σκίπωνι συνέμπορος ἅ τε συνῳδὸς

   δίπλαξ καὶ κοίτας βλῆμα χαμαιλεχέος.

ἀμὶ δὲ Μαιναλίας κάρρων εἴμειν Ἀταλάντας

   τόσσον, ὅσον σοφία κρέσσον ὀρειδρομίας.

ΝΟΣΣΙΔΟΣ ΤΗΣ ΜΕΛΟΠΟΙΟΥ

Καὶ καπυρὸν γελάσας παραμείβεο καὶ φίλον εἰπὼν

   ῥῆμ' ἐπ' ἐμοί. Ῥίνθων εἴμ' ὁ Συρακόσιος,

Μουσάων ὀλίγη τις ἀηδονίς· ἀλλὰ φλυάκων

   ἐκ τραγικῶν ἴδιον κισσὸν ἐδρεψάμεθα.

ΚΑΛΛΙΜΑΧΟΥ

Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδὴν

   εἰδότος, εὖ δ' οἴνῳ καίρια συγγελάσαι.

Εὐκράτεω Μελέαγρον ἔχω, ξένε, τὸν σὺν Ἔρωτι

   καὶ Μούσαις κεράσανθ' ἡδυλόγους Χάριτας.

ΜΕΛΕΑΓΡΟΥ

Νᾶσος ἐμὰ θρέπτειρα Τύρος· πάτρα δέ με τεκνοῖ

   Ἀτθὶς ἐν Ἀσσυρίοις ναιομένα Γαδάροις·

Εὐκράτεω δ' ἔβλαστον ὁ σὺν Μούσαις Μελέαγρος

   πρῶτα Μενιππείοις συντροχάσας Χάρισιν.

εἰ δὲ Σύρος, τί τὸ θαῦμα; μίαν, ξένε, πατρίδα κόσμον

   ναίομεν, ἓν θνατοὺς πάντας ἔτικτε Χάος.

πουλυετὴς δ' ἐχάραξα τάδ' ἐν δέλτοισι πρὸ τύμβου·

   γήρως γὰρ γείτων ἐγγύθεν Ἀίδεω.

ἀλλά με τὸν λαλιὸν καὶ πρεσβύτην σὺ προσειπὼν

  10   χαίρειν εἰς γῆρας καὐτὸς ἵκοιο λάλον.

ΤΟΥ ΑΥΤΟΥ ΜΕΛΕΑΓΡΟΥ

Πρώτα μοι Γαδάρων κλεινὰ πόλις ἔπλετο πάτρα,

   ἤνδρωσεν δ' ἱερὰ δεξαμένα με Τύρος·

εἰς γῆρας δ' ὅτ' ἔβην, ἁ καὶ Δία θρεψαμένα Κῶς

   κἀμὲ θετὸν Μερόπων ἀστὸν ἐγηροτρόφει.

   5Μοῦσαι δ' εἰν ὀλίγοις με, τὸν Εὐκράτεω Μελέαγρον

   παῖδα, Μενιππείοις ἠγλάισαν Χάρισιν.

ΤΟΥ ΑΥΤΟΥ ΜΕΛΕΑΓΡΟΥ

Ἀτρέμας, ὦ ξένε, βαῖνε· παρ' εὐσεβέσιν γὰρ ὁ πρέσβυς

   εὕδει κοιμηθεὶς ὕπνον ὀφειλόμενον,

Εὐκράτεω Μελέαγρος, ὁ τὸν γλυκύδακρυν Ἔρωτα

   καὶ Μούσας ἱλαραῖς συστολίσας Χάρισιν·

ὃν θεόπαις ἤνδρωσε Τύρος Γαδάρων θ' ἱερὰ χθών·

   Κῶς δ' ἐρατὴ Μερόπων πρέσβυν ἐγηροτρόφει.

ἀλλ' εἰ μὲν Σύρος ἐσσί, Σαλάμ, εἰ δ' οὖν σύ γε Φοῖνιξ,

   Αὐδονίς, εἰ δ' Ἕλλην, Χαῖρε, τὸ δ' αὐτὸ φράσον.

ΔΙΟΤΙΜΟΥ ΑΘΗΝΑΙΟΥ ΤΟΥ ΔΙΟΠΕΙΘΟΥΣ

Ἐλπίδες ἀνθρώπων, ἐλαφραὶ θεαί ‑ οὐ γὰρ ἂν ὧδε

   Λέσβον' ὁ λυσιμελὴς ἀμφεκάλυψ' Ἀίδης,

ὅς ποτε καὶ βασιλῆι συνέδραμε καὶ μετ' Ἐρώτων ‑ ,

   χαίρετε, κουφόταται δαίμονες ἀθανάτων.

αὐλοὶ δ' ἄφθεγκτοι καὶ ἀπευθέες, οἷς ἐνέπνευσε,

   κεῖσθ', ἐπεὶ οὐ θιάσους, οὐ χορὸν οἶδ' Ἀχέρων.

[ΤΟΥ ΑΥΤΟΥ] ΜΕΛΕΑΓΡΟΥ

Πτανέ, τί σοι σιβύνας, τί δὲ καὶ συὸς εὔαδε δέρμα;

   καὶ τίς ἐὼν στάλας σύμβολον ἐσσὶ τίνος;

οὐ γὰρ Ἔρωτ' ἐνέπω σε ‑ τί γὰρ νεκύεσσι πάροικος

   Ἵμερος; αἰάζειν ὁ θρασὺς οὐκ ἔμαθεν ‑

οὐδὲ μὲν οὐδ' αὐτὸν ταχύπουν Χρόνον· ἔμπαλι γὰρ δὴ

   κεῖνος μὲν τριγέρων, σοὶ δὲ τέθηλε μέλη.

ἀλλ' ἄρα, ναί, δοκέω γάρ, ὁ γᾶς ὑπένερθε σοφιστὰς

   ἐστί, σὺ δ' ὁ πτερόεις τοὔνομα τοῦδε λόγος.

Λατῴας δ' ἄμφηκες ἔχεις γέρας ἔς τε γέλωτα

  10   καὶ σπουδὰν καί που μέτρον ἐρωτογράφον.

ναὶ μὲν δὴ Μελέαγρον ὁμώνυμον Οἰνέος υἱῷ

   σύμβολα σημαίνει ταῦτα συοκτασίας.

χαῖρε καὶ ἐν φθιμένοισιν, ἐπεὶ καὶ Μοῦσαν Ἔρωτι

   καὶ Χάριτας σοφίαν εἰς μίαν ἡρμόσαο.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Τί στοχασώμεθά σου, Πεισίστρατε, χῖον ὁρῶντες

   γλυπτὸν ὑπὲρ τύμβου κείμενον ἀστράγαλον;

ἦ ῥὰ γενὴν ὅτι Χῖος; ἔοικε γάρ. ἤ ῥ' ὅτι παίκτας

   ἦσθά τις, οὐ λίην δ', ὠγαθέ, πλειστοβόλος;

   5ἢ τὰ μὲν οὐδὲ σύνεγγυς, ἐν ἀκρήτῳ δὲ κατέσβης

   Χίῳ; ναὶ δοκέω, τῷδε προσηγγίσαμεν.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Τὰν μὲν ἀεὶ πολύμυθον, ἀεὶ λάλον, ὦ ξένε, κίσσα

   φάσει, τὰν δὲ μέθας σύντροφον ἅδε κύλιξ,

τὰν Κρῆσσαν δὲ τὰ τόξα, τὰ δ' εἴρια τὰν φιλοεργόν,

   ἄνδεμα δ' αὖ μίτρας τὰν πολιοκρόταφον·

τοιάνδε σταλοῦχος ὅδ' ἔκρυφε Βιττίδα τύμβος

   Τιμέα ἄχραντον νυμφιδίαν ἄλοχον.

ἀλλ', ὦνερ, καὶ χαῖρε καὶ οἰχομένοισιν ἐς Ἅιδαν

   τὰν αὐτὰν μύθων αὖθις ὄπαζε χάριν.

ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ

Μαστεύω, τί σευ Ἆγις ἐπὶ σταλίτιδι πέτρᾳ,

   Λυσιδίκα, γλυπτὸν τόνδ' ἐχάραξε νόον·

ἁνία γὰρ καὶ κημὸς ὅ τ' εὐόρνιθι Τανάγρᾳ

   οἰωνὸς βλαστῶν, θοῦρος ἐγερσιμάχας,

   5οὐχ ἅδεν οὐδ' ἐπέοικεν ὑπωροφίαισι γυναιξίν,

   ἀλλὰ τά τ' ἠλακάτας ἔργα τά θ' ἱστοπόδων. ‑

Τὰν μὲν ἀνεγρομέναν μέ ποτ' εἴρια νύκτερος ὄρνις,

   ἁνία δ' αὐδάσει δώματος ἁνίοχον·

ἱππαστὴρ δ' ὅδε κημὸς ἀείσεται οὐ πολύμυθον,

  10   οὐ λάλον, ἀλλὰ καλᾶς ἔμπλεον ἁσυχίας.

ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ

Μὴ θάμβει, μάστιγα Μυροῦς ἐπὶ σάματι λεύσσων,

   γλαῦκα, βιόν, χαροπὰν χᾶνα, θοὰν σκύλακα.

τόξα μὲν αὐδάσει με πανεύτονον ἁγέτιν οἴκου,

   ἁ δὲ κύων τέκνων γνήσια καδομέναν·

   5μάστιξ δ' οὐκ ὀλοάν, ξένε, δεσπότιν, ἀλλ' ἀγέρωχον

   δμωσί, κολάστειραν δ' ἔνδικον ἀμπλακίας·

χὰν δὲ δόμων φυλακὰν μελεδήμονα· τὰν δ' ἅ‹μα κεδνὰν›

   γλαῦξ ἅδε γλαυκᾶς Παλλάδος ἀμφίπολον.

τοιοῖσδ' ἀμφ' ἔργοισιν ἐγάθεον· ἔνθεν ὅμευνος

  10   τοιάδ' ἐμᾷ στάλᾳ σύμβολα τεῦξε Βίτων.

ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ

Εἰπέ, λέον, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας,

   βουφάγε; τίς τᾶς σᾶς ἄξιος ἦν ἀρετᾶς; ‑

Υἱὸς Θευδώροιο Τελευτίας, ὃς μέγα πάντων

   φέρτερος ἦν, θηρῶν ὅσσον ἐγὼ κέκριμαι.

   5οὐχὶ μάταν ἕστακα, φέρω δέ τι σύμβολον ἀλκᾶς

   ἀνέρος· ἦν γὰρ δὴ δυσμενέεσσι λέων.

ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΠΑΤΡΟΥ

Ἁ στάλα, φέρ' ἴδω, τίν' ἔχει νέκυν. ἀλλὰ δέδορκα

   γράμμα μὲν οὐδέν που τμαθὲν ὕπερθε λίθου,

ἐννέα δ' ἀστραγάλους πεπτηότας· ὧν πίσυρες μὲν

   πρᾶτοι Ἀλεξάνδρου μαρτυρέουσι βόλον,

οἱ δὲ τὸ τᾶς νεότατος ἐφάλικος ἄνθος, ἔφηβον,

   εἷς δ' ὅ γε μανύει Χῖος ἀφαυρότερον.

ἦ ῥα τόδ' ἀγγέλλοντι· Καὶ ὁ σκάπτροισι μεγαυχὴς

   χὠ θάλλων ἥβᾳ τέρμα τὸ μηδὲν ἔχει;

ἢ τὸ μὲν οὔ; δοκέω δὲ ποτὶ σκοπὸν ἰθὺν ἐλάσσειν

  10   ἰόν, Κρηταιεὺς ὥς τις ὀιστοβόλος·

ἦς ὁ θανὼν Χῖος μέν, Ἀλεξάνδρου δὲ λελογχὼς

   οὔνομ', ἐφηβείῃ δ' ὤλετ' ἐν ἁλικίᾳ.

ὡς εὖ τὸν φθίμενον νέον ἄκριτα καὶ τὸ κυβευθὲν

   πνεῦμα δι' ἀφθέγκτων εἶπέ τις ἀστραγάλων.

ΜΕΛΕΑΓΡΟΥ

Ἁ στάλα, σύνθημα τί σοι γοργωπὸς ἀλέκτωρ

   ἔστα, καλλαΐνᾳ σκαπτοφόρος πτέρυγι,

ποσσὶν ὑφαρπάζων νίκας κλάδον; ἄκρα δ' ἐπ' αὐτᾶς

   βαθμῖδος προπεσὼν κέκλιται ἀστράγαλος.

   5ἦ ῥά γε νικάεντα μάχᾳ σκαπτοῦχον ἄνακτα

   κρύπτεις; ἀλλὰ τί σοι παίγνιον ἀστράγαλος;

πρὸς δέ, τί λιτὸς ὁ τύμβος; ἐπιπρέπει ἀνδρὶ πενιχρῷ

   ὄρνιθος κλαγγαῖς νυκτὸς ἀνεγρομένῳ.

οὐ δοκέω· σκᾶπτρον γὰρ ἀναίνεται. ἀλλὰ σὺ κεύθεις

  10   ἀθλοφόρον νίκαν ποσσὶν ἀειράμενον.

οὐ ψαύω καὶ τᾷδε. τί γὰρ ταχὺς εἴκελος ἀνὴρ

   ἀστραγάλῳ; νῦν δὴ τὠτρεκὲς ἐφρασάμαν·

φοῖνιξ μὲν νίκαν ἐνέπει πάτραν τε μεγαυχῆ

   ματέρα Φοινίκων, τὰν πολύπαιδα Τύρον·

  15ὄρνις δ', ὅττι γεγωνὸς ἀνὴρ καί που περὶ Κύπριν

   πρᾶτος κἠν Μούσαις ποικίλος ὑμνοθέτας·

σκᾶπτρα δ' ἔχει σύνθημα λόγου· θνᾴσκειν δὲ πεσόντα

   οἰνοβρεχῆ προπετὴς ἐννέπει ἀστράγαλος.

καὶ δὴ σύμβολα ταῦτα, τὸ δ' οὔνομα πέτρος ἀείδει,

  20   Ἀντίπατρον, προγόνων φύντ' ἀπ' ἐρισθενέων.

ΑΛΚΑΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ]

Δίζημαι κατὰ θυμόν, ὅτου χάριν ἁ παροδῖτις

   δισσάκι φεῖ μοῦνον γράμμα λέλογχε πέτρος

λαοτύποις σμίλαις κεκολαμμένον. ἆρα γυναικὶ

   τᾷ χθονὶ κευθομένᾳ Χιλιὰς ἦν ὄνομα;

   5τοῦτο γὰρ ἀγγέλλει κορυφούμενος εἰς ἓν ἀριθμός.

   ἢ τὸ μὲν εἰς ὀρθὰν ἀτραπὸν οὐκ ἔμολεν,

ἁ δ' οἰκτρὸν ναίουσα τόδ' ἠρίον ἔπλετο Φειδίς;

   νῦν Σφιγγὸς γρίφους Οἰδίπος ἐφρασάμαν.

αἰνετὸς οὑκ δισσοῖο καμὼν αἴνιγμα τύποιο,

  10   φέγγος μὲν ξυνετοῖς, ἀξυνέτοις δ' ἔρεβος.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Τίς τὰ νεοσκύλευτα ποτὶ δρυῒ τᾷδε καθᾶψεν

   ἔντεα; τῶ πέλτα Δωρὶς ἀναγράφεται;

πλάθει γὰρ Θυρεᾶτις ὑφ' αἵματος ἅδε λοχιτᾶν,

   χἀμὲς ἀπ' Ἀργείων τοὶ δύο λειπόμεθα.

   5πάντα νέκυν μάστευε δεδουπότα, μή τις ἔτ' ἔμπνους

   λειπόμενος Σπάρτᾳ κῦδος ἔλαμψε νόθον.

ἴσχε βάσιν. νίκα γὰρ ἐπ' ἀσπίδος ὧδε Λακώνων

   φωνεῖται θρόμβοις αἵματος Ὀθρυάδα,

χὠ τόδε μοχθήσας σπαίρει πέλας. ἆ πρόπατορ Ζεῦ,

  10   στύξον ἀνικάτω σύμβολα φυλόπιδος.

ΑΔΗΛΟΝ [οἱ δὲ ΣΙΜΩΝΙΔΟΥ]

Οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις

   Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι,

αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον

   ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.

   5ἄρσενι δ' Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον

   καρύσσει· Θυρέα, Ζεῦ, Λακεδαιμονίων.

αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπ' Ἀδράστου·

   Σπάρτᾳ δ' οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.

ΔΑΜΑΓΗΤΟΥ

Ὦ Λακεδαιμόνιοι, τὸν ἀρήιον ὔμμιν ὁ τύμβος

   Γύλλιν ὑπὲρ Θυρέας οὗτος ἔχει φθίμενον,

ἄνδρας ὃς Ἀργείων τρεῖς ἔκτανε καὶ τόδ' ἐπεῖπεν·

   Τεθναίην Σπάρτας ἄξια μησάμενος.

ΤΥΜΝΕΩ

Τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ

   ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.

θηκτὸν δ' ἐν προβολᾷ θεμένα ξίφος εἶπεν, ὀδόντα

   ὀξὺν ἐπιβρύκουσ', οἷα Λάκαινα γυνά·

Ἔρρε, κακὸν σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθ' Ἅιδαν,

   ἔρρε· τὸν οὐ Σπάρτας ἄξιον οὐδ' ἔτεκον.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Εἰς δῄων πέμψασα λόχους Δημαινέτη ὀκτὼ

   παῖδας ὑπὸ στήλῃ πάντας ἔθαπτε μιᾷ.

δάκρυα δ' οὐκ ἔρρηξ' ἐπὶ πένθεσιν, ἀλλὰ τόδ' εἶπεν

   μοῦνον· Ἰὼ Σπάρτα, σοὶ τέκνα ταῦτ' ἔτεκον.

ΝΙΚΑΝΔΡΟΥ

Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων,

   ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα

Μεσσάνας ὑπὸ τεῖχος· ὁ δ' ἕβδομος ἄμμε Γύλιππος

   ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν,

Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγ' ἄχθος

   ματρί· τὸ δ' ἓν πάντων καὶ καλὸν ἐντάφιον.

ΗΓΗΜΟΝΟΣ

Εἴποι τις παρὰ τύμβον ἰὼν ἀγέλαστος ὁδίτας

   τοῦτ' ἔπος· Ὀγδώκοντ' ἐνθάδε μυριάδας

Σπάρτας χίλιοι ἄνδρες ἐπέσχον λήματι Περσῶν

   καὶ θάνον ἀστρεπτεί· Δώριος ἁ μελέτα.

ΦΑΕΝΝΟΥ

Οὐκ ἔτλας, ὤριστε Λεωνίδα, αὖτις ἱκέσθαι

   Εὐρώταν χαλεπῷ σπερχόμενος πολέμῳ·

ἀλλ' ἐπὶ Θερμοπύλαισι τὸ Περσικὸν ἔθνος ἀμύνων

   ἐδμάθης, πατέρων ἁζόμενος νόμιμα.

ΔΑΜΑΓΗΤΟΥ

Ὤλεο δὴ Πατρέων περὶ ληίδα καὶ σύ, Μαχάτα,

   δριμὺν ἐπ' Αἰτωλοῖς ἀντιφέρων πόλεμον,

πρωθήβας· χαλεπὸν γὰρ Ἀχαιικὸν ἄνδρα νοῆσαι

   ἄλκιμον, εἰς πολιὰν ὅστις ἔμεινε τρίχα.

ΘΕΟΔΩΡΙΔΑ

Οὕτω δὴ Πύλιον τὸν Ἀγήνορος, ἄκριτε Μοῖρα,

   πρώιον ἐξ ἥβας ἔθρισας Αἰολέων,

Κῆρας ἐπισσεύασα βίου κύνας. ὦ πόποι, ἀνὴρ

   οἷος ἀμειδήτῳ κεῖται ἕλωρ Ἀίδῃ.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Ἠρίον, οἷον νυκτὶ καταφθιμένοιο καλύπτεις

   ὀστέον, οἵην, γαῖ', ἀμφέχανες κεφαλήν,

πολλὸν μὲν ξανθαῖσιν ἀρεσκομένου Χαρίτεσσι,

   πολλοῦ δ' ἐν μνήμῃ πᾶσιν Ἀριστοκράτευς.

ᾔδει Ἀριστοκράτης καὶ μείλιχα δημολογῆσαι,

   ‹στρεβλὴν οὐκ ὀφρὺν ἐσθλὸς ἐφελκόμενος·

ᾔδει καὶ Βάκχοιο παρὰ κρητῆρος ἄδηριν›

   ἰθῦναι κείνην εὐκύλικα λαλιήν·

ᾔδει καὶ ξείνοισι καὶ ἐνδήμοισι προσηνέα

  10   ἔρδειν. γαῖ' ἐρατή, τοῖον ἔχεις φθίμενον.

ΑΡΧΙΛΟΧΟΥ

Ὑψηλοὺς Μεγάτιμον Ἀριστοφόωντά τε Νάξου

   κίονας, ὦ μεγάλη γαῖ', ὑπένερθεν ἔχεις.

[ΣΙΜΩΝΙΔΟΥ]

Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος,

   οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν

αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται

   Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν.

ΣΙΜΩΝΙΔΟΥ

Τῶνδέ ποτ' ἐν στέρνοισι τανυγλώχινας ὀιστοὺς

   λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι.

