4549 227 0 0 0 0 II d. C. Biografia Aelius Aristides Ἱεροὶ λόγοι Dindorf, W., Leipzig, Reimer, 1829 Rist. 1964, Hildesheim, Olms. 5

Aelius - Ἱεροὶ λόγοι ε΄

[347] Θέρους ὥρᾳ πονήρως εἶχεν ὁ στόμαχος καὶ δίψος ἦν νύκτα καὶ ἡμέραν καὶ ἱδρὼς ἀμύθητος καὶ λύσις τοῦ σώματος, καὶ μόλις ἂν δύο καὶ τρεῖς εἷλκον ἀπὸ τῆς κλίνης ἀναστῆναι δεόμενον· καὶ ὁ θεὸς σημαίνει ἔξοδον ἐν Σμύρνῃ ὄντι τὸν χρόνον τοῦτον, καὶ ἔδει ἐξιέναι αὐτίκα. καὶ ἐξῄειν μὲν τὴν ἐπὶ Περγάμου· ἐν ὅσῳ δὲ ὀχήματα ἐπορίζετο καὶ δὴ μεσημβρία τε προσῄει καὶ καῦμα ᾔρετο λαμπρόν. ἔδοξεν οὖν ἡμῖν ἐν τῷ προαστείῳ διατρίψαντας αὐτὴν τὴν ἀκμὴν οὕτως περαίνειν. ἡ δ' ὁρμὴ ἦν ὡς εἰς Μύριναν καὶ τὰ σκευοφόρα ἐπὶ τούτῳ προῄει. οἷα δὲ πνίγους ὄντος καὶ ἅμα ὑφ' ἡδονῆς τοῦ χωρίου καὶ προσέτι ἀσχολιῶν τινῶν προείμεθα τῆς ὥρας συχνὸν, ὥστε γιγνόμεθα ἐπὶ τῷ καταγωγίῳ τῷ πρὸ τοῦ Ἑρμοῦ περὶ αὐτὴν δύσιν ἡλίου. καὶ ἠπόρησα μὲν ὅ τι ποιῶ. ὡς δὲ οὔτε τὴν δυσχέρειαν τῶν οἰκημάτων ἔφερον εἰσελθὼν, θεραπεία τε οὐ παρῆν διὰ τὸ προεκπέμψαι, ἐδόκει χρῆναι τὸ πρόσω διώκειν, καὶ διαβάντι τὸν ποταμὸν νύξ τε ἦν ἤδη καθαρὰ καὶ προσέβαλεν αὔρα τις ἐλαφρὰ καὶ ψυχεινὴ, καὶ τό τε σῶμά πως ἀνελάμβανε καὶ τῇ γνώμῃ τόνος τις μετ' εὐθυμίας ἐνεδύετο, ὡς τῷ τε ἀέρι ὁμιλεῖν καθ' ἡσυχίαν καὶ ἅμα πρὸς τὴν παρελθοῦσαν ἡμέραν τὰ παρόντα κρίνοντι ὁπόσον τι μεταβεβλήκει. ἤδη δὲ βαθείας ἑσπέρας ἦλθον εἰς Λάρισσαν, καί μοι ἀσμένῳ γίγνεται ὡς τά τε ὀχήματα οὐ κατείληπτο καὶ τὰ τῆς καταγωγῆς οὐδὲν ἀμείνω τῶν πρόσθεν ἦν, ἀλλ' ἀνάγκη παρῆν ἔχεσθαι τῆς ὁδοῦ καὶ διακαρτερεῖν. καὶ μέσαι τε ἤδη νύκτες ἢ καὶ ἔτι πορρωτέρω, καὶ γιγνόμεθα ἐν Κύμῃ, καὶ πάντα ἀπεκέκλειτο [348] καὶ μάλ' ἀγαπητῶς ἐμοί. παρακαλέσας δὲ τοὺς ἑπομένους, οἳ παρέπεμπόν με ἀπὸ τοῦ χωρίου προσταλαιπωρῆσαι καὶ τὸ λοιπὸν, ὡς οὐκ εἰσόμενον αὐτοῖς, πάντως δὲ ὀλίγον τ' εἶναι καὶ προφέρειν οὐκ ὀλίγον μοι δοκεῖν τῆς προαιρέσεως διαμαρτεῖν, ἐχώρουν ἔξω πυλῶν, καὶ ψῦχός τε ἤδη ἦν ὑγρότερον, ὥστε καὶ θέρμης δεῖσθαι. καὶ περὶ ἀλεκτρυόνων μάλιστά πως ᾠδὰς ἀνύσας εἰς Μύριναν, ὁρῶ τοὺς ἐμοὺς πρόσθεν τῶν καταγωγίων τινὸς συνεσκευασμένους ὡς εἶχον διὰ τὸ μηδ' αὐτοὺς, ὡς ἔφασαν, καταλαβεῖν ἀνεῳγμένον μηδέν. ἦν δέ τις ἐν προθύρῳ τοῦ πανδοκείου σκίμπους· τοῦτον περιφέροντες ἄνω καὶ κάτω διατριβὴν εἴχομεν. ὅπου γὰρ τεθείη πανταχοῦ λυπηρὸς ἦν. θύραν δὲ κόπτουσιν ἢ ξένων ἢ ὡντινωνοῦν πλέον οὐδὲν ἦν· οὐ γὰρ ὑπήκουεν οὐδείς. ὀψὲ δέ ποτε εὕρομεν εἰσελθεῖν εἰς οἰκίαν τῶν ἐπιτηδείων τινὸς, κακοδαιμονίᾳ δὲ θυρωρῶν τό τε πῦρ ἀπεσβήκει καὶ ἄλλο γε οὐδὲν ἦν οὐ μικρὸν οὐ μέγα. εἰσῄειμεν δὲ ὑπὸ σκότου καὶ ὑπὸ χειραγωγῷ οὔτε ὁρῶντες οὔτε ὁρώμενοι. ἐν ὅσῳ δὲ πῦρ τε ἐπορίζετο καὶ πορισθέντος ἔμελλον χρίσεσθαί τε καὶ πίεσθαι, καὶ δὴ ἑωσφόρος τε ὑπερεῖχε καὶ φῶς ἡμέρας ὑπέφαινεν, ἐδόκει χρῆναι μὴ μαλθακίζεσθαι μηδὲ καθεύδειν ἡμέρας οὔσης, ἀλλ' ἔργον ἔργῳ συνάπτειν καὶ βαδίζειν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν, εἰς Γρυνεῖον, εἰωθός μοι καὶ ἰόντι καὶ ἐπανιόντι θύειν τῷ θεῷ.

