1741 73 0 0 0 0 II d. C. Oratoria Aelius Aristides Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ Dindorf, W., Leipzig, Reimer, 1829 Rist. 1964, Hildesheim, Olms. 11

Aelius Aristides- Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ

[263] Ἐμοὶ δὲ, ὦ ἄνδρες Ἕλληνες, συνέβη ταυτὸν ὅπερ τοῖς ἐν ταῖς τραγῳδίαις μέχρι πολλοῦ σιωπῶσιν, ἔπειτα καιροῦ παρασχόντος φθεγξαμένοις ἢ πρὸς χορὸν, ἢ πρὸς ὁντιναδήποτε. πάντα γὰρ τὸν ἄνω χρόνον κατασχὼν ἐμαυτὸν ἐξ οὗ ταῦθ' ἃ σύνιστε ἐγένετο, καὶ οὔτε πρὸς παραμυθίαν τῶν πολιτῶν ὁρμήσας οὔτ' ἄλλο πράξας οὐδὲν ἀλλ' ἢ τοῖς προστάταις ὅσα καιρὸς ἦν ἐπιστείλας καὶ τἀκεῖθεν ἀποσκοπῶν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ οἱ θεῶν γνώμῃ βασιλεῖς ἡμῖν αὐτοί τε κυβερνώμενοι καὶ τὰ τῶν ἀνθρώπων ἄγοντες πράγματα τὴν ἀλλοτρίαν τῆς πόλεως ἀπωσάμενοι τύχην τὴν χρηστὴν καὶ πάλαι προσήκουσαν ἀντεισήγαγον, οἶμαί τι κἂν αὐτὸς ἐν καιρῷ τυχεῖν εἰπών. εἰ μὲν οὖν ἐξῆν ἐμοὶ κινεῖσθαι ὅποι βούλομαι, παρὼν ἂν ὑμῖν διελεγόμην· κατέχοντος δὲ τοῦ σωτῆρος ἡ διὰ τῶν γραμμάτων ὁμιλία κατελείπετο. καὶ τοῦτ' εἰ μέν ἐστιν εἰς παράδειγμα ἀνενεγκεῖν, οὐ χρὴ θαυμάσαι· εἰ δ' ἄλλῳ μὲν οὐδενί πω μέχρι τούτου πέπρακται, προσήκει δὲ ἡμῖν, οὐκ [264] ὀρθῶς ἔχει νεμεσῆσαι. ἡνίκα μὲν οὖν τὰ συμβάντα ἐπυθόμην, ‑ οὐ γὰρ παρών γε ἔτυχον, ἀλλ' ἔφθην προεξελθὼν, ὅτου δὲ γνώμῃ λογίζεσθε ‑ μονῳδίας τινὰς ᾖδον, ἕως ἔλαθον λόγους τινὰς σωθεὶς ὑπὸ τοῦ πάθους. οὐδὲ γὰρ ἦν ἄλλως ἀνταρκέσαι, μὴ τούτοις ἐφέντα ἑαυτόν. νῦν δ' ὥρα μοι τὸν Στησίχορον μιμήσασθαι τῇ παλινῳδίᾳ, καὶ μὴ τότε ἀβούλητα ᾄδοντα τἀκ τῶν εὐχῶν νυνὶ σιωπῆσαι. τοσοῦτον δὲ τοῦ Στησιχόρου διοίσειν μοι δοκῶ, ὁ μὲν γὰρ ἀνθ' ὧν κακῶς εἶπε τὴν Ἑλένην, ἀντὶ τούτων ὕμνησε τὰ δεύτερα, ἐγὼ δὲ ἃ τηνικαῦτα ἐκόσμουν ὀδυρόμενος, ταῦτα νῦν ἐπὶ τοῦ γεγηθέναι κοσμήσω, καθαρὰν ὀδυρμοῦ τὴν εὐφημίαν παρεχόμενος. ἡμῖν γὰρ, ὦ ἄνδρες