ἀντὶ δ' ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων

   ἄψυχ' ἐμψύχων ἅδε κέκευθε κόνις.

ΘΕΑΙΤΗΤΟΥ

Χείματος οἰνωθέντα τὸν Ἀνταγόρεω μέγαν οἶκον

   ἐκ νυκτῶν ἔλαθεν πῦρ ὑπονειμάμενον·

ὀγδώκοντα δ' ἀριθμὸν ἐλεύθεροι ἄμμιγα δούλοις

   τῆς ἐχθρῆς ταύτης πυρκαϊῆς ἔτυχον.

   5οὐκ εἶχον διελεῖν προσκηδέες ὀστέα χωρίς·

   ξυνὴ δ' ἦν κάλπις, ξυνὰ δὲ τὰ κτέρεα·

εἷς καὶ τύμβος ἀνέστη· ἀτὰρ τὸν ἕκαστον ἐκείνων

   οἶδε καὶ ἐν τέφρῃ ῥηιδίως Ἀίδης.

ΠΕΡΣΟΥ ΘΗΒΑΙΟΥ

Μαντιάδας, ὦ ξεῖνε, καὶ Εὔστρατος, υἷες Ἐχέλλου,

   Δυμαῖοι, κραναῇ κείμεθ' ἐνὶ ξυλόχῳ,

ἄγραυλοι γενεῆθεν ὀροιτύποι. οἱ δ' ἐπὶ τύμβῳ

   μανυταὶ τέχνας δουροτόμοι πελέκεις.

ΗΓΗΣΙΠΠΟΥ

Ἑρμιονεὺς ὁ ξεῖνος, ἐν ἀλλοδαπῶν δὲ τέθαπται,

   Ζωίλος, Ἀργείαν γαῖαν ἐφεσσάμενος,

ἃν ἐπί οἱ βαθύκολπος ἀμάσατο δάκρυσι νύμφα

   λειβομένα παῖδές τ' εἰς χρόα κειράμενοι.

ΚΑΛΛΙΜΑΧΟΥ

Σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων

   Θῆρις Ἀρισταίου Κρὴς ἐπ' ἐμοὶ δολιχός.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Πραταλίδα τὸ μνᾶμα Λυκαστίω, ἄκρον ἐρώτων

   εἰδότος, ἄκρα μάχας, ἄκρα λινοστασίας,

ἄκρα χοροιτυπίας. χθόνιοι ...

   τοῦτον Κρηταιεῖ Κρῆτα παρῳκίσατε;

Πραταλίδᾳ παιδεῖον Ἔρως πόθον, Ἄρτεμις ἄγραν,

   Μοῦσα χορούς, Ἄρης ἐγγυάλιξε μάχαν.

πῶς οὐκ εὐαίων ὁ Λυκάστιος, ὃς καὶ ἔρωτι

   ἆρχε καὶ ἐν μολπᾷ καὶ δορὶ καὶ στάλικι;

ΔΙΟΣΚΟΡΙΔΟΥ

Τῆς Σαμίης τὸ μνῆμα Φιλαινίδος· ἀλλὰ προσειπεῖν

   τλῆθί με καὶ στήλης πλησίον, ὦνερ, ἴθι.

οὐκ εἴμ' ἡ τὰ γυναιξὶν ἀναγράψασα προσάντη

   ἔργα καὶ Αἰσχύνην οὐ νομίσασα θεόν,

ἀλλὰ φιλαιδήμων, ναὶ ἐμὸν τάφον. εἰ δέ τις ἡμέας

   αἰσχύνων λαμυρὴν ἔπλασεν ἱστορίην,

τοῦ μὲν ἀναπτύξαι χρόνος οὔνομα, τἀμὰ δὲ λυγρὴν

   ὀστέα τερφθείη κληδόν' ἀπωσαμένης.

ΚΑΛΛΙΜΑΧΟΥ

Τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον

   κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.

ΛΕΩΝΙΔΑ

Μνήμης Εὐβούλοιο σαόφρονος, ὦ παριόντες,

   πίνωμεν· κοινὸς πᾶσι λιμὴν Ἀίδης.

ΚΑΛΛΙΜΑΧΟΥ

Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος

   ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.

ΤΟΥ ΑΥΤΟΥ

Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς

   ἀκρήτου προποθεῖσ' ᾤχετ' ἔχουσα κύλιξ.

ΛΕΩΝΙΔΟΥ

Μαρωνὶς ἡ φίλοινος, ἡ πίθων σποδός,

ἐνταῦθα κεῖται γρηΰς, ἧς ὑπὲρ τάφου

γνωστὸν πρόκειται πᾶσιν Ἀττικὴ κύλιξ.

στένει δὲ καὶ γᾶς νέρθεν, οὐχ ὑπὲρ τέκνων

οὐδ' ἀνδρός, οὓς λέλοιπεν ἐνδεεῖς βίου,

ἓν δ' ἀντὶ πάντων, οὕνεχ' ἡ κύλιξ κενή.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Τὴν τίτθην Ἱέρων Σειληνίδα, τήν, ὅτε πίνοι

   ζωρόν, ὑπ' οὐδεμιῆς θλιβομένην κύλικος,

ἀγρῶν ἐντὸς ἔθηκεν, ἵν' ἡ φιλάκρητος ἐκείνη

   καὶ φθιμένη ληνῶν γείτονα τύμβον ἔχοι.

ΑΡΙΣΤΩΝΟΣ

Ἀμπελὶς ἡ φιλάκρητος, ἐπὶ σκίπωνος ὁδηγοῦ

   ἤδη τὸ σφαλερὸν γῆρας ἐρειδομένη,

λαθριδίη Βάκχοιο νεοθλιβὲς ἧκ' ἀπὸ ληνοῦ

   πῶμα Κυκλωπείην πλησομένη κύλικα·

πρὶν δ' ἀρύσαι μογερὰν ἔκαμεν χέρα· γραῦς δὲ παλαιὴ

   νηῢς ὑποβρύχιος ζωρὸν ἔδυ πέλαγος.

Εὐτέρπη δ' ἐπὶ τύμβον ἀποφθιμένης θέτο σῆμα

   λάινον οἰνηρῶν γείτονα θειλοπέδων.

ΚΑΛΛΙΜΑΧΟΥ

Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς

   Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει

καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι

   ἡ γρηῢς μαστῶν ὡς ἀπέχει χάριτας.

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ

Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν,

   δίζηνται Σαμίων πολλάκι θυγατέρες,

ἡδίστην συνέριθον ἀείλαλον· ἡ δ' ἀποβρίζει

   ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.

ΚΑΛΛΙΜΑΧΟΥ

Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον, οὔτε τι δεινὸν

   ῥέζων οὔτ' ἀδικῶν οὐδένα. Γαῖα φίλη,

Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη

   γίνεο μήτ' ἄλλοι δαίμονες, οἵ μ' ἔχετε.

ΜΕΛΕΑΓΡΟΥ

Παμμῆτορ γῆ, χαῖρε· σὺ τὸν πάρος οὐ βαρὺν εἰς σὲ

   Αἰσιγένην καὐτὴ νῦν ἐπέχοις ἀβαρής.

ΔΙΟΝΥΣΙΟΥ

Ἀγχιτόκον Σατύραν Ἀίδας λάχε, Σιδονία δὲ

   κρύψε κόνις, πάτρα δ' ἐστονάχησε Τύρος.

ΛΕΩΝΙΔΑ

Αὕτα Τιμόκλει', αὕτα Φιλώ, αὕτα Ἀριστώ,

   αὕτα Τιμαιθώ, παῖδες Ἀριστοδίκου,

πᾶσαι ὑπ' ὠδῖνος πεφονευμέναι· αἷς ἔπι τοῦτο

   σᾶμα πατὴρ στάσας κάτθαν' Ἀριστόδικος.

ΑΝΤΙΠΑΤΡΟΥ

Ἦ πού σε χθονίας, Ἀρετημιάς, ἐξ ἀκάτοιο

   Κωκυτοῦ θεμέναν ἴχνος ἐπ' ἀιόνι,

οἰχόμενον βρέφος ἄρτι νέῳ φορέουσαν ἀγοστῷ

   ᾤκτειραν θαλεραὶ Δωρίδες εἰν Ἀίδᾳ

πευθόμεναι τέο κῆρα· σὺ δὲ ξαίνουσα παρειὰς

   δάκρυσιν ἄγγειλας κεῖν' ἀνιαρὸν ἔπος·

Διπλόον ὠδίνασα, φίλαι, τέκος ἄλλο μὲν ἀνδρὶ

   Εὔφρονι καλλιπόμαν, ἄλλο δ' ἄγω φθιμένοις.

ΗΡΑΚΛΕΙΤΟΥ

Ἁ κόνις ἀρτίσκαπτος, ἐπὶ στάλας δὲ μετώπων

   σείονται φύλλων ἡμιθαλεῖς στέφανοι·

γράμμα διακρίναντες, ὁδοιπόρε, πέτρον ἴδωμεν,

   λυγρὰ περιστέλλειν ὀστέα φατὶ τίνος.

Ξεῖν', Ἀρετημιάς εἰμι· πάτρα Κνίδος· Εὔφρονος ἦλθον

   εἰς λέχος· ὠδίνων οὐκ ἄμορος γενόμαν·

δισσὰ δ' ὁμοῦ τίκτουσα τὸ μὲν λίπον ἀνδρὶ ποδηγὸν

   γήρως, ἓν δ' ἀπάγω μναμόσυνον πόσιος.

ΛΕΩΝΙΔΑ

Ἆ δείλ' Ἀντίκλεις, δειλὴ δ' ἐγὼ ἡ τὸν ἐν ἥβης

   ἀκμῇ καὶ μοῦνον παῖδα πυρωσαμένη,

ὀκτωκαιδεκέτης ὃς ἀπώλεο, τέκνον· ἐγὼ δὲ

   ὀρφάνιον κλαίω γῆρας ὀδυρομένη.

βαίην εἰς Ἄϊδος σκιερὸν δόμον· οὔτε μοι ἠὼς

   ἡδεῖ' οὔτ' ἀκτὶς ὠκέος ἠελίου.

ἆ δείλ' Ἀντίκλεις μεμορημένε, πένθεος εἴης

   ἰητὴρ ζωῆς ἔκ με κομισσάμενος.

ΑΝΤΙΠΑΤΡΟΥ

Τοῦτό τοι, Ἀρτεμίδωρε, τεῷ ἐπὶ σάματι μάτηρ

   ἴαχε δωδεκέτη σὸν γοόωσα μόρον·

Ὤλετ' ἐμᾶς ὠδῖνος ὁ πᾶς πόνος εἰς σποδόν, εἰς πῦρ

   ὤλεθ' ὁ παμμέλεος γειναμένου κάματος·

ὤλετ' ἀπευθεῖ μοι τέρψις σέθεν· ἐς γὰρ ἄκαμπτον,

   ἐς τὸν ἀνόστητον χῶρον ἔβης ἐνέρων,

οὐδ' ἐς ἐφηβείαν ἐλθών, τέκος· ἀντὶ δὲ σεῖο

   στάλα καὶ κωφὰ λείπεται ἄμμι κόνις.

ΜΕΛΕΑΓΡΟΥ

Οἰκτρότατον μάτηρ σε, Χαρίξενε, δῶρον ἐς Ἅιδαν

   ὀκτωκαιδεκέταν ἐστόλισεν χλαμύδι.

ἦ γὰρ δὴ καὶ πέτρος ἀνέστενεν, ἁνίκ' ἀπ' οἴκων

   ἅλικες οἰμωγᾷ σὸν νέκυν ἠχθοφόρευν.

πένθος δ', οὐχ ὑμέναιον ἀνωρύοντο γονῆες·

   αἰαῖ τὰς μαστῶν ψευδομένας χάριτας

καὶ κενεὰς ὠδῖνας. ἰὼ κακοπάρθενε Μοῖρα,

   στεῖρα γονᾶς στοργὰν ἔπτυσας εἰς ἀνέμους.

τοῖς μὲν ὁμιλήσασι ποθεῖν πάρα, τοῖς δὲ τοκεῦσι

  10   πενθεῖν, οἷς δ' ἀγνώς, πευθομένοις ἐλεεῖν.

ΧΑΙΡΗΜΟΝΟΣ

Εὔβουλόν μ' ἐτέκνωσεν Ἀθηναγόρης περὶ πάντων

   ἥσσονα μὲν μοίρᾳ, κρέσσονα δ' εὐλογίᾳ.

ΜΕΛΕΑΓΡΟΥ

Εἶπον ἀνειρομένῳ, τίς καὶ τίνος ἐσσί. ‑ Φίλαυλος

   Εὐκρατίδεω. ‑ Ποδαπὸς δ' εὔχε' ‹ἔμεν; ‑ Θριασεύς›. ‑

Ἔζησας δὲ τίνα στέργων βίον; ‑ Οὐ τὸν ἀρότρου,

   οὐδὲ τὸν ἐκ νηῶν, τὸν δὲ σοφοῖς ἕταρον. ‑

   5Γήραϊ δ' ἢ νούσῳ βίον ἔλλιπες; ‑ Ἤλυθον Ἅιδαν

   αὐτοθελεί, Κείων γευσάμενος κυλίκων. ‑

Ἦ πρέσβυς; ‑ Καὶ κάρτα. ‑ Λάβοι νύ σε βῶλος ἐλαφρὴ

   σύμφωνον πινυτῷ σχόντα λόγῳ βίοτον.

ΚΑΛΛΙΜΑΧΟΥ

Εἴπας Ἥλιε, χαῖρε Κλεόμβροτος Ὡμβρακιώτης

   ἥλατ' ἀφ' ὑψηλοῦ τείχεος εἰς Ἀίδην,

ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος

   ἓν τὸ περὶ ψυχῆς γράμμ' ἀναλεξάμενος.

ΛΕΩΝΙΔΑ

Μυρίος ἦν, ὤνθρωπε, χρόνος πρὸ τοῦ, ἄχρι πρὸς ἠῶ

   ἦλθες, χὠ λοιπὸς μυρίος εἰς Ἀίδην.

τίς μοῖρα ζωῆς ὑπολείπεται, ἢ ὅσον ὅσσον

   στιγμὴ καὶ στιγμῆς εἴ τι χαμηλότερον;

   5μικρή σευ ζωὴ τεθλιμμένη· οὐδὲ γὰρ αὐτὴ

   ἡδεῖ', ἀλλ' ἐχθροῦ στυγνοτέρη θανάτου.

ἐκ τοίης ὥνθρωποι ἀπηκριβωμένοι ὀστῶν

   ἁρμονίης ὑψοῦντ' ἠέρα καὶ νεφέλας·

ὦνερ, ἴδ', ὡς ἀχρεῖον, ἐπεὶ περὶ νήματος ἄκρον

  10   εὐλὴ ἀκέρκιστον λῶπος ἐφεζομένη·

τοῖον τὸ ψαλάθρειον ἀπεψιλωμένον οἷον

   πολλῷ ἀραχναίου στυγνότερον σκελετοῦ.

ἠοῦν ἐξ ἠοῦς ὅσσον σθένος, ὦνερ, ἐρευνῶν

   εἴης ἐν λειτῇ κεκλιμένος βιοτῇ·

  15αἰὲν τοῦτο νόῳ μεμνημένος, ἄχρις ὁμιλῇς

   ζωοῖς, ἐξ οἵης ἡρμόνισαι καλάμης.

472b

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΑ

Χειμέριον ζωὴν ὑπαλεύεο, νεῖο δ' ἐς ὅρμον,

   ὡς κἠγὼ Φείδων ὁ Κρίτου, εἰς Ἀίδην.

ΑΡΙΣΤΟΔΙΚΟΥ

Δαμὼ καὶ Μάθυμνα τὸν ἐν τριετηρίσιν ὥραις

   Εὔφρονα λυσσατὰν ὡς ἐπύθοντο νέκυν,

ζωὰν ἀρνήσαντο, τανυπλέκτων δ' ἀπὸ μιτρᾶν

   χερσὶ δεραιούχους ἐκρεμάσαντο βρόχους.

ΑΔΗΛΟΝ

Εἷς ὅδε Νικάνδρου τέκνων τάφος· ἓν φάος ἀοῦς

   ἄνυσε τὰν ἱερὰν Λυσιδίκας γενεάν.

ΔΙΟΤΙΜΟΥ

Νυμφίον Εὐαγόρην πολὺ πενθεροῦ ἡ Πολυαίνου

   Σκυλλὶς ἀν' εὐρείας ἦλθε βοῶσα πύλας,

παῖδα τὸν Ἡγεμάχειον ἐφέστιον. οὐδ' ἄρ' ἐκείνη

   χήρη πατρῴους αὖθις ἐσῆλθε δόμους,

   5δαιμονίη, τριτάτῳ δὲ κατέφθιτο μηνὶ δυσαίων

   οὐλομένῃ ψυχῆς δύσφρονι τηκεδόνι.

τοῦτο δ' ἐπ' ἀμφοτέροισι πολύκλαυτον φιλότητος

   ἕστηκεν λείῃ μνῆμα παρὰ τριόδῳ.

ΜΕΛΕΑΓΡΟΥ

Δάκρυά σοι καὶ νέρθε διὰ χθονός, Ἡλιοδώρα,

   δωροῦμαι, στοργᾶς λείψανον, εἰς Ἀίδαν,

δάκρυα δυσδάκρυτα· πολυκλαύτῳ δ' ἐπὶ τύμβῳ

   σπένδω μνᾶμα πόθων, μνᾶμα φιλοφροσύνας.

οἰκτρὰ γάρ, οἰκτρὰ φίλαν σε καὶ ἐν φθιμένοις Μελέαγρος

   αἰάζω, κενεὰν εἰς Ἀχέροντα χάριν.

αἰαῖ, ποῦ τὸ ποθεινὸν ἐμοὶ θάλος; ἅρπασεν Ἅιδας,

   ἅρπασεν· ἀκμαῖον δ' ἄνθος ἔφυρε κόνις.

ἀλλά σε γουνοῦμαι, Γᾶ παντρόφε, τὰν πανόδυρτον

  10   ἠρέμα σοῖς κόλποις, μᾶτερ, ἐναγκάλισαι.

ΤΥΜΝΕΩ

Μή σοι τοῦτο, Φιλαινί, λίην ἐπικάρδιον ἔστω,

   εἰ μὴ πρὸς Νείλῳ γῆς μορίης ἔτυχες,

ἀλλά σ' Ἐλευθέρνης ὅδ' ἔχει τάφος· ἔστι γὰρ ἴση

   πάντοθεν εἰς Ἀίδην ἐρχομένοισιν ὁδός.

ΛΕΩΝΙΔΟΥ

Τίς ποτ' ἄρ' εἶ; τίνος ἆρα παρὰ τρίβον ὀστέα ταῦτα

   τλήμον' ἐν ἡμιφαεῖ λάρνακι γυμνὰ μένει;

μνῆμα δὲ καὶ τάφος αἰὲν ἀμαξεύοντος ὁδίτεω

   ἄξονι καὶ τροχιῇ λειτὰ παραξέεται.

   5ἤδη σευ καὶ πλευρὰ παρατρίψουσιν ἄμαξαι,

   σχέτλιε, σοὶ δ' οὐδεὶς οὐδ' ἐπὶ δάκρυ βαλεῖ.

ΘΕΟΔΩΡΙΔΑ

Πέτρος ἐγὼ τὸ πάλαι γυρὴ καὶ ἄτριπτος ἐπιβλὴς

   τὴν Ἡρακλείτου ἔνδον ἔχω κεφαλήν·

αἰών μ' ἔτριψεν κροκάλαις ἴσον· ἐν γὰρ ἀμάξῃ

   παμφόρῳ αἰζηῶν εἰνοδίη τέταμαι.

ἀγγέλλω δὲ βροτοῖσι, καὶ ἄστηλός περ ἐοῦσα,

   θεῖον ὑλακτητὴν δήμου ἔχουσα κύνα.

ΛΕΩΝΙΔΑ

Ἤδη μευ τέτριπται ὑπεκκεκαλυμμένον ὀστεῦν

   ἁρμονίῃ τ', ὦνερ, πλὰξ ἐπικεκλιμένη·

ἤδη καὶ σκώληκες ὑπὲκ σοροῦ αὐγάζονται

   ἡμετέρης. τί πλέον γῆν ἐπιεννύμεθα;

ἦ γὰρ τὴν οὔπω πρὶν ἰτὴν ὁδὸν ἐτμήξαντο

   ἄνθρωποι κατ' ἐμῆς νισσόμενοι κεφαλῆς.

ἀλλά, πρὸς ἐγγαίων Ἀϊδωνέος Ἑρμεία τε

   καὶ Νυκτός, ταύτης ἐκτὸς ἴτ' ἀτραπιτοῦ.

ΦΙΛΙΤΑ ΣΑΜΙΟΥ

Ἁ στάλα βαρύθουσα λέγει τάδε· Τὰν μινύωρον,

   τὰν μικκὰν Ἀίδας ἅρπασε Θειοδόταν.

χἀ μικκὰ τάδε πατρὶ λέγει πάλιν· Ἴσχεο λύπας,

   Θειόδοτε· θνατοὶ πολλάκι δυστυχέες.

