3303 155 0 0 0 0 II d. C. Filosofia Aelius Aristides Λευκτρικὸς ε΄ ὑπὲρ μηδετέροις βοηθεῖν Dindorf, W., Leipzig, Reimer, 1829 Rist. 1964, Hildesheim, Olms. 23

Aelius Aristides - Λευκτρικὸς ε΄ ὑπὲρ μηδετέροις βοηθεῖν

[465] Εἴ τι κἀμοὶ μέτεστιν, ὦ Ἀθηναῖοι, παρρησίας, πειράσομαι περὶ τῶν παρόντων εἰπεῖν ἃ γιγνώσκω, δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι πρὶν ἂν πάντων ἀκούσητε. ἔστι μὲν οὖν ἔργον τὸ συμφέρον ὑμῖν καθαρῶς ἐξετάσαι. τοῖς μὲν γὰρ ἢ τούτοις ἢ 'κείνοις συνειρηκόσιν ἥ τε πρὸς οὓς [466] ᾕρηνται χάρις αὐτῶν ὕπεστι καὶ ἔτι πρὸς ὑμῶν τοὺς ταὐτὰ γιγνώσκοντας, τοῖς δ' ἐξεστηκόσι τούτου καὶ μέσοις οὖσι μήτ' ἐκείνων μηδετέροις τὰ πρὸς ἡδονὴν λέγειν συμβεβηκός ἐστι μήθ' ὑμῖν ἃ βούλεσθέ τε καὶ προσδοκᾶτε. ὥστ' εἶναι πολὺ τοῖς διαμαρτοῦσιν ἐκείνων λυσιτελέστερον ἢ τῷ ταῦτα πείσαντι, τοῖς μὲν ὑπαρχόντων ὑπὲρ ὧν ἠγωνίσαντο φίλων, τῷ δὲ οὐδεμιᾶς χάριτος παρ' ὑμῶν οὔσης. οὐ μὴν ἀλλὰ καίπερ τοιαύτην δυσκολίαν ἔχοντος τοῦ πράγματος οὐκ ἀποκνήσω. δοκεῖ γάρ μοι τοῖς εἰρηκόσι τούτοις ὑπὲρ ἑκατέρων ὁ ὑπὲρ ὑμῶν ἐρῶν λοιπὸν ἐνδεῖν. ἐὰν οὖν οὗτος ἐγὼ φανῶ, χάριν ὑμῖν ὑπὲρ ὑμῶν εἴσομαι. τοῖς μὲν γὰρ ὑπὲρ τῶν ἑτέρων εἰρηκόσι, κἂν ἡττηθῶσι τῶν ἐναντίων, ἡ πρὸς οὓς ᾕρηνται χάρις σώζεται, ὁ δ' ἐν μέσῳ γενόμενος τῆς μὲν παρ' ἑκατέρων αὑτὸν ἤδη προαπεστέρηκε, τῶν δὲ παρ' ὑμῶν ἄδηλον ὁποίων τεύξεται. συμβαίνει δὴ μηδαμῶς ἴσον εἶναι ἢ τὰ τῶν ἑτέρων συμφέροντα ᾑρημένον καὶ ὑμῶν τοὺς ταὐτὰ γιγνώσκοντας ἔχειν εὐμενεῖς, ἢ ὑπὲρ ὑμῶν ἀνεστηκότα προσκρούειν ὑμῖν, καὶ ἡττηθέντα μὲν τριῶν ἡμαρτηκότα ὑπάρχειν, κρατήσαντα δὲ καὶ διαγενόμενον ἐξ ἴσου τοῖς ἡττηθεῖσι γίγνεσθαι, ἑτέρων ἀνθ' ὑμῶν ἐκείνοις ὑπαρχόντων οὓς ᾕρηνταί τε καὶ φίλους πεποίηνται. οὐ μὴν ἀλλ' αἰσχρόν μοι φαίνεται καὶ οὐ πολιτικὸν οὐδ' ἴσον οὐδαμῶς Ἀθήνησι τῶν λόγων γιγνομένων τοὺς μὲν ὑπὲρ Θηβαίων καὶ πάλιν Λακεδαιμονίων ἐροῦντας εὑρῆσθαι, τοὺς δὲ ὑπὲρ ὑμῶν ἐλλείπειν. ἐπαινῶ δὲ τοὺς ῥήτορας ἀμφοτέρους, ὅτι πολλὰ καὶ θαυμαστὰ εὑρόντες καθ' ἑκατέρων ἐδίδαξάν με κοινῇ τί χρὴ περὶ αὐτῶν ἀποφήνασθαι. οἶμαι γὰρ καὶ εἰ μηδὲν ὅλως ἐτύγχανον γιγνώσκων ἐπ' ἐμαυτοῦ, τοῖς γε ὑπὸ τούτων εἰρημένοις ἀκολουθῶν ἔχειν ἂν κατιδεῖν τὸ κράτιστον. μέμφομαι δ' αὐτοῖς αὖ τοσοῦτον ὅτι πάντ' ἐπικρυπτόμενοι καὶ ζητοῦντες ὅπως λήσουσι, πρὸς χάριν οἱ μὲν τούτων, οἱ δ' ἐκείνων λέγοντες ἓν τοῦτ' οὐκ ἔφυγον, ὅτι λαθεῖν ζητοῦσιν [467] ἐνδείξασθαι. ἐπεὶ τί δεῖ λέγειν, νῦν οὐχ ἵνα Θηβαίοις χαρίσωμαι παρελήλυθα, κᾆτα κελεύειν βοηθεῖν αὐτοῖς, ἢ πάλιν οὐκ ἐθέλων χαρίσασθαι Λακεδαιμονίοις, εἶτα προστάττειν ὑμῖν κινδυνεύειν ὑπὲρ αὐτῶν; εἰ γάρ ἐστιν ἀληθὲς τοῦτο τὸ σχῆμα ἀμφοτέροις καὶ δεῖ πιστεύειν αὐτοῖς ὥσπερ ἔγωγε φημὶ δεῖν, οὑμὸς ἔχει χώραν λόγος ἀμφοτέροις ἐκποδὼν στῆναι. νῦν δὲ ὥσπερ ζητούντων ὑμῶν τίσι πολεμήσετε, ἀλλ' οὐχ ὃ τῇ πόλει συμφέρει πράττειν ὀφειλόντων, οὕτως οἱ μὲν τοῖς, οἱ δὲ τοῖς κελεύουσι πολεμεῖν, ὡς εἰ μὴ κινδυνεύσετε ζημίας οὔσης. τοῦτο δ' ἢν ἐν μέσῳ κείμενον, τὸ μηδετέροις οἰκείως ἔχουσι τὰ ὑμέτερ' αὐτῶν πράττειν παραινεῖν ὑμῖν· οὗ λυσιτελέστερον οὐδέν ἐστι τῇ πόλει, οὐδ' ὅ τι μᾶλλον καὶ τοὺς ἐν ἡλικίᾳ διατηρήσει, καὶ ναυσὶ καὶ χρήμασι καὶ πᾶσιν ἔσται σωτήριον.