   Γενόμενος δὲ ἐν Γρυνείῳ θύσας τῷ Ἀπόλλωνι καὶ τὰ εἰωθότα διατρίψας εἰς Ἐλαίαν ἐλθὼν ἀνεπαυόμην. καὶ ὡς ἐγενόμην ἐν Περγάμῳ τῇ ἐπιούσῃ, ἐγὼ μὲν οἷα εἰκὸς οὕτως εἶχον ὡς ἐνδιατρίψων, ἐνύπνιον δ' ἐλθὸν, εἴτε δὴ εἰς ἑσπέραν εὐθὺς εἴτε καὶ μιᾷ ὕστερον ἡμέρᾳ ἢ καὶ δευτέρᾳ, ἐπείγεσθαί τε ἐκέλευε καὶ μὴ ἄλλως ποιεῖν· οἵδε γὰρ καὶ δὴ διώκουσι. καὶ ἅμα τούτοις αἵ τε θυρίδες πνεύματος ἐμπεσόντος ἀνεῴγνυντο εὖ καὶ καλῶς ἐσφηκωμέναι ἔνδοθεν καὶ ἔξωθεν, καὶ πρόσθεν οὔπω συμβὰν, [349] αἵ τε θύραι παρέσχον ψόφον. ὡς δὲ ἀφυπνίσθην, οὐδὲν ἔτι διέτριψα, ἀλλ' εἰπὼν τοῖς οἰκέταις μεταδιώκειν ἐπιβὰς τοῦ ὀχήματος ἤλαυνον ὡς ἤνυτον. καὶ ὁ βορέας ἐπέκειτο πάντα κινῶν. ἦν δὲ τὸν χρόνον τοῦτον ἐργώδη τὰ περὶ τὴν φάρυγγα, ὑπό τε φλυκταίνης συνεχοῦς πιεζόμενα καὶ ὑπὸ παντὸς ἀεὶ τοῦ συντυχόντος ἀναξαινόμενα. τότε δὲ τῆς τε ἄμμου πολλῆς ἅμα τῷ ἀνέμῳ φερομένης ἐπὶ τοῦ προσώπου καὶ τοῦ κονιορτοῦ σύρδην ἁπανταχόθεν ἐμπίπτοντος οὐκ ἀγωνιᾶν μᾶλλόν τι παρειστήκει μοι ἢ θαρρεῖν· ἅμα μὲν οἷον ἀπονοίᾳ τινὶ καὶ παρατάξει, οὐ γὰρ ἦν ἀναφυγὴ, ἅμα δ' ὡς ἀντεῖχον παρὰ πᾶν τὸ εἰκός. οἱ δὲ ἰατροὶ τὰ πρὸ τοῦδε ἀνακογχυλιάζειν τε ἐκέλευον καὶ σκέπην ἀκριβεστάτην καὶ τὰ τοιαῦτα εἰσηγοῦντο. δευτέρᾳ δὲ ἢ τρίτῃ ἡμέρᾳ παρελθὼν τὴν πατρῴαν οἰκίαν γίγνομαι ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου· καὶ θύω πρὶν καταλῦσαι τὴν ὁδὸν, ὥσπερ μοι καὶ τὸ ἐξ ἀρχῆς εὐθὺς ἐν Σμύρνῃ προείρητο, ἐλαύνειν ὀρθὴν εἰς Διὸς χωρίον. καὶ μετὰ τοῦτο ἤδη ῥᾴω τὰ τῆς διαίτης ἐπιφανῶς ἦν. περιιόντι δὲ τῷ ἔτει καὶ μηνὶ μάλιστα θᾶττον ἦγον Κυζικηνοὶ τὴν ἱερομηνίαν τὴν ἐπὶ τῷ νεῷ, ἐμοὶ δὲ ὕπνοι τε ἦσαν ἐργώδεις καὶ πέψις ἀπήντα μόλις ἐν συχνῷ τινι μέρει τῆς ἐπιούσης ἡμέρας ἡσυχάζοντι μὲν, καθεύδοντι δ' οὔ. τότε δ' οὖν ἡνίχ' ἧκε τὸ ὄναρ, ἡμέρα τε ἦν ἐκ πολλοῦ καὶ ὕπνου τοσούτου σχεδὸν ἔλαχον ὅσον δόξαι ἃ ἔδοξα. ταῦτα δ' ἦν, Πορφυρίων ὁ ἰατρὸς ἐδόκει μοι τοὺς Κυζικηνοὺς ἐπιὼν παραπλήσια τοῖς τῆς Ἀθηνᾶς πρὸς τοὺς Φαίακας λέγειν, μέγαν τε ἄγων ἐμὲ καὶ προμνώμενος συνουσίας περὶ λόγους. οἱ δὲ πείθεσθαι καὶ ἅμα θέατρόν τε εἶναι καὶ αὐτὸς ἐν τῷ θεάτρῳ, καὶ ἄλλ' ἄττα εἰς τοῦτο φέροντα ἦν. ἀνίσταμαι καὶ συσκευάζεσθαι τοῖς οἰκέταις εἰπὼν, ὡς αὐτίκα ἐξιόντας, ἐξήλαυνον, μεσημβρίας οὐ πολλῷ τινι θᾶττον. οἷα δ' ἐπαναμένων τοὺς οἰκέτας προῄειν σχολαίτερον, κἀν τούτῳ ἐτρίβη τι τῆς ὥρας. καὶ γίγνομαι περὶ δείλην ὀψίαν ἐπὶ τοῖς ὕδασι τοῖς θερμοῖς, καὶ πάντα ἦν θορύβου μεστὰ καὶ πλήθους ἀνθρώπων, [350] ὥστ' οὐχ οἷόν τ' ἦν στέγην εὑρεῖν, ἀλλ' ἔδει παρελαύνειν, καὶ εἵποντο μὲν ὀλίγοι ἤδη. προελθὼν δὲ τετταράκοντα στάδια εἴς τινα κώμην, ὡς οὐδέν με προσίετο τῶν αὐτόθι, ἔγνων τῇ νυκτὶ χρῆσθαι. αὐτῷ μὲν οὖν μοι ἐδέδοκτο ἐλαύνειν εἰς αὐτὴν Κύζικον, οἱ δ' ἀκόλουθοι ἀπειρήκεσαν, σχεδὸν δύ' ὄντες οἱ λοιποί· ὥστ' ἠναγκάσθην καταλῦσαι περὶ τὴν λίμνην εἴκοσι καὶ ἑκατὸν στάδια ἀπὸ τῆς πόλεως, ἀνύσας δὲ εἰς εἴκοσι καὶ τριακόσια. παρελθὼν δὲ εἰς δωμάτιον καὶ σκίμποδος εὐπορήσας καὶ στρώματος καθαροῦ καὶ μάλ' ἀγαπητῶς, οὐ γὰρ ἔμοιγε οὐδὲν παρῆν, ὡς εἶχον διψῶν τε καὶ κονιορτοῦ πλέως, ἐν τῇ ἐσθῆτι ἐν ᾗπερ καθήμην ἐπὶ τοῦ ὀχήματος, διενυκτέρευσα καθήμενος τὰ πλείω ἐπὶ τοῦ σκίμποδος. ἀστέρων δὲ πρὸς ἡμέραν φερομένων ἀναστὰς ἤνυσα ἀναμείνας οὐδένα. καί μοι παραμύθιον ἦν τῆς πορείας τὸ τῷ λόγῳ προσέχειν, ὃν ἔδει τοῖς Κυζικηνοῖς ἐπιδεῖξαι κατὰ τὴν τοῦ ἐνυπνίου φήμην· ὥστε καὶ ἐποιήθη οὕτω παρὰ τὴν ὁδὸν τὰ εὑρισκόμενα ἀεὶ ἀναλαμβάνοντι. τὴν μὲν οὖν σπουδὴν τὴν συμβᾶσαν περὶ τὸν λόγον οὐ μόνον ἡνίκα ἐδείκνυτο ἐν τῷ βουλευτηρίῳ, ἀλλὰ καὶ ὕστερον ἐν τῇ πανηγύρει, εἰδεῖεν ἂν οἱ παραγενόμενοι καὶ οἱ τούτων ἀκούσαντες, ἐμοὶ δ' οὐχ ἥδιστον ἐν τοῖς τοιούτοις διατρίβειν. ἀλλ' ἐπειδὴ προσέταξεν ἀναστρέφειν, ἐπαινέσας τὸ ἐν Λανείῳ ὕδωρ, σχεδὸν ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδόντες, ἐπανῄειμεν, τῇ τε ὥρᾳ τῆς ἐξόδου μάλιστά πως παραπλησίως, διὰ τὸ καὶ τότε αὐθημερὸν ἐξιέναι ἐπὶ τῷ προστάγματι, καὶ δὴ καὶ τῇ συνεχείᾳ τῆς πορείας, οὐδαμοῦ γὰρ διαναπαύσας ἧκον ἄσιτος μικρῷ πρὸ μέσων νυκτῶν εἰς αὔλιόν τι γεωργικὸν τῶν ἐμαυτοῦ, τετρακοσίους σταδίους τοὺς ἅπαντας, τῇ δ' ὑστεραίᾳ ἐκεῖθεν εἰς Λανεῖον.