ΑΔΗΛΟΝ

Οὔπω τοι πλόκαμοι τετμημένοι οὐδὲ σελάνας

   τοὶ τριετεῖς μηνῶν ἁνιοχεῦντο δρόμοι,

Κλεύδικε, Νικασὶς ὅτε σὰν περὶ λάρνακα μάτηρ,

   τλῆμον, ἐπ' αἰακτᾷ πόλλ' ἐβόα στεφάνᾳ

καὶ γενέτας Περί‹κλειτος›· ἐπ' ἀγνώτῳ δ' Ἀχέροντι

   ἡβάσεις ἥβαν, Κλεύδικ', ἀνοστοτάταν.

ΑΔΗΛΟΝ

Ἀίδη ἀλλιτάνευτε καὶ ἄτροπε, τίπτε τοι οὕτω

   Κάλλαισχρον ζωᾶς νήπιον ὠρφάνισας;

ἔσται μὰν ὅ γε παῖς ἐν δώμασι Φερσεφονείοις

   παίγνιον, ἀλλ' οἴκοι λυγρὰ λέλοιπε πάθη.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Πέντε κόρας καὶ πέντε Βιὼ Διδύμωνι τεκοῦσα

   ἄρσενας οὐδὲ μιᾶς οὐδ' ἑνὸς ὠνάσατο,

ἣ μέγ' ἀρίστη ἐοῦσα καὶ εὔτεκνος οὐχ ὑπὸ παίδων,

   ὀθνείαις δ' ἐτάφη χερσὶ θανοῦσα Βιώ.

ΤΟΥ ΑΥΤΟΥ

Βάλλεθ' ὑπὲρ τύμβου πολιὰ κρίνα καὶ τὰ συνήθη

   τύμπαν' ἐπὶ στήλῃ ῥήσσετ' Ἀλεξιμένευς

καὶ περιδινήσασθε μακρῆς ἀνελίγματα χαίτης

   Στρυμονίην, ἄφετοι θυιάδες, ἀμφὶ πόλιν,

ἣ γλυκερὰ πνεύσαντος ἐφ' ὑμετέραισιν ἀυταῖς

   πολλάκι πρὸς μαλακοὺς τοῦδ' ἐχόρευε νόμους.

ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ

Πολλάκι τῷδ' ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλεινὼ

   μάτηρ ὠκύμορον παῖδ' ἐβόασε φίλαν,

ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιο

   χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμ' Ἀχέροντος ἔβα.

ΠΕΡΣΟΥ ΜΑΚΕΔΟΝΟΣ

Ὤλεο δὴ πρὸ γάμοιο, Φιλαίνιον, οὐδέ σε μάτηρ

   Πυθιὰς ὡραίους ἤγαγεν εἰς θαλάμους

νυμφίου· ἀλλ' ἐλεεινὰ καταδρύψασα παρειὰς

   τεσσαρακαιδεκέτιν τῷδ' ἐκάλυψε τάφῳ.

ΜΝΑΣΑΛΚΟΥ

Αἰαῖ, Ἀριστοκράτεια, σὺ μὲν βαθὺν εἰς Ἀχέροντα

   οἴχεαι ὡραίου κεκλιμένα πρὸ γάμου,

ματρὶ δὲ δάκρυα σᾷ καταλείπεται, ἅ σ' ἐπὶ τύμβῳ

   πολλάκι κεκλιμένας κωκύει ἐκ κεφαλᾶς.

ΣΑΠΦΟΥΣ

Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν

   δέξατο Φερσεφόνας κυάνεος θάλαμος,

ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ

   ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν.

ΑΝΥΤΗΣ

Παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶ

   νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον,

κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλ' ἐπιπάντων

   ἐλπίδας οὐλομένα Μοῖρ' ἐκύλισε πρόσω.

ΜΝΑΣΑΛΚΟΥ

Αἰαῖ παρθενίας ὀλοόφρονος, ἇς ἄπο φαιδρὰν

   ἔκλασας ἁλικίαν, ἱμερόεσσα Κλεοῖ·

κὰδ δέ σ' ἀμυξάμεναι περὶ δάκρυσιν αἵδ' ἐπὶ τύμβῳ

   λᾶες Σειρήνων ἕσταμες εἰδάλιμοι.

ΑΝΥΤΗΣ [ΜΙΤΥΛΗΝΑΙΑΣ]

Οἰχόμεθ', ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστων

   τὰν ἄνομον Γαλατᾶν ὕβριν ἀναινόμεναι,

παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰς

   Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης.

οὐ γὰρ ἐμείναμεν αἷμα τὸ δυσσεβὲς οὐδ' Ὑμέναιον,

   νυμφίον ἀλλ' Ἀίδην κηδεμόν' εὑρόμεθα.

ΑΝΤΙΠΑΤΡΟΥ [ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ]

Οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοΐσκα

   οὐδ' ὑπὸ δυσμενέων δούρατι κεκλίμεθα,

ἀλλ' αὐταί, πάτρας ὁπότ' ἔφλεγεν ἄστυ Κορίνθου

   γοργὸς Ἄρης, Ἀίδαν ἄλκιμον εἱλόμεθα.

ἔκτανε γὰρ μάτηρ με διασφακτῆρι σιδάρῳ,

   οὐδ' ἰδίου φειδὼ δύσμορος ἔσχε βίου,

ἇψε δ' ἐναυχένιον δειρᾷ βρόχον· ἦς γὰρ ἀμείνων

   δουλοσύνας ἁμῖν πότμος ἐλευθέριος.

ΑΔΕΣΠΟΤΟΝ

Ἐν πόντῳ Σώδαμος ὁ Κρὴς θάνεν, ᾧ φίλα, Νηρεῦ,

   δίκτυα καὶ τὸ σὸν ἦν κεῖνο σύνηθες ὕδωρ,

ἰχθυβολεὺς ὁ περισσὸς ἐν ἀνδράσιν, ἀλλὰ θάλασσα

   οὔ τι διακρίνει χείματος οὐδ' ἁλιεῖς.

ΑΛΚΑΙΟΥ ΜΕΣΣΗΝΙΟΥ

Στυγνὸς ἐπ' Ἀρκτούρῳ ναύταις πλόος, ἐκ δὲ Βορείης

   λαίλαπος Ἀσπασίῳ πικρὸν ἔτευξε μόρον,

οὗ στείχεις παρὰ τύμβον, ὁδοιπόρε· σῶμα δὲ πόντος

   ἔκρυψ' Αἰγαίῳ ῥαινόμενον πελάγει.

ἠιθέων δακρυτὸς ἅπας μόρος· ἐν δὲ θαλάσσῃ

   πλεῖστα πολυκλαύτου κήδεα ναυτιλίης.

ΣΙΜΩΝΙΔΟΥ

Ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον

   τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν

μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης

   ἄγκεα νειφομένης ἀμφὶ Μεθουριάδος.

νῦν δ' ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς, οἱ δὲ βαρεῖαν

   ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.

ΔΑΜΑΓΗΤΟΥ

Καί ποτε Θυμώδης, τὰ παρ' ἐλπίδα κήδεα κλαίων,

   παιδὶ Λύκῳ κενεὸν τοῦτον ἔχευε τάφον·

οὐδὲ γὰρ ὀθνείην ἔλαχεν κόνιν, ἀλλά τις ἀκτὴ

   θινιὰς ἢ νήσων ποντιάδων τις ἔχει·

   5ἔνθ' ὅ γέ που πάντων κτερέων ἄτερ ὀστέα φαίνει

   γυμνὸς ἐπ' ἀξείνου κείμενος αἰγιαλοῦ.

ΑΝΤΙΠΑΤΡΟΥ

Δᾶμις ὁ Νυσαεύς, ἐλαχὺ σκάφος ἔκ ποτε πόντου

   Ἰονίου ποτὶ γᾶν ναυστολέων Πέλοπος

φορτίδα μὲν καὶ πάντα νεὼς ἐπιβήτορα λαὸν

   κύματι καὶ συρμῷ πλαζομένους ἀνέμων

ἀσκηθεῖς ἐσάωσε· καθιεμένης δ' ἐπὶ πέτραις

   ἀγκύρης ψυχρῶν κάτθανεν ἐκ νιφάδων

ἠμύσας ὁ πρέσβυς. ἴδ', ὡς λιμένα γλυκὺν ἄλλοις

   δούς, ξένε, τὸν Λήθης αὐτὸς ἔδυ λιμένα.

ΘΕΑΙΤΗΤΟΥ

Ναυτίλοι ὦ πλώοντες, ὁ Κυρηναῖος Ἀρίστων

   πάντας ὑπὲρ Ξενίου λίσσεται ὔμμε Διός,

εἰπεῖν πατρὶ Μένωνι, παρ' Ἰκαρίαις ὅτι πέτραις

   κεῖται ἐν Αἰγαίῳ θυμὸν ἀφεὶς πελάγει.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Ὦ παρ' ἐμὸν στείχων κενὸν ἠρίον, εἶπον, ὁδῖτα,

   εἰς Χίον εὖτ' ἂν ἵκῃ, πατρὶ Μελησαγόρῃ,

ὡς ἐμὲ μὲν καὶ νῆα καὶ ἐμπορίην κακὸς Εὖρος

   ὤλεσεν, Εὐίππου δ' αὐτὸ λέλειπτ' ὄνομα.

ΠΕΡΣΟΥ

Εὔρου χειμέριαί σε καταιγίδες ἐξεκύλισαν,

   Φίλλι, πολυκλύστῳ γυμνὸν ἐπ' ἠιόνι,

οἰνηρῆς Λέσβοιο παρὰ σφυρόν· αἰγίλιπος δὲ

   πέτρου ἁλιβρέκτῳ κεῖσαι ὑπὸ πρόποδι.

ΝΙΚΑΙΝΕΤΟΥ

Ἠρίον εἰμὶ Βίτωνος, ὁδοιπόρε· εἰ δὲ Τορώνην

   λείπων εἰς αὐτὴν ἔρχεαι Ἀμφίπολιν,

εἰπεῖν Νικαγόρᾳ, παίδων ὅτι τὸν μόνον αὐτῷ

   Στρυμονίης Ἐρίφων ὤλεσε πανδυσίῃ.

ΛΕΩΝΙΔΑ

Ἀρχαίης ὦ θινὸς ἐπεστηλωμένον ἄχθος,

   εἴποις, ὅντιν' ἔχεις ἢ τίνος ἢ ποδαπόν. ‑

Φίντων' Ἑρμιονῆα Βαθυκλέος, ὃν πολὺ κῦμα

   ὤλεσεν, Ἀρκτούρου λαίλαπι χρησάμενον.

ΤΟΥ ΑΥΤΟΥ

Πάρμις ὁ Καλλιγνώτου ἐπακταῖος καλαμευτής,

   ἄκρος καὶ κίχλης καὶ σκάρου ἰχθυβολεὺς

καὶ λάβρου πέρκης δελεάρπαγος ὅσσα τε κοίλας

   σήραγγας πέτρας τ' ἐμβυθίους νέμεται,

ἄγρης ἐκ πλωτῆς ποτ' ἰουλίδα πετρήεσσαν

   δακνάζων ὀλοὴν ἐξ ἁλὸς ἀράμενος

ἔφθιτ'· ὀλισθηρὴ γὰρ ὑπὲκ χερὸς ἀίξασα

   ᾤχετ' ἐπὶ στεινὸν παλλομένη φάρυγα.

χὠ μὲν μηρίνθων καὶ δούνακος ἀγκίστρων τε

  10   ἐγγὺς ἀπὸ πνοιὴν ἧκε κυλινδόμενος,

νήματ' ἀναπλήσας ἐπιμοίρια· τοῦ δὲ θανόντος

   Γρίπων ὁ γριπεὺς τοῦτον ἔχωσε τάφον.

ΣΑΠΦΟΥΣ

Τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος

   κύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας.

ΛΕΩΝΙΔΑ

Κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα· τοῦτο περισσὸν

   ἐκ Μοιρέων Θάρσυς Χαρμίδου ἠνύσατο.

ἦ γὰρ ἐπ' ἀγκύρης ἔνοχον βάρος εἰς ἅλα δύνων

   Ἰόνιόν θ' ὑγρὸν κῦμα κατερχόμενος

   5τὴν μὲν ἔσωσ', αὐτὸς δὲ μετάτροπος ἐκ βυθοῦ ἔρρων,

   ἤδη καὶ ναύταις χεῖρας ὀρεγνύμενος,

ἐβρώθην· τοῖόν μοι ἐπ' ἄγριον εὖ μέγα κῆτος

   ἦλθεν, ἀπέβροξεν δ' ἄχρις ἐπ' ὀμφαλίου.

χἤμισυ μὲν ναῦται, ψυχρὸν βάρος, ἐξ ἁλὸς ἡμῶν

  10   ἤρανθ', ἥμισυ δὲ πρίστις ἀπεκλάσατο·

ᾐόνι δ' ἐν ταύτῃ κακὰ λείψανα Θάρσυος, ὦνερ,

   ἔκρυψαν· πάτρην δ' οὐ πάλιν ἱκόμεθα.

ΣΙΜΩΝΙΔΟΥ

Ἄνθρωπ', οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς

   χερνήτεω· μικρὸς τύμβος, ἐμοὶ δ' ἱκανός.

Οὐκ ἐπιδὼν νύμφεια λέχη κατέβην τὸν ἄφυκτον

   Γόργιππος ξανθῆς Φερσεφόνης θάλαμον.

[ΣΙΜΩΝΙΔΟΥ]

Παυσανίαν ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν,

   τόνδ' Ἀσκληπιάδην πατρὶς ἔθαψε Γέλα,

ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις

   φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.

ΤΟΥ ΑΥΤΟΥ

Σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μ' ἐπέθηκεν

   Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου.

ΤΟΥ ΑΥΤΟΥ

Σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις, ἐν δέ σε πόντῳ,

   Κλείσθενες, Εὐξείνῳ μοῖρ' ἔκιχεν θανάτου

πλαζόμενον· γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου

   ἤμπλακες οὐδ' ἵκευ Χῖον ἐπ' ἀμφιρύτην.

ΤΟΥ ΑΥΤΟΥ

Σῆμα καταφθιμένοιο Μεγακλέος εὖτ' ἂν ἴδωμαι,

   οἰκτείρω σε, τάλαν Καλλία, οἷ' ἔπαθες.

ΤΟΥ ΑΥΤΟΥ

Τῶνδε δι' ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς

   αἰθέρα δαιομένας εὐρυχόρου Τεγέας,

οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν

   παισὶ λιπεῖν, αὐτοὶ δ' ἐν προμάχοισι θανεῖν.

ΤΟΥ ΑΥΤΟΥ

Φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος,

   ἡνίκ' ἀφ' ἱμερτὴν ἔπνεεν ἡλικίην·

Ὦ Τιμηνορίδη, παιδὸς φίλου οὔποτε λήσῃ

   οὔτ' ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.

ΣΙΜΩΝΙΔΟΥ

Αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου

   ἀενάου στονόεντ' ἤγαγεν εἰς θάνατον

Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν

   Διφίλου αἰχμητὴς υἱὸς ἔθηκ' ὄνομα.

ΣΙΜΩΝΙΔΟΥ

Αἰαῖ, νοῦσε βαρεῖα, τί δὴ ψυχαῖσι μεγαίρεις

   ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν;

ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας

   ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.

ΤΟΥ ΑΥΤΟΥ

Οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν,

   Ζεῦ Ξένι'· οἱ δ' ὑπὸ γᾶν θέντες ὄναιντο βίου.

ΚΑΛΛΙΜΑΧΟΥ

Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ

   δυομένου Βασιλὼ κάτθανε παρθενικὴ

αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα

   οὐκ ἔτλη. δίδυμον δ' οἶκος ἐσεῖδε κακὸν

   5πατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνη

   πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.

ΚΑΛΛΙΜΑΧΟΥ

Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφη

   ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.

οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν

   ποιμένες, Ἀστακίδην δ' αἰὲν ἀεισόμεθα.

ΚΑΛΛΙΜΑΧΟΥ

Δαίμονα τίς δ' εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ,

   Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις,

τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνου

   εἶδε πατὴρ Διοφῶν χρῆμ' ἀνιαρότερον.

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ

Ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι

   ἤ τι περὶ ψυχῆς ἢ πάλι, πῶς ἔσεαι,

δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρὸς

   Παυσανίου· δήεις δ' αὐτὸν ἐν εὐσεβέων.

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ

Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν

   καὶ Διδύμην· ἀφανὴς οὔτι γὰρ ἡ γενεή·

καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι

   τοῦθ', ὅτι τὸν κείνων ὧδ' ἐπέχω Κριτίην.

ΤΟΥ ΑΥΤΟΥ

Τιμονόη. τίς δ' ἐσσί; μὰ δαίμονας, οὔ σ' ἂν ἐπέγνων,

   εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα

στήλῃ καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ

   χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.

ΚΑΛΛΙΜΑΧΟΥ

Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,

   ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.

ΤΟΥ ΑΥΤΟΥ

Ἦ ῥ' ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; ‑ Εἰ τὸν Ἀρίμμα

   τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ' ἐμοί. ‑

Ὦ Χαρίδα, τί τὰ νέρθε; ‑ Πολὺς σκότος. ‑ Αἱ δ' ἄνοδοι τί; ‑

   Ψεῦδος. ‑ Ὁ δὲ Πλούτων; ‑ Μῦθος. ‑ Ἀπωλόμεθα. ‑

Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν

   βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.

ΤΟΥ ΑΥΤΟΥ

Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με

   ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.

εἰδείης δ' ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων

   ἦρξεν, ὁ δ' ἤεισεν κρέσσονα βασκανίης.

οὐ νέμεσις· Μοῦσαι γάρ, ὅσους ἴδον ὄμματι παῖδας

   μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.

ΝΙΚΑΝΔΡΟΥ ΚΟΛΟΦΩΝΙΟΥ

Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον,

   ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν

πατρίδ' ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν

   δοῦλα καταγράψας σκῦλα κατ' Ἰναχιδᾶν;

ΘΕΟΔΩΡΙΔΑ

Θεύδοτε, κηδεμόνων μέγα δάκρυον, οἵ σε θανόντα

   κώκυσαν μέλεον πυρσὸν ἀναψάμενοι,

αἰνόλινε, τρισάωρε, σὺ δ' ἀντὶ γάμου τε καὶ ἥβης

   κάλλιπες ἡδίστῃ ματρὶ γόους καὶ ἄχη.

ΤΟΥ ΑΥΤΟΥ

Εὐρύσορον περὶ σῆμα τὸ Φαιναρέτης ποτὲ κοῦραι

   κέρσαντο ξανθοὺς Θεσσαλίδες πλοκάμους

πρωτοτόκον καὶ ἄποτμον ἀτυζόμεναι περὶ νύμφην·

   Λάρισσαν δὲ φίλην ἤκαχε καὶ τοκέας.

ΤΟΥ ΑΥΤΟΥ

Τόλμα καὶ εἰς Ἀίδαν καὶ ἐς οὐρανὸν ἄνδρα κομίζει,

   ἃ καὶ Σωσάνδρου παῖδ' ἐπέβασε πυρᾶς

Δωρόθεον· Φθίᾳ γὰρ ἐλεύθερον ἦμαρ ἰάλλων

   ἐρραίσθη Σηκῶν μεσσόθι καὶ Χιμέρας.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Μούναν σὺν τέκνοις, νεκυοστόλε, δέξο με, πορθμεῦ,

   τὰν λάλον· ἀρκεῖ σοι φόρτος ὁ Τανταλίδης·

πληρώσει γαστὴρ μία σὸν σκάφος· εἴσιδε κούρους

   καὶ κούρας, Φοίβου σκῦλα καὶ Ἀρτέμιδος.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Αὐτά τοι τρέσσαντι παρὰ χρέος ὤπασεν ᾅδαν

   βαψαμένα κοίλων ἐντὸς ἄρη λαγόνων

μάτηρ, ἅ σ' ἔτεκεν, Δαμάτριε· φᾶ δὲ σίδαρον

   παιδὸς ἑοῦ φύρδαν μεστὸν ἔχουσα φόνου,

   5ἀφριόεν κοναβηδὸν ἐπιπρίουσα γένειον,

   δερκομένα λοξαῖς οἷα Λάκαινα κόραις·

Λεῖπε τὸν Εὐρώταν, ἴθι Τάρταρον· ἁνίκα δειλὰν

   οἶσθα φυγάν, τελέθεις οὔτ' ἐμὸς οὔτε Λάκων.

ΙΣΙΔΩΡΟΥ ΑΙΓΕΑΤΟΥ

Ἔκ με γεωμορίης Ἐτεοκλέα πόντιος ἐλπὶς

   εἵλκυσεν, ὀθνείης ἔμπορον ἐργασίης.

νῶτα δὲ Τυρσηνῆς ἐπάτευν ἁλός· ἀλλ' ἅμα νηὶ

   πρηνιχθεὶς κείνης ὕδασιν ἐγκατέδυν

ἀθρόον ἐμβρίσαντος ἀήματος. οὐκ ἄρ' ἀλωὰς

   αὑτὸς ἐπιπνείει κεἰς ὀθόνας ἄνεμος.

ΔΙΟΝΥΣΙΟΥ ΑΝΔΡΙΟΥ

Καὶ Διὶ καὶ Βρομίῳ με διάβροχον οὐ μέγ' ὀλισθεῖν,

   καὶ μόνον ἐκ δοιῶν καὶ βροτὸν ἐκ μακάρων.

