2065 87 0 0 0 0 II d. C. Retorica Aelius Aristides Ὑπὲρ τῆς πρὸς Ἀθηναίους εἰρήνης Dindorf, W., Leipzig, Reimer, 1829 Rist. 1964, Hildesheim, Olms. 23

Aelius Aristides - Ὑπὲρ τῆς πρὸς Ἀθηναίους εἰρήνης

[399] Ἣν μὲν ἐκ πολλοῦ πάντες ἡμέραν ἰδεῖν ἐποθοῦμεν ἥδ' ἐστὶν, ὦ ἄνδρες Λακεδαιμόνιοι, διδοῦσα βουλεύσασθαι περὶ τῶν Ἀθηναίων ὅ τι ἂν βουλώμεθα. δεῖ δὲ μήτ' ἀγεννὲς παθεῖν μηδὲν μήτ', εἰ χρὴ τοῦτ' εἰπεῖν, ἀτιμάσαι τὰ πεπραγμένα, ἀλλ' εἰδέναι πόσον τι χρῆμα κατείργασται καὶ ὡς οὔτε Ἀθηναῖοι συμφορῶν ἐνδεεῖς οὔθ' ἡμῖν περίεστιν ὀργίζεσθαι. παρῃτούμην δ' ἂν ὑμᾶς μὴ φιλίᾳ τῶν ἀνδρῶν δοκεῖν με λέγειν, εἰ μὴ πολλὰ μὲν τῆς πρὸς ὑμᾶς εὐνοίας, πολλὰ δὲ τοῦ πρὸς ἐκείνους [400] μίσους ὑπῆρχέ μοι σύμβολα, ἃ πάντες ὁμοίως σύνιστε. οὐ μὴν ἀλλ' ἅπερ ἐμαυτῷ ὑμῖν ταὐτὰ δεῖν οἶμαι συμβουλεύειν, μὴ πρότερον τί χρὴ παθεῖν ἐκείνους ὁρᾶν πρὶν ἡμῖν τί πρᾶξαι καλὸν, μηδ' ἀγνοεῖν ὅτι οὐ περὶ τῆς Ἀθηναίων πόλεως μᾶλλον ἢ περὶ τῆς ἡμετέρας αὐτῶν σκοποῦμεν. ὡς ἐὰν μὲν πρεπούσῃ τινὶ γνώμῃ κατακλείσωμεν τὰ πεπραγμένα, ὑπὲρ ἡμῶν αὐτῶν βεβουλεύμεθα καὶ τῷ ὄντι νενικήκαμεν, ἂν δ' ἅ τινες κελεύουσι προαχθῆτε, δέδοιχ' ὅπως μή τι καὶ παράλογον εἰπεῖν ἁρμόσῃ. ἡμᾶς γὰρ εἴ τις ἔροιτο ἀνθ' ὅτου τὸν πόλεμον τὸν μακρὸν καὶ πολὺν τοῦτον ἠράμεθα, οὔθ' ὡς λείαν ἡμῶν ἤλασαν οὔθ' ὡς χώρας ἀπετέμοντο, ὥσπερ Ἀργεῖοι, οὔτ' ἄλλο τῶν τοιούτων οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν· οὐδέ γ' ὡς φθόνῳ τῆς δυνάμεως αὐτῶν καὶ τῆς εὐδαιμονίας, ἀλλὰ τοῦτο καὶ πάντων ἥκιστα συγχωρήσαιμεν ἄν. τίνος μὴν χάριν λοιπόν; ἐλευθερίας τῶν Ἑλλήνων φαίημεν ἂν, οἶμαι δὲ μηδ' ἡμᾶς ἂν τοῦτό γε χρῆναι λέγειν, ἀλλ' ὑπὲρ ἡμῶν ἅπαντας ἂν συμφῆσαι. καὶ μὴν οὐδ' ὅτι μεῖζον ἡμῖν πλεονέκτημα κατ' αὐτῶν ὑπῆρξεν ἢ τοῦτο οὐδ' ἂν εἷς εἰπεῖν ἔχοι. περιῆν γὰρ τοῖς