2190 96 0 0 0 0 II d. C. Oratoria Aelius Aristides Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν Dindorf, W., Leipzig, Reimer, 1829 Rist. 1964, Hildesheim, Olms. 30

Aelius Aristides - Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν

[504] Ἔστι μὲν οὐ σμικρὸν, ὦ ἄνδρες Σμυρναῖοι, πλεονέκτημα τῷ μέλλοντι πείσειν τὸ πρὸς ἡδονὴν εἶναι τοὺς λόγους τοῖς ἀκούουσι· τῶν δ' ἐθελόντων νουθετεῖν μὴ ὅτι χρῶνται ταῖς γνώμαις οἱ πολλοὶ ῥᾳδίως, ἀλλ' οὐδ' ἀνέχονται [505] τὸ παράπαν. οὐ μὴν ἀλλ' ὅσα μὲν τῶν πραγμάτων αὐτὰ ἐφ' αὑτῶν παρακαλεῖ σπουδάζειν, οὐ δεῖ συμβούλου περὶ τούτων, ἀλλ' ἡ φύσις πρὸς τὸ ἴδιον ἄγει πανταχοῦ, ἃ δὲ τῷ λόγῳ δεῖ διδαχθέντας ἢ διώκειν ἢ φυλάττεσθαι, ταῦτα δὲ τῷ συμβούλῳ καταλείπεται. ὥστ' ἄν τις ἀκούειν μὴ βούληται, τὸ συμβουλεύειν ἀναιρεῖ τῷ καθ' αὑτὸν μέρει. ἔτι δ' ἄλλους μέν τινας εἰκὸς ἀγροικίζεσθαι, ὑμᾶς δὲ, οἳ καὶ συνέσει καὶ τῷ πεπαιδεῦσθαι τοσοῦτον προέχειν δοκεῖτε, μὴ πρῶτον μὲν ὅλως εὐμενῶς ἔχειν πρὸς τὰς ἀκροάσεις τῶν λόγων, ἔπειτα ἄν τις τὰ βέλτιστα παραινῇ, μὴ κεχρῆσθαι μετὰ τοῦ χάριν πρὸς ἔχειν, ἕν γέ τι τῶν ἀτοπωτάτων, ὥς γ' ἐμοὶ κρῖναι. εἰ μὲν οὖν ἢ πόνους τινὰς ἢ πραγματείας ἔμελλον εἰσηγήσεσθαι, πρῶτον μὲν ἀγῶνος ἴσως ἂν ἔδει, ἔπειτα διδάσκειν ἐπειρώμην ἂν ὡς τῆς παραχρῆμα ψυχαγωγίας αἱρετώτερον τὸ συνοῖσον τοῖς ὅλοις. νῦν δὲ τοσοῦτον ἀπέχω τοῦ δυσχερὲς εἰσηγεῖσθαί τι, ὡς ταὐτὰ δὴ ταῦτα καὶ συμβουλεύσων ἥκω, μήτε λέγειν μήτ' ἀκούειν δυσχερὲς μηδὲν, οὕτω πολλοῦ δέω πράττειν γέ τι ἢ συμβουλεύειν τῶν δυσχερῶν. ἄρξομαι δὲ ὅθεν καὶ ὑμεῖς ἄριστ' ἂν ἀκολουθήσαιτε καὶ ἀπὸ τῆς ἐμαυτοῦ συνηθείας. φημὶ δὴ χρῆναι τῷ μὲν Διονύσῳ τὴν ἑορτὴν ποιεῖν καὶ νὴ Δία τῇ γε Ἀφροδίτῃ καὶ τοῖς ἄλλοις ἅπασι θεοῖς, σπένδοντας καὶ θύοντας καὶ παιωνίζοντας