‹ΑΛΕΞΑΝΔΡΟΥ› ΑΙΤΩΛΟΥ, ‹οἱ δὲ› ΑΥΤΟΜΕΔΟΝΤΟΣ

Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ' ὥρην

   ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος.

δείλαιε Κλεόνικε, σὺ δ' εἰς λιπαρὴν Θάσον ἐλθεῖν

   ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης,

ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ' ὑπὸ Πλειάδος αὐτὴν

   ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.

ΜΕΛΕΑΓΡΟΥ

Οὐκέθ' ὁμοῦ χιμάροισιν ἔχειν βίον, οὐκέτι ναίειν

   ὁ τραγόπους ὀρέων Πὰν ἐθέλω κορυφάς.

τί γλυκύ μοι, τί ποθεινὸν ἐν οὔρεσιν; ὤλετο Δάφνις,

   Δάφνις, ὃς ἡμετέρῃ πῦρ ἔτεκε κραδίῃ.

ἄστυ τόδ' οἰκήσω, θηρῶν δέ τις ἄλλος ἐπ' ἄγρην

   στελλέσθω· τὰ πάροιθ' οὐκέτι Πανὶ φίλα.

ΑΛΚΑΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ]

Οὐδὲ θανὼν ὁ πρέσβυς ἑῷ ἐπιτέτροφε τύμβῳ

   βότρυν ἀπ' οἰνάνθης ἥμερον, ἀλλὰ βάτον

καὶ πνιγόεσσαν ἄχερδον ἀποστύφουσαν ὁδιτῶν

   χείλεα καὶ δίψει καρφαλέον φάρυγα.

ἀλλά τις Ἱππώνακτος ἐπὴν παρὰ σῆμα νέηται,

   εὐχέσθω κνώσσειν εὐμενέοντα νέκυν.

ΦΑΝΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Ἠρίον οὐκ ἐπὶ πατρί, πολυκλαύτου δ' ἐπὶ παιδὸς

   Λῦσις ἄχει κενεὴν τήνδ' ἀνέχωσε κόνιν,

οὔνομα ταρχύσας, ἐπεὶ οὐχ ὑπὸ χεῖρα τοκήων

   ἤλυθε δυστήνου λείψανα Μαντιθέου.

ΑΝΥΤΗΣ

Μάνης οὗτος ἀνὴρ ἦν ζῶν ποτε· νῦν δὲ τεθνηκὼς

   ἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται.

ΠΕΡΣΟΥ ΠΟΙΗΤΟΥ

Οὐ προϊδών, Θεότιμε, κακὴν δύσιν ὑετίοιο

   Ἀρκτούρου κρυερῆς ἥψαο ναυτιλίης,

ἥ σε, δι' Αἰγαίοιο πολυκλήιδι θέοντα

   νηί, σὺν οἷς ἑτάροις ἤγαγεν εἰς Ἀίδην.

αἰαῖ, Ἀριστοδίκη δὲ καὶ Εὔπολις, οἵ σ' ἐτέκοντο,

   μύρονται κενεὸν σῆμα περισχόμενοι.

ΔΑΜΑΓΗΤΟΥ

Πρός σε Διὸς Ξενίου γουνούμεθα, πατρὶ Χαρίνῳ

   ἄγγειλον Θήβην, ὦνερ, ἐπ' Αἰολίδα

Μῆνιν καὶ Πολύνικον ὀλωλότε, καὶ τόδε φαίης,

   ὡς οὐ τὸν δόλιον κλαίομεν ἄμμι μόρον,

καίπερ ὑπὸ Θρῃκῶν φθίμενοι χερός, ἀλλὰ τὸ κείνου

   γῆρας ἐν ἀργαλέῃ κείμενον ὀρφανίῃ.

ΤΟΥ ΑΥΤΟΥ

Ἔστης ἐν προμάχοις, Χαιρωνίδη, ὧδ' ἀγορεύσας·

   Ἢ μόρον ἢ νίκαν, Ζεῦ, πολέμοιο δίδου,

ἡνίκα τοι περὶ Τάφρον Ἀχαιίδα τῇ τότε νυκτὶ

   δυσμενέες θρασέος δῆριν ἔθεντο πόνου.

ναὶ μὴν ἀλλ' ἐρατή σε διακριδὸν Ἆλις ἀείδει,

   θερμὸν ἀνὰ ξείνην αἷμα χέαντα κόνιν.

ΦΛΑΚΚΟΥ

Ἕβρου χειμερίοις ἀταλὸς κρυμοῖσι δεθέντος

   κοῦρος ὀλισθηροῖς ποσσὶν ἔθραυσε πάγον,

τοῦ παρασυρομένοιο περιρραγὲς αὐχέν' ἔκοψεν

   θηγαλέον ποταμοῦ Βιστονίοιο τρύφος.

καὶ τὸ μὲν ἡρπάσθη δίναις μέρος, ἡ δὲ τεκοῦσα

   λειφθὲν ὕπερθε τάφῳ μοῦνον ἔθηκε κάρα·

μυρομένη δὲ τάλαινα· Τέκος, τέκος, εἶπε, τὸ μέν σου

   πυρκαϊή, τὸ δέ σου πικρὸν ἔδαψεν ὕδωρ.

ΑΔΕΣΠΟΤΟΝ

Πάντα τις ἀρήσαιτο φυγεῖν πλόον, ὁππότε καὶ σύ,

   Θεύγενες, ἐν Λιβυκῷ τύμβον ἔθευ πελάγει,

ἡνίκα σοι κεκμηὸς ἐπέπτατο φορτίδι νηὶ

   οὖλον ἀνηρίθμων κεῖνο νέφος γεράνων.

ΑΔΕΣΠΟΤΟΝ

Εἰπέ, ποτὶ Φθίαν εὐάμπελον ἤν ποθ' ἵκηαι

   καὶ πόλιν ἀρχαίαν, ὦ ξένε, Θαυμακίαν,

ὡς δρυμὸν Μαλεαῖον ἀναστείβων ποτ' ἔρημον

   εἶδες Λάμπωνος τόνδ' ἐπὶ παιδὶ τάφον

Δερξίᾳ, ὅν ποτε μοῦνον ἕλον δόλῳ οὐδ' ἀναφανδὸν

   κλῶπες ἐπὶ Σπάρταν δῖαν ἐπειγόμενον.

ΗΓΗΣΙΠΠΟΥ

Τὴν ἐπὶ πυρκαϊῆς ἐνδέξιά φασι κέλευθον

   Ἑρμῆν τοὺς ἀγαθοὺς εἰς Ῥαδάμανθυν ἄγειν·

ᾗ καὶ Ἀριστόνοος, Χαιρεστράτου οὐκ ἀδάκρυτος

   παῖς, ἡγησίλεω δῶμ' Ἄϊδος κατέβη.

ΑΔΕΣΠΟΤΟΝ

Εἶχε κορωνοβόλον πενίης λιμηρὸν Ἀρίστων

   ὄργανον, ᾧ πτηνὰς ἠκροβόλιζε χένας

ἦκα παραστείχων δολίην ὁδόν, οἷος ἐκείνας

   ψεύσασθαι λοξοῖς ὄμμασι φερβομένας.

νῦν δ' ὁ μὲν εἰν Ἀίδῃ· τὸ δέ οἱ βέλος ὀρφανὸν ἤχου

   καὶ χερός· ἡ δ' ἄγρη τύμβον ὑπερπέταται.

ΛΕΩΝΙΔΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ

Τὰν στάλαν ἐχάραξε Βιάνωρ οὐκ ἐπὶ ματρὶ

   οὐδ' ἐπὶ τῷ γενέτᾳ, πότμον ὀφειλόμενον,

παρθενικᾷ δ' ἐπὶ παιδί· κατέστενε δ' οὐχ Ὑμεναίῳ,

   ἀλλ' Ἀίδᾳ νύμφαν δωδεκέτιν κατάγων.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

Τίς Δάμων Ἀργεῖος ἐπ' ἠρίῳ; ἆρα σύναιμος

   ἐστὶ Δικαιοτέλους; ‑ Ἐστὶ Δικαιοτέλους. ‑

Ἠχὼ τοῦτ' ἐλάλησε πανύστατον, ἢ τόδ' ἀληθές,

   κεῖνος ὅδ' ἐστὶν ἀνήρ; ‑ Κεῖνος ὅδ' ἐστὶν ἀνήρ.

ΤΟΥ ΑΥΤΟΥ

Πέτρος ἔτ' ἐν Σιπύλῳ Νιόβη θρήνοισιν ἐάζει

   ἑπτὰ δὶς ὠδίνων μυρομένη θάνατον·

λήξει δ' οὐδ' αἰῶνι γόον. τί δ' ἀλαζόνα μῦθον

   φθέγξατο, τὸν ζωῆς ἅρπαγα καὶ τεκέων;

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

Ναυηγὸς γλαυκοῖο φυγὼν Τρίτωνος ἀπειλὰς

   Ἀνθεὺς Φθειώτην οὐ φύγεν αἰνόλυκον·

Πηνειοῦ παρὰ χεῦμα γὰρ ὤλετο. φεῦ τάλαν, ὅστις

   Νηρεΐδων Νύμφας ἔσχες ἀπιστοτέρας.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Λητόιος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε

   ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην,

ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα καὶ παρὰ θῖνα

   Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.

οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην,

   ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην.

χαίρετον, ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δ' ὑμέων

   ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ὦ ξένε, τί κλαίεις; ‑ Διὰ σὸν μόρον. ‑ Οἶσθα, τίς εἰμι; ‑

   Οὐ μὰ τόν, ἀλλ' ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος.

ἐσσὶ δὲ τίς; ‑ Περίκλεια. ‑ Γυνὴ τίνος; ‑ Ἀνδρὸς ἀρίστου,

   ῥήτορος, ἐξ Ἀσίης, οὔνομα Μεμνονίου. ‑

Πῶς δέ σε Βοσπορίη κατέχει κόνις; ‑ Εἴρεο Μοῖραν,

   ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον. ‑

Παῖδα λίπες; ‑ Τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων

   ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα. ‑

Αἴθε καλῶς ζώοι. ‑ Ναί, ναί, φίλος, εὔχεο κείνῳ,

  10   ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.

ΔΑΜΑΣΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ

Ζωσίμη, ἡ πρὶν ἐοῦσα μόνῳ τῷ σώματι δούλη,

   καὶ τῷ σώματι νῦν ηὗρον ἐλευθερίην.

ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Λατύπος Ἀρχιτέλης Ἀγαθάνορι παιδὶ θανόντι

   χερσὶν ὀιζυραῖς ἡρμολόγησε τάφον·

αἰαῖ πέτρον ἐκεῖνον, ὃν οὐκ ἐκόλαψε σίδηρος,

   ἀλλ' ἐτάκη πυκινοῖς δάκρυσι τεγγόμενος.

   5φεῦ, στήλη, φθιμένῳ κούφη μένε, κεῖνος ἵν' εἴπῃ·

   Ὄντως πατρῴη χεὶρ ἐπέθηκε λίθον.

ΙΩΑΝΝΟΥ ΠΟΙΗΤΟΥ

Ἐς πόσιν ἀθρήσασα παρ' ἐσχατίης λίνα μοίρης

   ᾔνεσα καὶ χθονίους, ᾔνεσα καὶ ζυγίους,

τοὺς μέν, ὅτι ζωὸν λίπον ἀνέρα, τοὺς δ', ὅτι τοῖον.

   ἀλλὰ πατὴρ μίμνοι παισὶν ἐφ' ἡμετέροις.

555b

ΤΟΥ ΑΥΤΟΥ

Τοῦτο σαοφροσύνας ἀντάξιον εὕρεο, Νοστώ·

   δάκρυά σοι γαμέτας σπεῖσε καταφθιμένᾳ.

ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΑΝΘΥΠΑΤΟΥ

Νηλειὴς Ἀίδης· ἐπὶ σοὶ δ' ἐγέλασσε θανόντι,

   Τίτυρε, καὶ νεκύων θῆκέ σε μιμολόγον.

ΚΥΡΟΥ ΠΟΙΗΤΟΥ

Τρεῖς ἐτέων δεκάδες Μαίης χρόνος, ἐς τρία δ' ἄλλα

   ἔτρεχεν· ἀλλ' Ἀίδης πικρὸν ἔπεμψε βέλος,

θηλυτέρην δ' ἥρπαξε ῥόδων καλύκεσσιν ὁμοίην,

   πάντ' ἀπομαξαμένην ἔργα τὰ Πηνελόπης.

ΑΔΕΣΠΟΤΟΝ

Ἅιδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην,

   κρύψε δὲ παππῴῳ μνήματι τῷδε λίθος.

οὔνομα Ῥουφῖνος γενόμην, παῖς Αἰθερίοιο,

   μητρὸς δ' ἐξ Ἀγάθης, ἀλλὰ μάτην γενόμην.

ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας,

   φεῦ, σοφὸς εἰς Ἀίδην καὶ νέος εἰς ἔρεβος.

κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρόν, ὁδῖτα·

   δὴ γὰρ ἔφυς ζῳῶν ἢ πάις ἠὲ πατήρ.

ΘΕΟΣΕΒΕΙΑΣ

Εἶδεν Ἀκεστορίη τρία πένθεα· κείρατο χαίτην

πρῶτον ἐφ' Ἱπποκράτει καὶ δεύτερον ἀμφὶ Γαληνῷ·

καὶ νῦν Ἀβλαβίου γοερῷ περὶ σήματι κεῖται

αἰδομένη μετὰ κεῖνον ἐν ἀνθρώποισι φανῆναι.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Εἰ καὶ ἐπὶ ξείνης σε, Λεόντιε, γαῖα καλύπτει,

   εἰ καὶ ἐρικλαύτων τῆλε θάνες γονέων,

πολλά σοι ἐκ βλεφάρων ἐχύθη περιτύμβια φωτῶν

   δάκρυα δυστλήτῳ πένθεϊ δαπτομένων.

πᾶσι γὰρ ἦσθα λίην πεφιλημένος οἷά τε πάντων

   ξυνὸς ἐὼν κοῦρος, ξυνὸς ἐὼν ἕταρος.

αἰαῖ, λευγαλέη καὶ ἀμείλιχος ἔπλετο Μοῖρα,

   μηδὲ τεῆς ἥβης, δύσμορε, φεισαμένη.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ

Ἡ Φύσις ὠδίνασα πολὺν χρόνον ἀνέρα τίκτεν

   ἄξιον εἰς ἀρετὴν τῶν προτέρων ἐτέων,

τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα, τὸν καὶ ἀνιγροῖς

   κινήσαντα γόῳ δάκρυον ἀντιπάλοις.

εἰ δὲ νέος τέθνηκεν, ὑπέρτερα νήματα Μοίρης

   μέμφεο βουλομένης κόσμον ἄκοσμον ἔχειν.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ

Ὦ φθέγμα Κρατεροῖο, τί σοι πλέον, εἴ γε καὶ αὐδῆς

   ἔπλεο καὶ σιγῆς αἴτιον ἀντιπάλοις;

ζῶντος μὲν γὰρ ἅπαντες ἐφώνεον· ἐκ δὲ τελευτῆς

   ὑμετέρης ἰδίην αὖθις ἔδησαν ὄπα.

οὔτις γὰρ μετὰ σεῖο μόρον τέτληκε τανύσσαι

   ὦτα λόγοις, Κρατερῷ δ' ἓν τέλος ἠδὲ λόγοις.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Σιγᾷς, Χρυσεόμαλλε, τὸ χάλκεον, οὐκέτι δ' ἡμῖν

   εἰκόνας ἀρχεγόνων ἐκτελέεις μερόπων

νεύμασιν ἀφθόγγοισι· τεὴ δ', ὄλβιστε, σιωπὴ

   νῦν στυγερὴ τελέθει, τῇ πρὶν ἐθελγόμεθα.

ΑΔΕΣΠΟΤΟΝ

Τῇδέ ποτ' ἀκτερέιστον ἐδέξατο γαῖα χανοῦσα

   Λαοδίκην δῄων ὕβριν ἀλευομένην.

σῆμα δ' ἀμαλδύναντος ἀνωίστοιο χρόνοιο

   Μάξιμος ἔκδηλον θῆκ' Ἀσίης ὕπατος,

καὶ κούρης χάλκειον ἐπεὶ τύπον ἐφράσατ' ἄλλῃ

   κείμενον ἀκλειῶς, τῷδ' ἐπέθηκε κύκλῳ.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ

Αὐτὴν Θειοδότην ὁ ζωγράφος. αἴθε δὲ τέχνης

   ἤμβροτε καὶ λήθην δῶκεν ὀδυρομένοις.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Γαῖα καὶ Εἰλήθυια, σὺ μὲν τέκες, ἡ δὲ καλύπτεις·

   χαίρετον· ἀμφοτέραις ἤνυσα τὸ στάδιον.

εἶμι δὲ μὴ νοέων, πόθι νίσομαι· οὐδὲ γὰρ ὑμέας

   ἢ τίνος ἢ τίς ἐὼν οἶδα πόθεν μετέβην.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Κανδαύλου τόδε σῆμα· Δίκη δ' ἐμὸν οἶτον ἰδοῦσα

   οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη.

ἤθελε γὰρ δισσοῖσιν ὑπ' ἀνδράσι μηδὲ φανῆναι,

   ἀλλ' ἢ τὸν πρὶν ἔχειν ἢ τὸν ἐπιστάμενον.

ἦν ἄρα Κανδαύλην παθέειν κακόν· οὐ γὰρ ἂν ἔτλη

   δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων,

   ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν.

ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες οὐδ' ἐπὶ παστοὺς

   ἠγάγετ' οὐδ' ἐρατῆς ἔργα τεκνοσπορίης;

οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον

   μέλλον ἄγειν, στυγεροῦ δ' εἰς Ἀχέροντος ἔβην.

ἀλλά, θεοί, λίτομαι, μητρός γε γόους πατέρος τε

   παύσατε τηκομένων εἵνεκ' ἐμεῦ φθιμένης.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ,

   εὖτ' ἂν ἐμὴν λεύσσῃς πατρίδα Θεσσαλίην·

Κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος,

   αἰαῖ, Βοσπορίης ἐγγύθεν ἠιόνος·

ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο,

   ὄφρ' ἀναμιμνῄσκῃ τῆς ποτε κουριδίης.

ΑΔΕΣΠΟΤΟΝ

Δουλκίτιον μὲν ἄνακτες ἄκρον βιότοιο πρὸς ὄλβον

   ἤγαγον ἐξ ἀρετῆς καὶ κλέος ἀνθυπάτων·

ὡς δὲ Φύσις μιν ἔλυσεν ἀπὸ χθονός, ἀθάνατοι μὲν

   αὐτὸν ἔχουσι θεοί, σῶμα δὲ σηκὸς ὅδε.

ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ὀρφέος οἰχομένου τάχα τις τότε λείπετο Μοῦσα·

   σεῦ δέ, Πλάτων, φθιμένου παύσατο καὶ κιθάρη·

ἦν γὰρ ἔτι προτέρων μελέων ὀλίγη τις ἀπορρὼξ

   ἐν σαῖς σῳζομένη καὶ φρεσὶ καὶ παλάμαις.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνὴρ

   λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου·

ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους

   ἔσκεπεν ἀλλήλοις εἰσέτι μισγομένους.

ξυνὴ δ' ἀμφοτέρους κατέχει παγίς, εἰν ἑνὶ δ' ἄμφω

   κεῖνται συζυγίης οὐκέτι παυόμενοι.

ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Χειρεδίου τόδε σῆμα, τὸν ἔτρεφεν Ἀτθὶς ἄρουρα

   εἰκόνα ῥητήρων τῆς προτέρης δεκάδος,

ῥηιδίως πείθοντα δικασπόλον· ἀλλὰ δικάζων

   οὔποτε τῆς ὀρθῆς οὐδ' ὅσον ἐτράπετο.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ,

   Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους·

ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων

   οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης.

οἰκτρὰ δ' ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι

   κείμενον οὗ θιάσου κόσμον ὀδυρόμενοι·

ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ,

   αἰαῖ, τὸν λαγόνων μόχθον ἐπισταμένη.

ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς

  10   ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.

ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Σῆμα Ῥόδης· Τυρίη δὲ γυνὴ πέλεν, ἀντὶ δὲ πάτρης

   ἵκετο τήνδε πόλιν κηδομένη τεκέων.

αὕτη ἀειμνήστοιο λέχος κόσμησε Γεμέλλου,

   ὃς πάρος εὐνομίης ἴδμονα θῆκε πόλιν.

   5γρηῢς μὲν μόρον εὗρεν, ὄφελλε δὲ μυρία κύκλα

   ζώειν· τῶν ἀγαθῶν οὐ δεχόμεσθα κόρον.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ

Κάτθανες, ὦ Πύρρων; ‑ Ἐπέχω. ‑ Πυμάτην μετὰ μοῖραν

   φὴς ἐπέχειν; ‑ Ἐπέχω· σκέψιν ἔπαυσε τάφος.

ΤΟΥ ΑΥΤΟΥ

Ὅστις με τριόδοισι μέσαις τάρχυσε θανόντα,

   λυγρὰ παθὼν τύμβου μηδ' ὀλίγοιο τύχοι,

πάντες ἐπεὶ Τίμωνα νέκυν καλέουσιν ὁδῖται

   καὶ μόρος ἄμμι μόνοις ἄμμορος ἡσυχίης.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Τὸν κρατερὸν Πανοπῆα τὸν ἀγρευτῆρα λεόντων,

   τὸν λασιοστέρνων κέντορα παρδαλίων,

τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε δεινὸς

   σκορπίος οὐτήσας ταρσὸν ὀρεσσιβάτην.