μὲν ἐξ ὧν περιειργάζοντο μισεῖσθαι, ἡμῖν δ' ἐξ ὧν ἐπηγγελλόμεθα. τίνος οὖν χάριν, ὦ ἄνδρες Λακεδαιμόνιοι, τούτων ὑπέμνησα; ἑνὸς μὲν, ἵν' εἰδῆτε ὡς οὐδὲν ἡμῖν ὑπόλοιπόν ἐστιν, ἀλλ' ἔχει τὴν γιγνομένην τελευτὴν ὁ πόλεμος. ὥσπερ γὰρ ἀπ' ἀρχῆς ἐλευθέρων ὄντων οὐδὲν ἦν πλέον ζητεῖν, οὕτω νῦν ἐκπεπλήρωται. κἂν μὲν οὕτω ποιῶμεν, συμβαίνοντα τὰ ἔργα τοῖς λόγοις παρεξόμεθα καὶ νίκην ἁπασῶν καλλίστην ἀναιρησόμεθα, συμφέρουσαν μὲν τοῖς Ἕλλησιν, ἔντιμον δὲ ἡμῖν αὐτοῖς· εἰ δ' ἀναιρήσομεν καθάπαξ τὴν πόλιν, οὐ τῶν Ἑλλήνων ὅπως ἐλεύθεροι γενήσονται προορώμενοι πολεμῆσαι δόξομεν, ἀλλὰ τῇ πόλει φθονήσαντες, καὶ τὴν ἡμετέραν αὐτῶν κακίαν ἐκπιμπλάντες, ἀλλ' οὐ τὴν ἐκείνων ἀμετρίαν δυσχεραίνοντες. τοῦτο δὲ παντί που δῆλον ὡς καθ' ἡμῶν ἐστιν.

   Ἕτερον δὲ πρὸς τούτοις ἐνθυμήθητε, εἰ καί τῳ [401] παράδοξον φανεῖται, τὰ τῶν Ἀθηναίων ἁμαρτήματα ἐκείνους μὲν σώζει, φιλανθρωπεύσασθαι δ' ἡμᾶς ἀναγκάζει. τί δή ποτε; ὅτι εἰ τότε τοῖς Ἀθηναίοις νεμεσᾶν ᾠόμεθα δεῖν, εἴ τινας τῶν Ἑλλήνων ὑφ' αὑτοῖς ποιοῦνται, κομιδῆ νῦν ἡμῖν αὐτούς γ' ἀνελεῖν οὐκ ἔνεστιν. οὔτε γὰρ τῆς ἐλευθερίας ἀποστερῆσαι δή που καὶ καθάπαξ διαφθεῖραι παραπλήσιον οὔθ' ὅτ' ἐκείνοις τοὔλαττον οὐχ ἥρμοττεν, ὑμῖν γε τὸ μεῖζον ἐγχωρεῖ. καὶ μὴν οὐδ' ἐκεῖνό γ' ἔστιν εἰπεῖν, ὅτι τοὺς μὲν ἄλλους ἅπαντας αὐτονόμους ἔδει ποιεῖν καὶ κινδυνεύειν ὑπὲρ τούτου, τὸ δὲ τῶν Ἀθηναίων οὕτω σφόδρα ἐν οὐδενὶ θέσθαι ὥστ' ἄρδην ἀπολέσαι, σῶσαι παρὸν, ἂν μόνον ψηφίσησθε; ὅπου γὰρ εἰ μόνους τῶν ἁπάντων ἠξιοῦτε δουλεύειν, οὐ πρὸς ὑμῶν ἦν, ἦ που τό γ' ἐξελεῖν οὐδ' ἐγγύς. ἃ δ' αὖ περὶ τοὺς Σκιωναίους καὶ Μηλίους ἐξήμαρτον πῶς οὐκ ἄτοπον κατηγορεῖν μὲν καὶ λέγειν ὡς ἁμαρτήματα συμβαίη, μιμεῖσθαι δ' ἀξιοῦν ὡς ὀρθῶς ἔχοντα, καὶ μὴ λογίζεσθαι μηδ' ὁρᾶν ὅτι τοῖς μὲν Ἀθηναίοις καὶ λόγος τις ὑπῆν ἴσως ταῦτα ποιοῦσι· ‑ καὶ γὰρ ὡς ὑπ' ἐλαττόνων ἐδόκουν ὑβρίζεσθαι καὶ ὡς οὐχὶ δικαίως ἐμισοῦντο καὶ ὡς οὐκ ἔπειθον προκαλούμενοι καὶ ἄλλα τοιαῦτ' ἴσως εἴποιεν ἂν, οὐκ ἰσχυρὰ λέγοντες οὐδ' ἀποχρῶντα, φημὶ κἀγὼ, ὅμως δ' ἔχουσιν ἀναισχυντῆσαι ‑ ἡμῖν δ' οὐδὲ λόγος καταλείπεται τὸ μὴ ταῦτ' ἔσεσθαι δεδρακότας ὧν αὐτοὶ κατεψηφίσμεθα καὶ ἃ διωρίσμεθα μὴ δεῖν ἐν τοῖς Ἕλλησι γίγνεσθαι. τί γὰρ δὴ καὶ τὸ δεινὸν ἐκείνοις ἔτι δόξει πεπρᾶχθαι παρά γ' ὑμῖν κριταῖς, εἴπερ ὑμῖν γε μηδὲν εἶναι δόξει δεινὸν Ἀθήνας ἀπολωλέναι; οἶμαι δ', εἰ μέν τις, ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν Μαραθῶνι μάχην ἢ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀθηναίων ὑμᾶς κελεύοι μιμεῖσθαι, οὐκ ὀρθῶς ἔχειν ἀποδέχεσθαι, πλημμελείας δὲ τοιαύτας ἥκιστα πάντων. εἰ δ' αὖ μηδὲ τὰ κάλλιστα τῶν ἔργων ἑτέρωθεν ἡμῖν προσήκει λαμβάνειν, ἀλλ' αὐτοὺς μᾶλλον εἶναι παράδειγμα τοῖς ἄλλοις, ἦ που τά γε χείριστα τῶν ἐκείνοις πεπραγμένων κομιδῆ τετυφωμένων [402] ὑμῖν προξενεῖν. ἐμοὶ μὲν γὰρ καὶ ὑπερβολὴ προσγίγνεσθαι δοκεῖ δι' ἀμφοῖν· οἵ τε γὰρ δρῶντες Λακεδαιμόνιοι καὶ οὐκ Ἀθηναῖοι οἵ τε πάσχοντες Ἀθηναῖοι καὶ οὐ Σκιωναῖοι, ὧν οὐδὲ τοὔνομα πολλοῖς γνώριμον. ἔπειτα καὶ οὗτοί μοι δοκοῦσιν ἡμῶν γε κρατήσαντες οὐδὲν ἂν πλέον ζητῆσαι, ἀλλ' αἰσχυνθέντες ἂν τὸ σχῆμα καὶ τὰς ἀρετὰς ἐνταῦθά που στῆναι. ἴσμεν δ' ὅτι καὶ τοὺς ἐκ Πύλου τρόπον τινὰ ᾐσχύνθησαν.

   Μὴ τοίνυν ἀνθ' ὅτων αὐτοὺς τιμωρήσεσθε σκοπεῖτε, ἀλλ' οὕστινας ὄντας καὶ τίνες ὄντες αὐτοὶ καὶ τὸ μέτρον τῆς τιμωρίας. ἔξεστι νῦν Αἰγινήταις κομίσασθαι τὴν ἑαυτῶν· ἀλλ' ἐὰν ἡμεῖς Ἀθηναίους αὐτοὺς μὲν διαφθείρωμεν, τὴν δὲ πόλιν κατασκάψωμεν, οὐδ' αὐτοῖς ἡμῖν βουληθεῖσι μεταγνῶναι πλέον οὐδ' ὁτιοῦν λείπεται. πάντων δ' ἥκιστα ἔγωγε ᾤμην ἐγχωρεῖν τοῖς μεμφομένοις τοὺς