καὶ στεφανηφοροῦντας καὶ τῶν εἰς εὐσέβειαν μηδὲν ἐλλείποντας. ἓν δὲ τούτοις ὃ πρόσεστι τοῖς μὲν πολλοῖς ἐπιεικῶς κεχαρισμένον, τοῖς δ' ἐπιεικέσι πάντων ἀνιαρότατον, τοῦτ' ἐκποδὼν ἀνελεῖν, λέγω τὰς βλασφημίας καὶ τοὺς κώμους τουτουσὶ τοὺς μεθημερίνους, καὶ νὴ Δία γε τοὺς ἐπὶ ταῖς παννυχίσι, καὶ μήτε ποιητὰς εἶναι τούτων μήτε ἀγωνιστὰς, μηδὲ παίζειν ἃ μὴ βέλτιον. ὡς ἔχει γε οὕτως, κακηγορίας ἄκοντας μὲν ἀκούειν οὐ τερπνὸν, ἑκόντας δὲ ἀνέχεσθαι μελέτη κακοηθίας· τοῦτο δὲ τῶν πρώτων εἰς μοχθηρίαν [506] καὶ οὔτε ἰδιώτου μεῖζον οὐδὲν ἄν τις κατηγορήσειεν οὔτε πόλεως ἢ ὅτι χαίρει κακοῖς. ὃ γὰρ ἔσχατον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἁμαρτημάτων ὁ φθόνος, οὐκ ἔχων παραίτησιν, τούτου μετέχειν ἀνάγκη, καὶ τοῦτον αὔξειν ἐν αὑτῷ τὸν τῆς ἐπιθυμίας ταύτης ἐλάττω, σημεῖον δέ· οὐδεὶς γοῦν οὓς ἀγαπᾷ καὶ οἷς ἀγαθόν τι συμβούλεται, τούτοις κακῶς ἀκούουσιν ἐφήδεται.

   Περὶ μὲν οὖν αἰκίας καὶ βλάβης καὶ τῶν τοιούτων ἔξεστιν εἰπεῖν ὡς ἄκων τις ἔπραξε, τὸ δὲ τῆς κακοηθίας τοσοῦτον διενήνοχεν ὥστε πρῶτον μὲν ἐπώνυμόν ἐστι τῆς κακίας, ὡς οὐδεμίαν συγγνώμην ἐνδεχόμενον, ἔπειτ' οὐδενὸς πράγματός ἐστι πρόσρημα, ἀλλὰ φύσεως μηδὲν ἄν τῳ χρηστὸν εἶναι συμβουλομένης. ὥσπερ δ' αὐτὸ πλεῖστον μετέχει κακίας ἀπὸ τῆς προσηγορίας ἀρξάμενον, οὕτως ἡ κακηγορία πάλιν αὐτοῦ πλεῖστον μετέχει μέρος ἐκ τῆς παρισώσεως ἀρξάμενον τῆς περὶ τοὔνομα· οὕτως ἄμφω κακῶν καὶ φαύλων ἐστὶν ἀνθρώπων. ἀεὶ μὲν οὖν οἶμαι τὰ βέλτιστα προαιρετέον καὶ φρονεῖν καὶ λέγειν, ἐν δὲ ταῖς ἱερομηνίαις καὶ ταῖς ἑορταῖς πῶς οὐκ εἰκὸς ἅπασαν μὲν εὐφημίαν εἶναι προθυμεῖσθαι, πᾶσαν δὲ γνώμην ἀστειοτάτην, πάντας δὲ ὡς οἰκειότατα ἀλλήλοις ἔχειν, ὡς τῶν θεῶν ταύτην τὴν φιλίαν καὶ ὁμόνοιαν βραβευόντων, καὶ νομίζειν γε τὰς ἑορτὰς