7048 586 0 5 0 0 II d. C. Narrazione fittizia Achilles Tatius II Leucippe et Clitophon Vilborg, E., Stockholm, Almqvist & Wiksell, 1955. 40

Achilles Tatius - Leucippe et Clitophon II

[1]

[1]  Ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων· οὐ γὰρ ἐδυνάμην ἐμαυτοῦ κἂν ἐπ' ὀλίγον κρατεῖν τοῦ μὴ ὁρᾶν τὴν κόρην. ἡ δὲ πρῶτον μὲν ᾖσεν Ὁμήρου τὴν πρὸς τὸν λέοντα τοῦ συὸς μάχην. ἔπειτά τι καὶ τῆς ἁπαλῆς μούσης ἐλίγαινε· ῥόδον γὰρ ἐπῄνει τὸ ᾆσμα.

[2] εἴ τις τὰς καμπὰς τῆς ᾠδῆς περιελὼν ψιλὸν ἔλεγεν ἁρμονίας τὸν λόγον, οὕτως ἂν εἶχεν ὁ λόγος· "Εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. γῆς ἐστι κόσμος, φυτῶν ἀγλάϊσμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα, κάλλος ἀστράπτον· [3] ἔρωτος πνέει, Ἀφροδίτην προξενεῖ, εὐώδεσι φύλλοις κομᾷ, εὐκινήτοις πετάλοις τρυφᾷ, τὸ πέταλον τῷ Ζεφύρῳ γελᾷ." ἡ μὲν ταῦτα ᾖδεν· ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων αὐτῆς ‹ὁρᾶν›, ὡς εἴ τις τῆς κάλυκος τὸ περιφερὲς εἰς τὴν τοῦ στόματος ἔκλεισε μορφήν.

[2]

[1]    Καὶ ἄρτι πέπαυτο τῶν κιθαρισμάτων, καὶ πάλιν δείπνου καιρὸς ἦν. ἦν γὰρ ἑορτὴ προτρυγαίου Διονύσου τότε. τὸν γὰρ Διόνυσον Τύριοι νομίζουσιν ἑαυτῶν, ἐπεὶ καὶ τὸν Κάδμου μῦθον ᾄδουσι.

[2] καὶ τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον, οἶνον οὐκ εἶναί ποτε παρ' ἀνθρώποις ὅπου μήπω παρ' αὐτοῖς, οὐ τὸν μέλανα τὸν ἀνθοσμίαν, οὐ τὸν τῆς Βιβλίας ἀμπέλου, οὐ τὸν Μάρωνος τὸν Θρᾴκιον, οὐ Χῖον ἐκ Λακαίνης, οὐ τὸν Ἰκάρου τὸν νησιώτην, ἀλλὰ τούτους μὲν ἅπαντας ἀποίκους εἶναι Τυρίων οἴνων, τὴν δὲ πρώτην παρ' αὐτοῖς φῦναι τῶν οἴνων μητέρα.

[3] εἶναι γὰρ ἐκεῖ τινα φιλόξενον ποιμένα, οἷον Ἀθηναῖοι τὸν Ἰκάριον λέγουσι, καὶ τοῦτον ἐνταῦθα τοῦ μύθου γενέσθαι πατέρα, ὅσον Ἀττικὸν εἶναι δοκεῖν. ἐπὶ τοῦτον ἧκεν ὁ Διόνυσος τὸν βουκόλον· ὁ δὲ αὐτῷ παρατίθησιν ὅσα γῆ τρέφει καὶ μαζοὶ βοῶν. ποτὸν δὲ ἦν παρ' αὐτοῖς οἷον καὶ ὁ βοῦς ἔπινεν· οὔπω γὰρ τὸ ἀμπέλινον ἦν.

[4] ‹καὶ› ὁ Διόνυσος ἐπαινεῖ τῆς φιλοφροσύνης τὸν ποιμένα καὶ αὐτῷ προτείνει κύλικα φιλοτησίαν. τὸ δὲ ποτὸν οἶνος ἦν. ὁ δὲ πιὼν ὑφ' ἡδονῆς βακχεύεται καὶ λέγει πρὸς τὸν θεόν· "Πόθεν, ὦ ξένε, σοὶ τὸ ὕδωρ τοῦτο τὸ πορφυροῦν; πόθεν οὕτως εὗρες αἷμα γλυκύ; οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ ῥέον.

[5] τὸ μὲν γὰρ ἐς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν ἡδονήν, τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας εὐφραίνει καὶ θιγόντι μὲν ψυχρόν ἐστιν, εἰς τὴν γαστέρα δὲ καταθορὸν ἀναπνεῖ κάτωθεν ἡδονῆς πῦρ." καὶ ὁ Διόνυσος ἔφη· "Τοῦτό ἐστιν ὀπώρας ὕδωρ, τοῦτό ἐστιν αἷμα βότρυος."

[6] ἄγει πρὸς τὴν ἄμπελον ὁ θεὸς τὸν βουκόλον, καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς τὴν ἄμπελον, "Τοῦτο μέν ἐστιν," ἔφη, "τὸ ὕδωρ, τοῦτο δὲ ἡ πηγή." ὁ μὲν οὖν οἶνος οὕτως ἐς ἀνθρώπους παρῆλθεν, ὡς ὁ Τυρίων λόγος.