   5αἰγανέη δὲ τάλαινα σίγυνά τε πὰρ χθονὶ κεῖται,

   αἰαῖ, θαρσαλέων παίγνια δορκαλίδων.

ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Πέτρου ὁρᾷς ῥητῆρος ἀεὶ γελόωσαν ὀπωπήν,

   ἐξόχου εἰν ἀγοραῖς, ἐξόχου ἐν φιλίῃ.

ἐν δὲ Διωνύσου θηεύμενος ὤλετο μοῦνος,

   ὑψόθεν ἐκ τέγεος σὺν πλεόνεσσι πεσών,

βαιὸν ἐπιζήσας, ὅσον ἤρκεσε. τοῦτον ἔγωγε

   ἄγριον οὐ καλέω, τὸν δὲ φύσει θάνατον.

ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ

Οὔποτέ με κρύψεις ὑπὸ πυθμένα νείατον αἴης

   τόσσον, ὅσον κρύψαι πάνσκοπον ὄμμα Δίκης.

ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ

Ἀντὶ φόνου τάφον ἄμμι χαρίζεαι· ἀλλὰ καὶ αὐτὸς

   ἴσων ἀντιτύχοις οὐρανόθεν χαρίτων.

ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ

Χαῖρέ μοι, ὦ ναυηγέ, καὶ εἰς Ἀίδαο περήσας

   μέμφεο μὴ πόντου κύμασιν, ἀλλ' ἀνέμοις.

κεῖνοι μέν σ' ἐδάμασσαν, ἁλὸς δέ σε μείλιχον ὕδωρ

   ἐς χθόνα καὶ πατέρων ἐξεκύλισε τάφους.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἀβάλε μηδ' ἐγένοντο γάμοι, μὴ νύμφια λέκτρα·

   οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις.

νῦν δ' ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται,

   γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος·

τρισσὴ δ' ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει

   τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον.

κούφη σοὶ τελέθει γαστήρ, τέκος, ἀντὶ κονίης·

   αὕτη γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις.

ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ

Πλώεις ναυηγόν με λαβὼν καὶ σήματι χώσας;

   πλῶε Μαλειάων ἄκρα φυλασσόμενος,

αἰεὶ δ' εὐπλοΐην μεθέποις, φίλος· ἢν δέ τι ῥέξῃ

   ἄλλο Τύχη, τούτων ἀντιάσαις χαρίτων.

ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ

Μύγδων τέρμα βίοιο λαχὼν αὐτόστολος ἦλθεν

   εἰς Ἀίδην, νεκύων πορθμίδος οὐ χατέων.

ἣν γὰρ ἔχε ζώων βιοδώτορα, μάρτυρα μόχθων,

   ἄγραις εἰναλίαις πολλάκι βριθομένην,

τήνδε καὶ ἐν θανάτῳ λάχε σύνδρομον, εὖτε τελευτὴν

   εὕρετο συλλήξας ὁλκάδι καιομένῃ.

οὕτω πιστὸν ἄνακτι πέλεν σκάφος, οἶκον ἀέξον

   Μύγδονι καὶ σύμπλουν ἐς βίον, ἐς θάνατον.

ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ

Οὔτι σε πόντος ὄλεσσε καὶ οὐ πνείοντες ἀῆται,

   ἀλλ' ἀκόρητος ἔρως φοιτάδος ἐμπορίης.

εἴη μοι γαίης ὀλίγος βίος· ἐκ δὲ θαλάσσης

   ἄλλοισιν μελέτω κέρδος ἀελλομάχον.

ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ

Χθών σε τέκεν, πόντος δὲ διώλεσε, δέκτο δὲ θῶκος

   Πλουτῆος· κεῖθεν δ' οὐρανὸν εἰσανέβης.

οὐχ ὡς ναυηγὸς δὲ βυθῷ θάνες, ἀλλ' ἵνα πάντων

   κλήροις ἀθανάτων, Πάμφιλε, κόσμον ἄγῃς.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Δαμόχαρις Μοίρης πυμάτην ὑπεδύσατο σιγήν.

   φεῦ, τὸ καλὸν Μούσης βάρβιτον ἠρεμέει,

ὤλετο γραμματικῆς ἱερὴ βάσις. ἀμφιρύτη Κῶς,

   καὶ πάλι πένθος ἔχεις οἷον ἐφ' Ἱπποκράτει.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα,

   μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης,

οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν

   θεσμῶν τ' Αὐσονίων ἐλπίδα μαψιδίην,

ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίην

   ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη.

καὶ τὸν μὲν κατέχει χθόνιος τάφος, ἀντὶ δ' ἐκείνου

   οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα.

ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ

Κλεινὸς Ἰωάννης. ‑ Θνητὸς λέγε. ‑ Γαμβρὸς ἀνάσσης.

   Θνητὸς ὅμως. ‑ Γενεῆς ἄνθος Ἀναστασίου. ‑

Θνητοῦ κἀκείνου. ‑ Βίον ἔνδικος. οὐκέτι τοῦτο

   θνητὸν ἔφης· ἀρεταὶ κρείσσονές εἰσι μόρου.

ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ

Ὑπατίου τάφος εἰμί· νέκυν δ' οὔ φημι καλύπτειν

   τόσσου τόσσος ἐὼν Αὐσονίων προμάχου·

γαῖα γὰρ αἰδομένη λιτῷ μέγαν ἀνέρα χῶσαι

   σήματι τῷ πόντῳ μᾶλλον ἔδωκεν ἔχειν.

‹ΤΟΥ ΑΥΤΟΥ›

Αὐτὸς ἄναξ νεμέσησε πολυφλοίσβοιο θαλάσσης

   κύμασιν Ὑπατίου σῶμα καλυψαμένοις·

ἤθελε γάρ μιν ἔχειν γέρας ὕστατον οἷα θανόντα,

   καὶ μεγαλοφροσύνης κρύψε θάλασσα χάριν.

ἔνθεν, πρηϋνόου κραδίης μέγα δεῖγμα, φαεινὸν

   τίμησεν κενεῷ σήματι τῷδε νέκυν.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαΐᾳ καὶ ἀοιδᾷ,

   τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας,

Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δ' ἐπὶ τύμβῳ

   κείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη.

ΙΟΥΛΙΑΝΟΥ ΑΙΓΥΠΤΙΟΥ

Μνῆμα σόν, ὦ Θεόδωρε, πανατρεκὲς οὐκ ἐπὶ τύμβῳ,

   ἀλλ' ἐνὶ βιβλιακῶν μυριάσιν σελίδων,

αἷσιν ἀνεζώγρησας ἀπολλυμένων ἀπὸ λήθης

   ἁρπάξας νοερῶν μόχθον ἀοιδοπόλων.

ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ

Κάτθανε μὲν Θεόδωρος· ἀοιδοπόλων δὲ παλαιῶν

   πληθὺς οἰχομένη νῦν θάνεν ἀτρεκέως.

πᾶσα γὰρ ἀμπνείοντι συνέπνεε, πᾶσα δ' ἀπέσβη

   σβεννυμένου· κρύφθη δ' εἰν ἑνὶ πάντα τάφῳ.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ναὶ μὰ τὸν ἐν γαίῃ πύματον δρόμον, οὔτε μ' ἄκοιτις

   ἔστυγεν οὔτ' αὐτὸς Θεύδοτος Εὐγενίης

ἐχθρὸς ἑκὼν γενόμην· ἀλλὰ φθόνος ἠέ τις ἄτη

   ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην.

νῦν δ' ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες

   ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ

Ἡ γλυκερὸν μέλψασα καὶ ἄλκιμον, ἡ θρόον αὐδῆς

   μούνη θηλυτέρης στήθεσι ῥηξαμένη

κεῖται σιγαλέη· τόσον ἔσθενε νήματα Μοίρης,

   ὡς λιγυρὰ κλεῖσαι χείλεα Καλλιόπης.

ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ

Οὔτι φύσις θήλεια καὶ οὐ πολιοῖο καρήνου

   ἀδρανίη φωνῆς σῆς κατέλυσε βίην·

ἀλλὰ μόλις ξυνοῖσι νόμοις εἴξασα τελευτῆς,

   φεῦ φεῦ, Καλλιόπη, σὴν κατέλυσας ὄπα.

ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ

Οὔνομα μὲν Κάλη, φρεσὶ δὲ πλέον ἠὲ προσώπῳ,

   κάτθανε· φεῦ, Χαρίτων ἐξαπόλωλεν ἔαρ.

καὶ γὰρ ἔην Παφίῃ πανομοίιος, ἀλλὰ συνεύνῳ

   μούνῳ, τοῖς δ' ἑτέροις Παλλὰς ἐρυμνοτάτη.

τίς λίθος οὐκ ἐγόησεν, ὅτ' ἐξήρπαξεν ἐκείνην

   εὐρυβίης Ἀίδης ἀνδρὸς ἀπ' ἀγκαλίδων;

ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ

Ὥριος εἷλέ σε παστάς, ἀώριος εἷλέ σε τύμβος,

   εὐθαλέων Χαρίτων ἄνθος, Ἀναστασίη.

σοὶ γενέτης, σοὶ πικρὰ πόσις κατὰ δάκρυα λείβει,

   σοὶ τάχα καὶ πορθμεὺς δάκρυ χέει νεκύων·

οὐ γὰρ ὅλον λυκάβαντα διήνυσας ἄγχι συνεύνου,

   ἀλλ' ἑκκαιδεκέτιν, φεῦ, κατέχει σε τάφος.

ΤΟΥ ΑΥΤΟΥ ΙΟΥΛΙΑΝΟΥ

Φεῦ φεῦ, ἀμετρήτων χαρίτων ἔαρ ἡδὺ μαραίνει

   ἀμφὶ σοὶ ὠμοφάγων χεῖμα τὸ νερτερίων.

καὶ σὲ μὲν ἥρπασε τύμβος ἀπ' ἠελιώτιδος αἴγλης

   πέμπτον ἐφ' ἑνδεκάτῳ πικρὸν ἄγουσαν ἔτος,

σὸν δὲ πόσιν γενέτην τε κακαῖς ἀλάωσεν ἀνίαις,

   οἷς πλέον ἠελίου λάμπες, Ἀναστασίη.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον, ἀλλά σε κηρὸν

   δέρκομαι, οὐδ' ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος

ἕζεται ἐν στομάτεσσι· τεὴ δ' εὐάνθεμος ἥβη,

   αἰαῖ, μαψιδίη νῦν χθονός ἐστι κόνις.

πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ

   τετράκις ἓξ μούνους ἔδρακες ἠελίους·

οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος

   ὄλβος. πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος

τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην,

  10   ἆ μέγα νηλειής, ἔσβεσεν ἀγλαΐην.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ

Ἄγριός ἐστι Χάρων. ‑ Πλέον ἤπιος. ‑ Ἥρπασεν ἤδη

   τὸν νέον. ‑ Ἀλλὰ νόῳ τοῖς πολιοῖσιν ἴσον. ‑

Τερπωλῆς δ' ἀπέπαυσεν. ‑ Ἀπεστυφέλιξε δὲ μόχθων. ‑

   Οὐκ ἐνόησε γάμους. ‑ Οὐδὲ γάμων ὀδύνας.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Λέκτρα σοι ἀντὶ γάμων ἐπιτύμβια, παρθένε κούρη,

   ἐστόρεσαν παλάμαις πενθαλέαις γενέται.

καὶ σὺ μὲν ἀμπλακίας βιότου καὶ μόχθον Ἐλευθοῦς

   ἔκφυγες, οἱ δὲ γόων πικρὸν ἔχουσι νέφος.

   5δωδεκέτιν γὰρ μοῖρα, Μακηδονίη, σε καλύπτει,

   κάλλεσιν ὁπλοτέρην, ἤθεσι γηραλέην.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΤΩΝ ΑΙΓΥΠΤΙΟΥ

Σοὶ σορὸν εὐλάιγγα, Ῥοδοῖ, καὶ τύμβον ἐγείρει

   ῥύσιά τε ψυχῆς δῶρα πένησι νέμει

ἀντ' εὐεργεσίης γλυκερὸς πόσις, ὅττι θανοῦσα

   ὠκύμορος κείνῳ δῶκας ἐλευθερίην.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Πρηΰς, ἐλευθερίην ἐπιειμένος, ἡδὺς ἰδέσθαι,

   ἐν βιότῳ προλιπὼν υἱέα γηροκόμον,

τύμβον ἔχει Θεόδωρος ἐπ' ἐλπίδι κρέσσονι μοίρης,

   ὄλβιος ἐν καμάτοις, ὄλβιος ἐν θανάτῳ.

ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ

Ψυλλὼ πρεσβυγενὴς τοῖς κληρονόμοις φθονέσασα

   αὐτὴ κληρονόμος τῶν ἰδίων γέγονεν·

ἁλλομένη δὲ τάχος κατέβη δόμον εἰς Ἀίδαο,

   ταῖς δαπάναις τὸ ζῆν σύμμετρον εὑρομένη.

πάντα φαγοῦσα βίον συναπώλετο ταῖς δαπάναισιν·

   ἥλατο δ' εἰς Ἀίδην, ὡς ἀπεκερμάτισεν.

ΕΥΤΟΛΜΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ

Υἱέος ὠκυμόρου θάνατον πενθοῦσα Μενίππη

   κωκυτῷ μεγάλῳ πνεῦμα συνεξέχεεν·

οὐδ' ἔσχεν παλίνορσον ἀναπνεύσασα γοῆσαι,

   ἀλλ' ἅμα καὶ θρήνου παύσατο καὶ βιότου.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἀττικὸς ἐς ξυνήν με παναγρέος ἐλπίδα Μοίρης

   θυμῷ θαρσαλέῳ ζῶν ἐλάχηνε τάφον

παίζων ἐξ ἀρετῆς θανάτου φόβον. ἀλλ' ἐπὶ δηρὸν

   ἠέλιος σοφίης μιμνέτω ἠελίῳ.

ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ

Ἥρπασέ τις νύμφην, καὶ τὸν γάμον ἥρπασε δαίμων

   ψυχῶν συλήσας τερπομένην ἀγέλην.

εἷς γάμος εἰκοσιπέντε τάφους ἔπλησε θανόντων,

   πάνδημος δὲ νεκρὼν εἷς γέγονεν θάλαμος.

νύμφη Πενθεσίλεια πολύστονε, νυμφίε Πενθεῦ,

   ἀμφοτέρων ὁ γάμος πλούσιος ἐν θανάτοις.

ΕΥΤΟΛΜΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΛΛΟΥΣΤΡΙΟΥ

Παρθενικὴν Ἑλένην μετ' ἀδελφεὸν ἄρτι θανόντα

   δειλαίη μήτηρ κόψατο διπλασίως.

μνηστῆρες δ' ἐγόησαν ἴσον γόον· ἦν γὰρ ἑκάστῳ

   θρηνεῖν τὴν μήπω μηδενὸς ὡς ἰδίην.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Φεῦ φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν

   Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις.

ὤλετο φορμίγγων τερετίσματα, λῆξαν ἀοιδαί,

   ὥσπερ Ἰωάννῃ πάντα συνολλύμενα.

καὶ τάχα θεσμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι,

   τύμβον Ἰωάννης ἀνθ' Ἑλικῶνος ἔχειν.

ΔΙΟΓΕΝΟΥΣ ΕΠΙΣΚΟΠΟΥ ΑΜΙΣΟΥ

Σοὶ τόδε, Διόγενες, θαλερῆς μνημήιον ἥβης

   Πόντῳ ἐν Εὐξείνῳ θήκατο Φρὺξ γενέτης,

φεῦ, πάτρης ἑκὰς ὅσσον· ἄγεν δέ σε νεῦμα Θεοῖο

   πατρὸς ἀδελφειῷ πένθος ὀφειλόμενον,

ὅς σε περιστείλας ἱερῇ παλάμῃ τε καὶ εὐχῇ

   γείτονα τῆς μακάρων θῆκε χοροστασίης.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις

   ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος·

ὅκκα δ' Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε κέλσας

   τὰν Μυτιληναίαν γᾶν ἀλάπαξε Πάχης,

τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως

   ἔκτανεν ὡς τήνας τῇδε βιησόμενος.

ταὶ δὲ κατ' Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην

   καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην·

δάμῳ δ' ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος,

  10   μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.

τοῖα μέν, ὦ κούρα, πεπονήκατον· ἂψ δ' ἐπὶ πάτραν

   ἥκετον, ἐν δ' αὐτᾷ κεῖσθον ἀποφθιμένα·

εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων

   εὕδετον ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας·

  15ὑμνεῦσιν δ' ἔτι πάντες ὁμόφρονας ἡρωίνας,

   πάτρας καὶ ποσίων πήματα τισαμένας.

ΑΔΕΣΠΟΤΟΝ

Εὐμόλπου φίλον υἱὸν ἔχει τὸ Φαληρικὸν οὖδας

   Μουσαῖον, φθίμενον σῶμ' ὑπὸ τῷδε τάφῳ.

Ὧδε Λίνον Θηβαῖον ἐδέξατο γαῖα θανόντα,

   Μούσης Οὐρανίης υἱὸν ἐυστεφάνου.

Θρήικα χρυσολύρην τῇδ' Ὀρφέα Μοῦσαι ἔθαψαν,

   ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει.

Ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ

   ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.

Πλούτου καὶ σοφίας πρύτανιν πατρὶς ἥδε Κόρινθος

   κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει.

ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ

Μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ

   τέρπεο πᾶσιν ὁμῶς, οἷσι δίδωσι θεός·

καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,

   οὕνεκεν οὐκ ἔτυχεν πρήξιος, ἧς ἔθελεν.

ΑΔΕΣΠΟΤΟΝ

Ἐνθάδ' ἐγὼ Σοφοκλῆς στυγερὸν δόμον Ἄϊδος ἔσβην

κάμμορος, εἴδατι Σαρδῴῳ σελίνοιο γελάσκων.

ὣς μὲν ἐγών, ἕτεροι δ' ἄλλως, πάντες δέ τε πάντως.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Βόρχος ὁ βουποίμην ὅτ' ἐπὶ γλυκὺ κηρίον εἷρπεν

   αἰγίλιπα σχοίνῳ πέτρον ἐπερχόμενος,

εἵπετό οἱ σκυλάκων τις ὁ καὶ βοσίν, ὃς φάγε λεπτὴν

   σχοῖνον ἀνελκομένῳ χραινομένην μέλιτι·

   5κάππεσε δ' εἰς Ἀίδαο· τὸ δ' ἀτρυγὲς ἀνδράσιν ἄλλοις

   κεῖνο μέλι ψυχῆς ὤνιον εἰρύσατο.

ΑΙΜΙΛΙΑΝΟΥ

Ἕλκε, τάλαν, παρὰ μητρὸς ὃν οὐκέτι μαστὸν ἀμέλξεις,

   ἕλκυσον ὑστάτιον νᾶμα καταφθιμένης·

ἤδη γὰρ ξιφέεσσι λιπόπνοος· ἀλλὰ τὰ μητρὸς

   φίλτρα καὶ εἰν Ἀίδῃ παιδοκομεῖν ἔμαθεν.

ΔΙΟΔΩΡΟΥ

Ἔρροις, Ἰονίοιο πολυπτοίητε θάλασσα,

   νηλὴς Ἀίδεω πορθμὲ κελαινοτάτου,

ἣ τόσσους κατέδεξο. τίς ἂν τεά, κάμμορε, λέξαι

   αἴσυλα δυστήνων αἶσαν ὀπιζόμενος;

Αἰγέα καὶ Λαβέωνα σὺν ὠκυμόροισιν ἑταίροις

   νηί τε σὺν πάσῃ βρύξας ἁλὶ ῥοθίῃ.

ΑΝΤΙΠΑΤΡΟΥ [ΣΙΔΩΝΙΟΥ]

Εἰδότα κἠπ' Ἄτλαντα τεμεῖν πόρον εἰδότα Κρήτης

   κύματα καὶ Πόντου ναυτιλίην Μέλανος,

Καλλιγένευς Διόδωρον Ὀλύνθιον ἴσθι θανόντα

   ἐν λιμένι πρῴρης νύκτερον ἐκχύμενον,

δαιτὸς ἐκεῖ τὸ περισσὸν ὅτ' ἤμεεν. ἆ πόσον ὕδωρ

   ὤλεσε τὸν τόσσῳ κεκριμένον πελάγει.

ΑΔΕΣΠΟΤΟΝ

Ἐσχατιαὶ Λιβύων Νασαμωνίδες, οὐκέτι θηρῶν

   ἔθνεσιν ἠπείρου νῶτα βαρυνόμεναι

ἦχος ἐρημαίαισιν ἔπι πτύρεσθε λεόντων

   ὠρυγαῖς ψαμάθους ἄχρις ὑπὲρ Νομάδων,

φῦλον ἐπεὶ νήριθμον ἐν ἰχνοπέδαισιν ἀγρευθὲν

   ἐς μίαν αἰχμηταῖς Καῖσαρ ἔθηκεν ὁ παῖς·

αἱ δὲ πρὶν ἀγραύλων ἐγκοιτάδες ἀκρώρειαι

   θηρῶν νῦν ἀνδρῶν εἰσὶ βοηλασίαι.