σχεδὸν ὡς εἰπεῖν φιλίας συνθήματα, καὶ μήτε θυσίαν οὕτω λαμπρὰν μήτε σπονδὰς κεχαρισμένας, ὧν οὐχ ἥδιον ἂν εἶναι τοῖς θεοῖς ἢ εἰ τὴν γνώμην ἐκ τῶν δυνατῶν ὡς βελτίστην παρεχοίμεθα. καὶ μὴν τοῦ γε αἰδεῖσθαι τοὺς θεοὺς τί μεῖζον ἂν εἴη σύμβολον ἢ μηδὲν ἀπηχὲς μήτε λέγειν μήτε ἀκούειν ἐναντίων αὐτῶν; ἢ φίλου μὲν αἰδεσίμου παρόντος πολλὰ ἂν ὀκνήσαιμεν εἰπεῖν, κἂν εἴ τῳ δικαίως ἔχοιμεν λοιδορήσασθαι, τὰς δὲ τῶν θεῶν ἀκοὰς προστησάμενοι ῥᾳδίως οἱ μὲν ἐροῦμεν, οἱ δὲ ἀκουσόμεθα ἃ μηδ' αὐτοὶ φαῖμεν ἂν εἶναι τῶν καλῶν, ἀλλ' ὡς αἰσχρῶς ἔχοντα οὕτω διασύρομεν; ἵνα δὲ [507] εἰδῆτε ὅτι οὐδὲν καινὸν λέγω, ἀλλὰ πάλαι ταῦτα ἀνωμολόγηται κἀν τοῖς νόμοις κἀν τοῖς ἔθεσι τοῖς κοινοῖς, ἐνθυμήθητε μὲν τῶν κηρύκων τὰς πρώτας φωνὰς εὐφημεῖν ταῖς πανηγύρεσι κελευόντων, ἐνθυμήθητε δὲ τῶν ἱερέων καὶ τῶν καταρχομένων ἡμῖν, ἐπειδὰν θύωμεν· ἔτι δ' ὡς αὐτοὶ τοῦτο μάλιστα ἐπὶ ταῖς εὐχαῖς σπουδάζομεν. καίτοι τίν' ἔχει λόγον ἡγεῖσθαι μὲν κάλλιστον ἁπάντων τὴν εὐφημίαν καὶ μάλιστα πρέπειν ἱεροῖς, ἄδειαν δ' εἶναι τοῖς ἐθέλουσι βλασφημεῖν; καὶ θύοντας μὲν οὕτω κοσμίους εἶναι, οἷς δὲ τὰς θυσίας ποιοῦμεν θεοῖς, ἐπὶ τῇ τούτων προφάσει τὰ αἴσχιστα ἀκούειν καὶ λέγειν, καὶ τοὺς αὐτοὺς ἅμα μὲν δυσχεραίνειν ταῖς κακηγορίαις, ἅμα δ' ὧν κακῶς ἀλλήλους ἀγορεύομεν προστάτας ποιεῖσθαι; καὶ μὴν εἰ μὲν φίλον αὐτὸ νομίζομεν τοῖς θεοῖς, τἀναντία ἡμῖν αὐτοῖς γιγνώσκομεν, φυλαττόμενοι ταυτὸν τοῦτο, ὁπόταν προσίωμεν τοῖς θεοῖς, εἰ δ' ἐχθρὸν ἡγούμενοι χαίρομεν αὐτῷ, πῶς εὐσεβῶς διακείμεθα; ἢ πῶς διὰ τούτων τιμῶμεν τοὺς θεοὺς, ἃ τῶν θεῶν χάριν εἰκὸς ἦν φεύγειν;