   Λέγουσι δὲ ὡς πολλοὺς ὑπὲρ πολλῶν ᾕρησθε κινδύνους καὶ αὐτοὶ καὶ οἱ πρόγονοι, καὶ λέγουσιν ἀληθῆ. ἀλλ' εἰ τῶν ἄλλων οὕτω προνοεῖσθε, ὥστ' εἰ καὶ πολεμεῖν ὑπὲρ αὐτῶν δέοι μὴ κατοκνεῖν, πῶς οὐχ ὑπὲρ ὑμῶν γε αὐτῶν μέχρι τοῦ μὴ κινδυνεῦσαι παρὰ καιρὸν προνοήσεσθε; οὐ γὰρ δή που τὰ μὲν τῶν ἄλλων συμφέροντα καὶ μετὰ κινδύνων βεβαιοῦν ἄξιον, τὰ δ' ἡμέτερα αὐτῶν οὐδ' ἡσυχῆ. ἔπειτα εἴ τις βούλεται σκέψασθαι διὰ τί ποθ' ἡμῶν εὐδοκίμησαν οἱ πατέρες, πότερον δι' αὐτὸ τὸ πλεῖν καὶ στρατεύεσθαι καὶ φιλοκινδύνως ἔχειν, ἢ διὰ τὸ σχῆμα τῶν ἔργων καὶ τὰς προφάσεις εὐλόγους καὶ ἀναγκαίας οὔσας, οὐκ ἂν, οἶμαι, φαίη δι' ἐκεῖνα. λῃστῶν γὰρ ἂν αὐτοῖς ἔπαινον καὶ καταποντιστῶν ἀνατιθείη, εἰ τοῦτο θαυμάζοι καὶ ζηλωτὸν ἡγοῖτο τὸ τοῖς κινδύνοις ἀεὶ σφᾶς αὐτοὺς ὑποτεθεικέναι. ἀλλ' οἶμαι τὸ τοὺς βαρβάρους ὑπὲρ τῶν Ἑλλήνων ἀμύνεσθαι καὶ μηδαμοῦ προΐεσθαι διὰ μαλακίαν τὰ δίκαια, τοῦτ' ἐνδόξους ἐποίησεν αὐτοὺς εἰκότως. ἀλλ' οὐχ ὁ νῦν πόλεμος τοιαύτην ἔχει τάξιν, ὥστ' ἢ δι' ἀνάγκην ὑμᾶς μετέχειν αὐτοῦ, ἢ διὰ προστασίαν, ἢ διὰ τοιούτου τινὸς δικαίου λόγον. αὐτὸ γὰρ τοῦτο πρῶτον οὐκ ἔνεστι διακρῖναι ποτέροις δεῖ βοηθεῖν. διὰ τί; δι' ἓν μὲν ἐκεῖνο, ὅτι εἰ τὸ πολλοῖς ἡμᾶς συνεπειλῆφθαι [468] πραγμάτων αἴτιον εἶναι δεῖ τοῦ μηδὲ νῦν ἡσυχάσαι, κοινὸν ἀμφοτέροις ἐστὶ τοῦτο. ὥσθ' οἷς μετὰ τῶν ἑτέρων ἔσεσθε δικαίως, τούτοις τοὺς ἑτέρους παριδόντες ἁμαρτάνειν δόξετε. ἔπειτα εἰ μὲν δεῖ μνημονεύειν ὧν ἠδικήμεθα ὑπ' ἀμφοτέρων, οὐδετέροις προσθετέον· εἰ δ' ἀφίεμεν τὴν μέμψιν, οὐ δή που τοῖς μὲν, τοῖς δ' οὒ, ἀλλ' ἀμφοτέροις ὁμοίως ἀφήσομεν. τούτων δ' οὕτως ἐχόντων οὐχ ἕξομεν οὓς αἱρησόμεθα, ἀμφοῖν ὑπάρχοντος ταὐτοῦ δικαίου. ὅλως δὲ πῶς οὐκ ἔστιν ἄτοπον, οἷς ἂν οὕτω τύχῃ καὶ βοηθεῖν δεῖ κατὰ τὸν τοῦ μὴ μνησικακεῖν λόγον, τούτοις τοὺς ἑτέρους συναναιρεῖν ἐξεπίτηδες; ὥστε εἰ δεῖ μὲν βοηθεῖν, τοῦτο δ' ἀμήχανον ἀμφοτέροις, ὁ τοῦ μὴ δεῖν ἐγκαλεῖν λόγος εἰς τὸ μέσον κάτεισι, τῷ μήτε τούτοις βοηθεῖν, ὅτι κἀκείνοις ἔδει, μήτε ἐκείνοις, ὅτι καὶ τούτοις ὠφείλετο. ὥστε ὅτι οὐ μνησικακητέον, διὰ τοῦτο οὐ βοηθητέον. συμβέβηκε δ' ἃ μάλιστ' ἄν τις εὔξατο, Θηβαίους καὶ Λακεδαιμονίους συμπεπτωκέναι καὶ ὑμῖν δεδωκέναι σχολῆς καιρὸν καὶ ἀναπαύσεως, αὐτοὺς δ' ἀνηνύτῳ πολέμῳ συνέχεσθαι, θεῶν τινος, ὡς ἐμοὶ δοκεῖ, προστασίᾳ καὶ προνοίᾳ περὶ τῆς ἡμετέρας πόλεως. εἴτε γὰρ δίκην ἐβουλόμεθα λαβεῖν παρ' αὐτῶν, πραγματείας ἔδει καὶ κινδύνων, εἴθ' ἡσυχίαν ἤγομεν, ἀθώους εἶναι κατελείπετο ἐκείνους. νῦν τοίνυν οὕτως ὑπὸ τοῦ δαιμονίου τὸ πρᾶγμα ἐστρατήγηται, ὥστ' οἴκοι καθημένοις ὑμῖν ὑπάρχειν αὐτοὺς τιμωρήσασθαι δι' αὐτῶν. δεῖ δὴ τοιούτῳ καιρῷ σωφρόνως καὶ πεφυλαγμένως χρήσασθαι, καὶ μὴ ὅπως ἐκείνων οἱ ἕτεροι τῶν ἑτέρων περιέσονται τοῦτο σκοπεῖν, ἀλλ' ὅπως ὑμεῖς μηδ' ὑφ' ἑτέρων ἐνοχλῆσθε. καὶ γὰρ ἄτοπον ἐκείνους μὲν ἑκατέρους τὸ σφίσιν αὐτοῖς λυσιτελοῦν, μὴ τὸ ὑμῖν ζητοῦντας ἀπεσταλκέναι δεῦρο, ὑμᾶς δὲ τἀκείνων ἔμπροσθεν θεῖναι τῶν ὑμῖν αὐτοῖς συμφερόντων.