ΔΙΟΔΩΡΟΥ

Ἡμιτελῆ θάλαμόν τε καὶ ἐγγύθι νυμφικὰ λέκτρα,

   κοῦρε, λιπὼν ὀλοὴν οἶμον ἔβης Ἀίδου·

Θύνιον Ἀστακίην δὲ μάλ' ἤκαχες, ἥ σε μάλιστα

   οἰκτρὰ τὸν ἡβητὴν κώκυεν ἠίθεον

Ἱππάρχου κλαίουσα κακὸν μόρον, εἴκοσι ποίας

   μοῦνον ἐπεὶ βιότου πλήσαο καὶ πίσυρας.

ΚΡΙΝΑΓΟΡΟΥ

Ἠρνήσαντο καὶ ἄλλαι ἑὸν πάρος οὔνομα νῆσοι

   ἀκλεές, ἐς δ' ἀνδρῶν ἦλθον ὁμωνυμίην·

κληθείητε καὶ ὔμμες Ἐρωτίδες· οὐ νέμεσίς τοι

   Ὀξείαις ταύτην κλῆσιν ἀμειψαμέναις.

παιδὶ γάρ, ὃν τύμβῳ Δίης ὑπεθήκατο βώλου,

   οὔνομα καὶ μορφὴν αὐτὸς ἔδωκεν Ἔρως.

ὦ χθὼν σηματόεσσα καὶ ἡ παρὰ θινὶ θάλασσα,

   παιδὶ σὺ μὲν κούφη κεῖσο, σὺ δ' ἡσυχίη.

ΑΝΤΙΠΑΤΡΟΥ

Ἦ χθαμαλὴν ὑπέδυς ὁ τόσος κόνιν; εἰς σέ τις ἀθρῶν,

   Σώκρατες, Ἑλλήνων μέμψεται ἀκρισίην·

νηλέες, οἳ τὸν ἄριστον ἀπώλεσαν, οὐδὲ ἓν αἰδοῖ

   δόντες. τοιοῦτοι πολλάκι Κεκροπίδαι.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Ἤδη που πάτρης πελάσας σχεδὸν Αὔριον, εἶπον,

   ἡ μακρὴ κατ' ἐμοῦ δυσπλοΐη κοπάσει.

οὔπω χεῖλος ἔμυσε, καὶ ἦν ἴσος Ἄϊδι πόντος,

   καί με κατέτρυχεν κεῖνο τὸ κοῦφον ἔπος.

πάντα λόγον πεφύλαξο τὸν αὔριον· οὐδὲ τὰ μικρὰ

   λήθει τὴν γλώσσης ἀντίπαλον Νέμεσιν.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Ἢν ἄρα Μιλήτου Φοιβήιον ‹ᾐόν'› ἵκησθε,

   λέξατε Διογένει πένθιμον ἀγγελίην,

παῖς ὅτι οἱ ναυηγὸς ὑπὸ χθονὶ κεύθεται Ἄνδρου

   Δίφιλος Αἰγαίου κῦμα πιὼν πελάγευς.

ΔΙΟΔΩΡΟΥ

Κλίμακος ἐξ ὀλίγης ὀλίγον βρέφος ἐν Διοδώρου

   κάππεσεν, ἐκ δ' ἐάγη καίριον ἀστράγαλον

δινηθεὶς προκάρηνος· ἐπεὶ δ' ἴδε θεῖον ἄνακτα

   ἀντόμενον, παιδνὰς αὐτίκ' ἔτεινε χέρας.

   5ἀλλὰ σὺ νηπιάχου δμωός, κόνι, μήποτε βρίθειν

   ὀστέα, τοῦ διετοῦς φειδομένη Κόρακος.

ΚΡΙΝΑΓΟΡΟΥ

Καὶ αὐτὴ ἤχλυσεν ἀκρέσπερος ἀντέλλουσα

   Μήνη πένθος ἑὸν νυκτὶ καλυψαμένη,

οὕνεκα τὴν χαρίεσσαν ὁμώνυμον εἶδε Σελήνην

   ἄπνουν εἰς ζοφερὸν δυομένην Ἀίδην.

κείνῃ γὰρ καὶ κάλλος ἑοῦ κοινώσατο φωτὸς

   καὶ θάνατον κείνης μίξεν ἑῷ κνέφεϊ.

ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ

Νεκροδόκον κλιντῆρα Φίλων ὁ πρέσβυς ἀείρων

   ἐγκλιδόν, ὄφρα λάβοι μισθὸν ἐφημέριον,

σφάλματος ἐξ ὀλίγοιο πεσὼν θάνεν· ἦν γὰρ ἕτοιμος

   εἰς Ἀίδην, ἐκάλει δ' ἡ πολιὴ πρόφασιν·

ὃν δ' ἄλλοις ἐφόρει νεκυοστόλον, αὐτὸς ἐφ' αὑτῷ

   ἀσκάντην ὁ γέρων ἀχθοφορῶν ἔλαθεν.

ΤΟΥ ΑΥΤΟΥ

Ναῦν Ἱεροκλείδης ἔσχεν σύγγηρον, ὁμόπλουν

   τὴν αὐτὴν ζωῆς καὶ θανάτου σύνοδον,

πιστὴν ἰχθυβολεῦντι συνέμπορον· οὔτις ἐκείνης

   πώποτ' ἐπέπλωσεν κῦμα δικαιοτέρη.

γήραος ἄχρις ἔβοσκε πονευμένη, εἶτα θανόντα

   ἐκτέρισεν, συνέπλω δ' ἄχρι καὶ Ἀίδεω.

ΚΡΙΝΑΓΟΡΟΥ

Ποιμὴν ὦ μάκαρ, εἴθε κατ' οὔρεος ἐπροβάτευον

   κἠγὼ ποιηρὸν τοῦτ' ἀνὰ λευκόλοφον,

κριοῖς ἁγητῆρσι ποτ' ἐβληχημένα βάζων,

   ἢ πικρῇ βάψαι νήοχα πηδάλια

ἅλμῃ. τοιγὰρ ἔδυν ὑποβένθιος· ἀμφὶ δὲ ταύτην

   θῖνά με ῥοιβδήσας Εὖρος ἐφωρμίσατο.

ΑΝΤΙΠΑΤΡΟΥ

Πύρρος ὁ μουνερέτης ὀλίγῃ νεῒ λεπτὰ ματεύων

   φυκία καὶ τριχίνης μαινίδας ἐκ καθέτου,

ἠιόνων ἀποτῆλε τυπεὶς κατέδουπε κεραυνῷ·

   νηῦς δὲ πρὸς αἰγιαλοὺς ἔδραμεν αὐτομάτη

ἀγγελίην θείῳ καὶ λιγνύϊ μηνύουσα

   καὶ φράσαι Ἀργῴην οὐκ ἐπόθησε τρόπιν.

ΚΡΙΝΑΓΟΡΟΥ

Παίδων ἀλλαχθέντι μόρῳ ἔπι τοῦτ' ἐλεεινὴ

   μήτηρ ἀμφοτέρους εἶπε περισχομένη·

Καὶ νέκυν οὐ σέο, τέκνον, ἐπ' ἤματι τῷδε γοήσειν

   ἤλπισα καὶ ζωοῖς οὐ σὲ μετεσσόμενον

ὄψεσθαι· νῦν δ' οἱ μὲν ἐς ὑμέας ἠμείφθησαν

   δαίμονες, ἄψευστον δ' ἵκετο πένθος ἐμοί.

ΑΝΤΙΠΑΤΡΟΥ

Πᾶσα θάλασσα θάλασσα. τί Κυκλάδας ἢ στενὸν Ἕλλης

   κῦμα καὶ Ὀξείας ἠλεὰ μεμφόμεθα;

ἄλλως τοὔνομ' ἔχουσιν. ἐπεὶ τί με, τὸν προφυγόντα

   κεῖνα, Σκαρφαιεὺς ἀμφεκάλυψε λιμήν;

νόστιμον εὐπλοΐην ἀρῷτό τις· ὡς τά γε πόντου

   πόντος, ὁ τυμβευθεὶς οἶδεν Ἀρισταγόρης.

ΤΟΥ ΑΥΤΟΥ

Ῥιγηλὴ ναύταις Ἐρίφων δύσις, ἀλλὰ Πύρωνι

   πουλὺ γαληναίη χείματος ἐχθροτέρη·

νῆα γὰρ ἀπλοΐῃ πεπεδημένου ἔφθασε ναύταις

   ληιστέων ταχινὴ δίκροτος ἐσσυμένη,

χεῖμα δέ μιν προφυγόντα γαληναίῳ ὑπ' ὀλέθρῳ

   ἔκτανον· ἆ λυγρῆς δειλὲ καχορμισίης.

ΑΝΤΙΦΙΛΟΥ

Σῆμα δυωδεκάμοιρον ἀφεγγέος ἠελίοιο,

   τοσσάκις ἀγλώσσῳ φθεγγόμενον στόματι,

εὖτ' ἂν θλιβομένοιο ποτὶ στενὸν ὕδατος ἀὴρ

   αὐλὸν ἀποστείλῃ πνεῦμα διωλύγιον,

θῆκεν Ἀθήναιος δήμῳ χάριν, ὡς ἂν ἐναργὴς

   εἴη κἠν φθονεραῖς ἠέλιος νεφέλαις.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Σύρου καὶ Δήλοιο κλύδων μέσος υἷα Μενοίτην

   σὺν φόρτῳ Σαμίου κρύψε Διαφανέος

εἰς ὅσιον σπεύδοντα πλόου τάχος· ἀλλὰ θάλασσα

   ἐχθρὴ καὶ νούσῳ πατρὸς ἐπειγομένοις.

ΚΡΙΝΑΓΟΡΟΥ

Ὑμνίδα τὴν Εὐάνδρου ἐράσμιον αἰὲν ἄθυρμα

   οἰκογενὲς κούρην αἱμύλον εἰναέτιν,

ἥρπασας, ὦ ἄλλιστ' Ἀίδη, τί πρόωρον ἐφιεὶς

   μοῖραν τῇ πάντως σεῖό ποτ' ἐσσομένῃ;

ΒΙΑΝΟΡΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ

Ὕστατον ἐθρήνησε τὸν ὠκύμορον Κλεαρίστη

   παῖδα καὶ ἀμφὶ τάφῳ πικρὸν ἔπαυσε βίον·

κωκύσασα γὰρ ὅσσον ἐχάνδανε μητρὸς ἀνίη,

   οὐκέτ' ἐπιστρέψαι πνεύματος ἔσχε τόνους.

θηλύτεραι, τί τοσοῦτον ἐμετρήσασθε τάλαιναι

   θρῆνον, ἵνα κλαύσητ' ἄχρι καὶ Ἀίδεω;

ΚΡΙΝΑΓΟΡΟΥ

Ὦ δύστην' ὄλβοιο Φιλόστρατε, ποῦ σοι ἐκεῖνα

   σκῆπτρα καὶ αἱ βασιλέων ἄφθονοι εὐτυχίαι,

αἷσιν ἐπῃώρησας ἀεὶ βίον ἢ ἐπὶ Νείλῳ

   ‹ἢ ἐν Ἰου›δαίοις ὢν περίοπτος ὅροις;

ὀθνεῖοι καμάτους τοὺς σοὺς διεμοιρήσαντο,

   σὸς δὲ νέκυς ψαφαρῇ κείσετ' ἐν Ὀστρακίνῃ.

ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ

Λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα

   εἶπ' Ἐρατὼ χλωροῖς δάκρυσι λειβομένα·

Ὦ πάτερ, οὔ τοι ἔτ' εἰμί, μέλας δ' ἐμὸν ὄμμα καλύπτει

   ἤδη ἀποφθιμένης κυάνεον θάνατος.

[ΣΙΜΩΝΙΔΟΥ, οἱ δὲ] ΣΙΜΙΟΥ

Ὕστατα δὴ τάδ' ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ

   δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα·

Αὖθι μένοις παρὰ πατρί, τέκοις δ' ἐπὶ λῴονι μοίρᾳ

   ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Ἐσθλὸς Ἀριστοκράτης, ὅτ' ἀπέπλεεν εἰς Ἀχέροντα,

   εἶπ' ὀλιγοχρονίης ἁψάμενος κεφαλῆς·

Παίδων τις μνήσαιτο καὶ ἑδνώσαιτο γυναῖκα,

   εἰ καί μιν δάκνοι δυσβίοτος πενίη·

ζωὴν στυλώσαιτο· κακὸς δ' ἄστυλος ἰδέσθαι

   οἶκος. ὁ δ' ἂν λῷστος τἀνέρος ἐσχαρεὼν

εὐκίων φαίνοιτο καὶ ἐν πολυκαέι ὄγκῳ

   ἐνστῇ αὐγάζων δαλὸν ἐπεσχάριον.

ᾔδει Ἀριστοκράτης τὸ κρήγυον· ἀλλὰ γυναικῶν,

  10   ὤνθρωπ', ἤχθαιρεν τὴν ἀλιτοφροσύνην.

ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ

Ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θ' ὑμεναίων

   μάτηρ στῆσε τάφῳ τῷδ' ἐπὶ μαρμαρίνῳ

παρθενικὰν μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν,

   Θερσί· ποτιφθεγκτὰ δ' ἔπλεο καὶ φθιμένα.

[ΦΛΑΚΚΟΥ ἢ] ΦΑΛΑΙΚΟΥ

Φεῦγε θαλάσσια ἔργα, βοῶν δ' ἐπιβάλλευ ἐχέτλῃ,

   εἴ τί τοι ἡδὺ μακρῆς πείρατ' ἰδεῖν βιοτῆς·

ἠπείρῳ γὰρ ἔνεστι μακρὸς βίος· εἰν ἁλὶ δ' οὔ πως

   εὐμαρὲς εἰς πολιὴν ἀνδρὸς ἰδεῖν κεφαλήν.

ΣΙΜΩΝΙΔΟΥ

Τούσδ' ἀπὸ Τυρρηνῶν ἀκροθίνια Φοίβῳ ἄγοντας

   ἓν πέλαγος, μία ναῦς, εἷς τάφος ἐκτέρισεν.

ΕΥΦΟΡΙΩΝΟΣ

Οὐχ ὁ τρηχὺς ἔλαιος ἐπ' ὀστέα κεῖνα καλύπτει

   οὐδ' ἡ κυάνεον γράμμα λαβοῦσα πέτρη·

ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς Δρακάνοιο

   Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις·

   5ἀντὶ δ' ἐγὼ ξενίης Πολυμήδεος ἡ κεινὴ χθὼν

   ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Ἠχήεσσα θάλασσα, τί τὸν Τιμάρεος οὕτως

   πλώοντ' οὐ πολλῇ νηὶ Τελευταγόρην

ἄγρια χειμήνασα καταπρηνώσαο πόντῳ

   σὺν φόρτῳ, λάβρον κῦμ' ἐπιχευαμένη;

χὠ μέν που καύηξιν ἢ ἰχθυβόροις λαρίδεσσιν

   τεθρήνητ' ἄπνους εὐρεῖ ἐν αἰγιαλῷ·

Τιμάρης δὲ κενὸν τέκνου κεκλαυμένον ἀθρῶν

   τύμβον δακρύει παῖδα Τελευταγόρην.

ΠΑΓΚΡΑΤΟΥΣ

Ὤλεσεν Αἰγαίου διὰ κύματος ἄγριος ἀρθεὶς

   Λὶψ Ἐπιηρείδην Ὑάσι δυομέναις

αὐτὸν ἑῇ σὺν νηὶ καὶ ἀνδράσιν· ᾧ τόδε σῆμα

   δακρύσας κενεὸν παιδὶ πατὴρ ἔκαμεν.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Αἰεὶ ληισταὶ καὶ ἁλιφθόροι οὐδὲ δίκαιοι

   Κρῆτες. τίς Κρητῶν οἶδε δικαιοσύνην;

ὡς καὶ ἐμὲ πλώοντα σὺν οὐκ εὐπίονι φόρτῳ

   Κρηταιεῖς ὦσαν Τιμόλυτον καθ' ἁλὸς

δείλαιον. κἠγὼ μὲν ἁλιζώοις λαρίδεσσι

   κέκλαυμαι, τύμβῳ δ' οὐχ ὕπο Τιμόλυτος.

ΤΟΥ ΑΥΤΟΥ

Ἀρκεῖ μοι γαίης μικρὴ κόνις· ἡ δὲ περισσὴ

   ἄλλον ἐπιθλίβοι πλούσια κεκλιμένον

στήλη, τὸ σκληρὸν νεκρῶν βάρος. εἴ με θανόντα

   γνώσοντ', Ἀλκάνδρῳ τοῦτο τί Καλλιτέλευς;

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

Τὴν ὀλίγην βῶλον καὶ τοῦτ' ὀλιγήριον, ὦνερ,

   σῆμα ποτίφθεγξαι τλάμονος Ἀλκιμένευς,

εἰ καὶ πᾶν κέκρυπται ὑπ' ὀξείης παλιούρου.

   καὶ βάτου ἦν ποτ' ἐγὼ δήιος Ἀλκιμένης.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

Ποιμένες, οἳ ταύτην ὄρεος ῥάχιν οἰοπολεῖτε

   αἶγας κεὐείρους ἐμβοτέοντες ὄις,

Κλειταγόρῃ, πρὸς Γῆς, ὀλίγην χάριν, ἀλλὰ προσηνῆ

   τίνοιτε χθονίης εἵνεκα Φερσεφόνης.

   5βληχήσαιντ' ὄιές μοι, ἐπ' ἀξέστοιο δὲ ποιμὴν

   πέτρης συρίζοι πρηέα βοσκομέναις·

εἴαρι δὲ πρώτῳ λειμώνιον ἄνθος ἀμέρξας

   χωρίτης στεφέτω τύμβον ἐμὸν στεφάνῳ,

καί τις ἀπ' εὐάρνοιο καταχραίνοιτο γάλακτι

  10   οἰός, ἀμολγαῖον μαστὸν ἀνασχόμενος,

κρηπῖδ' ὑγραίνων ἐπιτύμβιον. εἰσὶ θανόντων,

   εἰσὶν ἀμοιβαῖαι κἀν φθιμένοις χάριτες.

ΘΕΟΚΡΙΤΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλὸς

   ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρ', ἔχει.

Χαιρέτω οὗτος ὁ τύμβος, ἐρεῖς, ἐπεὶ Εὐρυμέδοντος

   κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.

‹ΘΕΟΚΡΙΤΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ›

Νήπιον υἱὸν ἔλειπες, ἐν ἡλικίῃ δὲ καὶ αὐτός,

   Εὐρύμεδον, τύμβου τοῦδε θανὼν ἔτυχες.

σοὶ μὲν ἕδρη θείοισι παρ' ἀνδράσι, τὸν δὲ πολῖται

   τιμησεῦντι πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.

ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ

Ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ' ἐφίεται Ὄρθων·

   Χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις·

καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω μόρον, ἀντὶ δὲ πολλῆς

   πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής,

   δεινὸς ἀπ' ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.

εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα,

   χὐμνοθέτης αὐτῷ δαιμονίως φίλος ἦν.

   5πάντων, ὧν ἐπέοικεν, ἔχει τεθνεὼς ὁ σοφιστής·

   καίπερ ἄκικυς ἐὼν εἶχ' ἄρα κηδεμόνας.

ΛΕΩΝΙΔΟΥ

Ἡ παῖς ᾤχετ' ἄωρος ἐν ἑβδόμῳ ἥδ' ἐνιαυτῷ

   εἰς Ἀίδην πολλῆς ἡλικίης προτέρη,

δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφὸν

   νήπιον ἀστόργου γευσάμενον θανάτου.

αἰαῖ, λυγρὰ παθοῦσα Περιστέρη, ὡς ἐν ἑτοίμῳ

   ἀνθρώποις δαίμων θῆκε τὰ δεινότατα.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

   Ὁ μικκὸς τόδ' ἔτευξε τᾷ Θραΐσσᾳ

Μήδειος τὸ μνᾶμ' ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας.

   ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντ' ἐκείνων

ὧν τὸν κῶρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα τελευτᾷ.

‹ΛΕΩΝΙΔΟΥ›

Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν

   τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος

   διῆλθε κἠπὶ νύκτα καὶ ποτ' ἀῶ.

ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,

   ὡς ἐμμελής τ' ἐγένετο κἠπιδέξιος

   ἔπεά τε ποιεῖν πρὸς λύραν τ' ἀείδειν.

ΤΟΥ ΑΥΤΟΥ ΛΕΩΝΙΔΟΥ

Μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃ

   νηί· κρατεῖ παντὸς δούρατος εἷς ἄνεμος.

ὤλεσε καὶ Πρόμαχον πνοιὴ μία, κῦμα δὲ ναύτας

   ἀθρόον ἐς κοίλην ἐστυφέλιξεν ἅλα.

οὐ μήν οἱ δαίμων πάντῃ κακός· ἀλλ' ἐνὶ γαίῃ

   πατρίδι καὶ τύμβου καὶ κτερέων ἔλαχεν

κηδεμόνων ἐν χερσίν, ἐπεὶ τρηχεῖα θάλασσα

   νεκρὸν πεπταμένους θῆκεν ἐπ' αἰγιαλούς.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Οὗτος ὁ Λειάνδροιο διάπλοος, οὗτος ὁ πόντου

   πορθμὸς ὁ μὴ μούνῳ τῷ φιλέοντι βαρύς·

ταῦθ' Ἡροῦς τὰ πάροιθεν ἐπαύλια, τοῦτο τὸ πύργου

   λείψανον· ὁ προδότης ὧδ' ἐπέκειτο λύχνος.