   Θαυμαστὸν δέ μοι φαίνεται, εἰ τὰς μὲν τῶν ὀρνίθων φωνὰς ὡς αἰσιωτάτας ἀξιοῦμεν ἡμῖν γίγνεσθαι, κἂν ἐπὶ τῆς ἐρημίας ὄντες, ἢ οὗ τύχοιμεν, τὰς δὲ παρ' ἡμῶν αὐτῶν οὐδ' ἐπὶ τῶν θεάτρων φυλαξόμεθα μὴ οὐ δυσχερεῖς εἶναι. καὶ τοῖς μὲν τῆς Κληδόνος βωμοῖς προσιόντες βουλοίμεθ' ἂν ὡς εὐφημότατ' ἀκούειν, οὕτως ἰσχυρόν τι τὸ τῆς θεοῦ ταύτης ἡγούμεθα· ἃ δὲ μηδαμῶς ἀνέχεσθαι χρῆν, ταῦτα ταῖς ἑορταῖς ἀποδώσομεν· καὶ τοὺς μὲν παῖδας κελεύομεν εὐστομεῖν, κἀν τοῖς διδασκαλείοις καὶ κατ' οἰκίαν προδιδάσκοντες ὡς ἃ ποιεῖν αἰσχρὸν οὐδὲ λέγειν καλὸν, πάλιν δὲ εἰς ταυτὸν ἀθροίσαντες παῖδας καὶ γυναῖκας καὶ πᾶσαν ἡλικίαν κακηγορίας ἆθλα τίθεμεν, καὶ τοῖς ἄριστα ἐκμελετήσασιν ὅπως εἰς κέρδος ἔσται παρασκευάζομεν. ἃ δὲ ποιήσαντας ἢ παθόντας οὐ θέμις εἴσω [508] περιρραντηρίων παριέναι, ταῦτ' ἐν μέσοις ἱεροῖς ᾄδομεν, καὶ θύειν μὲν ἃ μὴ χρὴ δυσσεβὲς ἡγούμεθα, τιμᾶν δὲ οἷς οὐ χρὴ τοὺς θεοὺς εὐσεβείας μέρει προστίθεμεν, καὶ τὴν εὐσχημοσύνην ἐπὶ μὲν τῶν ἄλλων τιμῶμεν, τῶν δ' αἰσχρῶν ῥᾳδίως μὲν πάντα σχήματα ὁρῶμεν, ῥᾳδίως δὲ πάσας φωνὰς ἀποδεχόμεθα. κἂν μὲν εἷς τις ἀπᾴδῃ τῶν χορευτῶν, τοῦτον ἐκβάλλομεν, ἂν δ' ἅπας ὁ χορὸς οὕτως ἀμούσως ᾄδῃ, ποιούμεθα κέρδος. κἂν μὲν ὑπ' ἄλλων οὕτως κακῶς ἀκούωμεν, ὀργιζόμεθα, ἂν δ' ἡμᾶς αὐτοὺς τοῦτο ποιῶμεν, ἑορτὴν ἡγούμεθα ἀληθινὴν, οὕτω καὶ πρὸς τοὺς θεοὺς ἀλλοκότως καὶ πρὸς ἡμᾶς αὐτοὺς πολὺ τἀναντία ἢ προσῆκε διακείμεθα. καίτοι τολμῶσί τινες λέγειν ὡς ἀγαθὸν τὸ κακῶς ἐξεῖναι λέγειν ἐν τῷ θεάτρῳ, τούς τε γὰρ κακῶς βεβιωκότας ἐξελέγχεσθαι καὶ τοὺς ἄλλους φόβῳ τοῦ κωμῳδεῖσθαι σώφρονας παρέχειν αὑτούς. ἐγὼ δὲ πολλοῦ σφόδρα ἂν ἡγούμην ἀξίαν εἶναι τὴν μέθην, εἰ παιδεύειν οἵα τε ἦν ἀνθρώπους, ἀλλὰ μὴ τῶν χαλεπῶν ᾖ μεθύοντας αὐτοὺς ἑτέρους ποιεῖν σωφρονεῖν, καὶ πρὶν αὐτοὺς καταπαῦσαι, τοῖς ἄλλοις ᾄδειν ὅπως εἰς κάλλος βιώσονται. τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι πρῶτον μὲν οὐ πολλῶν τὰ τοιαῦτα παιδεύειν, οὐ μᾶλλόν