   Σκέψασθε δὴ πρὸς Διὸς ὁπότεροι βελτίω λέγουσι καὶ μετριώτερα, οἱ πράγματ' ἔχειν καὶ τοὺς ἑτέρους ἀμύνεσθαι καὶ ἐν ἐχθρῶν τάξει τοῦτο ποιεῖν κελεύοντες, ἢ ὁ [469] μήτε κινδυνεύειν καὶ ἀμφοτέρους τιμωρήσασθαι καὶ μηδετέροις προσκροῦσαι παραινῶν. καὶ μὴν ἐξιοῦσι μὲν ὑμῖν οὐκ εὔδηλον ὡς πιστὰ τὰ παρὰ τῶν συμπολεμησάντων ἀπαντήσειεν, οὖσι δ' οἴκοι, χωρὶς ἧς ὑμῖν αὐτοῖς παρέξετ' ἀσφαλείας, δῆλόν ἐστι σαφῶς ὅτι κἀκεῖνοι χάριν ἕξουσιν ἀμφότεροι. οὐ γὰρ ὧν οὐ συναγωνιζομένων μὲν ὑμῶν ἔτυχον ἑκάτεροι μέμψιν ποιήσονται, τοῦτο μὲν γὰρ ἴσασι τῶν ἀδυνάτων ὂν, ἀλλ' ὧν οὐχὶ κακῶς ποιούντων αὐτοὺς ἐπειράθησαν, χάριν ἕξουσιν ἀμφότεροι δικαίως· τοῖς γὰρ μηδετέρους λυπεῖν ἐγνωκόσι τοῦτ' ἴσασι καταλειπόμενον μόνον. πῶς οὖν οὐκ ἄμεινον ἀμφοτέρους ἐπιτρίβοντας καταθέσθαι χάριν ἀμφοτέροις, ἢ τοῖς ἑτέροις προσθεμένους, μηδετέρους οἰκειώσασθαι, ἀλλὰ τοῖς μὲν πρότερον, τοῖς δ' ὕστερον ἐχθροῖς χρήσασθαι; ὅτι γὰρ ταῦτ' εἰκότως ὑφορῶμαι ἔδειξαν ἀρτίως περὶ μὲν τῶν Λακεδαιμονίων οἱ τοῖς Θηβαίοις συναγορεύοντες, περὶ δὲ τῶν Θηβαίων οἱ τοῖς Λακεδαιμονίοις. δῆλον δὲ καὶ χωρὶς τῶν παρὰ τούτων λόγων ὅτι πάντα τὸν ἔμπροσθεν χρόνον συμπνέοντες καὶ κοινωνοῦντες ἑκάστων, ὡς οὐδεὶς δῆμος εἷς τῶν αὐτὸς αὑτοῦ μετέχει πραγμάτων, εἶτα μῦν ἐπ' ἀλλήλους σὺν τοσαύτῃ σπουδῇ καὶ ῥώμῃ παρόντες, καὶ φίλους ὑμᾶς οὓς τότ' ἠδίκουν ἀξιοῦντες ἔχειν, οὐδὲν περὶ ὑμῶν ἁπλοῦν οὐδὲ δίκαιον φρονήσουσιν ὕστερον, ἄλλως τε καὶ χρείᾳ νῦν, οὐκ εὐνοίᾳ παραλαβόντες. ἀλλὰ μὴν ὅπου γε νῦν ἡμᾶς ἐφέδρους εἰδότες, ὅμως πάρεισιν ἐπ' ἀλλήλους, πῶς οὐχ ὅταν τοὺς ἑτέρους ἐξέλωμεν, ἐφ' ἡμᾶς χρὴ νομίζειν τρέψεσθαι τοὺς περιγενομένους, ἐκεῖνό γ' εἰδότας ὡς, ἂν ἡμᾶς κρατήσωσιν, οὐδεὶς αὑτοῖς λοιπὸς ἐναντίος ἔσται; ἀλλ' ὦ τᾶν τῇ γε ἄλλῃ δίκαιον παρακινδυνεῦσαι, κἂν εἰς τοσαύτην ἀγνωμοσύνην ἐμπεσεῖν δέῃ. δεινὸν γὰρ Λακεδαιμονίους περιιδεῖν ἢ Θηβαίους τοσαῦτα καὶ τοιαῦτα ἀγαθὰ εἰργασμένους ἀνθρώπους τὴν πόλιν. οἶμαι μὲν ὑπὸ τοῦ πλήθους ἑκατέρων τῶν εὐεργεσιῶν οὐκ ἔχειν νῦν διακρῖναι πότεροι πλείους καὶ μείζους εἰσενηνόχασιν ἡμῖν, τοῦτο μὲν ἡνίκα ἐνθυμηθῶ ὡς ἄρα οἰκείως καὶ προθύμως [470] ἐνέβαλον ἀμφότεροι καθ' ἕκαστον ἔτος δεῦρο, τριάκοντα ἑξῆς ὀλίγου δεῖν ἔτεσι, τοῦτο δὲ ὡς ἡδέως καὶ ῥᾳδίως Δεκέλειαν ἐπετείχισαν ἡμῖν καὶ εἰς Σικελίαν ἀπήντησαν καὶ πανταχοῦ πρὶν κληθῆναι παρῆσαν. περὶ μὲν γὰρ τοῦ Πλαταιέων ὀλέθρου