Ἀθηναίους ταῦτα εἰσηγεῖσθαι. εἰ μὲν γὰρ δικαίως αὐτοῖς πεποίηται, τί μέμφονται; εἰ δ' οὐ μέτρια ἐποίουν, πῶς ὑμῖν γε καλὸν τοσοῦτον παρελθεῖν ἀναλγησίᾳ; οἶμαι γὰρ, ἂν μὲν αὐτῶν φείσησθε, ἔργῳ τὰς κατηγορίας βεβαιώσειν καὶ δείξειν ὁποίους τινὰς εἶναι χρῆν περὶ τοὺς Ἕλληνας, ἂν δ' ἀνέλητε, κάλλιστα ὑπὲρ αὐτῶν ἀπολογήσεσθε. ὥσπερ γὰρ ἐν τοῖς ἄθλοις οἱ νικήσαντες φέρονται τοὔνομα, οὕτως ὑμεῖς, ἂν ὑπερβάλησθε τὴν ἐκείνων εὐχέρειαν, αὐτοὶ τῆς ἀδοξίας κληρονομήσετε. οὕτως ἐπεξιόντες μὲν ἀφίετε αἰτίας αὐτοὺς, συγγνόντες δὲ ἐλέγχετε. καὶ μὴν οὐδ' ἐκεῖνό γε δεῖ λαθεῖν ὑμᾶς, ὅτι νῦν μὲν πρὸς ὀργὴν ὧν ἐγκαλοῦσιν ἡδέως ἂν αὐτοὺς ὁτιοῦν παθόντας ἴδοιεν οἱ Ἕλληνες, χρόνου δ' ἐγγενομένου καὶ λογισμῷ τὸ πρᾶγμα λαβόντες τοῖς μὲν συναλγήσουσιν, ὑμῖν δὲ μέμψονται. πολλαὶ δὲ μεταβολαὶ τῶν πραγμάτων· ἃ χρὴ προσκοπεῖν καὶ νομίζειν τοὺς προφέροντας ἐκείνοις τὰ Μηλίων ἢ Σκιωναίων πάθη καὶ ὑμῖν προφέρειν τὰ Πλαταιέων. ἀλλ' οὔθ' ἃ τοῦ πολέμου τοῦ συνεχοῦς ἦν, ταῦτ' ἐπὶ τῷ τέλει καὶ ἡνίκ' ἔξεστι πεπαῦσθαι πράξασι τὴν ἴσην ἔχει συγγνώμην, οὔθ' ὡς πλεῖστα δή που τὰ τοιαῦτα γίγνεσθαι καλὸν, ἀλλ' ἐξ [403] ἀρχῆς μηδὲν αὐτῶν συμβῆναι. τίς γὰρ τῶν Ἑλλήνων λειφθήσεται, εἰ διὰ τοὺς προτέρους ἀπολωλότας οἱ μετ' ἐκείνους ἀεὶ ταυτὸν τοῦτο πείσονται; ὁρᾶτε δὲ κἀν τοῖς στεφανίταις ἀγῶσι τοὺς ἔξω τῶν νομίμων τρόπων μαχομένους ὅτι οὔτ' αὐτοὺς ἐπαινοῦμεν οὔτ', ἄν τις ἐπαιτιάσηται, τοῖς αὐτοῖς τούτοις ἐῶμεν χρῆσθαι, ἀλλ' ἐμμένοντας τοῖς κειμένοις οὕτως ἂν δύνωνται κρατεῖν. καὶ μὴν ὅτι γ' οἱ πρὸς ἀλλήλους τῶν Ἑλλήνων ἀγῶνες οὐ πόρρω τούτων εἰσὶν ὧν εἶπον, ἀλλ' εἰκότως ἂν περὶ νίκης μόνης γίγνοιντο, ἡ δὲ ἀναίρεσις τοῖς φύσει πολεμίοις ἂν ὀφείλοιτο, τοῖς βαρβάροις, ὅστις ἑλληνίζειν οἶδεν οὐ μόνον τοῖς ῥήμασιν, ἀλλὰ καὶ τῇ γνώμῃ, συμφήσειεν ἄν.