   Καὶ τὰ μὲν τῆς προτέρας εἰς Κύζικον ἐξόδου καὶ διατριβῆς οὕτως ἔσχεν. ἐπελθόντος δὲ τοῦ χειμῶνος ἦγε πάλιν τὴν ἐπὶ Σμύρνης, καὶ γίγνεται τῶν ἡμερῶν ἡ πρώτη σφόδρα ἤπιος. ὡς δὲ κατέβην εἰς τὸ πεδίον τῆς ἐπιούσης νυκτὸς, ἄλλα τε ὀνείρατα ἐγίγνετο ἐπισχόντα καὶ δὴ καὶ Νεφέλας Ἀριστοφάνους ἐδόκουν μεταχειρίζεσθαι· [351] καὶ ἅμα ἕῳ νέφη τε ἦν καὶ ὑετὸς οὐ πολὺ ὕστερον. ὥσθ' οἱ μὲν συνέχαιρον ὡς οὐ προεξῆλθον, οἱ δ' ἐθαύμαζον τῆς προρρήσεως τὴν ἀκρίβειαν. μένοντι δέ μοι αὐτόθι ἡμέρας τινὰς ἀγγέλλεται ἡ τῆς τροφοῦ θυγάτηρ ἀσθενοῦσα καὶ ἔχουσα σφαλερῶς. κἀκείνῃ μὲν ἰατρὸν ἔπεμπον, αὐτὸς δὲ, ἐπειδὴ τάχιστα παρέσχεν, εἰχόμην τῆς ὁδοῦ. καί μου προϊόντος ἤδη ὑπεκινεῖτο ὁ ἀὴρ, ὡς πρὸς ὕδωρ τε καὶ χειμῶνα. καὶ δέος ἦν μὴ καταληφθῶμεν, ἄλλως τε καὶ δυσπόρων ὄντων. ὅμως δὲ τοσοῦτον ἀντέσχεν ὅσον δύο σταδίους ἐλλείπεσθαι πρὸς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. τηνικαῦτα δὲ ὁμίχλη τε κατέβη βαθεῖα καὶ ψακάς τις διέθει· καὶ παρελθόντων εἴσω λαμπρῶς ἤδη τὸ ὕδωρ παρῆν, ὥστε ἑορτὴν ἤγομεν. ἐπισχόντων δέ με κἀνταῦθα ὀνειράτων ἐπέμεινα. πρὸς δὲ τοῖς ἐπισχοῦσι καὶ τοιόνδε ἐγεγόνει. ἐδόκουν ἱερεῖόν τι τεθυκὼς ἐπισκοπεῖσθαι τόν τε δὴ θεὸν, οἶμαι, καλούμενον καὶ λυτῆρα, καί τινος τῶν μάντεων ἐπελθόντος πυνθάνεσθαι τί βούλοιτο ὁ λυτὴρ, πότερον καθάπαξ λύοι τι ἢ μικρότερον ἀντὶ μείζονος ποιοίη καὶ ἀναβολῆς εἴη σημεῖον. ὁ δ' ἐῴκει οὐ πάνυ τι ἰσχυρότατα ἡγουμένῳ εἰς τὸ καθάπαξ, ἀλλὰ καὶ ἀέρας καὶ ἀστέρας καὶ τὰ τοιαῦτα ᾐτιᾶτο. κἀν τούτῳ ἠγγέλθη περὶ τῆς κόρης ὅτι εἴη τεθνεῶσα. εὐθὺς μὲν οὖν ἀκούσασιν ἐδόκει θεῖον εἶναι τὸ μὴ τυχεῖν παρόντα ἐμὲ τῇ συμφορᾷ, ἀλλὰ προεξελθεῖν· ἔτι δὲ σαφέστερον ἐκ τῶν ὕστερον χρησμῶν ἐγένετο ὡς οὐκ ἄνευ δαιμονίου τινὸς πᾶν τοῦτο συνέβη. ἐπειδὴ γὰρ κατέβην ἀπὸ τοῦ ὄρους δευτέρᾳ νυκτὶ ὕστερον, ὤφθη τοιάδε, ἔμεινα δὲ καὶ πλείους κατέχοντος τοῦ θεοῦ. Τελεσφόρος ἦν ὀρεωκόμος· οὗτος ἐδόκει μοι ὁρμηθεὶς αὐτόθεν βαδίζειν ὀπίσω, τὰ χρησθέντα ἐπὶ τῇ Φιλουμένῃ σημαίνων, τοῦτο γὰρ ὄνομα τῇ κόρῃ, κεχρῆσθαι δ' αὐτὰ Ἀλκίμῳ πατρὶ τῆς κόρης, καὶ δὴ καὶ γράμματα ἔχειν, εἴτε δὴ σεσημασμένα εἴτε καὶ μή· ἃ τὸν Ἄλκιμον νύκτωρ ἀκούσαντα παρ' αὐτῆς ἀπομνημονεύσαντα γράψασθαι, θαυμαστὰ πλήθει καὶ δυνάμει, φέροντα εἰς ἐμὲ, ὥστε [352] θαυμάζειν ὅπως καὶ ἀπεμνημόνευσε. κεφάλαιον δ' ἦν, ὡς ἐν αὐτῷ τῷ σώματι τῆς Φιλουμένης καὶ τοῖς ἐντὸς, ὥσπερ ἐν σπλάγχνοις ἱερείων, ἐγγεγραμμένου παντὸς τοῦ περὶ αὐτὴν πράγματος. ἐδόκουν δὲ καὶ κοιναί τινες εἶναι πλείους, καὶ ἅμα πως ἑώρων αὐτὰς, αἱ μὲν ἄνω ὑγιεῖς καὶ εὖ διακείμεναι, ἐν δὲ τῇ τελευταίᾳ τὸ πεπονθὸς ἦν. καὶ ἐδείκνυντο ὑπὸ τοῦ ἐφεστῶτος ὅστις καὶ ἦν. καὶ ἠρόμην γὰρ δὴ αὐτὸν, πόθεν οὖν οἱ ὄκνοι καὶ ἡ δυσεργία; ὁ δὲ ἐδείκνυεν ἐκεῖνον τὸν τόπον. οἱ δ' οὖν χρησμοὶ τοιοῦτοί τινες ἦσαν. ἐνεγέγραπτο μὲν τὸ ὄνομα τὸ ἐμὸν οὑτωσὶ, Αἴλιος Ἀριστείδης· καὶ σχεδὸν ἐκ διαλειμμάτων ἄλλα καὶ ἄλλα ἐπίσημα τοῦ ὀνόματος· προσενεγέγραπτο δὲ Σωσιμένης καὶ ἕτερα τοιαῦτα σωτηρίαν ἐπαγγελλόμενα, καὶ ὅτι ἡ Φιλουμένη ψυχὴν ἀντὶ ψυχῆς καὶ σῶμα ἀντὶ σώματος ἀντέδωκε, τὰ αὑτῆς ἀντὶ τῶν ἐμῶν. καὶ τἄλλα εἰς ταυτὸν φέροντα ἐνῆν, ἅπαντα ἐν βιβλίοις τισὶν ἐγγεγραμμένα, ἃ πάντα γράψαντος τοῦ Ἀλκίμου ἐδόκει ἀποκομίζειν ὁ Τελεσφόρος οἴκαδε. ἐνῆσαν δὲ καὶ Πορφυρίωνος τοῦ ἰατροῦ παραινέσεις ὡς πρὸς τὴν μητέρα αὑτῆς, μάλιστα μὲν καὶ λούσασθαι, εἰ δὲ μὴ, ἀλλὰ τραφῆναι. ταύτης τῆς κόρης Ἑρμείας ἐκεῖνος ἀδελφὸς ἦν, ὃς ἐν τῇ μεγάλῃ νόσῳ, ὅτε καὶ ἡ θεὸς ἐφάνη μοι, ἀπέθανε καὶ αὐτὸς σχεδὸν ὡς εἰπεῖν ἀντ' ἐμοῦ. τῇ γὰρ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἐπυθόμην, ἐκεῖνός τε ἐτελεύτα κἀγὼ τοῦ πυρὸς ἀπηλλαττόμην καὶ πάνυ χρονισθέντος. ἄμφω δὲ ἤστην παῖδες ἐμῆς συντρόφου Καλλιτύχης.

   Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. πέντε δὲ ἡμέρας ὑπὸ τῷ ὄρει μείνας καὶ διαιτηθεὶς ὡς παρήγγειλεν, ἕκτῃ κινήσαντος ἐξῄειν ἐπὶ Περγάμου· καὶ ἦσαν μὲν ἐπίβδαι, ἣν Ῥωμαῖοι πρώτην ἄγουσι τοῦ ἔτους. χειμὼν δὲ οὕτω δή τι σφοδρὸς ὥστε μηδ' οἴκοι μένοντι ῥᾳδίως ἔχειν ὑπενεγκεῖν. καὶ συνέβη τοῦτο δὴ θειότατον τῆς ὁδοῦ, τὸ γὰρ τοῦ Ὁμήρου σαφὲς ἦν ὅτι τις θεῶν ἡγεῖτο καὶ ὅστις γε ὁ θεὸς, ἐξόπισθεν μὲν γὰρ βορέου πνεῦμα ἐπέκειτο οἷον ψυχρότατον, νεφέλας ἐλαῦνον μελαίνας καὶ πυκνὰς, ἐκ δεξιᾶς δὲ ἅπαντα κατενίφετο, ὗε δὲ ἐν ἀριστερᾷ, καὶ [353] ταῦτ' ἦν παρὰ πᾶσαν τὴν ἡμέραν τε καὶ τὴν ὁδόν. μία τε οἷον ζώνη διὰ παντὸς τοῦ ἀέρος ἦγεν εἰς τὸ ἱερὸν κατ' αὐτῆς τῆς ὁδοῦ τεταμένη, σκέπην ἅμα καὶ φῶς ἔχουσα. καὶ πάμπολυ δὴ τῶν ἄλλων ἀποσπάσας ἦγον εἰς τὸ ἱερὸν, μεθ' ἑνὸς ἀκολούθου σταδίους οὐκ ἔλαττον ἢ τριακοσίους διαδραμών. καὶ ἦν μὲν τῆς ὥρας τὸ μετὰ λύχνους τοὺς ἱερούς· ἐν ὅσῳ δὲ τούς τε ὑπολειφθέντας ἐπανέμενον καὶ καταγωγὴ ἐπορίζετο, διέτριψα τούς τε νεὼς περιιὼν ὡς εἶχον ἐκ τῆς ὁδοῦ καὶ βαδίζων ἄνω καὶ κάτω περὶ τὸ ἱερόν. ἤδη δὲ βαθείας ἑσπέρας εὐπορήσας ὑπηρετῶν, αὐτόθι λουσάμενος ὑπὸ λαμπτῆρος ἀπὸ μικρᾶς πάνυ τροφῆς ἀνεπαυόμην. καὶ μὴν τά γε ἄλλα σαφῶς ἐγίγνετο σὺν θεῷ σπουδῇ τῶν ἀνθρώπων, καὶ σύνοδοι κατὰ τοὺς λόγους καὶ δέος μὴ θᾶττον ἀπαλλαγείημεν. ταυτὰ δὲ ταῦτα καὶ ὕστερον ὡς ἐν τῇ Σμύρνῃ ἐγενόμεθα. μᾶλλον δὲ καὶ πρὶν εἰσελθεῖν εἰς τὴν πόλιν ἦσαν οἱ κατὰ τὴν φήμην ἀπαντῶντες, καὶ τῶν τε νέων οἱ γνωριμώτατοι σφᾶς αὐτοὺς ἐδίδοσαν καὶ τύπος τις ἤδη τεταγμένος διατριβῆς ἦν, καὶ διὰ πάντων ἡ κλῆσις ἠκριβοῦτο. Αἰγυπτίου δέ τινος ἀνθρωπίσκου περὶ τὸν χρόνον τοῦτον εἰσκωμάσαντος εἰς τὴν πόλιν καὶ τῶν τε βουλευτῶν ἔστιν οὓς διαφθείραντος καί τισι τῶν πολλῶν καὶ ἰδιωτῶν δόξαν παραστήσαντος ὅτι καὶ πολιτεύσοιτο καὶ φιλοτιμίας θαυμαστὰς οἵας φιλοτιμήσοιτο ἀπὸ χρημάτων, εἰς τὸ θέατρον εἰσπηδῶντος ὅπως τύχοι, καὶ τοιαύτης αἰσχύνης κατεχούσης τὴν πόλιν, ᾔδειν μὲν οὐδ' ὁτιοῦν τούτων ἐγὼ ἀλλ' ἢ ὀψέ ποτε ἤκουσα, ἅτε καὶ κατ' οἰκίαν τὰς συνουσίας πρὸς τοὺς ἐπιτηδείους ποιούμενος. ἄρτι δ' αὐτοῦ παριέναι μέλλοντος εἰς τὸ ᾠδεῖον τὸ πρὸς τῷ λιμένι καὶ διατριβὴν αὐτόθι καθισταμένου, εἴτε δὴ κατὰ ψήφισμα εἴτε καὶ οὐκ οἶδ' ὅπη, ἐμοὶ δ' ὄναρ γίγνεται. ἐδόκουν τοῦτο μὲν τὸν ἥλιον ἐκ τῆς ἀγορᾶς ἰδεῖν ἀνίσχοντα, τοῦτο δὲ ἀνὰ στόμα ἔχειν Ἀριστείδης μελετήσεται τήμερον ἐν τῷ βουλευτηρίῳ ὥρας τετάρτης. ταῦτα φθεγγόμενος καὶ τούτων ἀκούων ἀφυπνιζόμην, ὥστε διεσκόπουν εἴτ' ὄναρ εἴη εἴθ' [354] ὕπαρ. καλέσας δὲ τῶν φίλων τοὺς ἐπικαίρους φράζω τὸ πρόσταγμα. καὶ τότε δὴ γράμμα ἐξετίθετο, καὶ γὰρ προσῆγεν ἡ ἐκ τοῦ ὀνείρατος ὥρα, καὶ παρῆμεν εὐθὺς ἐπ' αὐτῷ. ὅμως δὲ καίπερ οὕτως ἐξ ὑπογυίου τῆς παρόδου γιγνομένης καὶ τῶν πολλῶν ἀγνοησάντων, οὕτω δή τι μεστὸν γίγνεται τὸ βουλευτήριον ὥστε οὐδὲν ἦν πλὴν ἀνθρώπων κεφαλὰς ὁρᾶν καὶ οὐδ' ἂν τὴν χεῖρα διέωσας μέσην οὐδαμοῦ. καὶ μὴν τό γε τοῦ θορύβου τε καὶ τῆς εὐνοίας, μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐνθουσιασμοῦ, τοσοῦτον παρὰ πάντων συνέβη ὥστε οὐδεὶς ὤφθη καθήμενος οὔτ' ἐπὶ τοῦ προαγῶνος οὔθ' ἡνίκα ἀναστὰς ἠγωνιζόμην, ἀλλ' ἐκ πρώτου ῥήματος εἱστήκεσαν, ὤδινον, ἐγάνυντο, ἐξεπλήττοντο, συμπαρένευον τοῖς λεγομένοις, ἠφίεσαν φωνὰς οὔπω πρόσθεν γενομένας, πᾶς τις αὑτοῦ τὸ κέρδος ποιούμενος, εἴ τι νείμαι τῶν μεγίστων ἐμοί. ὡς δ' ἀπηλλάγημεν ἀπὸ τοῦ βουλευτηρίου καὶ περὶ λουτρὸν ἦμεν, τότε δή τις ἀγγέλλει μοι ὅτι καὶ ὁ δεῖνα προγράψας πρότριτα εἰς τὴν ἡμέραν ταύτην εἰς τὸ ᾠδεῖον ἑπτακαίδεκα εἴη τοὺς σύμπαντας ἠθροικώς. καὶ μέντοι καὶ ἦρξεν αὐτῷ σωφροσύνης ἐκείνη ἡ ἡμέρα, τὸ πέρα δ' οὐ λέγω, οὐδ' ἂν τούτων ἐμνήσθην, εἰ μὴ τό τε ἐνύπνιον ὡς ἐναργὲς ἐξέβη ἐβουλόμην ἐνδείξασθαι καὶ ὅτι καὶ τούτων ἐμέλησε τῷ θεῷ, καὶ ἅμα τοῖς ἐξ ἀρχῆς ὡμολόγει λόγοις ὡς αὐτὸς ἀνέστησέ τε καὶ κατέστησεν εἰς τὴν Σμύρναν. οὐ πολλῷ δ' ὕστερον εἰς Ἔφεσον κομίζει στεφάνους τε προειπὼν ὡς ἀγωνιστῇ καὶ κατασκευάσας οὕτως ὥστε ἀφυπνιζόμην, Ἔφεσον βοῶν.