γε ἢ νόμους τιθέναι καὶ γνώμας ἐν δήμῳ λέγειν; ἢ τὸν μὲν εἰς Κόρινθον πλοῦν οὐ παντὸς ἀνδρὸς εἶναι πιστεύσομεν, τὴν δὲ τοῦ βίου τοῦ παντὸς πορείαν ἥντινα καὶ δι' ὧν δεῖ τῶν ἐπιτηδευμάτων ποιήσασθαι πᾶς ἀνὴρ εἴσεται καὶ πᾶς ἐπὶ τούτοις τοῖς οἴαξι καθεδεῖται τῇδε κἀκεῖσε κομίζων τοὺς νέους ὡς ἂν αὐτῷ δοκῇ; καὶ τῶν μὲν ἀθλητῶν ἐγκρίσεις ποιοῦμεν, ὅπως αὐτῶν ὅστις φαῦλος ἑαυτὸν καταισχύνας ἀπίῃ καὶ δίκην ἅμα δοὺς ἐκ τοῦ σώματος, τοὺς δὲ τῶν σπουδαιοτάτων ἡγεμόνας καὶ διδασκάλους ἀπὸ πάντων μὲν ἐργαστηρίων, πάντων δὲ τῶν σπουδαιοτάτων οὑτωσὶ φαύλως ἐγκρινοῦμεν; διδασκάλων ἄρα αὐτοὶ δεῖσθαι δόξομεν. καὶ θυρωροῖς μὲν οὐ πᾶσιν, ἀλλὰ τοῖς πιστοτάτοις χρώμεθα, ἵνα μή τις αἰσχύνη συμβαίνοι περὶ τὴν οἰκίαν, παῖδας δὲ καὶ γυναῖκας καὶ πάντα τὰ τῆς πόλεως πληρώματα [509] καὶ συλλήβδην ἔστιν εἰπεῖν τὴν ἀξίαν τοῖς βουλομένοις μεταχειρίζεσθαι δώσομεν· καὶ ὧν νηφόντων κατεγνώκαμεν, τούτοις μεθύουσι πιστεύσομεν;

   Καὶ μὴν οὐδ' ὁ καιρὸς παιδευόντων, ἀλλὰ παιζόντων εἰ μὲν βούλεσθε ὁ τῶν Διονυσίων, εἰ δὲ βούλεσθε, ὁ τῶν σάμων τῶν ἱερῶν καὶ τῶν παννυχίδων. ὥστε πῶς εἰκὸς ἐν ᾧ τῶν ὄντων διδασκάλων τοὺς παῖδας ἀφίεμεν, ἐν τούτῳ τοὺς μηδὲν προσήκοντας καὶ τοὺς ἑαυτοὺς εἰσποιοῦντας ἐφιστάναι, καὶ μηδὲ παρ' αὐτοῦ τοῦ τόπου δύνασθαι μαθεῖν ὅτι ἄλογος ἡ προσποίησις. δεῖ γὰρ τόν γε διδάσκαλον οὐκ εἰς τὰ θέατρα βαδίζειν κἀκεῖ νουθετεῖν· ταῦτα μὲν γὰρ ταῖς ἡδοναῖς καὶ ταῖς ψυχαγωγίαις ἀνάκειται· ἀλλ' εἰσὶ τόποι δήπουθεν ἐπώνυμοι τοῦ προσρήματος, οὗ δεῖ φιλοσοφεῖν, καὶ οὐδ' ἐν τούτοις τοῦτον, οἶμαι, τὸν τρόπον χλευάζοντα καὶ κακῶς ἀνέδην ἀγορεύοντα, ἀλλ' ὡς χρὴ τοὺς ἐλευθέρους παιδεύοντα καὶ προδιδάσκοντα πρὸς τοῖς ἄλλοις καὶ τὴν ἀσχημοσύνην φυλάττεσθαι. καὶ μὴν εἰ μὲν τοὺς ἀσελγαίνοντας κωμῳδοῦντες