   Οἶμαι δ', εἰ καὶ πάντων ἐχθίστους καὶ πολεμιωτάτους κρίνομεν τοὺς ἄνδρας, οὐχ οὕτω μικρά γε ἡμῖν εἶναι τὰ πεπραγμένα ὥστε προσδεῖσθαι δίκης ἔτι λοιπῆς, εἰ περὶ Λακεδαιμονίων καὶ πρὸς Λακεδαιμονίους δεῖ λέγειν. ἐγὼ γὰρ ἕως μὲν ἑώρων τριήρεις πλείους ἢ τριακοσίας ἐν τῷ Πειραιεῖ καὶ χρήματα φοιτῶντα ἑκάστου τοῦ ἔτους τόσα καὶ τόσα καὶ τὴν πλεονεξίαν αὐτῶν μέχρι τῆς Μαιώτιδος λίμνης διήκουσαν, καὶ τὰ μὲν τῇ δυνάμει, τὰ δὲ ταῖς γνώμαις δεδουλωμένους, καὶ τὴν τοῦ Ποσειδῶνος ἀρχὴν ἑαυτῶν νομίζοντας καὶ Πελοπόννησον περιπλέοντας, καὶ τὰ ἐν Σικελίᾳ καὶ Καρχηδόνι καὶ πανταχοῦ περιβλέποντας καὶ οὐδαμοῦ στῆναι δυναμένους, ἀλλὰ πάντα ἑαυτῶν ποιουμένους, ἀμφοτέρων τούτων ᾤμην καιρὸν εἶναι, καὶ μίσους καὶ φόβου, καὶ δεῖν σωφρονίσαι τὴν αὐθάδειαν αὐτῶν καὶ τὰ πράγματα εἰς τὸ ἀρχαῖον καταστῆσαι. ἀλλὰ νῦν τίς ἢ δέους ἢ φθόνου καιρός; ἢ πρὸς τί βλέποντες φιλονεικήσομεν; οὐ πλείους μὲν ἢ τόσας μυριάδας σωμάτων ἐν Σικελίᾳ διεφθείραμεν αὐτῶν, πάντας καταχρησάμενοι τρόπους, ἐλίπομεν δὲ οὐχ ἵππον, οὐ βέλος, οὐ ναῦν, οὐκ εἶδος συμφορᾶς οὐδέν; αὗται δ' ἕτεραι διακόσιαι τριήρεις ἔχονται, τρισχίλιοι δὲ οὑτοιὶ τὸν τῶν ἱεροσύλων ἀπολώλασι τρόπον, οἱ δὲ λοιποὶ καθ' ἑκάστην ἡμέραν πίπτουσι τῷ λοιμῷ· πάντες δ' ὥσπερ ἐν δικτύῳ συγκέκλεινται· [404] τὰ δὲ πολλὰ καὶ λαμπρὰ ἐκεῖνα ὄναρ δὴ διαπτάμενα αὐτοῖς οἴχεται. εἶτα τούτοις ἡμεῖς ὀργιζώμεθα; μηδαμῶς. ἀνδρῶν γάρ ἐστι καθ' ὑμᾶς τὴν φύσιν τοὺς μὲν ἀνθεστηκότας κατείργειν τοῖς ὅπλοις, τοὺς δ' ὑποπεσόντας ἠπίως μεταχειρίζεσθαι, καὶ τοῦ νικῆσαι μαχομένους οὐκ ἐλάττω φιλοτιμίαν ἔχειν ἡγεῖσθαι τὸ καλῶς χρῆσθαι τοῖς ὑπάρχουσιν, ἄλλως τε καὶ εἰ φαυλότατοι πάντων ἐν τῷ νυνὶ χρόνῳ περὶ τοὺς Ἕλληνας γεγόνασιν, ἦν ὅτε οὐδένες τούτων βελτίους μετά γ' ἡμᾶς. ἀλλ' ἂν ἐξετάζητε ὀρθῶς, οὐδαμοῦ τὰ νῦν ἐγκλήματα πρὸς τὰς τότε αὐτῶν ἀνδραγαθίας ὄντα φανήσεται καὶ μεγέθει λέγω καὶ πλήθει. νυνὶ μέν γε Σκιώνην καὶ Μῆλον καὶ Τορώνην καὶ δύο καὶ τρεῖς ἑτέρας πόλεις ἀοίκους ἐποίησαν, τότε δὲ ἁπάσας τὰς πόλεις συνδιέσωσαν τῇ Ἑλλάδι, ἰδίᾳ μὲν πρὸς Δᾶτιν, κοινῇ δὲ μεθ' ἡμῶν πρὸς Ξέρξην καὶ τοὺς ὑπάρχους ἀγωνισάμενοι. καὶ νῦν μέν γε Αἰγινήτας ἐξῴκισαν, τότε δ' ἐξέλιπον τὴν ἑαυτῶν ὑπὲρ τοῦ μηδὲν ἀνήκεστον τοῖς Ἕλλησι συμβῆναι, καὶ παρὸν αὐτοῖς ἀποπλεύσασιν οἴχεσθαι, ἢ καὶ τῷ βασιλεῖ προσθέσθαι καθ' ἡμῶν, οὐκ ἐτόλμησαν. ἆρ' ἐστὶν ἃ τοὺς ἄνδρας ἐξαιτεῖται παρ' ὑμῶν; καὶ σιωπῶ σίτου μετάδοσιν τὸ ἀρχαῖον καὶ μυστηρίων ἔτι νῦν ἐφ' ἑκάστῳ τῷ ἔτει γιγνομένων καὶ τῶν καταφευγόντων ὑποδοχὰς καὶ μυρίας ἑτέρας φιλανθρωπίας.