Ἕλληνες, πταῖσαι μὲν συνέβη κατὰ τὴν κοινὴν ἀνθρώπων τύχην, ἣν οὐχ οἷόν τε ἀμοίρους κακῶν εἰς τέλος διεξελθεῖν, ἀναφέρειν δὲ τῇ τῆς πόλεως τύχῃ, δι' ἣν οὐδενὸς τῶν καλῶν ἄμοιρος πώποτε ἐγένετο. γνοίη δ' ἄν τις καὶ τῷ χρόνῳ τεκμαιρόμενος. τὸ γὰρ ἡνίκ' ἔμελλεν οὐ πεσοῦσα κείσεσθαι, οὐδ' ἀνθρώπου τελευτῇ παραπλησίως πράξειν, ὥσπερ ἄλλαι τινὲς ἤδη πρότερον πόλεις, ἀλλ' ἐπὶ κρειττόνων κρηπίδων ἀναστήσεσθαι, τηνικαῦτα ὑπολισθεῖν, πῶς οὐκ εὐτυχίας μέρει προσθείη τις ἂν εὖ φρονῶν;

   Συζυγίαν δὲ, ὡς ἔοικεν, ὁ δαίμων ἐσκέψατο. τοῖς τε γὰρ πάντα ἀρίστοις βασιλεῦσι καὶ πάσας πόλεις ὑφ' ἑαυτοῖς ἔχουσι τὴν καλλίστην οἰκίσαι φιλοτιμίαν εἶχε, τῇ τε πόλει τὸ διὰ τούτων ἀνεγερθῆναι καὶ τοιούτους ἀρχηγέτας ἐπιγράψασθαι τὴν συμφορὰν εἰς εὐπραξίαν μετέβαλε. πρότερον μὲν γὰρ Θησέα καὶ Ἀλέξανδρον ᾔδομεν, τὸν μὲν τῶν ἐν Ἕλλησιν, οἶμαι, φιλανθρωπότατον, τὸν δὲ συμπάντων βασιλέων μάλιστα δὴ θαυμασθέντα τῆς εἰς τοὺς πολέμους τόλμης ἕνεκα. νῦν δ' ἔτι λαμπροτέρους καὶ μείζονας οἰκιστὰς προσελάβομεν· οἷς πᾶσα μὲν γῆ καὶ θάλαττα [265] ὑπήκοος, ἐκ πατέρων τε καὶ ἐξ ὧν αὐτοὶ προσεκτήσαντο· σοφίας δὲ καὶ δικαιοσύνης καὶ ἀληθείας καὶ χρηστότητος οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον τῆς ἐν τοῖς ὅπλοις ἰσχύος περίεστι. τίς γὰρ οὕτως ἔξω στηλῶν Ἡρακλέους ἢ τίς ὑπὲρ τὸν Καύκασον, ὥστ' ἀνήκοος τῆς τούτων φιλανθρωπίας καὶ μεγαλοψυχίας εἶναι; οἳ καὶ τὸ τῆς Σμύρνης ὄνομα οὐ περιεῖδον ἐν μύθου τάξει γενόμενον, ἀλλ' ἀπορροήν τινα τῆς αὑτῶν τύχης ἀφεῖσαν εἰς αὐτὴν, καὶ παρέσχον οὐ τὸ πτῶμα θρηνεῖν, ἀλλὰ συνοικία ἑορτάζειν. Ἀλεξάνδρου μὲν οὖν ὕπνος ᾄδεται, προοίμιον τῆς κατοικίσεως ἔχων· οἱ δὲ τοσαύτην ἄρα τὴν ἐγρήγορσιν παρέσχοντο, ὥστ' ἔφθησαν ἡμᾶς ἀνιστάντες, πρὶν ἐξελθεῖν τὸν ἐροῦντα πρὸς αὐτοὺς ἃ πεπόνθαμεν. ὀργάνοις δὲ θειοτάτοις ἅμα καὶ λαμπροτάτοις ἐχρήσαντο, λόγοις μὲν παραμυθησάμενοι καὶ δείξαντες, ὅ ποτε Ἡσίοδος ἐμαντεύσατο, ὅσον τι χρῆμα ἡ μουσικὴ τῇ βασιλικῇ προσγενομένη χορηγίαν δὲ πᾶσαν παρασχόμενοι πρός τε τὴν τῶν συμβεβηκότων θεραπείαν καὶ προσέτι ἑτέρων κόσμων περιβολήν. καὶ οὐδὲ ταῦτ' ἀπέχρησεν, ἀλλ' ὥσπερ ἐν αὐτῇ τῇ πόλει πολιτευόμενοι χρημάτων τε πόρους ἀπεδείκνυσαν καὶ τοὺς φιλοτιμησομένους ὑπ' ἐλπίδων ἐκήλουν καὶ εἰς χειρῶν βοήθειαν ἐκάλουν καὶ ἐπηγγέλλοντο βουλομένους, οὐκ ἐθέλοντας δὲ οὐκ ἐνοχλήσειν, κἂν αὐτίκα πρὸς τούτοις ἕτερόν τι βουλώμεθα, λέγειν ἐκέλευον, ὡς χαριούμενοι. ὥστ' ἐμοὶ μὲν οὐδὲ σύμπαντα τὰ ἐξ ἀνθρώπων χρήματα ἀντάξια τῆς συνεχείας ταύτης εἶναι δοκεῖ· πεποίηκε γὰρ, εἰ θέμις εἰπεῖν, συνενεγκεῖν τῇ πόλει τὸν σεισμόν. πρὶν μὲν γὰρ ἐν τούτῳ γενέσθαι τύχης οὔπω δῆλον ἦν εἰς ὅσον τιμᾶται οὐδὲ ὅπως δέοι πρὸς αὐτὴν ἔχειν τοὺς ἄλλους, νῦν δὲ τὸ τοῦ Θεμιστοκλέους ἔξεστιν εἰπεῖν, εἰ δὴ τοῦτό γε πιστευτέον κατ' ἐκείνου, ὡς ἐπὶ ταῖς δωρεαῖς ταῖς παρὰ τοῦ Πέρσου γενομέναις αὐτῷ φθέγξαιτό τι τοιοῦτον πρὸς τοὺς παῖδας, ὅτι [266] νῦν ἄρα ἐσώθησαν, ἡνίκα ἀπωλώλεσαν. ἀλλ' οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν· ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα. ἆρ' οὐ ταῦτα χρὴ φάναι τῆς ἐκείνων ἀηττήτου καὶ τῆς ἀγαθῆς τῆς πόλεως τύχης εἶναι, τοῖς μὲν ἐξ ὧν οἰκίζουσί τε καὶ πράττουσι, τῇ δ' ἐξ ὧν οἰκίζεται μνήμην ἀθάνατον ποριζούσης; οἵ γε τοσαύτην ἔσχον ὑπερβολὴν, ὥστ' οὐδὲ τοσοῦτον ἀρκεῖν ὑπέλαβον, αὐτεπάγγελτοι πρὸς τὸν οἰκισμὸν ὁρμῆσαι, ἀλλ' ἀντὶ τοῦ πρέσβεις παρ' ἡμῶν ἀναμένειν, αὐτοὶ πρέσβεις περὶ ἡμῶν πρὸς τὴν οἴκοι βουλὴν κατέστησαν· ἃ μηδεὶς ἂν ἡμῶν ἐθάρρησεν αἰτῆσαι, ταῦτ' ἀξιοῦντες ψηφίσασθαι. ἆρ' οὐχ ἅπας μὲν θρῆνος τούτοις ἐξαλήλιπται καὶ μνήμη πᾶσα τῶν τε ἰδίων ἑκάστῳ καὶ τῶν κοινῶν δυσχερῶν, ἀντεισῆκται δὲ εὐφροσύνη μετ' εὐφημίας καὶ τοῦ ζῆν ἐπιθυμία νῦν, εἴπερ ποτὲ, ἐπὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ χάριτες πρέπουσαι τοῖς θεοῖς, τοῖς βασιλεῦσι, τῷ δεξαμένῳ τὰ τῶν κορυφαίων πολιτεύματα χορῷ ἀσμένῳ καὶ μνησθέντι τῆς Σμύρνης ἃ προσῆκεν; ἄξιον τοίνυν, ὦ ἄνδρες Ἕλληνες, καὶ τοῦ καθ' ὑμᾶς τοὺς ὁμοφύλους ἤδη μέρους μνησθῆναι, ὡς τούτοις τε ἀκολούθως διετέθητε καὶ τὴν εὔνοιαν ἣν εἴχετε ἐκ παντὸς χρόνου τῇ πόλει, σαφέστατα ἐπεδείξασθε. μάθοι δ' ἄν τις ἐπισκεψάμενος τὰ τῆς πρώτης καὶ πρεσβυτάτης τῶν Ἑλληνίδων πόλεως, λέγω δὲ τῆς Ἀθηναίων, πῶς ἔσχε παρὰ τὰς συμφοράς. καὶ οὐ καθαιρεῖν ἐκείνην ἀξιῶν λέγω ταῦτα, μήποτε σφόδρα οὕτω γενοίμην φιλόπολις, ἀλλ' ἅμα τούς τε πολίτας παραμυθεῖσθαι βουλόμενος καὶ τοῖς παροῦσιν ἐνδείξασθαι ὅτι τῇ πόλει διὰ πάντων καιρῶν εὖ πράττειν ἐπιχώριον καὶ τῆς [267] ἀγαπητῆς μοίρας ὡσπερεὶ κλῆρος ἐστίν. ἐκείνοις τοίνυν στερηθεῖσι μὲν τῶν νεῶν, στερηθεῖσι δὲ τῶν τειχῶν καὶ τῆς ἀρχῆς ὅλης καὶ προελθοῦσιν εἰς τοῦτο ὥστε τὸν δῆμον φυγάδα ἀναγκασθῆναι τῆς πατρίδος γενέσθαι· τὰ γὰρ ἐν μέσῳ τοσαῦτα σιωπήσομαι· ἀλλ' οὕτω γε πράξασι, πλὴν Φαρσάλου τε καὶ Ἄργους καὶ Θηβῶν, οὐδένες οὔτε μείζονα οὔτε ἐλάττονα ἀπεμνημόνευσαν χάριν τῶν ἐκ τοῦ παντὸς αἰῶνος εὐεργεσιῶν· οὐδ' ὅτι τοῦ γένους ἔρεισμα ἡ πόλις ᾔδετο. οὗτοι δὲ οὓς εἶπον τούς τε φεύγοντας δεξάμενοι καὶ τοῖς ἐξαιτοῦσιν ἀντισχόντες ταύτην δὴ χάριν τῇ πάντα ὑπερφερούσῃ πόλει κατέθεντο, παρ' ᾗ τὴν ἀγαθὴν ἱδρῦσθαι τύχην αἱ μαντεῖαι λέγουσι.

   Φέρε δὴ καὶ τὰ τῆς ἡμετέρας πόλεως ἐπισκεψώμεθα, μή πη τῶν ἐραστῶν αὐτῆς αἰσχυνθῆναί τῳ προσῆκεν· ἣ μέχρι μὲν τούτων τῶν χρόνων οἷον πόλεως παράδειγμα κάλλους εἱστήκει, χειρουμένη μὲν εὐθὺς ἐξ ὄψεως τούς τε ἀπὸ γῆς καὶ τοὺς ἐκ θαλάττης καταίροντας, παρελθοῦσι δὲ εἴσω τὰ κάλλιστα ἀποφαίνουσα καὶ παρασκευάζουσα ὧν οὔτ' ὀφθαλμῶν κόρον ἦν λαβεῖν οὔτε χρόνου διατριβῆς· ἃ νῦν ἀπέραντον ἂν εἴη καταλέγειν. ἐπεὶ δὲ καὶ τῆς ἑτέρας ἔδει μερίδος πεῖραν λαβεῖν, ἃ μὲν τοῖς ἄρχουσιν