[3]

[1]    Ἑορτὴν δὲ ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ. φιλοφρονούμενος οὖν ὁ πατὴρ τά τε ἄλλα παρασκευάσας ἐς τὸ δεῖπνον ἔτυχε πολυτελέστερα καὶ κρατῆρα παρεθήκατο ἱερὸν τοῦ θεοῦ πολυτελῆ, μετὰ τὸν Γλαύκου τοῦ Χίου δεύτερον. ὑέλου μὲν τὸ πᾶν ἔργον ὀρωρυγμένης·

[2] κύκλῳ δὲ αὐτὸν ἄμπελοι περιέστεφον ἀπ' αὐτοῦ τοῦ κρατῆρος πεφυτευμέναι. οἱ δὲ βότρυες πάντῃ περικρεμάμενοι· ὄμφαξ μὲν αὐτῶν ἕκαστος ‹ἐφ'› ὅσον ἐστὶν κενὸς ὁ κρατήρ· ἐὰν δὲ ἐγχέῃς οἴνου, κατὰ μικρὸν ὁ βότρυς ὑποπερκάζεται καὶ σταφυλὴν τὸν ὄμφακα ποιεῖ. Διόνυσος δὲ ἐντετύπωται τῶν βοτρύων πλησίον, ἵνα τὴν ἄμπελον οἴνῳ γεωργῇ.

[3] τοῦ δὲ πότου προϊόντος ἤδη καὶ ἀναισχύντως ἐς αὐτὴν ἑώρων. Ἔρως δὲ καὶ Διόνυσος, δύο βίαιοι θεοί, ψυχὴν κατασχόντες ἐκμαίνουσιν εἰς ἀναισχυντίαν, ὁ μὲν καίων αὐτὴν τῷ συνήθει πυρί, ὁ δὲ τὸν οἶνον ὑπέκκαυμα φέρων· οἶνος γὰρ ἔρωτος τροφή. ἤδη δὲ καὶ αὐτὴ περιεργότερον εἰς ἐμὲ βλέπειν ἐθρασύνετο. καὶ ταῦτα μὲν ἡμῖν ἡμερῶν ἐπράττετο δέκα· καὶ πλέον τῶν ὀμμάτων ἐκερδαίνομεν ἢ ἐτολμῶμεν οὐδέν.

[4]

[1]    Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν· ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι πρὶν παρ' ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λανθάνειν. ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ.

[2] "Ἤδη δέ," ἔφη, "καὶ τὸ αὐτόματον ἡμῶν προὐνόησεν. ἡ γὰρ τὸν θάλαμον αὐτῆς πεπιστευμένη Κλειὼ κεκοινώνηκέ μοι καὶ ἔχει πρός με ὡς ἐραστήν. ταύτην παρασκευάσω κατὰ μικρὸν πρὸς ἡμᾶς οὕτως ἔχειν, ὡς καὶ συναίρεσθαι πρὸς τὸ ἔργον.

[3] δεῖ δέ σε καὶ τὴν κόρην μὴ μέχρι τῶν ὀφθαλμῶν πειρᾶν, ἀλλὰ καὶ ῥῆμα δριμύτερον εἰπεῖν. τότε δὲ πρόσαγε τὴν δευτέραν μηχανήν.

[4] θίγε χειρός, θλῖψον δάκτυλον, θλίβων στέναξον. ἢν δὲ ταῦτά σου ποιοῦντος καρτερῇ καὶ προσίηται, σὸν ἔργον ἤδη δέσποινάν τε καλεῖν καὶ φιλῆσαι τράχηλον." "Πιθανῶς μέν," ἔφην, "νὴ τὴν Ἀθηνᾶν, ἐς τὸ ἔργον παιδοτριβεῖς· δέδοικα δὲ μὴ ἄτολμος ὢν καὶ δειλὸς ἔρωτος ἀθλητὴς γένωμαι."

[5] "Ἔρως, ὦ γενναῖε," ἔφη, "δειλίας οὐκ ἀνέχεται. ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὡς ἔστι στρατιωτικόν· τόξα καὶ φαρέτρα καὶ βέλη καὶ πῦρ, ἀνδρεῖα πάντα καὶ τόλμης γέμοντα. τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχων δειλὸς εἶ καὶ φοβῇ; ὅρα μὴ καταψεύδῃ τοῦ θεοῦ.

[6] ἀρχὴν δὲ ἐγώ σοι παρέξω. τὴν Κλειὼ γὰρ ἀπάξω μάλιστα ὅταν ἐπιτήδειον ἴδω καιρὸν τοῦ σε τῇ παρθένῳ δύνασθαι καθ' αὑτὸν συνεῖναι μόνῃ."

[5]

[1]    Ταῦτα εἰπὼν ἐχώρησεν ἔξω τῶν θυρῶν. ἐγὼ δὲ κατ' ἐμαυτὸν γενόμενος καὶ ὑπὸ τοῦ Σατύρου παροξυνθεὶς ἤσκουν ἐμαυτὸν εἰς εὐτολμίαν ἐπὶ τὴν παρθένον· "Μέχρι τίνος, ἄνανδρε, σιγᾷς; τί δὲ δειλὸς εἶ στρατιώτης ἀνδρείου θεοῦ; τὴν κόρην προσελθεῖν σοὶ περιμένεις;" [2] εἶτα προσετίθην· "Τί γάρ, ὦ κακόδαιμον, οὐ σωφρονεῖς; τί δὲ οὐκ ἐρᾷς ὧν σε δεῖ; παρθένον ἔνδον ἔχεις ἄλλην καλήν· ταύτης ἔρα, ταύτην βλέπε, ταύτην ἔξεστί σοι γαμεῖν." ἐδόκουν πεπεῖσθαι· κάτωθεν δὲ ὥσπερ ἐκ τῆς καρδίας ὁ Ἔρως ἀντεφθέγγετο· "Ναί, τολμηρέ, κατ' ἐμοῦ στρατεύῃ καὶ ἀντιπαρατάττῃ; ἵπταμαι καὶ τοξεύω καὶ φλέγω· πῶς δυνήσῃ φυγεῖν; ἂν φυλάξῃ μου τὸ τόξον, οὐκ ἔχεις φυλάξασθαι τὸ πῦρ. ἂν δὲ καὶ ταύτην κατασβέσῃς σωφροσύνῃ τὴν φλόγα, αὐτῷ σε καταλήψομαι τῷ πτερῷ."