   Ἀλλὰ μὴν τά γε ἐκεῖ πραχθέντα ἐμοὶ μὲν οὐκ εὐπρεπέστερόν ἐστι λέγειν, πολλοὶ δὲ οἱ διηγησόμενοι τοῖς δεομένοις εἰδέναι. ἀλλ' ὅσον μὲν εἰς τὸν θεὸν ἔρχεται τῶν λόγων, ἀνάγκη φράζειν πειρᾶσθαι καὶ μὴ παραλιπεῖν ἐκ τῶν δυνατῶν. ἄτοπον γὰρ εἰ μέν τι τῷ σώματι καὶ κατ' οἶκον ἔδωκεν ἴαμα, διηγεῖσθαι τοῦτ' ἂν καὶ αὐτὸν καὶ ἕτερον, ἐκεῖνα δὲ ἃ ὁμοῦ τὸ σῶμα ἀνίστη, τὴν ψυχὴν ἐπερρώννυ, τοὺς λόγους ηὖξε μετ' εὐδοξίας, ταῦτα δὲ οὑτωσὶ παρελθεῖν σιωπῇ. ὅτι δὲ οὐδὲν πώποτε τῶν ἀνθρωπείων ἔμεγε ἐχαύνωσεν οὐδὲ ἐπῄρθην οὔτ' ὀλίγους οὔτε [355] πολλοὺς χειρωσάμενος, οὐδ' οἶμαι δεῖν φιλοτιμεῖσθαι τοῖς τοιούτοις μᾶλλον ἢ αἰσχύνεσθαι φιλοτιμούμενος, ἐμαυτόν τε καλῶς πέπεικα καὶ πολλούς. ἀλλὰ γὰρ θαυμαστὸν τοῦ θεοῦ τὸ διηνεκὲς, οἷον καὶ τὸ τῆς ὕστερον ἐν Σμύρνῃ γενομένης ἐπιδείξεως τῆς μεγάλης ἐκείνης. ἐκέλευε μὲν γὰρ παρελθεῖν εἰς τὸ βουλευτήριον, παρελθεῖν δὲ φαγόντα· καὶ ἐποίουν οὕτως. ἦν δέ τις τοῦ βουλευτηρίου φρουρὸς, ἀνὴρ κατὰ δέρμα θαυμαστὸς οἷος. οὗτος ὡς εἶδε προσιόντας τοὺς ἐμοὺς, ἠξίωσε συγχωρῆσαι ἑαυτῷ πρότερον τὰ εἰωθότα συγγενέσθαι τοῖς μαθηταῖς καὶ διέτριψεν εἰς μεσημβρίαν αὐτήν. εἰσῄειν μὲν δὴ τηνικαῦτα, εἰσελθὼν δὲ ἀπέτεινα τὴν ῥῆσιν τὴν κατὰ τῶν σοφιστῶν, ἡδίστην δὴ ταύτην πασῶν ἡμερῶν ἀγαγὼν ἐπὶ λόγοις. αὐτός τε γὰρ οἷον σχολῆς εἰλημμένος ἐχρώμην ἄσμενος καὶ τὸ θέατρον εἰς ἅμιλλαν κατέστη μὴ λείπεσθαι τῶν λεγομένων. ὅ τι δ' ἐνθυμηθείης ἢ εἴποις ἔλαττον τῶν τότε συμβάντων ἐρεῖς. ὡς δ' ἐξεπέρανα, ἐγὼ μὲν ἀνιστάμην ὡς ἀπαλλαξόμενος, νομίζων καὶ ταῦτα ἐπέκεινα παντὸς ἀγῶνος εἶναι, οἱ δ' οὐκ ἠνέσχοντο, ἀλλ' ὥσπερ ἐξ ἑνὸς στόματος πάντες παραμένειν τε ἐκέλευον καὶ δέχεσθαι προβλήματα καὶ ἀγωνίσασθαι τὰ δεύτερα πάντως. κἀγὼ τέως μὲν διωθούμην, ἄλλως τε καὶ διὰ τὸ πόρρω τῆς ὥρας εἶναι· βιαιοτέρας δὲ τῆς παρακλήσεως γιγνομένης ἐνεθυμήθην τοῦ ἐνυπνίου, καὶ ὅτι ταῦτ' ἄρα καὶ ὁ θεὸς προεῖπε, μὴ ἄσιτον εἰσιέναι ὅπως ἀνταρκέσαιμι. τόν τε οὖν ἀγῶνα ὑπέστην καὶ προϊόντος αὐτοῦ κατασχεῖν οὐκ ἠδυνήθην, ἀλλ' ὡμολόγησα τοῦ θεοῦ τὴν πρόρρησιν, καὶ ὅτι ἥκοιμι παρεσκευασμένος· οἱ δ' ἐθαύμαζον ἅπαντα. ἀγωνισάμενος δὲ εἰς δύναμιν τὴν ἐμαυτοῦ διὰ τέλους ἀπηλλαττόμην, ἀπολείπων ὀλίγον εἰς ἡλίου δυσμάς. καὶ τῆς ἐπιούσης ἠγωνιζόμην αὖθις ἐν τοῖς αὐτοῖς, ἐπεὶ τοιαῦτα ἡγήσατο ὁ θεὸς κατ' ἐκείνους τοὺς χρόνους.