ἐπῆλθε σπουδάσαι, διήλθομεν ἀρτίως· ἀλλ' ἐν ὑμῖν τοῖς ὁμοτίμοις τί τῶν ἁπάντων οὐκ ἐγένετο; οὐ κατὰ πόλεις τε ὀδυρμοὶ κἀν τοῖς κοινοῖς συνεδρίοις βοώντων τὰ μήκιστα καὶ ποθούντων ἐν πατρίδος μοίρᾳ τὴν πόλιν, πανηγύρεις τε διαλύειν ἀξιούντων καὶ ῥητορευόντων εἰς αὐτὴν, ὡς ἕκαστος εἶχε δυνάμεως; ὥσπερ γὰρ κοινοῦ πτώματος τῆς Ἀσίας γεγενημένου, οὕτω τὰς γνώμας εἴχετε. ἀλλὰ μὴν τά γε τῆς ἐπὶ τῶν ἔργων αὐτῶν ἐπικουρίας τίς πω μέχρι τοῦδε μέμνηται ἐν Ἕλλησι γενόμενα; ἀγοραὶ μὲν ἁπανταχόθεν τοῖς κατὰ χώραν μένουσιν, ἐκ γῆς καὶ θαλάττης εἰσαφικνούμεναι, ἅμιλλα δὲ καὶ σπουδὴ τῶν ἑκατέρωθεν μεγίστων πόλεων, καλούντων τε ὡς αὑτοὺς καὶ [268] ὀχήματα καὶ πορείας ἐπιπεμπόντων, ἔτι δ' οἰκήσεις καὶ συνεδρίων κοινωνίας καὶ πάσας ἀφορμὰς παρασκευαζόντων, ὥσπερ γονεῦσιν ἢ παισὶν αὑτῶν, παραπλήσιά τε τῶν μεγέθει μὲν ἀπολειπομένων, προθυμίας δὲ καὶ τιμῆς οὐδὲν ἐλλειπόντων. τίς γὰρ οὐχ ἕρμαιον ἑαυτοῦ ἐποιήσατο; τίς γὰρ οὐχ εὑρίσκεσθαι μᾶλλον ἢ τίθεσθαι ταύτην χάριν ᾠήθη, δέξασθαι συνοίκους τοὺς τοσοῦτον πρωτεύσαντας; χρημάτων τοίνυν συντέλειαν καὶ πρὸς τὰ μέλλοντα ὑποσχέσεις ἀφ' ἑκατέρας τῆς ἠπείρου καὶ πολλὰς ἄλλας φιλανθρωπίας εἰς δύναμιν τὴν ἑκάστων γενομένας τίς ἂν ἐκπεράνειε διηγούμενος; καὶ οὐ τούτου γε ἕνεκα ἡ πόλις ἠξίωσε πάντα ἐφεξῆς δέχεσθαι, οὐδ' ὡς οἱ διδόντες ἐβούλοντο, ἀλλ' ὡς αὐτῇ καλὸν ἦν λαβεῖν. καὶ τί δεῖ ταῦτ' ἐν μέρει καταλέγειν; πάντα γὰρ τὰ ἔθνη τὰ πληροῦνθ' ἡμῖν τὴν Ἀσίαν φιλοτιμίαν κοινὴν φιλοτιμεῖται πρὸς τὴν πόλιν, τὰ κράτιστα τῶν ἀρχαίων ἀνιστάντα. ἐπὶ μόνης δὲ ταύτης τῆς πόλεως τὸ παλαιὸν ῥῆμα ἐξηλέγχθη ψευδῶς ἔχον, τὸ κακῶς πραξάντων λήθην εἶναι παρὰ τοῖς φίλοις· τοσοῦτον αὐτῇ καὶ παρὰ τὴν συμφορὰν ἐπιφανείας καὶ χαρίτων καὶ δόξης ἐφυλάχθη παρὰ τοῦ δαίμονος. νῦν δ' ὅσα μὲν θρηνώδους ἁρμονίας καὶ σχημάτων ἀχαρίτων καὶ παρὰ τῆς λύπης ἔχοντα τὴν εὐφημίαν ἐκποδὼν