   Καὶ πρὸς μὲν τὸ κοινὸν τοιοῦτοι τῆς Ἑλλάδος οἱ νῦν ἐπίφθονοι καὶ βαρεῖς, πρὸς δ' ὑμᾶς ἰδίᾳ τίνες; ὡς μὲν Ἡρακλείδας ἐδέξαντο ταύτῃ τῇ πόλει καὶ ὡς Ἡρακλέα καὶ Διοσκούρους πρώτους ξένων ἐμύησαν ἐῶ λέγειν· καίτοι κἂν εἰ χωρὶς εὐεργεσίας πρὸς τῶν θεῶν τούτων ὑμᾶς ἱκέτευον λόγον εἶχεν αἰσχυνθῆναι. ἀλλ' ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ δεηθέντων ἡμῶν τίνες ἦσαν οἱ τὸν Τυρταῖον πέμψαντες; ἢ τίνες οἱ Κίμωνα ὑπὸ τὸν σεισμὸν τετρακισχιλίους ὁπλίτας ἄγοντα; ἆρ' οὖν τὰ μὲν ἐκείνων τοιαῦτα εἰς ὑμᾶς, τὰ δ' ἡμέτερα ἐλάττω πρὸς ἐκείνους, οἳ Δωριέων μέν ποτ' ἐπ' αὐτοὺς στρατευόντων μόνοι πάντων οὐκ ἠξιώσαμεν, τυραννουμένοις δὲ μόνοι τῶν πάντων ἐβοηθήσαμεν; εἰς Μαραθῶνα δ' οὕτως ἠπείχθημεν [405] ὥστ' ἀνθ' ἡμεροδρόμων ἐγενόμεθα. ἆρ' οὖν καλὸν ἢ τοὺς συσσώσαντας ἡμῖν τοὺς ἀρχηγέτας αὐτοῖς παισὶ καὶ γυναιξὶ νῦν ὑφ' ἡμῶν ἀπολέσθαι, ἢ τοὺς τὴν πόλιν ἐκλιπόντας ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ὑφ' ἡμῶν τῆς πόλεως στερηθῆναι, ἢ τοὺς ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας τοῖς τυράννοις ὑμᾶς πολεμοῦντας, καὶ ταῦτα πρὶν ἃς εἶπον αὐτοὺς ἀρετὰς ἐπιδείξασθαι, τούτους νῦν πανωλεθρίᾳ τοὺς αὐτοὺς τούτους διαφθεῖραι; καὶ τοῖς μὲν τότε μηδίσασι γενέσθαι παρ' ὑμῶν συγγνώμην, οὓς δεκατεύειν πρότερον ἐψηφίσασθε, καὶ τοὺς Ἀθηναίους οὐχ ἥκιστα εἶναι τοὺς ταῦτα συμπείθοντας, τοῖς δὲ μεθ' ὑμῶν γενομένοις καὶ μεθ' ὧν ἐν τοῖς κοινοῖς τῶν Ἑλλήνων ἱεροῖς τετάχθαι προσῆκε τὴν Ἑλλάδα ἐλευθεροῦντας, τούτοις ἐνταῦθα τελευτῆσαι τὴν τύχην; καὶ τοὺς μὲν ἐκ τῶν βαρβάρων περὶ τῆς βώλου καὶ τοῦ ὕδατος ἐλθόντας, ὡς συλῶντας τὰ τῆς Ἀθηνᾶς, οὕτως ὑπ' ἐκείνων ἀποθανεῖν, καὶ δύο ταύτας πόλεις μόνας κοσμῆσαι τὸ τῶν Ἑλλήνων γένος ὅσοις ἐψηφίσαντο, τήν τε ἡμετέραν καὶ τὴν ἐκείνων· κατασκαπτομένης δὲ ἀκροπόλεως καὶ ἱερῶν καὶ τῆς πόλεως ἄρδην ἀπολλυμένης καὶ τῆς χώρας οὐκ οἶδ' οἷστισιν ἀνθρώπων διδομένης, οὐδὲν τούτων ἄρα οἴεσθε οὔτε πρὸς τοὺς ἄλλους θεοὺς οὔτε πρὸς