τῶν ἄλλων ἀπείχοντο, τάχ' ἄν τις λόγος ἦν· νῦν δὲ ἄρχεται μὲν τὸ πρᾶγμα ἀπ' ἀρχῆς εὐπροσώπου, τελευτᾷ δὲ εἰς καλὸν οὐδαμῶς. πολλοὶ μὲν γὰρ οὐδὲν προσῆκον αὐτοῖς ἀκούουσι κακῶς, εἰσὶ δ' οἳ καὶ μηδένα λανθάνοντες ὅμως τὴν ἐν τῷ μέσῳ λοιδορίαν διαφεύγουσι. διὰ τί; ὅτι οὐ διδασκάλων οὐδὲ σωφρονιστῶν οὐδὲ βελτίους ποιεῖν βουλομένων τρόποις χρῶνται, αὑτοὺς γὰρ ἂν πρότερον ἐποίησαν βελτίους, ἀλλὰ καὶ πρὸς ἔχθραν καὶ πρὸς χάριν τὴν ἑτέρων, τὸν μὲν ἀργύριον αἰτήσαντες οὐ τυχόντες, τοῦ δ' ἐρασθέντες οὐ πείσαντες, οὕτω ψέγουσι, καὶ πάλιν αὖ σιωπῶσι διὰ θάτερα, ὥστε οὐ τοὺς αἰσχρῶς ζῶντας φανεροὺς καθιστᾶσι. σκέψασθε δ' οὑτωσὶ, τίνας μάλιστ' εἰκὸς ἐξωνεῖσθαι τὰς κακηγορίας; ἆρ' οὐ τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς φαίητ' ἄν; τίνας δ' ὡς ἥκιστα τούτων φροντίζειν; ἆρ' οὐχ οἵτινες αὑτοῖς καὶ τοῖς βεβιωμένοις θαρροῦσι; δῆλόν που. οὐκοῦν τἀναντία τῆς ὑποσχέσεως γίγνεται, οἱ μὲν ἀσελγεὶς καὶ αἰσχροὶ ἀθῶοι τῷ λόγῳ, κωμῳδοῦνται δ' οὓς ἥκιστα δεῖ. φέρε δὴ [510] θῶμεν ἀμφοτέρους ἀναμὶξ ἀκούειν κακῶς, ‑ οὐ γὰρ ἐκεῖνό γ' ἂν σὺ φαίης, ὡς οὐδεὶς μή ποτ' ἀκούσῃ κακῶς ἐπιεικὴς ὢν τοὺς τρόπους ‑ οὐκοῦν οἱ μὲν δόξης ἠμεληκότες καὶ διεφθαρμένοι καθάπαξ ὑπὸ τῶν αἰσχρῶν ἐπιθυμιῶν οὐδ' ὁτιοῦν δή που ζημιοῦνται, ἀλλὰ καὶ κέρδος ἂν θεῖντο ἀγαλλόμενοι τῷ φανεροὶ πᾶσι γίγνεσθαι, οἱ δὲ παρ' ἀξίαν ἀγωνιζόμενοι πῶς οὐ πολὺ τῶν ἄθλων ἃ τῆς σωφροσύνης εἶναι χρὴ διαμαρτάνουσιν; ὥστ' οὐχ ἵνα βελτίους ὑμῖν ὦσιν οἱ νέοι, διὰ τοῦτο κωμῳδητέον, ἀλλ' εἰ μηδενὸς ἄλλου χάριν, τούτου γε παυστέον τοῦ κωμῳδεῖν. ἵν' ἐξῇ τοῖς νέοις ἀσκεῖν ἀδεῶς τὰ βελτίω. τοὺς μὲν γὰρ δὴ φαύλους ἔνι δή που καὶ ἄλλως ἀμύνασθαι, τοὺς δ' ἐπιεικεῖς ὅταν τοιαῦθ' ὑβρίζωμεν, τίν' ἐροῦμεν λόγον; οἷς γὰρ μηδὲ λόγον δίκης προσήκει