   Φέρε δὴ καὶ περὶ τῆς ἔναγχος εἰς Κύζικον ἐξόδου γενομένης ἐξηγήσωμαι, ἣ πέμπτῳ μὲν ἔτει περιόντι μηνὶ τῷ αὐτῷ καὶ ἡμέραις μάλιστα ταῖς αὐταῖς ἐγένετο, Ὀλυμπίων ἐπιόντων. ἔσχε δὲ οὐ πόρρω τῆς πρότερον. καὶ γὰρ [356] ἀσιτία τῇ προτέρᾳ τῶν ἡμερῶν μοχθηρία τε ὕδατος· καὶ ἅμα ὑπὸ πλήθους ἐμπίδων συνέβη πρόδηλον ὂν ὡς ἀγρυπνῆσαι δεήσοι. καὶ τῆς ἐπιούσης ὡδοιπόρουν ἐξ ὄρθρου βαθέος ῥοφήματι χρησάμενος βραχεῖ. καὶ ὡς ἐπανῄειν, κατέλυσα μὲν πρὸς τοῖς ὕδασι τοῖς θερμοῖς ὑσθεὶς, προειρημένον καὶ τοῦτο, τὴν δὲ ἀσιτίαν ἀπέδωκα, ἐπειδὴ ἐπανῆλθον, ἐπιταχθεῖσαν εἰς τὴν ἐπιοῦσαν. καὶ μὴν τά γε τῆς διατριβῆς τῆς ἐν τῇ πόλει σχεδὸν ὥσπερ προείρητο οὕτως ἐχώρησεν. ἦν γὰρ τοιάδε τὰ φανθέντα· αὐτὸς δὲ καὶ ᾔτησα τὸν θεὸν σημῆναι, ἅτε καὶ δικῶν οὐσῶν καὶ τῶν φίλων δεομένων ἥκειν. ἐδόκουν ἐπιτηρεῖν προσόδου καιρὸν πρὸς τὸν βασιλέα, θύοντος δὲ αὐτοῦ τυγχάνειν κατακείμενος. ὡς δὲ πλησίον γενέσθαι τῶν χειρῶν μου ἀλεκτρυόνα ἀσπαίροντα, συλλαβεῖν τε καὶ οἰωνίσασθαι, καὶ ὡς εἶχον ἐν ταῖν χεροῖν ἄρχεσθαι τῆς προρρήσεως. ὥρμητο δέ μοι τοῦτο πᾶν ἀπὸ τοῦ Ὁμηρικοῦ, ὡς Ὀδυσσεὺς τὸ ἔκπωμα πλησάμενος προσαγορεύει τὸν Ἀχιλλέα καὶ λέγει· τὰ δὲ ῥήματα οὕτω πως εἶχεν, ἐπ' ἀγαθῷ μὲν τῷ βασιλεῖ, ἐπ' ἀγαθῷ δὲ καὶ ἀμφοτέροις τοῖς βασιλεῦσιν, ὣς δὲ καὶ ἡμῖν ἅπασιν. ὁ δὲ ἐθαύμασέ τε καὶ πειρώμενος τῶν λόγων ἀντὶ πάντων τε ἔφη τιμᾶσθαι χρημάτων αὐτοὺς καὶ ἐπεῖπε τούτοις τοῖς λόγοις εἰ προσῆσαν ἀκροαταὶ καὶ ὅσον πεντήκοντα, κἀγὼ ὑπολαβὼν, σοῦ γε, ἔφην, βουλομένου, βασιλεῦ, καὶ ἀκροαταὶ γενήσονται, καὶ ὅπως γ', ἔφην, θαυμάσῃς, ταῦτα ἃ νυνὶ λέγεις ἐμοὶ ὑπὸ τοῦ Ἀσκληπιοῦ προείρηται. καὶ ἕτοιμος ἦν αὐτῷ γεγραμμένα δεικνύναι. μετὰ ταῦτα δὲ ὁ μὲν οὐκ οἶδ' ὅποι ἐτράπετο, ἐγὼ δ' ἐνεθυμήθην ὅτι οὗτος ἐκεῖνος ὁ καιρὸς εἴη τῆς ἐπιδείξεως. ἐπὶ τούτοις ἐδόκουν βαδίζειν ἐπὶ Κυζίκου. τοιαῦτ' ἦν τὰ κινήσαντα. ὡς τοίνυν ἐγενόμην ἐν τῇ πόλει, πολλὴ μὲν ἦν σπουδὴ τῶν ἡγεμόνων, πολλὴ δὲ τῶν ἄλλων ἀνθρώπων, ὅμως δὲ εἰς μὲν τὸ δημόσιον οὐ παρῆλθον, προσδοκώντων ὁσημέραι καὶ θαυμαστὰ ποιούντων, κατ' οἰκίαν δὲ συνῆν τοῖς ἐπιεικεστάτοις καὶ σχεδὸν ἐξεπληροῦτο ἡ τοῦ ἐνυπνίου φήμη, ἦν γὰρ εἰς τοὺς πεντήκοντα ὁ [357] σύλλογος. χρονιζομένης δὲ τῆς διατριβῆς καὶ χαίροντός μου καὶ τῷ χωρίῳ καὶ τοῖς παροῦσι πᾶσιν, ἄλλα τε δὴ ὀνείρατα γίγνεται ἀνιστάντα καὶ διαρρήδην ἐγένετο ὡς τὸ ἀνωτέρω τοῦ Ἑλλησπόντου οὐκ ἐπιτήδειον πρὸς διατριβήν. ἐπανῄειμεν οὖν· καὶ γὰρ δὴ Διὸς Ὀλυμπίου θυσία πάνδημος προσῆγε, καὶ παρεδείκνυτο πανταχόθεν ὅτι παρεῖναι δέοι καὶ θύειν. συνέβη τοίνυν καὶ τὰ τοῦ σώματος τοῦτον δὴ τὸν χρόνον ῥᾷστα καὶ φαιδρότατα σχεῖν ἐξ οὗ πρῶτον ἔκαμον. ὅσον τε γὰρ χρόνον ἦμεν ἐν τῇ Κυζίκῳ καὶ μετὰ τοῦτο ὡς ἐπανήλθομεν, ἓξ μῆνας ἑξῆς τοὺς ἅπαντας ἐρρωμενέστατα ἐμαυτοῦ διετέθην, ἐξ ἕω τε ἀνιστάμενος καὶ βαδίζων μακρὰ καὶ πολλάκις τῆς ἡμέρας, καὶ τῆς ἀρχαίας φύσεως ὅτι ἐγγυτάτω γενόμενος. καὶ δὴ καὶ τῆς συνήθους μελέτης οὐδὲν παρελείπετο, ὥστε συγχαίρειν ἅπαντας καὶ ἰδίᾳ καὶ δημοσίᾳ. ὅσον δὲ κἀν τούτῳ συνέβη καμεῖν ἡμέρας τινὰς, θαυμαστῶς ὡς ὁ θεὸς καὶ ἅμα εἰωθότως ἰάσατο. βορέας μὲν γὰρ ὀπωρινὸς ἦν, εἶχον δὲ ἀδυνάτως κινεῖσθαι, ὥστε καὶ τὰς ἀναστάσεις ὤκνουν· ὁ δ' ἐπιτάττει. βέλτιον δ' ἴσως αὐτὸ τὸ ὄναρ διηγήσασθαι, καὶ γὰρ ἔναυλόν τέ ἐστι καὶ οὐκ ἀνάγκη παραλιπεῖν. ἡκέτην ἰατρὼ δύο καὶ διελεγέσθην ἐν τῷ προθύρῳ ἄλλα τέ μοι δοκεῖν καὶ περὶ ψυχροῦ λουτροῦ ἠρώτα μὲν ὁ ἕτερος, ὁ δ' ἀπεκρίνετο, τί λέγει, ἔφη, Ἱπποκράτης; τί δ' ἄλλο γε ἢ δραμόντα δέκα σταδίους ἐπὶ θάλατταν οὕτως ῥῖψαι;

   Ταῦτα μὲν δὴ ὡς ὄναρ πεφάνθαι ἐδόκουν. μετὰ δὲ τοῦτο ἐπελθεῖν ὡς ἀληθῶς αὐτοὺς τοὺς ἰατροὺς, θαυμάσαι τε δὴ τοῦ ἐνυπνίου τὴν ἀκρίβειαν καὶ πρὸς αὐτοὺς εἰπεῖν, ἄρτι γε ὑμᾶς ἐδόκουν ὁρᾶν καὶ ἄρτι ἥκετε, καὶ δῆτα ὁπότερος μὲν ὑμῶν, ἔφην, ὁ ἐρωτῶν ἦν καὶ ὁπότερος ὁ ἀποκρινόμενος οὐκ ἔχω λέγειν· ἡ δ' ἀπόκρισις οὕτως εἶχεν, ὡς ἄρα Ἱπποκράτης κελεύοι δέκα σταδίους θεῖν τὸν μέλλοντα λοῦσθαι ψυχρῷ. ἅμα δὲ ἐμαυτῷ μετέβαλον τὸ ἐπὶ θάλατταν, ὡς δηλοῦν τὸ κατὰ φύσιν τῷ ποταμῷ, καὶ οὕτως εἶπον, δέκα σταδίους θεῖν τῷ ποταμῷ συμπαραθέοντα.