παραχωρήσειν ἀλλήλοις ἀμφοτέρους οἴομαι. νὴ Δί' ἀλλὰ οὐ κακῶς ἠγωνίσαντο ἐπὶ Δηλίῳ Θηβαῖοι. τί δ' ἐπ' Ἀμφιπόλει χεῖρον Λακεδαιμονίους ἐρεῖ τις; τὰς μὲν γὰρ ἄλλας εὐεργεσίας οὐχ οἷός τέ εἰμι ὑπὸ τοῦ πλήθους ἀκριβῶς καταλέξαι. τοιαῦτ' ἐστὶ τούτων τὰ ἀμοιβαῖα, οἷς κέχρηνται πρὸς τὴν πόλιν. ἀλλὰ καὶ τῷ βασιλεῖ προσέθεντο Θηβαῖοι τὸ παλαιόν. Λακεδαιμόνιοι δέ γ' ὕστερον, ὄντων τῶν τροπαίων ἃ σὺν ἡμῖν ἀνέστησαν. ἆρ' οὐκ εἰκότως ἀπορῶ πότεροι μειζόνων ἀγαθῶν αἴτιοι τῇ πόλει γεγόνασι; νὴ Δία. ψῆφον γὰρ ἤνεγκαν Λακεδαιμόνιοι περισῶσαι τὴν πόλιν ἡμῶν· ἔστι ταῦτα. οὐκοῦν καὶ Θηβαῖοι καλούντων αὐτοὺς Λακεδαιμονίων οὐχ ὑπήκουσαν· ἔστι καὶ ταῦτα. πότερον οὖν δεῖ Λακεδαιμονίοις μὲν χάριν ἡμᾶς ἔχειν, ἐπειδήπερ οὐκ ἀνεῖλον τὴν πόλιν τὸν αὐτὸν τρόπον ὅνπερ Πλαταιὰς, Θηβαίοις δ', ἐπειδήπερ ἀπεῖπον ἐμβάλλοντες· ἢ Λακεδαιμονίοις μὲν ἀνθ' ὧν εἰς τοῦτ' ἤγαγον ἡμᾶς ὥστ' ἐπ' αὐτοῖς γενέσθαι χαλεπαίνειν, Θηβαίοις δ', ἐπειδήπερ ἁπασῶν τῶν ἔμπροσθεν ἐμβολῶν αὐτοῖς ἐκοινώνουν, ἐγκαλεῖν πολὺ μᾶλλον, ἢ 'κείνοις μὲν ὑπὲρ τοῦ σῶσαι, τούτοις δὲ ὑπὲρ τοῦ μὴ συνεμβαλεῖν ποθ' ἅπαξ ὀφείλειν χάριν ἡγεῖσθαι;

   Καὶ μὴν οὔτε Θηβαίοις μᾶλλον δεῖ πικρῶς ἔχειν τὴν περὶ τῆς ἀναιρέσεως ἐνεγκοῦσιν ἢ Λακεδαιμονίοις τὸ ἔχειν ἐκείνοις ὅ τι ἂν βούλωνται ψηφίσασθαι περὶ ἡμῶν παραδοῦσιν, οὔτ' αὖ Λακεδαιμονίοις τοῖς ἐπὶ τὸν Πειραιᾶ στρατευσαμένοις μᾶλλον ἔχειν ὀργὴν ἢ Θηβαίοις ἀντὶ τῆς αἰτίας δι' ἣν ἀπελείφθησαν. ἣν ἄν τις ἀκριβῶς ἡμᾶς ἐᾷ σκοπεῖν, τῷ μὴ νικῆσαι τὴν ψῆφον αὐτῶν οὖσαν εὑρήσομεν. ἀλλὰ τί ταῦτα ἀκριβολογοῦμαι; εἰ γὰρ τὰ μάλιστά τις εὐεργεσίας βούλεται ταῦτα νομίζειν, οὐ διαφέρομαι· ἀλλὰ πῶς ἔγνωκα φράσω πρὸς ὑμᾶς. εἰ μὲν εἴ τι χρηστὸν [471] πεποιήκασι τὴν πόλιν δεῖ σκοπεῖν, οὐκ ἀξιῶ Θηβαίων μὲν τὰς εὐεργεσίας λέγειν, Λακεδαιμονίων δὲ τὰ ἀδικήματα, οὐδ' αὖ τοὐναντίον, ἀλλ' ἀμφοτέρων ὅσ' εὖ πεποιήκασι λέγειν. εἰ δὲ τὴν ἀγνωμοσύνην αὐτῶν ἐξετάζειν δεῖ, μὴ τὴν μὲν τῶν ἑτέρων ἐπιδεικνύναι, τὴν δὲ τῶν ἑτέρων ἐπικρύπτειν ἐν οἷς εὖ πεποιήκασιν, ἀλλ' ἐπειδήπερ ἀμφοτέροις τὰ καὶ τὰ ὑπάρχει, δυοῖν θάτερον, ἢ ὡς εὐεργέτας ὄντας ἀμφοτέρους μηδετέρους ἀδικῶμεν, ἢ κακόνους ἀμφοτέρους κρίναντες μηδετέροις βοηθῶμεν. καὶ μὴν εἴ γε ἀμφοτέροις ἀποδοῦναι δεῖ τὴν ἀξίαν, δι' ἃ μὲν ἠδικήκασιν ἡμᾶς τὸ μὴ τυχεῖν τῆς βοηθείας, ἀνθ' ὧν δ' εὖ πεποιήκασι τὸ μὴ κακῶς παθεῖν ἑκατέροις ὑπαρχέτω, καὶ οὕτως