λαγχάνειν, πῶς ἀνυπευθύνως γε ἀτιμοῦν τῷ βουλομένῳ δεδόσθαι προσήκει; εἰ τοίνυν κἀκεῖνό τις ὑμῶν ὑπείληφεν, ὅτι καὶ τῶν ἐπιεικῶν πολλοῖς αἱρετώτερον εἶναι δόξει ἀργύριον τοῦ μὴ κακῶς ἀκούειν προΐεσθαι, καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν αἰσχυντηλότεροι τοὺς τρόπους ὦσι, πῶς οὐ πανταχόθεν δῆλον ὡς δυσχερὲς ἡ κωμῳδία καὶ βέλτιον εἰσάπαξ ὑφ' ὑμῶν κωλυθῆναι; εἴ γε οἱ μὲν χρηστοὶ δυοῖν θάτερον, ἢ οὐ δόντες ἀκούσονται κακῶς, ἢ ὑπὲρ τοῦ μὴ ἀκοῦσαι κακῶς ζημιώσονται, χρήμασι τὰς βλασφημίας ὠνούμενοι· εἰ δὲ μηδὲν φροντίζουσιν ἀκούοντες κακῶς, τί ἔσθ' ὃ πείσονται; ὅλως δ' οὐκ ἔνεστι μὴ τῆς τῶν ἰδιωτῶν δόξης ἀπολαύειν κοινῇ τὴν πόλιν. ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ κωμῳδούμενοι, τοιοῦτοι πολλάκις οἱ σύμπαντες ἔδοξαν εἶναι. σκέψασθε δὲ καὶ εἰς τοὺς πατέρας ὑμῶν τοὺς Ἀθηναίους ἀνενεγκόντες, οὓς αἱ μὲν ἄλλαι συγγραφαὶ κοσμοῦσι σχεδὸν ὡς εἰπεῖν ἅπασαι, μόνη δὲ ἡ κωμῳδία διέσυρε καὶ παρέσχε τοῖς βουλομένοις βλασφημεῖν ἔτι νυνὶ λαβάς· ἔδοξαν γὰρ αὐτοὶ παρ' αὑτῶν ἐξελέγχεσθαι. καὶ ὅσον μὲν, ὦ γῆ καὶ θεοὶ, τὸ μέσον τῆς τε νῦν κιβδηλίας καὶ ὁπόση τις ἔν γε ταῖς καλουμέναις παραβάσεσι νουθεσία καὶ παίδευσις ἐνῆν ἐῶ λέγειν. ἀλλ' οὖν τό γε τῆς παροιμίας ἐξ ἀξίου τοῦ ξύλου καὶ πάσχειν ὑπῆρχεν, εἴ τῳ συμβαίνοι· [511] τοῦ δὲ τοσαύτη μὲν λέξεως μοχθηρία, τοσαύτη δὲ μελῶν ἀσέλγεια, ἔτι δὲ σχημάτων αἰσχύνη, κωμῳδία δ' οὐδεμία ἐφίκοιτ' ἂν τῶν τούτοις προσόντων κακῶν, τίς τρόπος ἡδονῆς; καὶ πότερον ὡς καλὰ ταῦτα ἀνέξεσθε; καὶ τί τούτων αἴσχιον; ἀλλ' ὡς συμφέροντα ἀκούειν ἢ θεωρεῖν; καὶ μὴν διαφθορᾶς γέ ἐστι συνθήματα· ὅταν γὰρ εἰς συνήθειαν καταστῇ τοῦ κακῶς ἀκούειν ἀνὴρ ἢ γυνὴ καὶ τὰ χείριστα φέρειν τῶν ὀνειδῶν, εὐχερῶς ἀνίησιν ἡ γνώμη καὶ διδάσκεται πᾶς τις