[6]

[1]    Ταῦτα διαλεγόμενος ἔλαθον ἐπιστὰς ἀπροοράτως τῇ κόρῃ καὶ ὠχρίασά τε ἰδὼν ἐξαίφνης, εἶτ' ἐφοινίχθην. μόνη δ' ἦν καὶ οὐδὲ ἡ Κλειὼ συμπαρῆν. ὅμως οὖν, ὡς ἂν τεθορυβημένος οὐκ ἔχων τί εἴπω, "Χαῖρε," ἔφην, "δέσποινα."

[2] ἡ δὲ μειδιάσασα γλυκὺ καὶ ἐμφανίσασα διὰ τοῦ γέλωτος, ὅτι συνῆκε πῶς εἶπον τὸ 'Χαῖρε, δέσποινα,' εἶπεν· "Ἐγὼ σή; μὴ τοῦτο εἴπῃς." "Καὶ μὴν πέπρακέ μέ τίς σοι θεῶν ὥσπερ τὸν Ἡρακλέα τῇ Ὀμφάλῃ."

[3] "Τὸν Ἑρμῆν λέγεις; τούτῳ τὴν πρᾶσιν ἐκέλευσεν ὁ Ζεύς," καὶ ἅμα ἐγέλασε. "Ποῖον Ἑρμῆν; τί ληρεῖς," εἶπον, "εἰδυῖα σαφῶς ὃ λέγω;" ὡς δὲ περιέπλεκον λόγους ἐκ λόγων, τὸ αὐτόματόν μοι συνήργησεν.

[7]

[1]    Ἔτυχε τῇ προτεραίᾳ ταύτης ἡμέρᾳ περὶ μεσημβρίαν ἡ παῖς ψάλλουσα κιθάρᾳ, ἐπιπαρῆν δὲ αὐτῇ καὶ ἡ Κλειὼ καὶ παρεκάθητο, διεβάδιζον δὲ ἐγώ· καί τις ἐξαίφνης μέλιττά ποθεν ἱπτᾶσα τῆς Κλειοῦς ἐπάταξε τὴν χεῖρα.

[2] καὶ ἡ μὲν ἀνέκραγεν, ἡ δὲ παῖς ἀναθοροῦσα καὶ καταθεμένη τὴν κιθάραν κατενόει τὴν πληγὴν καὶ ἅμα παρῄνει, λέγουσα μηδὲν ἄχθεσθαι· παύσειν γὰρ αὐτὴν τῆς ἀλγηδόνος δύο ἐπᾴσασαν ῥήματα· διδαχθῆναι γὰρ αὐτὴν ὑπό τινος Αἰγυπτίας εἰς πληγὰς σφηκῶν καὶ μελιττῶν.

[3] καὶ ἅμα ἐπῇδε· καὶ ἔλεγεν ἡ Κλειὼ μετὰ μικρὸν ῥᾴων γεγονέναι. τότε οὖν κατὰ τύχην μέλιττά τις ἢ σφὴξ περιβομβήσασα κύκλῳ μου τὸ πρόσωπον παρέπτη· κἀγὼ λαμβάνω τὸ ἐνθύμιον καὶ τὴν χεῖρα ἐπιβαλὼν τοῖς προσώποις προσεποιούμην πεπλῆχθαι καὶ ἀλγεῖν.

[4] ἡ δὲ παῖς προσελθοῦσα εἷλκε τὴν χεῖρα καὶ ἐπυνθάνετο ποῖ παταχθείην. κἀγώ, "Κατὰ τοῦ χείλους," ἔφην. "ἀλλὰ τί οὐκ ἐπᾴδεις, φιλτάτη;" ἡ δὲ προσῆλθέ τε καὶ ἐνέθηκεν ὡς ἐπᾴσουσα τὸ στόμα, καί τι ἐψιθύριζεν, ἐπιπολῆς ψαύουσά μου τῶν χειλέων.

[5] κἀγὼ κατεφίλουν σιωπῇ, κλέπτων τῶν φιλημάτων τὸν ψόφον, ἡ δὲ ἀνοίγουσα καὶ κλείουσα τῶν χειλέων τὴν συμβολὴν τῷ τῆς ἐπῳδῆς ψιθυρίσματι φιλήματα ἐποίει τὴν ἐπῳδήν. κἀγὼ τότε ἤδη περιβαλὼν φανερῶς κατεφίλουν· ἡ δὲ διασχοῦσα, "Τί ποιεῖς;" ἔφη. "καὶ σὺ κατεπᾴδεις;" "Τὴν ἐπῳδόν," εἶπον, "φιλῶ, ὅτι μου τὴν ὀδύνην ἰάσω."

[6] ὡς δὲ συνῆκεν ὃ λέγω καὶ ἐμειδίασε, θαρσήσας εἶπον· "Οἴμοι, φιλτάτη, πάλιν τέτρωμαι χαλεπώτερον· ἐπὶ γὰρ τὴν καρδίαν κατέρρευσε τὸ τραῦμα καὶ ζητεῖ σου τὴν ἐπῳδήν. ἦ που καὶ σὺ μέλιτταν ἐπὶ τοῦ στόματος φέρεις· καὶ γὰρ μέλιτος γέμεις, καὶ τιτρώσκει σου τὰ φιλήματα.

[7] ἀλλὰ δέομαι, κατέπᾳσον αὖθις καὶ μὴ ταχὺ τὴν ἐπῳδὴν παραδράμῃς καὶ πάλιν ἀγριάνῃς τὸ τραῦμα." καὶ ἅμα λέγων τὴν χεῖρα βιαιότερον περιέβαλλον καὶ ἐφίλουν ἐλευθερώτερον· ἡ δὲ ἠνείχετο, κωλύουσα δῆθεν.