πρὸς ἄμφω καλῶς ὑμῖν ἐσκέψεται. ἂν δ' ἐπὶ τούτους ἢ 'κείνους ἀποκλίνητε, οὐδετέροις δικαίως χρήσεσθε, τοὺς μὲν ὄντων ὧν ἠδικήκασιν εὖ ποιοῦντες, τοὺς δὲ ὄντων ὧν εὐεργετήκασι διαφθείραντες, παρὸν ταμιεύσασθαι τὸ δίκαιον, καὶ τοσοῦτον τῆς περὶ τοὺς ἑτέρους σπουδῆς ἀφελεῖν, ὅσον οὐ δεῖ τοὺς ἑτέρους μισοῦντας ὑπερβάλλειν. εἰ δὲ δεῖ καὶ τοῦτ' εἰπεῖν, ἡγοῦμαι Θηβαίοις μὲν ἡμᾶς ὧν οὐ συνεισέβαλλον Λακεδαιμονίοις καὶ ὧν Θρασύβουλον ἐδέξαντο ἀποδεδωκέναι χάριν αὐτάρκη, Λύσανδρον ἀποκτείναντας καὶ τἄλλα ὅσα σύνιστε συμπράξαντας· Λακεδαιμονίοις δ' ἀντὶ τῆς ψήφου νῦν ἀποδοῦναι δεῖν τὴν χάριν, τὸ παρὸν μετὰ Θηβαίων ἀνελεῖν αὐτοὺς μὴ ποιῆσαι τοῦτο· καὶ τοῖς μὲν τοσοῦτον ἰσχῦσαι τὴν συμμαχίαν, ὅσον μὴ τοῖς Λακεδαιμονίοις ὑμᾶς προσθέσθαι, Λακεδαιμονίοις δὲ τοσοῦτον τὴν τότε εὐγνωμοσύνην, ὅσον μὴ καὶ νῦν ὑμᾶς μετὰ Θηβαίων γενέσθαι. ἀνισοῖ δ' αὐτοὺς κἀκεῖνο, ὅτι οὔτε Λακεδαιμονίοις εὔλογον βοηθεῖν, ἐπειδήπερ τὰς πίστεις παρέβησαν, οὔτε Θηβαίοις, ἐπειδήπερ ἔχουσιν ἰσχυρὰν ἤδη παρ' αὐτῶν τὴν δίκην. οὔτ' οὖν ἐκείνοις συνεπεμβῆναι καλὸν οὔτε τούτους κωλῦσαι δικαίως ἀγανακτοῦντας. ἐξερήσομαι δὲ τοὺς ὑπὲρ ἑκατέρων εἰρηκότας χωρὶς οὕτως. ἄνδρες, οἳ Λακεδαιμονίοις συνείπατε, τί σπουδάζετε; βούλεσθε μὴ λαβεῖν τοὺς Θηβαίους τὴν συμμαχίαν, [472] μηδὲ παθεῖν μηδὲν ὑφ' ἡμῶν ἄγνωμον τοὺς Λακεδαιμονίους; ἐγὼ τούτου συνήγορος ὑμῖν. φέρε δὴ πάλιν· ἄνδρες οἱ Θηβαίοις συνειρηκότες βούλεσθε μηδὲν ἐμποδὼν γενέσθαι Θηβαίοις, μηδ' ἐπὶ Λακεδαιμονίους ἡμᾶς ἀποκλῖναι; σύμψηφος ὑμῖν ἐγώ. καὶ τί κεκράγαμεν εἰκῆ καὶ φιλονεικοῦμεν, οὕτω κοινοῦ καὶ δικαίου πεφηνότος διαλλακτοῦ; ἀλλ' οὐκ ἀπόχρη τὸ μέσον τοῦ πολεμεῖν τούτοις γε· εἰ δὲ μὴ ὑμῖν, ἕτερος λόγος. καὶ μὴν εἰ τριῶν ὄντων διὰ σπουδῆς ἑκατέροις ὑμῖν, ἑνὸς μὲν τοῦ μὴ κακῶς παθεῖν οὓς ᾕρησθε, ἑτέρου δὲ τοῦ μὴ τοὺς ἐναντίους εὖ, τρίτου δ' ὅπως μείζους οὓς προῄρησθε ποιήσετε, τοῦτ' ἀφαιρῶν, ἐκείνων ἔχομαι, πῶς οὖν οὐ διπλάσιον κοινωνῶ τῆς γνώμης ὑμῖν ἢ καθ' ὅσον διέστηκα; προσθήσω δ' ὅτι καὶ κατὰ ταῦτα κοινωνῶ καθ' ἃ καὶ ὑμεῖς αὐτοὶ βελτίους φήσαιτ' ἂν εἶναι. πῶς γὰρ οὐ βέλτιον κοινῶς τὸ τῇ πόλει συμφέρον ζητεῖν ἢ χάριτός τινος ἢ δυσμενείας ἤδη προσάπτεσθαι; εἶτα ἃ τοῖς ἑτέροις ἐπιτιμᾶτε ἑκάτεροι, ταῦτα αὐτοὶ ποιεῖτε. οὐκ ἐᾶτε λέγειν τὰς εὐεργεσίας, αὐτοὶ δ' ὧν ᾕρησθε διέξιτε. ἀπολογεῖσθε ὑπὲρ τῶν ἐγκλημάτων, εἶτα κατηγορεῖτε.