φαῦλος εἶναι, εἰ καὶ μὴ πρόσθεν ἦν, ἄλλως τε τούτων ὧν οὐδὲν πρὸς τὸν Διόνυσόν ἐστιν. ἀλλ' ἔμοιγε καὶ τὸ τῆς παροιμίας εἰς τὰς τοιαύτας ἀβελτηρίας οὐχ ἥκιστα ἔχειν δοκεῖ. εἶεν· ἀλλ' εἰς δόξης λόγον θαυμαστὰ, ὅταν ἐν τοῖς βαλανείοις, ὅταν ἐν τοῖς στενωποῖς, ὅταν κατ' ἀγορὰν, ὅταν ἐν ταῖς οἰκίαις γύναια, παιδάρια, πᾶς τις ἐφεξῆς τοιαῦτα ἐπιμελῳδῇ; καὶ πότερον τοὺς πολίτας μόνον ἐξέσται κωμῳδεῖν; οὐκοῦν δεινὸν εἰ τῶν μὲν ξένων εἴσεσθε φείδεσθαι, ὑμῶν δ' αὐτῶν οὐ τολμήσετε, ἀλλ' οὕτως ἀνόμοιοι τοῖς Λακεδαιμονίοις ἔσεσθε ὥστ' ἐκεῖνοι μὲν ἅπαντα ἀπόρρητα ἐποιήσαντο τὰ ἑαυτῶν, ὑμεῖς δὲ καὶ τὰ μηδὲν προσήκοντα λέγειν καθ' ὑμῶν τοῖς βουλομένοις δώσετε. ἀλλὰ νὴ Δία καὶ τῶν ξένων ἐπιληψόμεθα; πολλὴν ἄρα τὴν εὐποιίαν παρὰ πάντων καὶ τὴν ἐπιμιξίαν ἕξομεν· ἦ που ῥᾳδίως μὲν οἱ πατέρες τοὺς υἱεῖς, ῥᾳδίως δὲ ἀδελφοὶ πρεσβύτεροι νεωτέρους κομιοῦσι δεῦρ' ἐπὶ παιδείαν, παρ' οἷς τοιαῦτ' ἐστὶ τὰ ᾀδόμενα. οὐ παύσεσθε στηλιτεύοντες ὑμᾶς αὐτούς; νὴ Δί', ἀλλ' ἀστεῖον τὸ τοῦ σκώμματος. οὐκοῦν τοσούτῳ μᾶλλον οὐ πολλῶν, εἴπερ γε μὴ πολλοὺς τοὺς ἀστείους εἶναι δεῖ δοκεῖν. ἡδέως δ' ἂν ἐροίμην τοὺς χαίροντας τῷ λοιδορεῖν πότερον παίζουσιν ἢ σπουδάζουσιν. εἰ μὲν γὰρ παίζουσι, τί προσποιοῦνται νουθετεῖν; εἰ δὲ σπουδάζουσιν, αὖθις αὖ πυθέσθαι καλὸν αὐτῶν πότερόν ποτ' ἀληθῆ ταῦτα λοιδοροῦσιν ἢ ψευδῆ. εἰ μὲν γὰρ ἀληθῆ, τί μαθόντες οὐ χρῶνται τοῖς νόμοις; ἀλλ' οὗ μὲν δεῖ λέγειν σιωπῶσιν, οὗ δὲ δεῖ σιωπᾶν λέγουσιν. ἀλλὰ μὴν εἴ γε καταψεύδονται, ἀγαπᾶν εἰκὸς ἦν μὴ πάσχοντας κακῶς, οὐκ ἀγανακτεῖν, εἰ μὴ λέγειν [512] κακῶς αὐτοῖς ἐξέσται. οἶμαι τοίνυν ἐγὼ πᾶσι μὲν ταῦτα συμβουλεύων ὀρθῶς ἂν ποιεῖν, οὐχ ἥκιστα δ' ὑμῖν. ὅσῳ γὰρ παιδείᾳ καὶ φιλανθρωπίᾳ προέχειν δοκεῖτε, τοσῷδε αἴσχιον ἃ μὴ χρὴ φαίνεσθαι διώκοντας.