[358] ἐνεθυμήθην δ' αὐτὸ διὰ τὸ εἶναι ἐν μεσογείᾳ, ἐδόκει σαφὲς εἶναι καὶ χρῆναι οὕτω ποιεῖν. ἔπειτά πως ἐκ τούτων ἔδοξα κατακεῖσθαι μὲν ὡς ἐπ' ἀρίστῳ, ἀναμνησθεὶς δ' ὅτι λούσασθαι χρὴ πρότερον τῷ ψυχρῷ κατὰ τὴν πρόρρησιν, αὐτός τε ἀνίστασθαι καὶ τοὺς ἄλλους κελεύειν. ἐρομένου δὲ τοῦ ἑτέρου τῶν ἰατρῶν περὶ τῆς ὥρας τοῦ λουτροῦ, φάναι ὅτι πέμπτην δέοι κινηθῆναι, συμβήσεσθαι γὰρ εἰς τὴν ἕκτην· πάλιν γὰρ αὖ τὸ πρῳαίτερον τοῦ δέοντος ἢ λοῦσθαι ἢ ἐσθίειν ἐργῶδες εἶναι· οὐδὲ γὰρ εἰς αὐτὸ τοῦτο φέρειν ὃ δοκεῖ αὐτοῦ χρήσιμον εἶναι, τὸ πέψαι ῥᾷον, ἀγρυπνίας γὰρ ἀπ' αὐτοῦ γίγνεσθαι. τί οὖν, ἔφη ὁ ἰατρὸς, οὐκ ἐμελέτησας ἡμῖν ἐν τῷ τέως; ὅτι νὴ Δί', ἔφην ἐγὼ, σπουδαιότερόν μοί ἐστιν ἐπελθεῖν τινα τῶν γεγραμμένων· δεῖ γάρ με καὶ τοῖς ὕστερον ἀνθρώποις διαλέγεσθαι. καὶ ἅμα ἐνεδειξάμην ὅτι ἐπειγοίμην, μὴ ἄρα τι συμβαίη πρότερον. καὶ ὃς οἰωνίζετο ἔτη πολλά μοι. κἀγὼ εἶπον, βουλοίμην ἂν καὶ πολλὰ ἔτη βιῶναι, εἰ μέλλοιμι ἔσεσθαι πρὸς λόγοις. τὸ μὲν δὴ ὄναρ τοιοῦτον ἐγένετο. τὸ δὲ χωρίον οὗ διέτριβον παραρρεῖ μὲν ποταμὸς, κάθοδος δ' ἐπ' αὐτόν ἐστι τραχυτέρα καὶ κατάντης μᾶλλον, καὶ ἅμα ἐντὸς τῶν δέκα σταδίων. ἔτι δ' οὐκ ἐνῆν θεῖν τῷ ποταμῷ συμπαραθέοντα, ἀλλ' ἐγκάρσιον καὶ εἰς ὄχθην. ἔπειτα μέντοι προϊὼν ὁ ποταμὸς παραρρεῖ χωρίον ἕτερον, ἔμβασίν τε ἔχον παγκάλην καὶ μάλα εὐειδῆ, ἐνταῦθα ἤδη ἐπενόησα τοιόνδε. ἐκέλευσα μετρῆσαι σχοινίῳ ὁπόσον τι ἀπέχει τὸ χωρίον ἀπὸ τοῦ χωρίου, κατὰ δὲ ἕκαστον στάδιον σημεῖον καταλιπεῖν. ὡς δὲ ἐφάνησαν οἱ σύμπαντες ἑκκαίδεκα, δέκα μὲν τοὺς τελευταίους ὑπελειπόμην εἰς τὸν δρόμον, τοὺς δὲ πρώτους προῆλθον ἐπὶ τοῦ ζεύγους. ἔπειτα καταβὰς ἔθεον τούς τε πόδας ἀνέλκων μόλις καὶ ἅμα ὁ βορέας ἐπαιγίζων ἀνέστελλε τὸ εἰς τοὐπίσω, καὶ παρεῖχεν ἱδρῶτα θαυμαστὸν ὅσον. ὥσθ' ὅτε δὴ ἀπέραντον ἦν, παρεῖχον ψύχειν ὁπόσα βούλοιτο. λαβομένης δὲ τῆς ὄχθης ἄσμενος εἰς τὸ ὕδωρ [359] ἵεμαι, καὶ ὡς ἀνέσχον τε καὶ ἀνέστην, ἔτυχε γὰρ καὶ τῆς ἄμμου πολλὴ περιχυθεῖσα, αὖθις ἐκ μέσου τοῦ ῥείθρου λοῦμαι δεύτερον. ἀνατρίψασθαι δὲ καὶ τἄλλα ἐπὶ τῆς ἀντιπέρας ὄχθης ὑπῆρξεν ἐν καλῷ τοῦ τε ἡλίου καὶ τοῦ πνεύματος. παρελθὼν δὲ εἰς τὸ περιοίκιον καὶ διατρίψας ὅσον ἐπισκέψασθαί τινα τῶν γιγνομένων, ἐπανῄειν πρὶν καὶ πιεῖν, θέρμης τε ἀπολαύων θαυμαστῆς καὶ συγκρίσεως παντάπασιν ἑτέρας. καὶ τὸ ἀπὸ τούτου πάντ' ἦν εὔκολα εἰς μέσον χειμῶνα. τὰ δ' ἐν τῷ χειμῶνι διαίτης τισὶ τάξεσι καὶ τύποις ἰᾶτο. ἀναλογιζομένῳ δέ μοι τόν τε χρόνον ὁπόσον τινὰ ἀπείην τῆς Σμύρνης, καὶ ταῦτα ψηφισμάτων ἡκόντων, καὶ ὅτι καὶ ἡλικίας ἤδη μέσως ἔχοιμι, καὶ πρὸς τούτοις τῶν ἄνω χρόνων τὸ πλῆθος, ἐν οἷς ἐξῆν, εἴ τις ἔρρωτο, ἐπελθεῖν τὰς πόλεις, καὶ ὅτι καὶ τῆς ὑπαρχούσης δόξης δέος εἴη ἀφαιρεθῆναί τι διὰ τὴν πολλὴν ἡσυχίαν, ταῦτα δὲ ἐλογιζόμην μὲν οἷα εἰκὸς ἄνθρωπον, εὖ δὲ ᾔδειν ὅτι πάντα λῆρος πρὸς τὸ πείθεσθαι τῷ θεῷ. ἔτι δὲ οὐδ' ἀπόρως εἶχον ἐμαυτῷ συνεῖναι, ἀλλὰ καὶ τὸ κέρδος αὐτοῦ μᾶλλον ἐποιούμην.