   Ἐγὼ μὲν οὖν, ὦ Ἀθηναῖοι, πρὸς τῷ μηδὲν ἐναντίον ἐμαυτῷ ποιεῖν καὶ τούτοις σύμψηφός εἰμι· οὗτοι δ' ὁμοῦ μὲν αὐτοὶ τοῖς αὑτῶν ἑκάτεροι, ὁμοῦ δὲ τοῖς ἑτέροις τἀναντία φαίνονται λέγοντες. πρὸς δὲ οὐκ οἶδ' ὅπως κἀμοὶ τῷ μηδετέροις διαφερομένῳ, καθ' ὃ γοῦν ὡμογνωμόνηκα, εἶναι δεῖ μέρος. εἰς μὲν γὰρ τὸ βοηθεῖν ἀμφοτέροις κελεύειν οὐκ ἔνεστι δήπουθεν ἐλθεῖν τὴν συνηγορίαν. πῶς γάρ; εἰς δὲ τὸ μηδετέροις ἐπελθεῖν ὁ τοῦ συνηγόρου λοιπὸν τόπος ἐκπέπτωκε. καὶ γὰρ οὗτοι καὶ αὑτοὺς ἑκάτεροι τοῖς ἑτέροις συστρατεύεσθαι κωλύουσιν. οὐδὲν οὖν ἄλλο ἐστὶν οὑμὸς λόγος ἢ ὥσπερ τινὸς ἀντιγραφέως ἀνάγνωσις συντεθεικότος ἑξῆς τὴν ἑκατέρων ῥῆσιν καὶ μίαν ἐκ δυοῖν πεποιηκότος. ἀλλὰ μὴν τό γε τοῦ βασιλέως, μέμνησθε γὰρ δή που λεχθὲν ἀρτίως γε, οὐδετέροις ἡμᾶς βοηθεῖν ἐᾷ μᾶλλον ἤπερ προτρέπει τοῖς ἑτέροις· ὅ τι δ' ἐστὶν ὅ φημι [473] σαφῶς εἴσεσθε. οὔτε Θηβαίοις ἔνεστι δή που βοηθεῖν κατὰ τοῦτον τὸν λόγον, ἐπερσίκασι γάρ· οὔτε Λακεδαιμονίοις, ὅτι καὶ αὐτοὶ τὰ τοῦ Πέρσου κακὰ ζηλοῦσι, καὶ τῆς ἐκείνου πονηρίας καὶ ἀπιστίας κληρονόμους εἶναι προσῆκον οὐδαμῶς ὑμῖν ἐστιν. οὔτε γὰρ δή που μισεῖν τὴν Ἑλλάδα φήσαιτ' ἂν, ὥστε ὡς ἀσθενενεστάτην ζητεῖν ποιεῖν ὥσπερ ἐκεῖνος, οὔτ' ἀνεκτὸν μεταβαλλομένους φαίνεσθαι. τὸ δ' ἐπὶ σφῶν αὐτῶν ἐᾶσαι κριθῆναι τοὺς διενηνεγμένους ἀνεπίφθονον, καὶ οὐδ' ἂν εἷς ὑμῖν νεμεσήσαι. εἶτα καὶ βασιλεὺς μὲν οὐκ αὐτὸς καταβαίνων, οὐδὲ τῷ σώματι κινδυνεύων, ἀλλ' ἀπὸ χρημάτων συνετέλει τοῖς πράγμασι πολλῶν εὐπορῶν, καὶ ὕπαρχον κατέπεμψεν ἂν, ὄντων οὐκ ὀλίγων αὐτῷ· καὶ ταῦτ' ἦν ὁ τοῦ βασιλέως πόλεμος, Φαρνάβαζος, Πισσούθνης, Τισσαφέρνης, ψευδολογία, χρυσίον, τὰ τοιαῦτα. ἡμεῖς δ' εἰ πρὸς τοὺς ἑτέρους ἐπικλίναιμεν, τοῦθ' ὃ ἐκεῖνος διὰ τούτων ἐφυλάττετο πεισόμεθα. ὁ μὲν γὰρ ὅπως μὴ δι' αὑτοῦ ποτε κινδυνεύσῃ προεωρᾶτο, καὶ διὰ τοῦτο πόρρωθεν ἔτριβε τὰ πράγματα· ἡμεῖς δ' αὐτῷ τοὐναντίον τοῖς σώμασι καὶ τῇ χώρᾳ καὶ πάσαις ὡς εἰπεῖν ταῖς ἀφορμαῖς ἀποκινδυνεύσομεν. οὐ γὰρ ἔστι δι' ἄλλων πολεμεῖν ἡμῖν, οὐδ' ἄνω τοῦ πολέμου καθημένοις ἐπαρκεῖν τοῖς πράγμασιν, οὐδ' ἐξ ἀκοῆς εἰδέναι περὶ αὐτῶν, οὐδ' ἐκ περιουσίας, οὐδ' ἐν τρυφῆς μέρει μετέχειν τῶν γιγνομένων, μέτρῳ τῇ βουλήσει χρωμένους, ἀλλὰ παρεῖναι δεῖ καὶ συμπονεῖν, καὶ μηδὲν ἔλαττον τῶν ἐξ ἀρχῆς συμπεπτωκότων κινδυνεύειν, οὐχ ὕπαρχον ὅταν βουλώμεθα ἀποστεῖλαι. καὶ γὰρ εἰ καὶ χρήμασιν, ἔστι μὲν οὐδαμοῦ τοσαῦθ' ἡμῖν ὥστ' ἐγχωρεῖν ἀπαλλοτριοῦν εἰς τοσαύτην χρείαν· εἰ δ' οὖν καὶ τοῦτον τὸν τρόπον τοῖς ἑτέροις συντελέσαιμεν, οὐκ ἔστ' εἰπεῖν Σοῦσα οὐδ' Ἐκβάτανα εἶναι, οὐδ' ἀποκρύψαι δεῖν τὴν θάλατταν ἐτησίαν ὁδὸν βαδίζοντας, ἀλλὰ μιᾶς ἡμέρας καὶ δυοῖν ὁδός ἐστι, τοῖς ἀδικηθεῖσιν ἐμβαλεῖν καὶ ἄγειν καὶ φέρειν ἡμᾶς, ὥστ' ἐκ τούτων ἀνάγκην εἰς χεῖρας ἐλθεῖν εἶναι· τοῦτο δ' ἐστὶ τἀκ τῆς δυσπραξίας πράγματα.