κοινὸς δ' ἀμφοτέρους ὅδ' ἔχει τάφος, εἰσέτι καὶ νῦν

   κείνῳ τῷ φθονερῷ μεμφομένους ἀνέμῳ.

ΑΔΕΣΠΟΤΟΝ

Τίπτε μάτην γοόωντες ἐμῷ παραμίμνετε τύμβῳ;

   οὐδὲν ἔχω θρήνων ἄξιον ἐν φθιμένοις.

λῆγε γόων καὶ παῦε, πόσις, καί, παῖδες ἐμεῖο,

   χαίρετε καὶ μνήμην σῴζετ' Ἀμαζονίης.

ΛΕΩΝΙΔΟΥ

Οὐδ' εἴ μοι γελόωσα καταστορέσειε Γαλήνη

   κύματα καὶ μαλακὴν φρῖκα φέροι Ζέφυρος,

νηοβάτην ὄψεσθε· δέδοικα γὰρ οὓς πάρος ἔτλην

   κινδύνους ἀνέμοις ἀντικορυσσόμενος.

ΠΛΑΤΩΝΟΣ

Ἀστέρας εἰσαθρεῖς, Ἀστὴρ ἐμός· εἴθε γενοίμην

   οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.

ΤΟΥ ΑΥΤΟΥ

Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος·

   νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.

ΑΔΗΛΟΝ, οἱ δὲ ΒΙΑΝΟΡΟΣ

Πάντα Χάρων ἄπληστε, τί τὸν νέον ἥρπασας αὔτως

   Ἄτταλον; οὐ σὸς ἔην, κἂν θάνε γηραλέος;

ΑΔΕΣΠΟΤΟΝ

Χθὼν μὲν ἔχει δέμας ἐσθλόν, ἔχει κλυτὸν οὐρανὸς ἦτορ

Ἀνδρέω, ὃς Δαναοῖσι καὶ Ἰλλυριοῖσι δικάσσας

οὐχ ὁσίων κτεάνων καθαρὰς ἐφυλάξατο χεῖρας.

ΑΔΗΛΟΝ

Εἰ γένος εὐσεβέων ζώει μετὰ τέρμα βίοιο

ναιετάον κατὰ θεσμὸν ἀνὰ στόμα φωτὸς ἑκάστου,

Ἀνδρέα, σὺ ζώεις, οὐ κάτθανες, ἀλλά σε χῶρος

ἄμβροτος ἀθανάτων ἁγίων ὑπέδεκτο καμόντα.

ΑΔΡΙΑΝΟΥ

Ἀρχιλόχου τόδε σῆμα, τὸν ἐς λυσσῶντας ἰάμβους

   ἤγαγε Μαιονίδῃ Μοῦσα χαριζομένη.

ΛΕΩΝΙΔΟΥ

Ἄτρομος ἐκ τύμβου λύε πείσματα ναυηγοῖο·

   χἠμῶν ὀλλυμένων ἄλλος ἐνηοπόρει.

ΑΔΗΛΟΝ

Δοῦλος Ἐπίκτητος γενόμην καὶ σῶμ' ἀνάπηρος

   καὶ πενίην Ἶρος καὶ φίλος ἀθανάτοις.

‹ΣΙΜΩΝΙΔΟΥ›

Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι

   Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,

μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς

   οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.

ΑΔΕΣΠΟΤΟΝ

Πληρώσας στρατιὴν Σωτήριχος ἐνθάδε κεῖμαι,

ὄλβον ἐμῶν καμάτων γλυκεροῖς τεκέεσσιν ἐάσας.

ἦρξα δ' ἐν ἱππήεσσι, Γερήνιος οἷά τε Νέστωρ,

ἐξ ἀδίκων τε πόνων κειμήλιον οὐδὲν ἔτευξα.

τοὔνεκα καὶ μετὰ πότμον ὁρῶ φάος Οὐλύμποιο.

ΤΟΥ ΑΓΙΟΥ ΣΩΦΡΟΝΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ

Τύμβε, τίς ἢ πόθεν, ἦν δ' ἔτι παῖς τίνος; ἔργα καὶ ὄλβον

   νεκροῦ, ὃν ἔνδον ἔχεις, ἔννεπε, κευθόμενον. ‑

Οὗτος Ἰωάννης, Κύπριος γένος, υἱὸς ἐτύχθη

   εὐγενέος Στεφάνου· ἦν δὲ νομεὺς Φαρίης.

κτήμασι μὲν πολύολβος ὅλων πλέον, ὧν τρέφε Κύπρος,

   ἐκ πατέρος πατέρων ἐξ ὁσίων τε πόνων·

ἔργα δὲ θέσκελα πάντα λέγειν, ἅπερ ἐν χθονὶ τεῦξεν,

   οὐδ' ἐμοῦ ἐστι νόου οὐδ' ἑτέρων στομάτων·

πάντα γὰρ ἄνδρα παρῆλθε φαεινοτάταις ἀρετῇσι

  10   δόξαντα κρατέειν ταῖς ἀρεταῖς ἑτέρων.

τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη,

   εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτης.

ΣΩΦΡΟΝΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ

Ἀρχὸς Ἰωάννης Φαρίης ἀρετῶν ἱερήων

ἐνθάδε νῦν μετὰ τέρμα φίλῃ παρὰ πατρίδι κεῖται·

θνητὸν γὰρ λάχε σῶμα, καὶ εἰ βίον ἄφθιτον ἕξει

ἀθανάτους πρήξεις τε κατὰ χθόνα ῥέξεν ἀπείρους.

ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ

Οὐκ ἀπεδήμησας τιμῆς χάριν, ἀλλὰ τελευτῆς,

   καὶ χωλός περ ἐὼν ἔδραμες εἰς Ἀίδην,

Γέσσιε Μοιράων τροχαλώτερε· ἐκ προκοπῆς γάρ,

   ἧς εἶχες κατὰ νοῦν, ἐξεκόπης βιότου.

ΤΟΥ ΑΥΤΟΥ

Γέσσιος οὐ τέθνηκεν ἐπειγόμενος παρὰ Μοίρης·

   αὐτὸς τὴν Μοῖραν προὔλαβεν εἰς Ἀίδην.

ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ

Μηδὲν ἄγαν τῶν ἑπτὰ σοφῶν ὁ σοφώτατος εἶπεν·

   ἀλλὰ σὺ μὴ πεισθείς, Γέσσιε, ταῦτ' ἔπαθες·

καὶ λόγιός περ ἐὼν ἀλογώτατον ἔσχες ὄνειδος

   ὡς ἐπιθυμήσας οὐρανίης ἀνόδου.

   5οὕτω Πήγασος ἵππος ἀπώλεσε Βελλεροφόντην

   βουληθέντα μαθεῖν ἀστροθέτους κανόνας·

ἀλλ' ὁ μὲν ἵππον ἔχων καὶ θαρσαλέον σθένος ἥβης,

   Γέσσιος οὐδὲ χεσεῖν εὔτονον ἦτορ ἔχων.

ΤΟΥ ΑΥΤΟΥ

Μηδεὶς ζητήσῃ μερόπων ποτὲ καὶ θεὸς εἶναι

   μηδ' ἀρχὴν μεγάλην, κόμπον ὑπερφίαλον.

Γέσσιος αὐτὸς ἔδειξε· κατηνέχθη γὰρ ἐπαρθεὶς

   θνητῆς εὐτυχίης μηκέτ' ἀνασχόμενος.

ΤΟΥ ΑΥΤΟΥ

Ζητῶν ἐξεῦρες βιότου τέλος εὐτυχίης τε

   ἀρχὴν ζητήσας πρὸς τέλος ἐρχομένην.

ἀλλ' ἔτυχες τιμῆς, ὦ Γέσσιε, καὶ μετὰ μοῖραν

   σύμβολα τῆς ἀρχῆς ὕστατα δεξάμενος.

ΤΟΥ ΑΥΤΟΥ

Γέσσιον ὡς ἐνόησεν ὁ Βαύκαλος ἄρτι θανόντα

   χωλεύοντα πλέον, τοῖον ἔλεξεν ἔπος·

Γέσσιε, πῶς, τί παθὼν κατέβης δόμον Ἄϊδος εἴσω

   γυμνός, ἀκήδεστος, σχήματι καινοτάφῳ;

   5τὸν δὲ μέγ' ὀχθήσας προσέφη καὶ Γέσσιος εὐθύς·

   Βαύκαλε, τὸ στρῆνος καὶ θάνατον παρέχει.

ΤΟΥ ΑΥΤΟΥ

Τὴν Ἀμμωνιακὴν ἀπάτην ὅτε Γέσσιος ἔγνω

   τοῦ ξενικοῦ θανάτου ἐγγύθεν ἐρχόμενος,

τὴν ἰδίην γνώμην κατεμέμψατο καὶ τὸ μάθημα

   καὶ τοὺς πειθομένους ἀστρολόγοις ἀλόγοις.

ΤΟΥ ΑΥΤΟΥ

Οἱ δύο Κάλχαντες τὸν Γέσσιον ὤλεσαν ὅρκοις

   τῶν μεγάλων ὑπάτων θῶκον ὑποσχόμενοι.

ὦ γένος ἀνθρώπων ἀνεμώλιον, αὐτοχόλωτον,

   ἄχρι τέλους βιότου μηδὲν ἐπιστάμενον.

ΑΔΗΛΟΝ

Ἐνθάδε σῶμα λέλοιπεν Ἀπελλιανὸς μέγ' ἄριστος·

ψυχὴν δ' ἐν χείρεσσιν ἑὴν παρακάτθετο Χριστῷ.

ΑΔΗΛΟΝ

Οὐδὲ θανὼν κλέος ἐσθλὸν ἀπώλεσας ἐς χθόνα πᾶσαν,

   ἀλλ' ἔτι σῆς ψυχῆς ἀγλαὰ πάντα μένει,

ὅσσ' ἔλαχές τ' ἔμαθές τε φύσει, μῆτιν πανάριστε·

   τῷ ῥα καὶ ἐς μακάρων νῆσον ἔβης, Πυθέα.

ΑΔΕΣΠΟΤΟΝ

Ἄλκηστις νέη εἰμί· θάνον δ' ὑπὲρ ἀνέρος ἐσθλοῦ

Ζήνωνος, τὸν μοῦνον ἐνὶ στέρνοισιν ἐδέγμην,

ὃν φωτὸς γλυκερῶν τε τέκνων προὔκριν' ἐμὸν ἦτορ,

οὔνομα Καλλικράτεια, βροτοῖς πάντεσσιν ἀγαστή.

ΑΝΤΙΠΑΤΡΟΥ [οἱ δὲ ΦΙΛΙΠΠΟΥ] ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Γλύκων, τὸ Περγαμηνὸν Ἀσίδι κλέος,

ὁ παμμάχων κεραυνός, ὁ πλατὺς πόδας,

ὁ καινὸς Ἄτλας αἵ τ' ἀνίκατοι χέρες

ἔρροντι· τὸν δὲ πρόσθεν οὔτ' ἐν Ἰταλοῖς

οὔθ' Ἑλλάδι τροπωτὸν οὔτ' ἐν Ἀσίδι

ὁ πάντα νικῶν Ἀίδης ἀνέτραπεν.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Γλῆνιν παρῃονῖτις ἀμφέχω χερμὰς

πικρῇ κατασπασθέντα κύματος δίνῃ,

ὅτ' ἰχθυάζετ' ἐξ ἄκρης ἀπορρῶγος·

χῶσαν δέ μ', ὅσσος λαὸς ἦν συνεργήτης·

Πόσειδον, οὓς σὺ σῷζε καὶ γαληναίην

αἰὲν διδοίης ὁρμιηβόλοις θῖνα.

ΑΔΑΙΟΥ

Ἢν παρίῃς ἥρωα ‑ Φιλοπρήγμων δὲ καλεῖται ‑

   πρόσθε Ποτειδαίης κείμενον ἐν τριόδῳ,

εἰπεῖν, οἷον ἐπ' ἔργον ἄγεις πόδας· εὐθὺς ἐκεῖνος

   εὑρήσει σὺν σοὶ πρήξιος εὐκολίην.

ΑΔΕΣΠΟΤΟΝ

Ὁρᾷς πρόσωπον Κασσίας τῆς σώφρονος.

εἰ καὶ τέθνηκε, ταῖς ἀρεταῖς γνωρίζεται

ψυχῆς τὸ κάλλος μᾶλλον ἢ τοῦ σώματος.

ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ]

Αἰωρῇ θήρειον ἱμασσόμενος δέμας αὔραις,

   τλᾶμον, ἀορτηθεὶς ἐκ λασίας πίτυος,

αἰωρῇ· Φοίβῳ γὰρ ἀνάρσιον εἰς ἔριν ἔστης

   πρῶνα Κελαινίτην ναιετάων, Σάτυρε.

σεῦ δὲ βοὰν αὐλοῖο μελίβρομον οὐκέτι Νύμφαι,

   ὡς πάρος, ἐν Φρυγίοις οὔρεσι πευσόμεθα.

ΧΡΙΣΤΟΔΩΡΟΥ

Οὗτος Ἰωάννην κρύπτει τάφος, ὅς ῥ' Ἐπιδάμνου

   ἄστρον ἔην, ἣν πρὶν παῖδες ἀριπρεπέες

ἔκτισαν Ἡρακλῆος· ὅθεν καὶ μέρμερος ἥρως

   αἰεὶ τῶν ἀδίκων σκληρὸν ἔκοπτε μένος.

εἶχε δ' ἀπ' εὐσεβέων προγόνων ἐρικυδέα πάτρην

   Λυχνιδόν, ἣν Φοῖνιξ Κάδμος ἔδειμε πόλιν·

ἔνθεν λύχνος ἔην Ἑλικώνιος, οὕνεκα Κάδμος

   στοιχείων Δαναοῖς πρῶτος ἔδειξε τύπον.

εἰς ὑπάτους δ' ἀνέλαμψε καὶ Ἰλλυριοῖσι δικάζων

  10   Μούσας καὶ καθαρὴν ἐστεφάνωσε Δίκην.

ΤΟΥ ΑΥΤΟΥ ΧΡΙΣΤΟΔΩΡΟΥ

Αὐτὸς Ἰωάννης Ἐπιδάμνιος ἐνθάδε κεῖται,

   τηλεφανὴς ὑπάτων κόσμος ἀειφανέων,

ὁ γλυκύ μοι Μουσέων πετάσας φάος, ὁ πλέον ἄλλων

   εὐρύνας ξενίου δαίμονος ἐργασίην

   5παμφόρβην παλάμην κεκτημένος, ἥντινα μούνην

   οὐκ ἴδε δωτίνῃς μέτρον ὁριζόμενον.

αἰπυτάτην δ' ηὔξησε ‹νόμοις πα›τρίοισιν ἀπήνην

   φαιδρύνας καθαρῆς ἔργα Δικαιοσύνης.

ὦ πόποι, οὐκ ἔζησε πολὺν χρόνον, ἀλλ' ἐνιαυτοὺς

  10   μοῦνον ἀναπλήσας τεσσαράκοντα δύο

ᾤχετο μουσοπόλοισι ποθὴν πάντεσσιν ἐάσας,

   οὓς ἐπόθει πατέρων φέρτερα γειναμένων.

ΑΔΕΣΠΟΤΟΝ

Ἰκάρου ὦ νεόφοιτον ἐς ἠέρα πωτηθέντος

   Ἰκαρίη πικρῆς τύμβε κακοδρομίης,

ἀβάλε μήτε σε κεῖνος ἰδεῖν μήτ' αὐτὸς ἀνεῖναι

   Τρίτων Αἰγαίου νῶτον ὑπὲρ πελάγευς.

   5οὐ γάρ σοι σκεπανή τις ὑφόρμισις οὔτε βόρειον

   ἐς κλίτος οὔτ' ἀγὴν κύματος ἐς νοτίην.

ἔρροις, ὦ δύσπλωτε, κακόξενε· σεῖο δὲ τηλοῦ

   πλώοιμι, στυγεροῦ ὅσσον ἀπ' Ἀίδεω.

ΔΙΟΔΩΡΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

Ἴστω νυκτὸς ἐμῆς, ἥ μ' ἔκρυφεν, οἰκία ταῦτα

   λάινα Κωκυτοῦ τ' ἀμφιγόητον ὕδωρ,

οὔτι μ' ἀνήρ, ὃ λέγουσι, κατέκτανεν ἐς γάμον ἄλλης

   παπταίνων. τί μάτην οὔνομα Ῥουφιανός;

ἀλλά με Κῆρες ἄγουσι μεμορμέναι. οὐ μία δήπου

   Παῦλα Ταραντίνη κάτθανεν ὠκύμορος.

ΤΟΥ ΑΥΤΟΥ ΔΙΟΔΩΡΟΥ

Ἰφθίμῳ τόδ' ἐπ' ἀνδρὶ φίλη πόλις ἤνεσ' Ἀχαιῷ

   γράμμα παρ' εὐύδρου νάμασιν Ἀσκανίης·

κλαῦσε δέ μιν Νίκαια· πατὴρ δ' ἐπί οἱ Διομήδης

   λάινον ὑψιφαῆ τόνδ' ἀνέτεινε τάφον,

δύσμορος, αἰάζων ὀλοὸν κακόν. ἦ γὰρ ἐῴκει

   υἱέα οἱ τίνειν ταῦτα κατοιχομένῳ.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Ἰχθυοθηρητῆρα Μενέστρατον ὤλεσεν ἄγρη

   δούνακος ἑξαμίτης ἐκ τριχὸς ἑλκομένη,

εἶδαρ ὅτ' ἀγκίστρου φόνιον πλάνον ἀμφιχανοῦσα

   ὀξείην ἐρυθρὴ φυκὶς ἔφριξε πάγην,

ἀγνυμένη δ' ὑπ' ὀδόντι κατέκτανεν ἅλματι λάβρῳ

   ἐντὸς ὀλισθηρῶν δυσαμένη φαρύγων.

ΜΥΡΙΝΟΥ

Θύρσις ὁ κωμήτης, ὁ τὰ νυμφικὰ μῆλα νομεύων,

   Θύρσις ὁ συρίζων Πανὸς ἴσον δόνακι,

ἔνδιος οἰνοπότης σκιερὰν ὑπὸ τὰν πίτυν εὕδει·

   φρουρεῖ δ' αὐτὸς ἑλὼν ποίμνια βάκτρον Ἔρως.

ἆ Νύμφαι, Νύμφαι, διεγείρατε τὸν λυκοθαρσῆ

   βοσκόν, μὴ θηρῶν κύρμα γένηται Ἔρως.

Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί.

οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει.

ΑΝΤΙΠΑΤΡΟΥ

Στρυμόνι καὶ μεγάλῳ πεπολισμένον Ἑλλησπόντῳ

   ἠρίον Ἠδωνῆς Φυλλίδος, Ἀμφίπολι,

λοιπά τοι Αἰθοπίης Βραυρωνίδος ἴχνια νηοῦ

   μίμνει καὶ ποταμοῦ τἀμφιμάχητον ὕδωρ·

τὴν δέ ποτ' Αἰγείδαις μεγάλην ἔριν ὡς ἁλιανθὲς

   τρῦχος ἐπ' ἀμφοτέραις δερκόμεθ' ἠιόσιν.

ΔΙΟΓΕΝΟΥΣ

Ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν

   Χρύσιππος, οὐδ' ἐφείσατο

οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρας, οὐ τῆς ψυχῆς,

   ἀλλ' ἦλθε δῶμ' ἐς Ἀίδεω.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Κἠγὼ Σωσιθέου κομέω νέκυν, ὅσσον ἐν ἄστει

   ἄλλος ἀπ' αὐθαίμων ἡμετέρων Σοφοκλῆν,

Σκίρτος ὁ πυρρογένειος. ἐκισσοφόρησε γὰρ ὡνὴρ

   ἄξια Φλιασίων, ναὶ μὰ χορούς, Σατύρων

κἠμὲ τὸν ἐν καινοῖς τεθραμμένον ἤθεσιν ἤδη

   ἤγαγεν εἰς μνήμην πατρίδ' ἀναρχαΐσας,

καὶ πάλιν εἰσώρμησα τὸν ἄρσενα Δωρίδι Μούσῃ

   ῥυθμόν, πρός τ' αὐδὴν ἑλκόμενος μεγάλην

εὔαδέ μοι θύρσων τύπος αὖ χερὶ καινοτομηθεὶς

  10   τῇ φιλοκινδύνῳ φροντίδι Σωσιθέου.

ΤΟΥ ΑΥΤΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ

Τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα

   κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις·

οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλά τι τέχνης

   ἄξιον ἀρχαίης λείψανον ἠμφίεσας.

   5τοῦτο δ' ὁ πρέσβυς ἐρεῖ· Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ

   ἔστιν ὅτ' ἐν Μούσαις δριμὺ πέφυκε θύμον.

ΑΛΕΞΑΝΔΡΟΥ

Σάρδιες ἀρχαῖαι, πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν

   ἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ μακελᾶς

χρυσοφόρος ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰν

   οὔνομα καὶ Σπάρτας εἰμὶ πολυτρίποδος

καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων

   θῆκαν Δασκύλεω μείζονα καὶ Γύγεω.