[8]

[1]    Ἐν τούτῳ πόρρωθεν ἰδόντες προσιοῦσαν τὴν θεράπαιναν διελύθημεν, ἐγὼ μὲν ἄκων καὶ λυπούμενος, ἡ δὲ οὐκ οἶδ' ὅπως εἶχεν. ῥᾴων οὖν ἐγεγόνειν καὶ μεστὸς ἐλπίδων· ᾐσθόμην δὲ ἐπικαθημένου μοι τοῦ φιλήματος ὥσπερ σώματος καὶ ἐφύλαττον ἀκριβῶς ὡς θησαυρὸν τὸ φίλημα τηρῶν ἡδονῆς, ὃ πρῶτόν ἐστι γλυκύ.

[2] καὶ γὰρ ἀπὸ τοῦ καλλίστου τῶν τοῦ σώματος ὀργάνων τίκτεται· στόμα γὰρ φωνῆς ὄργανον· φωνὴ δὲ ψυχῆς σκιά. αἱ γὰρ τῶν στομάτων συμβολαὶ κιρνάμεναι καὶ ἐκπέμπουσαι κάτω τὴν ἡδονὴν ἕλκουσι τὰς ψυχὰς ἄνω πρὸς τὰ φιλήματα.

[3] οὐκ οἶδα δὲ οὕτω πρότερον ἡσθείσης τῆς καρδίας· καὶ τότε πρῶτον ἔμαθον ὅτι μηδὲν ἐρίζει πρὸς ἡδονὴν φιλήματι ἐρωτικῷ.

[9]

[1]   Ἐπειδὴ δὲ τοῦ δείπνου καιρὸς ἦν, πάλιν ὁμοίως συνεπίνομεν. ᾠνοχόει δὲ ὁ Σάτυρος ἡμῖν καί τι ποιεῖ πρᾶγμα ἐρωτικόν. ἐναλλάσσει τὰ ἐκπώματα καὶ τὸ μὲν ἐμὸν τῇ κόρῃ προτίθησι, τὸ δὲ ἐκείνης ἐμοί, καὶ ἐγχέων ἀμφοτέροις καὶ κερασάμενος ὤρεγεν.

[2] ἐγὼ δὲ ἐπιτηρήσας τὸ μέρος τοῦ ἐκπώματος, ἔνθα τὸ χεῖλος ἡ κόρη πίνουσα προσέθηκεν, ἐναρμοσάμενος τὸ ἐμὸν ἔπινον, ἀποστολιμαῖον τοῦτο φίλημα ποιῶν, καὶ ἅμα κατεφίλουν τὸ ἔκπωμα.

[3] ἡ δὲ ὡς εἶδεν, συνῆκεν ὅτι τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν σκιάν. ἀλλ' ὅ γε Σάτυρος συμφορήσας πάλιν τὰ ἐκπώματα ἐνήλλαξεν ἡμῖν. τότε ἤδη καὶ τὴν κόρην εἶδον τὰ ἐμὰ μιμουμένην καὶ τὰ αὐτὰ πίνουσαν, καὶ ἔχαιρον ἤδη πλέον. καὶ τρίτον ἐγένετο τοῦτο καὶ τέταρτον καὶ τὸ λοιπὸν τῆς ἡμέρας οὕτως ἀλλήλοις προεπίνομεν τὰ φιλήματα.

[10]

[1]    Μετὰ δὲ τὸ δεῖπνον ὁ Σάτυρός μοι προσελθὼν ἔφη· "Νῦν μὲν ἀνδρίζεσθαι καιρός. ἡ γὰρ μήτηρ τῆς κόρης, ὡς οἶσθα, μαλακίζεται καὶ καθ' ἑαυτὴν ἀναπαύεται· μόνη δὲ ἡ παῖς βαδιεῖται κατὰ τὰ εἰθισμένα τῆς Κλειοῦς ἑπομένης, πρὶν ἐπὶ τὸν ὕπνον τραπῆναι.

[2] ἐγὼ δέ σοι καὶ ταύτην ἀπάξω διαλεγόμενος." ταῦτα εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν. καὶ οὕτως ἐγένετο. ἀπεσπᾶτο μὲν ἡ Κλειώ, ἡ δὲ παρθένος ἐν τῷ περιπάτῳ κατελέλειπτο.

[3] ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος πρὸς αὐτὴν ἐκ τῆς πρώτης προσβολῆς, ὥσπερ στρατιώτης ἤδη νενικηκὼς καὶ τοῦ πολέμου καταπεφρονηκώς· πολλὰ γὰρ ἦν τὰ τότε ὁπλίζοντά με θαρρεῖν· οἶνος, ἔρως, ἐλπίς, ἐρημία. καὶ οὐδὲν εἰπών, ἀλλ' ὡς ἐπὶ συγκείμενον ἔργον ὡς εἶχον περιχυθεὶς τὴν κόρην κατεφίλουν.

[4] ὡς δὲ καὶ ἐπεχείρουν τι προὔργου ποιεῖν, ψόφος τις ἡμῶν κατόπιν γίνεται· καὶ ταραχθέντες ἀνεπηδήσαμεν. καὶ ἡ μὲν ἐπέκεινα τρέπεται τὴν ἐπὶ τὸ δωμάτιον αὑτῆς, ἐγὼ δὲ ἐπὶ θάτερα, σφόδρα ἀνιώμενος, ἔργον οὕτω καλὸν ἀπολέσας, καὶ τὸν ψόφον λοιδορῶν.