τὴν Ἀθηνᾶν εἶναι, ἣ κοινὴ μὲν ἀρχηγέτις ἀμφοῖν ταῖν πόλεοιν, τῆς δ' ἐκείνων τὴν ἐπωνυμίαν ἔχει; μηδαμῶς, ὦ ἄνδρες Λακεδαιμόνιοι, μὴ τοὺς βαρβάρους μιμώμεθα, μηδ' ἣν ἔρεισμα τῆς Ἑλλάδος πόλιν ᾔδομεν, ταύτην ἀνατρέψωμεν, μηδ' ὑποσπάσωμεν, μηδ' ἐκκόψωμεν τῆς Ἑλλάδος τοῖν ὀφθαλμοῖν τὸν ἕτερον, ἀλλ' ἀναμνησθέντες ἐκείνης τῆς ἡμέρας ἐν ᾗ μὴ καταλιπεῖν τοὺς Ἕλληνας αὐτῶν δεομένοις ἡμῖν ὑπήκουσαν, παριδόντες μὲν τὰς τοῦ βασιλέως ἐπαγγελίας, καταφρονήσαντες δὲ κινδύνων καὶ φόβων, ἐν καιρῷ νῦν τὴν χάριν αὐτοῖς ἀπόδοτε, ἕν τι τῶν αἰσχίστων νομίσαντες, ἰδίᾳ μὲν εἴ τῳ μείζω τῶν ἐγκλημάτων εἴη τὰ τῆς ἀνδραγαθίας εἰδέναι συγγιγνώσκειν, πόλει δὲ τοσαύτῃ τὸ δίκαιον τοῦτο μὴ σωθῆναι. φέρε πρὸς Διὸς, οὐδὲν γὰρ ἀπώμοτον, εἰ πάλιν ἐξ ἀρχῆς ὁ βάρβαρος ἡμῖν ἐγχειρήσειε, [406] πάντα δ' ἂν γένοιτο ἐν τῷ μακρῷ χρόνῳ, καὶ τὴν Ἑλλάδα ἴσμεν ὡς κεκάκωται, τίνας εἰπέ μοι παραστησώμεθα; πρὸς τίνας προτέρους ἀποστείλωμεν; τίσιν οἱ παρ' ἡμῶν παρακλητικοὶ μᾶλλον καιρὸν ἕξουσιν; ἂν ἐμοὶ πείθησθε, φείσεσθε μὲν καὶ τῶν Ἀθηναίων, φείσεσθε δὲ ὑμῶν αὐτῶν πρότερον καὶ τῆς ἁπάσης Ἑλλάδος· καὶ τοὺς ἀγανακτοῦντας εἰκότως ἂν παραιτήσαισθε, ὑπομιμνήσκοντες καὶ κατὰ πόλεις ὅτι ἡμεῖς οὐδένα κίνδυνον οὐδὲ ταλαιπωρίαν αὐτῶν ἕνεκα ὠκνήσαμεν καὶ ὅτι ὧν ἔχρῃζον ἔχουσι, Κορίνθιοι μὲν Ποτίδαιαν καὶ τὰς ἀποικίας, Αἰγινῆται δὲ τὴν αὑτῶν κομίσασθαι, Μεγαρεῖς δὲ ἀγοραῖς καὶ λιμέσι χρῆσθαι τοῖς Ἀθηναίων. καὶ μὴν καὶ Θηβαίοις γ' ἱκανὴ χάρις τὰ συγχωρηθέντ' ἐν ἀρχῇ περὶ Πλαταιέας· ταῦτα δὲ οὐκ εἰκὸς προσβιάζεσθαι αὐτοὺς, πολὺ μᾶλλον ὑμῖν εἶξαι, καὶ δοῦναι ταύτην εἰ μή ποτε Ἀθηναίοις, ἀλλ' ὑμῖν τὴν χάριν μὴ σφῶν ἕνεκα ἐξαμαρτεῖν, μηδ' ἀλιτηρίους τῆς τε θεοῦ καὶ τῶν Ἑλλήνων γενέσθαι. ἄγος γὰρ τοῦτο πολὺ μᾶλλον ὧν αὐτοί ποτε ἠλαύνετε. κεφάλαιον δ' εἰπὼν ἀπαλλάξομαι. εἰ μὲν ὁμοίων ἂν καὶ αὐτοὶ τῶν Ἀθηναίων κρατησάντων ἐτύχετε πανταχῆ, καλὸν ὡς λέγω πρᾶξαι· εἰ δὲ μὴ, νικήσωμεν αὐτοὺς ἀμφοτέροις, καὶ τοῖς ὅπλοις καὶ τῇ φιλανθρωπίᾳ.