   Ἐκέλευον δ' ἂν καὶ αὐτὸς τοῖς Λακεδαιμονίοις ἐπι[474]κουρεῖν τῷ τὰ τῶν Θηβαίων ὑπεραίρειν, εἰ μὴ ὅσον πλήθει καὶ ἰσχύϊ τούτους περιεῖναι, τοσοῦτον ἐκείνους ἐπεπείσμην ἀνοίσειν ἀσκήσει. εἰ μὲν γὰρ ἐξ ἴσου καθειστήκεσαν, περὶ τῶν Θηβαίων ἔγωγ' ἂν ἔδεισα ὡς ἀσθενεστέρων, ἐπεὶ δ' οἱ Θηβαῖοι καλῶς ποιοῦντες παρεληλύθασιν, ἴσας ἔχειν λαβὰς τὸν πόλεμον ἡγοῦμαι· ἐνεῖναι γὰρ καὶ παρὰ Λακεδαιμονίοις καὶ ὑστέροις ὁρμηθεῖσι μεταδιῶξαι. συνέξει δὴ τὸν πόλεμον καὶ ποιήσει τριβὴν τὸ τοὺς μὲν οἷς κατωρθώκασιν ἐπαιρομένους ἐπὶ πᾶν ἀφικέσθαι ζητεῖν, τοὺς δ' αὖ Λακεδαιμονίους ἀρετῇ καὶ φρονήματι κρείττους ἀξιοῦντας εἶναι μηδὲν πλέον ἂν τούτων ὑπομεῖναι παραδέξασθαι. εἰ δὲ δή τινων ἔργον δεῖ μιμήσασθαι, τὸ Ἀργείων καλὸν, οἳ παρὰ τὸν πόλεμον τὸν ἡμέτερον καὶ Λακεδαιμονίων τούτων ἡσυχίαν ἄγοντες καὶ νεότητι καὶ κατασκευῇ τῆς χώρας καὶ τοῖς πᾶσιν εὐθένησαν, ἕως συνεφαψάμενοι τῶν πραγμάτων προήκαντο τὴν ὑπάρχουσαν εὐδαιμονίαν καὶ ὁ δῆμος αὐτῶν τότε κατελύθη, καὶ πάλιν ἄλλ' ἠκολούθησε κακά. πάντα γὰρ ὡς εἰπεῖν οἱ πόλεμοι φύουσι, πολιτειῶν καταλύσεις, φιλονεικίας, βλάβας, ἃς οὐδ' ἂν προΐδοιτό τις παντοδαπὰς, ὧν εἴ τινες ἀνθρώπων καὶ ἡμεῖς ἐμπείρως ἐσχηκότες ἐν φυλακῇ δικαίως ἂν εἴημεν. ἀκούω δὲ καὶ τοὺς προγόνους ἡμῶν τοὺς ἐπ' ἐκείνων τῶν καιρῶν ἀποστῆναι Σαλαμῖνος Μεγαρεῦσι χρόνον ἔστιν ὃν, κἄν τις εἴπῃ κομίζεσθαι, τεθνάναι ψήφισμα ποιήσασθαι. ὅπου δὲ καὶ τῶν οἰκείων παραχωρῆσαι καὶ προέσθαι ἔσθ' ὅτε δεῖ καὶ συμφέρει, πῶς ἀλλοτρίων γε κακῶν ἄξιον κληρονομῆναι, καὶ τούτων μὲν ἂν τῶν νῦν καλούντων ἡμᾶς πικρῶς ἔχειν τοῖς ἐμβάλλουσιν εἰς τὴν Ἀττικὴν, εἰ τοῦθ' ὁποτέροις οὖν αὐτῶν ἐπῆλθε ποιῆσαι, αὐτοὺς δ' εἰς πόλεμον καὶ ταραχὴν ἀκατάστατον ἡμᾶς αὐτοὺς ἐμβαλεῖν εἰκῆ, καὶ ταῦτ' εἰδότας ὡς ἄρξασθαι μὲν πολέμου ῥᾴδιον, ἀπαλλαγῆναι δὲ οὐδὲν οὕτω χαλεπόν; οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μὲν τοὺς κινδύνους αὑτῶν ὄντες κύριοι, φεύγουσι δ' ἐπ' ἄλλοις γενόμενοι· τούτων δ' οὐδέτερον εὖ φρονούντων ἐστίν. ἡμῖν δὲ συχνὸν μὲν χρόνον ἡ χώρα κεκάκωται, πολὺν δ' [475] ἤδη τὰ σώματα φθείρεται, χρημάτων δ', ἅ ποτ' εἰς τὴν ἀκρόπολιν συνηγάγομεν, τοσοῦτος ὄγκος ἐξερρύηκε, δεῖται δὲ ἡλικίας ἡ πόλις, ἣν ἀνερχομένην ἄρτι μὴ λυμηνώμεθα, ἀλλ' ἐν ὅσῳ μισοῦσιν οὗτοι, χαλεπαίνουσιν, ἀλλήλοις ἐπίασιν, ἀπειλοῦσιν, ἡμεῖς ἀθλοθέται καθώμεθα τοῦ πολέμου, τὴν πόλιν περιέποντες, συλλέγοντες αὐτῇ χρήματα, ἵππους, τριήρεις, κατασκευάζοντες ὅλως τὰ πράγματα, ὥσπερ οἱ τὰς πεπονηκυίας οἰκίας ἀναλαμβάνοντες. κἂν ἐμοὶ πεισθῆτε καὶ κατάσχητε ὑμᾶς αὐτοὺς, ἥξουσι καὶ δεύτερον πρεσβεῖαι καὶ παρὰ τούτων καὶ παρ' ἐκείνων, ἥξουσιν, εὖ ἴστε, ὅταν οὕτω πάνθ' ὑμῖν συντεταγμένα καὶ καθεστηκότα φαίνηται· οἶμαι δ' οὐ τούτους μόνους, ἀλλὰ καὶ πολλοὺς ἄλλους σὺν θεοῖς εἰπεῖν πρεσβεύσεσθαι, τῆς ἡμετέρας φιλίας ἐπιθυμοῦντας, ἐὰν ὑπομείνητε καὶ τῇ τούτων φιλονεικίᾳ πρὸς τὴν τῆς ἡγεμονίας κατασκευὴν ἐθελήσητε ἀποχρήσασθαι. οὐ γὰρ ἐκεῖνό γέ τίς φησι