   Ἔχοντι δὲ οὕτω μοι γίγνεται ὄψις ὀνειράτων τοιάδε. ἐδόκουν εἶναι μὲν Ἀθήνησιν ἄρτι κατηρκὼς, οἰκεῖν δὲ ἐξόπισθε τῆς ἀκροπόλεως ἐν οἰκίᾳ Θεοδότου τοῦ ἰατροῦ, εἶναι δ' αὐτὴν πρώτην πρὸς ἥλιον ἀνίσχοντα· τοῦ δὲ νεὼ τῆς Ἀθηνᾶς ὁρᾶσθαι τὸν ὀπισθόδομον ἀπ' αὐτῆς, καὶ εἶναι πολὺ κατωτέρω τῆς ἀκροπόλεως τὴν οἰκίαν. τυγχάνειν δὲ πομπὴν Ἔρωτι γιγνομένην ἔξω πυλῶν καὶ τὸν Θεόδοτον περὶ ταῦτα ἔχειν καὶ ἄλλους τινὰς οἷς προσετέτακτο, αὐτὸς δὲ ἐν τούτῳ διατρίβειν ἔνδον. καὶ τυχεῖν Λούκιόν τε παρόντα τῶν ἑταίρων καὶ ἄλλους τῶν περὶ λόγους, καὶ προτρέπειν δή με ὥσπερ εἴωθε, τὸν Λούκιον, τάς τε διατριβὰς συνέχειν τὰς περὶ τοὺς λόγους καὶ προσίεσθαι τοὺς νέους. καὶ δὴ καὶ παῖδά τινα Λούκιον πρὸς αὐτὸν λέγειν περὶ ἐμοῦ ἄλλα τε δὴ εὔφημα καὶ ὡδί πως τὸν ἔπαινον διατίθεσθαι, οὗτος, ἔφη, ἐστὶ Πλάτων καὶ Θουκυδίδης καὶ Πλάτων καὶ ὁ δεῖνα· καὶ πολλοὺς κατέλεξεν οὕτως ἀεὶ τῷ Πλάτωνι συζευγνύς τινα, [360] ὡς τὰς ἁπάντων τούτων δυνάμεις ἔχοντα ἐμέ. κἀγὼ βλέψας πρὸς τὸν παῖδα, πάντα, ἔφην, ἀξιῶ Λουκίῳ πιστεύειν σὲ πλὴν τούτου. καὶ ὁ Λούκιος τὴν μὲν εὐπορίαν τῆς ἀποκρίσεως ἐδόκει μοι ἐπαινέσαι, οὐ μέντοι τήν γε ἀναχώρησιν ἐνεγκεῖν ἡδέως. πάλιν δὲ τοῦ παιδὸς ἀμειβομένου καὶ λέγοντος ἐν μελέτῃ τε καὶ δεξιὰ πρὸς ἐμὲ, ὑπολαβὼν ἅμα παίζων, ἀλλὰ μέντοι, ἔφην, εἰ οὕτως οἷός τ' εἶ λέγειν, θαυμάσαιμ' ἂν, εἰ ἐμοῦ γε δέοιο διδασκάλου. μετὰ ταῦτα ἐδόκουν προελθὼν ἔξω τῆς οἰκίας ἅμα νεανίσκῳ τινὶ τῶν ἐπιτηδείων τὴν μὲν λεπτότητα τοῦ ἀέρος γνωρίζειν τε καὶ ἀποδέχεσθαι, μεταβολῶν δὲ πολλῶν δι' ὀλίγου γιγνομένων καὶ ἅμα καὶ νότου συμπεσόντος, καὶ τοτὲ μὲν ὡς χειμῶνος, τοτὲ δὲ ὡς θέρμης οὔσης, φάναι ἐπισημαινόμενος ὅτι λεπτὸς μὲν ὁ ἀὴρ οὗτος, ὁ δὲ οἴκοι βεβαιότερος. μετὰ ταῦτα ἐχωροῦμεν ᾗ τὸ Λύκειον, καὶ νεώς τις ἐξεδέχετο πάνυ μέγας καὶ καλὸς, οὐχ ἧττον ἢ ἑκατόμπεδος· καὶ ἔδει ἀναβαίνειν ἀναβασμούς τινας πρὸς τὸν νεών. εἱστήκεσαν δὲ ὥσπερ οἱ τοὺς θαλλοὺς ὀρέγοντες ἔνθεν καὶ ἔνθεν μοι δοκεῖν. ἀνιόντι οὖν μοι παιδάριον προὔτεινεν ᾠὰ τρία· κἀγὼ, παρῆλθον γὰρ οὐ λαβὼν, ἐνθύμιον ἐποιησάμην ὅτι χρὴ μέντοι λαβεῖν τοῦ συμβόλου ἕνεκα. ἐπιστραφεὶς οὖν καὶ λαβὼν ᾔειν ἄνω. καὶ ἐπειδὴ πρὸς τῷ ναῷ γίγνομαι, τὰ μὲν ᾠὰ δίδωμί τινι τῶν περὶ τὸ ἱερὸν ἑστῶτι πρός τινι κίονι, ὁ δ' ἔμελλε παρ' αὑτοῦ προσθήσειν ἕν. αὐτὸς δὲ ἐν τῷ προνάῳ γενόμενος ὁρῶ τὸν νεὼν Πλάτωνος ὄντα τοῦ φιλοσόφου, καὶ τὸ ἄγαλμα ἐκείνου μέγα καὶ καλὸν ἑστηκὸς, ἐκ δεξιᾶς δ' αὐτοῦ οὐκ οἶδ' ὅστις εἱστήκει. καθῆστο δὲ ἐπὶ τοῦ οὐδοῦ γυνὴ μάλ' εὐσχήμων, ἣ διελέγετο περί τε τοῦ Πλάτωνος καὶ τοῦ ἕδους. συνεπελάμβανον δέ τινες καὶ ἄλλοι τοῦ λόγου καὶ ἅμα ὡς περὶ παλαιοῦ διελέγοντο. κἀγὼ, τοῦτο μὲν, ἔφην, οὐκ ἔνεστιν εἰπεῖν ὅτι καὶ παλαιόν· ὅ τε γὰρ τύπος τῆς ἐργασίας ἐλέγχει νεώτερος ὢν Πλάτωνός τε οὐ πολὺς ἦν λόγος ἐπ' αὐτοῦ Πλάτωνος, ἀλλ' ὕστερον, ἔφην, προὔβη [361] δόξα. εἰπόντος δέ τινος ὡς καὶ τρεῖς ἔδει νεὼς εἶναι Πλάτωνός γε, τί δ' οὐ καὶ Δημοσθένους, ἔφην ὑπερβαλὼν, ὀγδοήκοντα, καὶ Ὁμήρου γε, οἶμαι; καὶ ἔτι ταῦτα λέγων, ἀλλ' ἴσως, ἔφην, τοὺς μὲν νεὼς τοῖς θεοῖς προσήκει καθιεροῦν, τοὺς δὲ ἄνδρας τοὺς ἐλλογίμους τῇ τῶν βιβλίων ἀναθέσει τιμᾶν, ἐπεὶ καὶ αὐτῶν, ἔφην, ἡμῶν τιμιώτατα ἃ φθεγγόμεθα, ὡς δὴ τοὺς μὲν ἀνδριάντας καὶ τὰ ἀγάλματα τῶν σωμάτων ὄντα ὑπομνήματα, τὰ δὲ βιβλία τῶν λόγων.

   Τοιαῦτα εἰπὼν καὶ ἀκούσας ἐπανῄειν. καὶ κατιδὼν ἐπιόντα τὸν σύντροφον τοὺς χρόνους ἀνενεούμην, ὁπόσοις τισὶ πρότερον γενοίμεθα Ἀθήνησιν ἅμα. ἐπιστρέψαντος δέ μου ὡς πρὸς τὴν ἀκρόπολιν, ἵν' οἴκαδε εἰσέλθοιμι, διῇξε σέλας ἐκ δεξιᾶς καὶ κατέσκηψεν οὕτω δή τι παρ' αὐτὰς ἄκρας μου τὰς κόμας ὥστε ἐθαύμαζον εἰ μὴ ἡμμέναι εἶεν. ἠγωνισάμεθα δή· ἔλαβον δὲ ὡς αἴσιον μᾶλλον τὸ σημεῖον, καὶ γὰρ ὁ νεανίσκος ὁ συνών μοι δόξαν ἔφη φέρειν αὐτὸ ἄλλως τε καὶ ἐπειδὴ ἐκ δεξιᾶς ἐγεγόνει. ἐδόκει δέ μοι τὰ πλείω τῶν οἰκοδομημάτων κλίμακάς τινας προσθέτους ἔχειν, καὶ διὰ τούτων ἀνιέναι δεῖν καὶ κατιέναι· ὥσθ' ὑπεδυσχέραινον τοῦτό γε, ὅμως δ' οὖν γίγνομαί πως ἔνδον. κἀν τούτῳ οἱ τὴν πομπὴν τῷ Ἔρωτι πέμποντες ἐπανεληλύθεσαν, καὶ πυθόμενος τὸ σημεῖον ὁ ἐξηγητὴς καὶ οὗτος ἔφασκεν αἴσιον εἶναι καὶ ὀρθῶς ἄρα μοι συμβῆναι τὰς θυσίας. προσγεγενῆσθαι δέ μοι ἐδόκει ὄναρ ὡς ἱερὰ ποιῆσαι Διὶ καὶ Ἀρτέμιδι καὶ εἰ δή τινι ἑτέρῳ θεῶν. καὶ ἐπὶ τούτοις πᾶσιν ἐδόκουν καλεῖν Εὔδοξον ὡς ἀπογραψόμενον διά τε τὸ μακρότερα εἶναι καὶ τὸ βούλεσθαι δι' ἀκριβείας αὐτὰ σῶσαι. ταυτί μοι καὶ περὶ τῆς ὕστερον δόξης καὶ τοῦ δεῖν κατὰ χώραν μένειν πρὸς πολλοῖς ἄλλοις ἐδηλώθη.