ΗΡΙΝΝΗΣ [ΜΙΤΥΛΗΝΑΙΑΣ]

Στᾶλαι καὶ Σειρῆνες ἐμαὶ καὶ πένθιμε κρωσσέ,

   ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν,

τοῖς ἐμὸν ἐρχομένοισι παρ' ἠρίον εἴπατε χαίρειν,

   αἴτ' ἀστοὶ τελέθωντ' αἴθ' ἑτεροπτόλιες·

χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό·

   χὤτι πατήρ μ' ἐκάλει Βαυκίδα, χὤτι γένος

Τηλία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶς

   Ἤρινν' ἐν τύμβῳ γράμμ' ἐχάραξε τόδε.

ΑΝΤΙΠΑΤΡΟΥ

Ἤδη μὲν κροκόεις Πιτανάτιδι πίτνατο νύμφᾳ

   Κλειναρέτᾳ χρυσέων παστὸς ἔσω θαλάμων,

καδεμόνες δ' ἤλποντο διωλένιον φλόγα πεύκας

   ἅψειν ἀμφοτέραις ἀνσχόμενοι παλάμαις,

   5Δημὼ καὶ Νίκιππος· ἀφαρπάξασα δὲ νοῦσος

   παρθενικὰν Λάθας ἄγαγεν ἐς πέλαγος·

ἀλγειναὶ δ' ἐκάμοντο συνάλικες, οὐχὶ θυρέτρων

   ἀλλὰ τὸν Ἀίδεω στερνοτυπῆ πάταγον.

ΗΡΙΝΝΗΣ

Νύμφας Βαυκίδος εἰμί· πολυκλαύταν δὲ παρέρπων

   στάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ·

Βάσκανός ἐσσ', Ἀίδα. τὰ δέ τοι καλὰ σάμαθ' ὁρῶντι

   ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν,

ὡς τὰν παῖδ', ὑμέναιος ἐφ' αἷς ἀείδετο πεύκαις,

   ταῖσδ' ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷ·

καὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰν

   ἐς θρήνων γοερὸν φθέγμα μεθαρμόσαο.

ΑΝΤΙΠΑΤΡΟΥ

Παυροεπὴς Ἤριννα καὶ οὐ πολύμυθος ἀοιδαῖς,

   ἀλλ' ἔλαχεν Μούσας τοῦτο τὸ βαιὸν ἔπος.

τοιγάρτοι μνήμης οὐκ ἤμβροτεν οὐδὲ μελαίνης

   Νυκτὸς ὑπὸ σκιερῇ κωλύεται πτέρυγι,

αἱ δ' ἀναρίθμητοι νεαρῶν σωρηδὸν ἀοιδῶν

   μυριάδες λήθῃ, ξεῖνε, μαραινόμεθα.

λωίτερος κύκνου μικρὸς θρόος ἠὲ κολοιῶν

   κρωγμὸς ἐν εἰαριναῖς κιδνάμενος νεφέλαις.

ΑΔΕΣΠΟΤΟΝ

Ῥήγιον, Ἰταλίης τεναγώδεος ἄκρον, ἀείδω

   αἰεὶ Θρινακίου γευομένην ὕδατος,

οὕνεκα τὸν φιλέοντα λύρην, φιλέοντα δὲ παῖδας

   Ἴβυκον εὐφύλλῳ θῆκεν ὑπὸ πτελέῃ,

ἡδέα πολλὰ παθόντα· πολὺν δ' ἐπὶ σήματι κισσὸν

   χεύατο καὶ λευκοῦ φυταλιὴν καλάμου.

ΛΕΩΝΙΔΟΥ

Πολλὸν ἀπ' Ἰταλίης κεῖμαι χθονὸς ἔκ τε Τάραντος

   πάτρης· τοῦτο δέ μοι πικρότερον θανάτου.

τοιοῦτος πλανίων ἄβιος βίος· ἀλλά με Μοῦσαι

   ἔστερξαν, λυγρῶν δ' ἀντὶ μελιχρὸν ἔχω.

οὔνομα δ' οὐκ ἤμυσε Λεωνίδου· αὐτά με δῶρα

   κηρύσσει Μουσέων πάντας ἐπ' ἠελίους.

ΔΙΟΝΥΣΙΟΥ ΡΟΔΙΟΥ

Πρώιος, ἀλλὰ ποθεινός, ὅσοι πόλιν Ἰαλύσοιο

   ναίομεν, εἰς Λήθης πικρὸν ἔδυς πέλαγος

δρεψάμενος σοφίην ὀλίγον χρόνον· ἀμφὶ δὲ τύμβῳ

   σεῖο καὶ ἄκλαυτοι γλαῦκες ἔθεντο γόον,

Φαινόκριτ'· οὐδὲν ὅμοιον ἐπεσσομένοισιν ἀοιδὸς

   φθέγξεται, ἀνθρώπους ἄχρι φέρωσι πόδες.

ΑΔΕΣΠΟΤΟΝ

Νηιάδες καὶ ψυχρὰ βοαύλια, ταῦτα μελίσσαις

   οἶμον ἐπ' εἰαρινὴν λέξατε νισσομέναις,

ὡς ὁ γέρων Λεύκιππος ἐπ' ἀρσιπόδεσσι λαγωοῖς

   ἔφθιτο χειμερίῃ νυκτὶ λοχησάμενος,

σμήνεα δ' οὐκέτι οἱ κομέειν φίλον· αἱ δὲ τὸν ἄκρης

   γείτονα ποιμένιαι πολλὰ ποθοῦσι νάπαι.

ΝΟΣΣΙΔΟΣ

Ὦ ξεῖν', εἰ τύ γε πλεῖς ποτὶ καλλίχορον Μιτυλάναν

   τᾶν Σαπφοῦς χαρίτων ἄνθος ἐναυσόμενος,

εἰπεῖν, ὡς Μούσαισι φίλαν τήνᾳ τε Λοκρὶς γᾶ

   τίκτε μ' ἴσαν χὤς μοι τοὔνομα Νοσσίς, ἴθι.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Τέλληνος ὅδε τύμβος· ἔχω δ' ὑπὸ βώλακι πρέσβυν

   τῆνον τὸν πρᾶτον γνόντα γελοιομελεῖν.

ΧΑΙΡΗΜΟΝΟΣ

Κλεύας Οὑτυμοκλεῖος ὑπὲρ Θυρεᾶν δόρυ τείνας

   κάτθανες ἀμφίλογον γᾶν ἀποτεμνόμενος.

ΤΟΥ ΑΥΤΟΥ

Τοῖς Ἄργει Σπάρτῃ τ' ἶσαι χέρες, ἶσα δὲ τεύχη

   συμβάλομεν· Θυρέαι δ' ἦσαν ἄεθλα δορός.

ἄμφω δ' ἀπροφάσιστα τὸν οἴκαδε νόστον ἀφέντες

   οἰωνοῖς θανάτου λείπομεν ἀγγελίαν.

ΘΕΟΔΩΡΙΔΑ

Δηρίφατον κλαίω Τιμοσθένη, υἷα Μολοσσοῦ,

   ξεῖνον ἐπὶ ξείνῃ Κεκροπίᾳ φθίμενον.

ΑΔΕΣΠΟΤΟΝ

Ἁ πάρος ἄδμητος καὶ ἀνέμβατος, ὦ Λακεδαῖμον,

   καπνὸν ἐπ' Εὐρώτᾳ δέρκεαι Ὠλένιον

ἄσκιος· οἰωνοὶ δὲ κατὰ χθονὸς οἰκία θέντες

   μύρονται· μήλων δ' οὐκ ἀίουσι λύκοι.

ΑΝΥΤΗΣ ΜΕΛΟΠΟΙΟΥ

Ἥβᾳ μέν σε, Πρόαρχ', ἔνεσαν, πάι, δῶμά τε πατρὸς

   Φειδία ἐν δνοφερῷ πένθει ἔθου φθίμενος·

ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει,

   ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος.

ΚΑΛΛΙΜΑΧΟΥ

Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκέτι πουλὺς

   ἦσθα. τί σε, ξείνων λῷστε, κατειργάσατο;

ἦ ῥα τὸ καὶ Κένταυρον; ‑ Ὅ μοι πεπρωμένος ὕπνος

   ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.

ΛΕΩΝΙΔΑ

Ἑσπέριον κἠῷον ἀπώσατο πολλάκις ὕπνον

   ἡ γρηῢς πενίην Πλατθὶς ἀμυνομένη·

καί τι πρὸς ἠλακάτην καὶ τὸν συνέριθον ἄτρακτον

   ἤεισεν πολιοῦ γήραος ἀγχίθυρος

καί τι παριστίδιος δινευμένη ἄχρις ἐπ' ἠοῦς

   κεῖνον Ἀθηναίης σὺν Χάρισιν δόλιχον,

ἢ ῥικνῇ ῥικνοῦ περὶ γούνατος ἄρκιον ἱστῷ

   χειρὶ στρογγύλλουσ' ἱμερόεσσα κρόκην.

ὀγδωκονταέτις δ' Ἀχερούσιον ηὔγασεν ὕδωρ

  10   ἡ καλὴ καλῶς Πλατθὶς ὑφηναμένη.

ΘΕΑΙΤΗΤΟΥ

Τὰν γνώμαν ἐδόκει Φιλέας οὐ δεύτερος ἄλλου

   εἶμεν, ὁ δὲ φθονερὸς κλαιέτω, ἔστε θάνῃ.

ἀλλ' ἔμπας δόξας κενεὰ χάρις· εἰν Ἀίδᾳ γὰρ

   Μίνω Θερσίτας οὐδὲν ἀτιμότερος.

ΚΑΛΛΙΜΑΧΟΥ

Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,

   ὦνερ, καὶ μετέπειτα Δινδυμήνης

ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις, ἡ νο...

   πολλῶν προστασίη νέων γυναικῶν.

   5καί μοι τέκν' ἐγένοντο δύ' ἄρσενα, κἠπέμυσα κείνων

   εὐγήρως ἐνὶ χερσίν. ἕρπε χαίρων.

ΤΥΜΝΕΩ

Εὐήθη Τρύτωνος ἐπ' οὐκ ἀγαθαῖς ἐλοχεύθη

   κλῃδόσιν· οὐ γὰρ ἂν ὧδ' ὤλετο δαιμονίη

ἀρτιτόκος· τὰ δὲ πολλὰ κατήγαγεν ἓν βρέφος Ἅιδην

   σὺν κείνῃ· δεκάτην δ' οὐχ ὑπερῆρεν ἕω.

ΠΕΡΣΟΥ

Δειλαία Μνάσυλλα, τί τοι καὶ ἐπ' ἠρίῳ οὗτος

   μυρομένᾳ κούραν γραπτὸς ἔπεστι τύπος

Νευτίμας, ἇς δή ποκ' ἀπὸ ψυχὰν ἐρύσαντο

   ὠδῖνες; κεῖται δ' οἷα κατὰ βλεφάρων

ἀχλύι πλημύρουσα φίλας ὑπὸ ματρὸς ἀγοστῷ,

   αἰαῖ, Ἀριστοτέλης δ' οὐκ ἀπάνευθε πατὴρ

δεξιτερᾷ κεφαλὰν ἐπεμάσσατο. κὦ μέγα δειλοί,

   οὐδὲ θανόντες ἑῶν ἐξελάθεσθ' ἀχέων.

ΛΕΩΝΙΔΑ

Ἄμπελος ὣς ἤδη κάμακι στηρίζομαι αὐτῷ

   σκηπανίῳ· καλέει μ' εἰς Ἀίδην Θάνατος.

δυσκώφει μή, Γόργε. τί τοι χαριέστερον ἢ τρεῖς

   ἢ πίσυρας ποίας θάλψαι ὑπ' ἠελίῳ;

ὧδ' εἴπας οὐ κόμπῳ ἀπὸ ζωὴν ὁ παλαιὸς

   ὤσατο κἠς πλεόνων ἦλθε μετοικεσίην.

ΘΕΟΔΩΡΙΔΑ

Ὤιχευ ἔτ' ἀσκίπων, Κινησία, Ἑρμόλα υἱέ,

   ἐκτίσων Ἀίδῃ χρεῖος ὀφειλόμενον

γήρᾳ ἔτ' ἄρτια πάντα φέρων· χρήστην δὲ δίκαιον

   εὑρών σε στέργει παντοβίης Ἀχέρων.

ΔΙΟΤΙΜΟΥ

Αἱ νόμιμοι δύο γρῆες ὁμήλικες ἦμεν, Ἀναξὼ

   καὶ Κληνώ, δίδυμοι παῖδες Ἐπικράτεος,

Κληνὼ μὲν Χαρίτων ἱερή, Δήμητρι δ' Ἀναξὼ

   ἐν ζωῇ προπολεῦσ'· ἐννέα δ' ἠελίων

ὀγδωκονταέτεις ἐπιλείπομεν ἐς τόδ' ἱκέσθαι

   τῆς μοίρης· ἐτέων δ' οὐ φθόνος, οἷς ὁσίη.

καὶ πόσιας καὶ τέκνα φιλήσαμεν· αἱ δὲ παλαιαὶ

   πρῶθ' ἡμεῖς Ἀίδην πρηῢν ἀνυσσάμεθα.

ΑΔΗΛΟΝ

Ἆ ξέν', ὅρα, τεῖδ' ἐστί ... ‑ Τί γάρ; ‑ Νέκυς, ᾧ ποτὶ παίδων

   τῶν ἀγαθῶν ... ‑ Τὺ τίς; ‑ Ἦν Ἀρχιγέρων ὁ γέρων. ‑

Ἀλλά, φίλος γ' ὦ πρέσβυ, γένοιτό τευ ὄλβια τέκνα

   ἐλθεῖν καὶ λευκᾶς ἐς δρόμον ἁλικίας.

ΔΑΜΑΓΗΤΟΥ

Ὑστάτιον, Φώκαια, κλυτὴ πόλι, τοῦτο Θεανὼ

   εἶπεν ἐς ἀτρύγετον νύκτα κατερχομένη·

Οἴμοι ἐγὼ δύστηνος· Ἀπέλλιχε, ποῖον, ὅμευνε,

   ποῖον ἐπ' ὠκείῃ νηὶ περᾷς πέλαγος;

αὐτὰρ ἐμεῦ σχεδόθεν μόρος ἵσταται. ὡς ὄφελόν γε

   χειρὶ φίλην τὴν σὴν χεῖρα λαβοῦσα θανεῖν.

ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ

Μὴ φθείρευ, ὤνθρωπε, περιπλάνιον βίον ἕλκων,

   ἄλλην ἐξ ἄλλης εἰς χθόν' ἀλινδόμενος,

μὴ φθείρευ· κενεή σε περιστέψαιτο καλιή,

   ἣν θάλποι μικκὸν πῦρ ἀνακαιόμενον,

εἰ καί σοι λειτή γε καὶ οὐκ εὐάλφιτος εἴη

   φυστὴ ἐνὶ γρώνῃ μασσομένη παλάμαις,

ἢ καί σοι γλήχων ἢ καὶ θύμον ἢ καὶ ὁ πικρὸς

   ἁδυμιγὴς εἴη χόνδρος ἐποψίδιος.

ΑΔΕΣΠΟΤΟΝ

Ἐνθάδ' ἐγὼ λῃστῆρος ὁ τρισδείλαιος ἄρηι

   ἐδμήθην· κεῖμαι δ' οὐδενὶ κλαιόμενος.

ΘΕΟΔΩΡΙΔΑ

Κληῖδες πόντου σε καὶ ἐσχατιαὶ Σαλαμῖνος,

   Τίμαρχ', ὑβριστής τ' ὤλεσε Λὶψ ἄνεμος

νηί τε σὺν φόρτῳ τε· κόνιν δέ σου ἀμφιμέλαιναν

   δέξαντ' οἰζυροί, σχέτλιε, κηδεμόνες.

ΦΑΙΔΙΜΟΥ

Αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων,

   νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη

δεξαμένη σποδιήν τε καὶ ὀστέα ‑ τὸν δὲ δυσαὲς

   ὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθον ‑ ,

   5δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες,

   ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα.

ΛΕΩΝΙΔΑ

Αὐτὰ ἐπὶ Κρήθωνος ἐγὼ λίθος, οὔνομα κείνου

   δηλοῦσα· Κρήθων δ' ἐγχθόνιος σποδιά.

ὁ πρὶν καὶ Γύγῃ παρισεύμενος ὄλβον, ὁ τὸ πρὶν

   βουπάμων, ὁ πρὶν πλούσιος αἰπολίοις,

ὁ πρίν ‑ τί πλείω μυθεῦμ' ἔτι; πᾶσι μακαρτός,

   φεῦ, γαίης ὅσσης ὅσσον ἔχει μόριον.

ΚΡΙΝΑΓΟΡΟΥ

Ὀθρυάδην, Σπάρτης τὸ μέγα κλέος, ἢ Κυνέγειρον

   ναύμαχον ἢ πάντων ἔργα κάλει πολέμων·

Ἄρεος αἰχμητὴς Ἰταλὸς παρὰ χεύμασι Ῥήνου

   κλινθεὶς ἐκ πολλῶν ἡμιθανὴς βελέων

αἰετὸν ἁρπασθέντα φίλου στρατοῦ ὡς ἴδ' ὑπ' ἐχθροῖς,

   αὖτις ἀρηιφάτων ἄνθορεν ἐκ νεκύων·

κτείνας δ', ὅς σφ' ἐκόμιζεν, ἑοῖς ἀνεσώσατο ταγοῖς,

   μοῦνος ἀήττητον δεξάμενος θάνατον.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Οὐκέτι, Τιμόκλεια, τεῶν φάος ὤλεσας ὄσσων

   κούρους δοιοτόκῳ νηδύι γειναμένη·

ὄμμασι δ' ἐν πλεόνεσσιν ἀθρεῖς πυριθαλπὲς ὄχημα

   ἠελίου προτέρης οὖσα τελειοτέρη.

ΑΝΤΙΠΑΤΡΟΥ

Εἴκοσιν Ἑρμοκράτεια καὶ ἐννέα τέκνα τεκοῦσα

   οὔθ' ἑνὸς οὔτε μιῆς αὐγασάμην θάνατον.

οὐ γὰρ ἀπωίστευσεν ἐμοὺς υἱῆας Ἀπόλλων,

   οὐ βαρυπενθήτους Ἄρτεμις εἷλε κόρας·

ἔμπαλι δ' ἁ μὲν ἔλυσεν ἐμῶν ὠδῖνα μολοῦσα,

   Φοῖβος δ' εἰς ἥβαν ἄρσενας ἀγάγετο

ἀβλαβέας νούσοισιν. ἴδ', ὡς νίκημι δικαίως

   παισί τε καὶ γλώσσῃ σώφρονι Τανταλίδα.

‹ΔΙΟΓΕΝΟΥΣ›

Ἐν Μέμφει λόγος ἐστὶ προμαθεῖν τὴν ἰδίην

Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλίκερω

ταύρου· κοὐδὲν ἔλεξεν. βοῒ γὰρ πόθεν λόγος;

φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα.

παρὰ δ' αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολὴν

προφανῶς τοῦτο διδάσκων· Ἀποδύσῃ βιοτὴν

ὅσον οὔπω. διὸ καί οἱ ταχέως ἦλθε μόρος

δεκάκις πέντε τε καὶ τρεῖς ἐσιδόντι Πλειάδας.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Ἴβυκε, ληισταί σε κατέκτανον ἔκ ποτε νήσου

   βάντ' ἐς ἐρημαίην ἄστιβον ἠιόνα,

ἀλλ' ἐπιβωσάμενον γεράνων νέφος, αἵ τοι ἵκοντο

   μάρτυρες ἄλγιστον ὀλλυμένῳ θάνατον·

οὐδὲ μάτην ἰάχησας, ἐπεὶ ποινῆτις Ἐρινὺς

   τῶνδε διὰ κλαγγὴν τίσατο σεῖο φόνον

Σισυφίην κατὰ γαῖαν. ἰὼ φιλοκερδέα φῦλα

   ληιστέων, τί θεῶν οὐ πεφόβησθε χόλον;

οὐδὲ γὰρ ὁ προπάροιθε κανὼν Αἴγισθος ἀοιδὸν

  10   ὄμμα μελαμπέπλων ἔκφυγεν Εὐμενίδων.

[ΠΥΘΑΓΟΡΟΥ]

Ὧδε μέγας κεῖται Ζάν, ὃν Δία κικλήσκουσιν.

ΛΙΒΑΝΙΟΥ

Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται,

ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Τίς τόδε μουνόγληνος ἅπαν δωμήσατο Κύκλωψ

   λάινον Ἀσσυρίης χῶμα Σεμιράμιος;

ἢ ποῖοι χθονὸς υἷες ἀνυψώσαντο Γίγαντες

   κείμενον ἑπταπόρων ἀγχόθι Πληιάδων

   5ἀκλινές, ἀστυφέλικτον Ἀθωέος ἶσον ἐρίπνᾳ

   φυρηθὲν γαίης εὐρυπέδοιο βάρος;

δᾶμος ἀεὶ μακαριστός, ὃς ἄνστασιν Ἡρακλείης

   οὐρανίων νεφέων τεῦξεν ἐπ' εὐρυάλων.