[5] ἐν τούτῳ δὲ καὶ ὁ Σάτυρος ὑπαντιάζει με φαιδρῷ τῷ προσώπῳ· καθορᾶν γάρ μοι ἐδόκει ὅσα ἐπράττομεν, ὑπό τινι τῶν δένδρων λοχῶν μή τις ἡμῖν ἐπέλθῃ· καὶ αὐτὸς ἦν ὁ ποιήσας τὸν ψόφον, προσιόντα θεασάμενός τινα.

[11]

[1]    Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν ὁ πατήρ μοι τοὺς γάμους συνεκρότει θᾶττον ἢ διεγνώκει. ἐνύπνια γὰρ αὐτὸν διετάραττε πολλά. ἔδοξεν ἄγειν ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας ἀποσβεσθῆναι τὸ πῦρ· ᾗ καὶ μᾶλλον ἠπείγετο συναγαγεῖν ἡμᾶς.

[2] τοῦτο δὲ εἰς τὴν ὑστεραίαν παρεσκευάζετο. ἐώνητο δὲ τῇ κόρῃ τὰ πρὸς τὸν γάμον· περιδέραιον μὲν λίθων ποικίλων, ἐσθῆτα δὲ τὸ πᾶν μὲν πορφυρᾶν, ἔνθα δὲ ταῖς ἄλλαις ἐσθῆσιν ἡ χώρα τῆς πορφύρας, ἐκεῖ χρυσὸς ἦν. ἤριζον δὲ πρὸς ἀλλήλους οἱ λίθοι.

[3] ὑάκινθος μὲν ῥόδον ἦν ἐν λίθῳ, ἀμέθυσος δὲ ἐπορφύρετο τοῦ χρυσοῦ πλησίον. ἐν μέσῳ δὲ τρεῖς ἦσαν λίθοι, τὴν χροιὰν ἐπάλληλοι· συγκείμενοι δὲ ἦσαν οἱ τρεῖς· μέλαινα μὲν ἡ κρηπὶς τοῦ λίθου, τὸ δὲ μέσον σῶμα λευκὸν τῷ μέλανι συνυφαίνετο, ἑξῆς δὲ τῷ λευκῷ τὸ λοιπὸν ἐπυρρία κορυφούμενον· ὁ λίθος δὲ τῷ χρυσῷ στεφανούμενος ὀφθαλμὸν ἐμιμεῖτο χρυσοῦν.

[4] τῆς δὲ ἐσθῆτος οὐ πάρεργον εἶχεν ἡ πορφύρα τὴν βαφήν, ἀλλ' οἵαν μυθολογοῦσι Τύριοι τοῦ ποιμένος εὑρεῖν τὸν κύνα, ᾗ καὶ μέχρι τούτου βάπτουσιν Ἀφροδίτης τὸν πέπλον. ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν· μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐν κοίλῳ μυχῷ.

[5] ἁλιεὺς ἀγρεύει τὴν ἄγραν ταύτην. καὶ ὁ μὲν ἰχθὺν προσεδόκησεν, ὡς δὲ εἶδε τοῦ κόχλου τὴν τραχύτητα, ἐλοιδόρει τὴν ἄγραν καὶ ἔρριψεν ὡς θαλάσσης σκύβαλον. εὑρίσκει δὲ κύων τὸ ἕρμαιον καὶ καταθραύει τοῖς ὀδοῦσι, καὶ τῷ στόματι τοῦ κυνὸς περιρρέει τοῦ ἄνθους τὸ αἷμα, καὶ βάπτει τὸ αἷμα τὴν γένυν καὶ ὑφαίνει τοῖς χείλεσι τὴν πορφύραν.

[6] ὁ ποιμὴν ὁρᾷ τὰ χείλη τοῦ κυνὸς ᾑμαγμένα καὶ τραῦμα νομίσας τὴν βαφὴν προσῄει καὶ ἀπέπλυνε τῇ θαλάσσῃ, καὶ τὸ αἷμα λαμπρότερον ἐπορφύρετο· ὡς δὲ καὶ ταῖς χερσὶν ἔθιγε, τὴν πορφύραν εἶχεν ἡ χείρ.

[7] συνῆκεν οὖν τοῦ κόχλου τὴν φύσιν ὁ ποιμήν, ὅτι φάρμακον ἔχει κάλλους πεφυτευμένον· καὶ λαβὼν μαλλὸν ἐρίου καθῆκεν εἰς τὸν χηραμὸν αὐτοῦ τὸ ἔριον, ζητῶν τοῦ κόχλου τὰ μυστήρια· τὸ δὲ κατὰ τὴν γένυν τοῦ κυνὸς ᾑμάσσετο· καὶ τότε τὴν εἰκόνα τῆς πορφύρας ἐδιδάσκετο.

[8] λαβὼν δή τινας λίθους περιθραύει τὸ τεῖχος τοῦ φαρμάκου καὶ τὸ ἄδυτον ἀνοίγει τῆς πορφύρας καὶ θησαυρὸν εὑρίσκει βαφῆς.

[12]

[1]    Ἔθυεν οὖν τότε ὁ πατὴρ προτέλεια τῶν γάμων. ὡς δὲ ἤκουσα, ἀπωλώλειν καὶ ἐζήτουν μηχανὴν δι' ἧς δυναίμην ἀναβαλέσθαι τὸν γάμον. σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ τὸν ἀνδρῶνα τῆς οἰκίας. ἐγεγόνει δέ τι τοιοῦτον·

[2] ἐπειδὴ θυσάμενος ὁ πατὴρ ἔτυχε καὶ τὰ θύματα ἐπέκειτο τοῖς βωμοῖς, ἀετὸς ἄνωθεν καταπτὰς ἁρπάζει τὸ ἱερεῖον· σοβούντων δὲ πλέον οὐδὲν ἦν· ὁ γὰρ ὄρνις ᾤχετο φέρων τὴν ἄγραν. ἐδόκει τοίνυν οὐκ ἀγαθὸν εἶναι· καὶ δὴ ἐπέσχον ἐκείνην τὴν ἡμέραν τοὺς γάμους. καλεσάμενος δὲ μάντεις ὁ πατὴρ καὶ τερατοσκόπους τὸν οἰωνὸν διηγεῖται.