δεδιέναι, μὴ συστῶσιν ἀμφότεροι καὶ ἀφέντες ἀλλήλους ἐφ' ἡμᾶς τράπωνται, οὐχ ὡς εὐμενῶς ἡμῖν ἢ τούτων ἢ 'κείνων ἐχόντων λέγω, ἀλλ' ἐπειδήπερ οὐκ ἔνεστι λόγος τῷ πράγματι. ἀντὶ τοῦ γὰρ νὴ Δία συστήσονται; ὅτι νὴ Δί' οὐ συνεπεστρατεύσαμεν οὐδετέροις; οὐκοῦν ὅσῳπερ ἂν μᾶλλον ὀργίζωνται, τοσούτῳ μᾶλλον ἀμήχανόν ἐστιν αὐτοῖς συστῆναι. ὅταν γὰρ ἑκάτεροι τῷ μὴ δι' ὑμῶν δεδυνῆσθαι κακῶς ποιῆσαι τοὺς ἐναντίους ἀγανακτῶσιν, πῶς αὐτούς γε ἀφήσουσιν; ἢ πῶς μετ' ἀλλήλων ἔσονται, ὅταν ἑκάτεροι τοῖς ἑτέροις συνειδῶσιν ὀργιζομένοις, ἐπειδήπερ οὐκ ἔσχον ὑμᾶς συμμάχους ἐπ' αὐτούς;

   Χωρὶς δὲ τούτων οὐδ' ἐν τούτῳ σχολῆς εἶεν ἂν νῦν, ἀλλὰ Θηβαῖοι μὲν ἔγκεινται, νομίζοντες ἕτοιμον εἶναι σφίσι Λακεδαιμονίους ἀνελεῖν, καὶ οὐδ' ἂν ἐπὶ τῇ βασιλέως ἀρχῇ τούτων τῶν ἔργων πρὸς οἷς εἰσι νῦν ἀποσταῖεν· Λακεδαιμόνιοι δ' ἥδιστ' ἂν τεθναῖεν ἅπαντες, εἰ λήψονται δίκην παρὰ Θηβαίων· οὕτω δι' ὀργῆς αὐτοὺς ἔχουσι. καὶ θαῦμά γ' οὐδὲν παρ' ἀξίαν δοκοῦντας ἡττᾶσθαι [476] χαλεπῶς ὑπὸ τῆς αἰσχύνης διακεῖσθαι. ὡς δ' εἰπεῖν κεφάλαιον, τὸ πρὸς αὐτοὺς μῖσος αὐτῶν καὶ ὁ παροξυσμὸς ἐπεσκότησε τῇ πρὸς τὴν πόλιν δυσμενείᾳ, καὶ ὥσπερ νέφους ὑπελθόντος οὐδὲν τῶν πρὸς ἡμᾶς καθορῶσιν. ἀλλ' εἰ νῦν φοβούμεθα αὐτοὺς ἂν μὴ ἀδικῶμεν, πῶς οὐ πολὺ μᾶλλον φοβησόμεθα εἰκότως μὴ τοῖς ἑτέροις προσθεμένων ἡμῶν ἅτεροι κρατήσωσι; νῦν μὲν γὰρ οὐδὲν δέος ἐκ τῶν περιγενομένων, ἐάν τι νεωτερίζωσι. κεκομμένοι γὰρ καὶ τεταλαιπωρηκότες τάχα δὴ τὴν Καδμείαν νίκην νενικηκότες αἰσθήσονται, πρὸς ἡμᾶς ἀκεραίους καὶ καθαροὺς ἐὰν ἀγωνίζωνται. εἰ δὲ τοῖς ἑτέροις προσθείμεθα, τοῦτο μὲν, ἂν κρατῆσαι συμβῇ τῶν πραγμάτων, καὶ τῶν κακῶν οὐκ ἔλαττον εἶναι δεῖ μετεσχηκότας, ὥστε ἐὰν ὕστερον ἀγνωμονῶσιν, ἐξ ἴσου γιγνόμεθα αὐτοῖς, τοῦτο δὲ, ἂν κλίνῃ τὰ πράγματα, δῆλός ἐσθ' ὁ κίνδυνος. νῦν μὲν οὖν οἱ νικήσαντες αὐτῶν ἡμῖν νικῶσιν, ἐκείνως δὲ δι' ἡμῶν, ἂν οὕτως τύχῃ, κρατήσουσιν οἱ ἕτεροι. εἶτ' οὐδ' ἄλλως ὅμοια τοῖς τούτων τὰ ἡμέτερα. Λακεδαιμόνιοι γὰρ ἐσχατιὰν Πελοποννήσου κατοικοῦντες ἐν σκέπῃ πολλῇ τοῦ πολέμου καὶ τῶν πραγμάτων εἰσί· Θηβαῖοί τε ὑπὲρ Κιθαιρῶνα ἀπελήλανται· ἡ δὲ ἡμετέρα πόλις ἐν πόρῳ τοῦ πολέμου καὶ οὐδεμία οὐδετέροις ἐπὶ τοὺς ἑτέρους ἔξοδος ἔσται, πρὶν εἰς τὴν ἡμετέραν ἐμβαλεῖν, ταύτην δὴ τὴν πρόχειρον αὖ φθείρεσθαι. ὅλως δὲ οὐχ ὁρῶ περὶ ὅτου πολεμήσομεν, εἰ μήτε τούτοις μήτε ἐκείνοις ὑπομενοῦμεν περὶ ἀναιρέσεως, ἢ καθεδούμεθα ἐν μεταιχμίῳ φειδόμενοι τῶν ἀντιπάλων, ἐξὸν ὅλως φεύγειν τὸ δοκεῖν ἢ τούτους ἢ 'κείνους κακοῦν, μηδὲν πρὸς ὀργὴν ἀποφηναμένους τοῖς πρέσβεσιν, ἀλλ' οὑτωσὶ πράως καὶ μετρίως ἀμφοτέροις εἶναι, καὶ εἰ μὲν ἐπ' ἄλλους ἐκάλουν, ὑπακοῦσαι ῥᾳδίως ἂν, ἐπ' ἀλλήλους δὲ καλούντων οὐκ ἐθέλειν παρεῖναι, οὐ τὸ εὖ ποιῆσαι τοὺς ἑτέρους φεύγοντες, ἀλλὰ τὸ ὁποτέρους κακῶς. ταῦτα δὲ κἀμοὶ φαίνεται εὔλογα εἶναι πανταχῆ σκοποῦντι. φοβοῦμαι δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ βελτίους ἦτε τὰ τῶν ἄλλων ἐπανορθοῦν ἢ τὰ ὑμέτερ' αὐτῶν εὖ τίθεσθαι.