ἀπελήλυθε, λευχειμονεῖ δὲ ἡ ἤπειρος, πανηγυρίζει δ' ἡ Ἑλλὰς ἐπὶ χρηστῆς ὑποθέσεως, ἡ πόλις δ' ὥσπερ ἐν δράματι καὶ δὴ πάλιν ἐξ ἀρχῆς ἀναφύεται μεταβαλοῦσα τὴν ἡλικίαν, ἡ αὐτὴ παλαιὰ καὶ νέα γενομένη, ὥσπερ τὸν φοίνικα ἀναβιώσκεσθαι λόγος αὐτὸν ἐξ αὑτοῦ· οὐ γὰρ δὴ τοῦτ' ἄρα δόξαι τῷ θεῷ ἕτερον φοίνικα ἀντ' ἐκείνου τε καὶ μετ' ἐκεῖνον γενέσθαι. πάντα δ' ὥσπερ ὁδῷ κεχωρηκέναι φαίνεται. Θησέως μὲν γὰρ ἐξ ἀρχῆς οἰκίσαντος, Ἀλέξανδρος ὕστερον εἰς τοῦτο τὸ σχῆμα προήγαγε. τρίτη δὲ χεὶρ τῶν πάντα νικώντων ἀνίστησι τὴν αὐτὴν καὶ συντίθησι· μεταθεῖναι μὲν γὰρ οὐκ ἠξίωσαν, ἔρωτι τῆς ὑπαρχούσης, [269] οἱ δ' ἐπὶ τῶν ἰχνῶν ἐγείρουσιν. ἐπόθει δ' ἄρα καὶ ἡ τῆς πόλεως φύσις οἰκιστὰς διττοὺς, δύο τὰς ἀρχηγέτιδας νέμουσα. καὶ δὴ λιμένες τε κομίζονται τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας καὶ πάλιν αὖ κατακοσμεῖται, καὶ τῷ Μέλητι οὐδὲν ἐμποδὼν τὸ μὴ τοὺς προσοίκους ἔχειν, ἦρος δὲ πύλαι καὶ θέρους ὑπὸ στεφάνων ἀνοίγνυνται. χοροὶ δὲ Νυμφῶν καὶ Μουσῶν ἐν αὐτῇ τε καὶ περὶ αὐτὴν χορεύουσι, ζέφυροι δὲ οὐ λυπήσουσι πνέοντες. ὦ μακάριοι μὲν τῶν πρεσβυτέρων οἱ πρὸς ταύτην ἀφιξόμενοι τὴν ἡμέραν, ἐν ᾗ τὴν Σμύρναν ὄψονται τὸν ἑαυτῆς ἔχουσαν κόσμον· παῖδες δὲ οὐδὲν ζημιωσόμενοι, ἀλλ' ὀψόμενοι τὴν πατρίδα οἵαν οἱ γονεῖς ᾤκουν· οἱ δ' ἐν ἡλικίᾳ τὰ μὲν συμπράξαντές τε καὶ συμπονήσαντες, τὰ δὲ συνθύσοντες καὶ συνεορτάσοντες ἑαυτοῖς τε καὶ τοῖς εἰσαφικνουμένοις· ὡς τῶν παρόντων ἀγαθῶν ἔτι καλλίους αἱ τῶν μελλόντων ἐλπίδες. ἀλλὰ Ζεῦ πολιεῦ τε καὶ θεαὶ κληροῦχοι τῆσδε τῆς πόλεως καὶ Πόσειδον, ὃς ἀμφότερα εἴληχας, κινεῖν τε καὶ σώζειν, καὶ θεοὶ βασίλειοί τε καὶ Ἑλλήνιοι, γενέσθαι τόνδε ἡμῖν τὸν οἰκισμὸν δευτέρων ἀμεινόνων βεβαιοτέρων ἐπὶ πολλῇ μὲν εὐφροσύνῃ καὶ δόξῃ τῶν οἰκιστῶν, χρηστοῖς δὲ τοῖς ἀπαντησομένοις τῇ πόλει διὰ παντὸς τοῦ μέλλοντος χρόνου, εἶναι δέ τι καὶ τοὐμὸν ἐν Ἕλλησι νῦν τε καὶ ὕστερον.