[3] οἱ δὲ ἔφασαν δεῖν καλλιερῆσαι Ξενίῳ Διῒ νυκτὸς μεσούσης ἐπὶ θάλατταν ἥκοντας· ὁ γὰρ ὄρνις ἔτυχεν ἱπτάμενος ἐκεῖ. τὸ δὲ ἔργον εὐθὺς ἀπέβη· τὸν γὰρ ἀετὸν ἀναπτάντα ἐπὶ τὴν θάλασσαν συνέβη φανῆναι μηκέτι. ἐγὼ δὲ ταῦτα ὡς ἐγένετο τὸν ἀετὸν ὑπερεπῄνουν καὶ δικαίως ἔλεγον ἁπάντων ὀρνίθων εἶναι βασιλέα. οὐκ εἰς μακρὰν δὲ ἀπέβη τοῦ τέρατος τὸ ἔργον.

[13]

[1]    Νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. οὗτος ἀκούων τὴν Σωστράτου θυγατέρα εἶναι καλήν, ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέσθαι γυναῖκα. καὶ ἦν ἐξ ἀκοῆς ἐραστής· τοσαύτη γὰρ τοῖς ἀκολάστοις ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν καὶ ταῦτα πάσχειν ἀπὸ ῥημάτων, ἃ τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί.

[2] προσελθὼν οὖν τῷ Σωστράτῳ πρὶν ἢ τὸν πόλεμον τοῖς Βυζαντίοις ἐπιπεσεῖν, ᾐτεῖτο τὴν κόρην· ὁ δὲ βδελυττόμενος τοῦ βίου τὴν ἀκολασίαν ἠρνήσατο. θυμὸς ἴσχει τὸν Καλλισθένην καὶ ἠτιμᾶσθαι νομίσαντα ὑπὸ τοῦ Σωστράτου καὶ ἄλλως ἐρῶντα· ἀναπλάττων γὰρ ἑαυτῷ τῆς παιδὸς τὸ κάλλος καὶ φανταζόμενος τὰ ἀόρατα ἔλαθε σφόδρα κακῶς διακείμενος.

[3] ἐπιβουλεύει δ' οὖν καὶ τὸν Σώστρατον ἀμύνασθαι τῆς ὕβρεως καὶ αὑτῷ τὴν ἐπιθυμίαν τελέσαι. νόμου γὰρ ὄντος Βυζαντίοις, εἴ τις ἁρπάσας παρθένον φθάσας ποιήσειε γυναῖκα, γάμον ἔχειν τὴν ζημίαν, προσεῖχε τούτῳ τῷ νόμῳ. καὶ ὁ μὲν ἐζήτει καιρὸν πρὸς τὸ ἔργον.

[14]

[1]    Ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς παιδὸς εἰς ἡμᾶς ἐκκειμένης μεμαθήκει μὲν ἕκαστα τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο. καὶ τοιοῦτό τι αὐτῷ συνήργησε. χρησμὸν ἴσχουσιν οἱ Βυζάντιοι τοιόνδε·
   Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα,
   ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ' ἠπείροιο φέρουσα,
   ἔνθ' Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην·
   κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ.

[2] ἀπορούντων δὲ αὐτῶν τί λέγει τὸ μάντευμα, Σώστρατος (τοῦ πολέμου γάρ, ὡς ἔφην, στρατηγὸς ἦν οὗτος), "Ὥρα πέμπειν ἡμᾶς θυσίαν εἰς Τύρον," εἶπεν, "Ἡρακλεῖ· τὰ μὲν γὰρ τοῦ χρησμοῦ ἔστι πάντα ἐνταῦθα. φυτώνυμον γὰρ ὁ θεὸς εἶπεν αὐτήν, ἐπεὶ Φοινίκων ἡ νῆσος· ὁ δὲ φοῖνιξ φυτόν. ἐρίζει δὲ περὶ ταύτης γῆ καὶ θάλασσα. ἕλκει ‹μὲν ἡ θάλασσα, ἕλκει› δὲ ἡ γῆ, ἡ δὲ εἰς ἀμφότερα αὑτὴν ἥρμοσε.

[3] καὶ γὰρ ἐν θαλάσσῃ κάθηται καὶ οὐκ ἀφῆκε τὴν γῆν· συνδεῖ γὰρ αὐτὴν πρὸς τὴν ἤπειρον στενὸς αὐχήν, καὶ ἔστιν ὥσπερ τῆς νήσου τράχηλος.

[4] οὐκ ἐρρίζωται δὲ κατὰ τῆς θαλάσσης, ἀλλὰ τὸ ὕδωρ ὑπορρεῖ κάτωθεν. ὑπόκειται δὲ πορθμὸς κάτωθεν ἰσθμῷ· καὶ γίνεται τὸ θέαμα καινόν, πόλις ἐν θαλάσσῃ καὶ νῆσος ἐν γῇ.

[5] Ἀθηνᾶν δὲ Ἥφαιστον ἔχειν· εἰς τὴν ἐλαίαν ᾐνίξατο καὶ τὸ πῦρ, ἃ παρ' ἡμῖν ἀλλήλοις συνοικεῖ. τὸ δὲ χωρίον ἱερὸν ἐν περιβόλῳ· ἐλαία μὲν ἀναθάλλει φαιδροῖς τοῖς κλάδοις, πεφύτευται δὲ σὺν αὐτῇ τὸ πῦρ καὶ ἀνάπτει περὶ τοὺς πτόρθους πολλὴν τὴν φλόγα· ἡ δὲ τοῦ πυρὸς αἰθάλη τὸ φυτὸν γεωργεῖ.

[6] αὕτη πυρὸς φιλία καὶ φυτοῦ· οὕτως οὐ φεύγει τὸν Ἥφαιστον Ἀθηνᾶ." καὶ ὁ Χαιρεφῶν συστράτηγος ὢν τοῦ Σωστράτου μείζων, ἐπεὶ πατρόθεν ἦν Τύριος, ἐκθειάζων αὐτόν, "Πάντα μὲν τὸν χρησμόν," εἶπεν, "ἐξηγήσω καλῶς· μὴ μέντοι θαύμαζε τὴν τοῦ πυρὸς μόνον, ἀλλὰ καὶ τὴν τοῦ ὕδατος φύσιν.

[7] ἐθεασάμην γὰρ ἐγὼ τοιαῦτα μυστήρια. τὸ γοῦν τῆς Σικελικῆς πηγῆς ὕδωρ κεκερασμένον ἔχει πῦρ· καὶ φλόγα μὲν ὄψει κάτωθεν ἀπ' αὐτῆς ἁλλομένην ἄνω· θιγόντι δέ σοι τὸ ὕδωρ ψυχρόν ἐστιν οἷόνπερ χιών, καὶ οὔτε τὸ πῦρ ὑπὸ τοῦ ὕδατος κατασβέννυται οὔτε τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς φλέγεται, ἀλλ' ὕδατός εἰσιν ἐν τῇ κρήνῃ καὶ πυρὸς σπονδαί.

[8] ἐπεὶ καὶ ποταμὸς Ἰβηρικός, εἰ μὲν ἴδοις αὐτὸν εὐθύς, οὐδὲν ἄλλου κρείττων ἐστὶ ποταμοῦ· ἢν δὲ ἀκοῦσαι θέλῃς τοῦ ὕδατος λαλοῦντος, μικρὸν ἀνάμεινον ἐκπετάσας τὰ ὦτα. ἐὰν γὰρ ὀλίγος ἄνεμος εἰς τὰς δίνας ἐμπέσῃ, τὸ μὲν ὕδωρ ὡς χορδὴ κρούεται, τὸ δὲ πνεῦμα τοῦ ὕδατος πλῆκτρον γίνεται, τὸ ῥεῦμα δὲ ὡς κιθάρα λαλεῖ.

[9] ἀλλὰ καὶ λίμνη Λιβυκὴ μιμεῖται γῆν Ἰνδικήν, καὶ ἴσασιν αὐτῆς τὸ ἀπόρρητον αἱ Λιβύων παρθένοι, ὅτι τὸ ὕδωρ ἔχει πλούσιον. ὁ δὲ πλοῦτος ταύτῃ κάτω τεταμίευται τῇ τῶν ὑδάτων ἰλύϊ δεδεμένος, καὶ ἔστιν ἐκεῖ χρυσοῦ πηγή. κοντὸν οὖν εἰς τὸ ὕδωρ βαπτίζουσι πίσσῃ πεφαρμαγμένον ἀνοίγουσί τε τοῦ ποταμοῦ τὰ κλεῖθρα.

[10] ὁ δὲ κοντὸς πρὸς τὸν χρυσὸν οἷον πρὸς ἰχθὺν ἄγκιστρον γίνεται, ἀγρεύει γὰρ αὐτόν· ἡ δὲ πίσσα δέλεαρ γίνεται τῆς ἄγρας· ὅ τι γὰρ ἂν εἰς αὐτὴν ἐμπέσῃ τῆς τοῦ χρυσοῦ γονῆς, τὸ μὲν προσήψατο μόνον, ἡ πίσσα δὲ εἰς τὴν ἤπειρον ἥρπασε τὴν ἄγραν. οὕτως ἐκ ποταμοῦ Λιβυκοῦ χρυσὸς ἁλιεύεται."

[15]

[1]    Ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, καὶ τῇ πόλει συνδοκοῦν. ὁ οὖν Καλλισθένης διαπράττεται τῶν θεωρῶν εἷς γενέσθαι· καὶ ταχὺ καταπλεύσας εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν. αἱ δὲ ὀψόμεναι τὴν θυσίαν ἐξῄεσαν· καὶ γὰρ ἦν πολυτελής.

[2] πολλὴ μὲν ἡ τῶν θυμιαμάτων πομπή, ποικίλη δὲ ἡ τῶν ἀνθέων συμπλοκή. τὰ θυμιάματα, κασσία καὶ λιβανωτὸς καὶ κρόκος· τὰ ἄνθη, νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι· ἡ δὲ τῶν ἀνθέων ἀναπνοὴ πρὸς τὴν τῶν θυμιαμάτων ἤριζεν ὀδμήν. τὸ δὲ πνεῦμα ἀναπεμπόμενον εἰς τὸν ἀέρα τὴν ὀδμὴν ἐκεράννυε, καὶ ἦν ἄνεμος ἡδονῆς.

[3] τὰ δὲ ἱερεῖα πολλὰ μὲν ἦν καὶ ποικίλα, διέπρεπον δὲ ἐν αὐτοῖς οἱ τοῦ Νείλου βόες. βοῦς γὰρ Αἰγύπτιος οὐ τὸ μέγεθος μόνον ἀλλὰ καὶ τὴν χροιὰν εὐτυχεῖ· τὸ μὲν γὰρ μέγεθος πάνυ μέγας, τὸν αὐχένα παχύς, τὸν νῶτον πλατύς, τὴν γαστέρα πολύς, τὸ κέρας οὐχ ὡς ὁ Σικελικὸς εὐτελὴς οὐδ' ὡς ὁ Κύπριος δυσειδής, ἀλλ' ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει τοσοῦτον, ὅσον αἱ τῶν κεράτων διεστᾶσιν ἀρχαί· καὶ τὸ θέαμα κυκλουμένης σελήνης ἐστὶν εἰκών. ἡ χροιὰ δὲ οἵαν Ὅμηρος τοὺς τοῦ Θρᾳκὸς ἵππους ἐπαινεῖ.

[4] βαδίζει δὲ ταῦρος ὑψαυχενῶν καὶ ὥσπερ ἐπιδεικνύμενος ὅτι τῶν ἄλλων βοῶν ἐστι βασιλεύς. εἰ δὲ ὁ μῦθος Εὐρώπης ἀληθής, Αἰγύπτιον βοῦν ὁ Ζεὺς ἐμιμήσατο.

[16]

[1]    Ἔτυχεν οὖν ἡ μὲν ἐμὴ μήτηρ τότε μαλακῶς ἔχουσα· σκηψαμένη δὲ καὶ ἡ Λευκίππη νοσεῖν ἔνδον ὑπέμεινε (συνέκειτο γὰρ ἡμῖν εἰς ταὐτὸν ἐλθεῖν, ὡς ἂν τῶν πολλῶν ἐξιόντων), ὥστε συνέβη τὴν ἀδελφὴν τὴν ἐμὴν μετὰ τῆς Λευκίππης μητρὸς προελθεῖν.

[2] ὁ δὲ Καλλισθένης τὴν μὲν Λευκίππην οὐχ ἑωρακώς ποτε, τὴν δὲ Καλλιγόνην ἰδὼν τὴν ἀδελφὴν τὴν ἐμήν, νομίσας Λευκίππην εἶναι (ἐγνώρισε γὰρ τοῦ Σωστράτου τὴν γυναῖκα), πυθόμενος οὐδέν (ἦν γὰρ ἑαλωκὼς ἐκ τῆς θέας), δείκνυσιν ἑνὶ τῶν οἰκετῶν τὴν κόρην, ὃς ἦν αὐτῷ πιστότατος, καὶ κελεύει λῃστὰς ἐπ' αὐτὴν συγκροτῆσαι, καταλέξας τὸν τρόπον τῆς ἁρπαγῆς. πανήγυρις δὲ ἐπέκειτο, καθ' ἣν ἠκηκόει πάσας τὰς παρθένους ἀπαντᾶν ἐπὶ θάλατταν. ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὴν θεωρίαν ἀφωσιωμένος ἀπῆλθεν.

[17]

[1]    Ναῦν δὲ εἶχεν ἰδίαν, τοῦτο προκατασκευάσας οἴκοθεν εἰ τύχοι τῆς ἐπιχειρήσεως. οἱ μὲν δὴ ἄλλοι θεωροὶ ἀπέπλευσαν, αὐτὸς δὲ μικρὸν ἀπεσάλευε τῆς γῆς, ἅμα μὲν ὡς δοκοίη τοῖς πολίταις ἕπεσθαι, ἅμα δὲ ἵνα μή, πλησίον τῆς Τύρου τοῦ σκάφους ὄντος, κατάφωρος γένοιτο μετὰ τὴν ἁρπαγήν.

[2] ἐπεὶ δὲ ἐγένετο κατὰ Σάραπτα κώμην Τυρίων ἐπὶ θαλάττῃ κειμένην, ἐνταῦθα προσπορίζεται λέμβον, δίδωσι δὲ τῷ Ζήνωνι· τοῦτο γὰρ ἦν ὄνομα τῷ οἰκέτῃ, ὃν ἐπὶ τὴν ἁρπαγὴν παρεσκευάκει.

[3] ὁ δὲ (ἦν γὰρ καὶ ἄλλως εὔρωστος τὸ σῶμα καὶ φύσει πειρατικός) ταχὺ μὲν ἐξεῦρε λῃστὰς ἁλιεῖς ἀπὸ τῆς κώμης ἐκείνης καὶ δῆτα ἀπέπλευσεν ἐπὶ τὴν Τύρον. ἔστι δὲ μικρὸν ἐπίνειον Τυρίων, νησίδιον ἀπέχον ὀλίγον τῆς Τύρου (Ῥοδόπης αὐτὸ τάφον οἱ Τύριοι λέγουσιν), ἔνθα ὁ λέμβος ἐφήδρευεν.

[18]

[1]    Πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων· καὶ εἰς τὴν ὑστεραίαν παρεσκευαζόμεθα νύκτωρ ὡς θυσόμενοι τῷ θεῷ. τούτων δὲ τὸν Ζήνωνα ἐλάνθανεν οὐδέν· ἀλλ' ἐπειδὴ καιρὸς ἦν βαθείας ἑσπέρας, ἡμεῖς μὲν προήλθομεν, ὁ δὲ εἵπετο.

[2] ἄρτι δὲ γενομένων ἡμῶν ἐπὶ τῷ χείλει τῆς θαλάσσης, ὁ μὲν τὸ συγκείμενον ἀνέτεινε σημεῖον, ὁ δὲ λέμβος ἐξαίφνης προσέπλει, καὶ ἐπεὶ πλησίον ἐγένετο, ἦσαν ἐν αὐτῷ νεανίσκοι δέκα.

[3] ὀκτὼ δὲ ἑτέρους ἐπὶ τῆς γῆς εἶχον προλοχίσαντες, οἳ γυναικείας μὲν εἶχον ἐσθῆτας καὶ τῶν γενείων ἐψίλωντο τὰς τρίχας· ἔφερον δὲ ἕκαστος ὑπὸ κόλπῳ ξίφος, ἐκόμιζον δὲ καὶ αὐτοὶ θυσίαν, ὡς ἂν ἥκιστα ὑποπτευθεῖεν· ἡμεῖς δὲ ᾠόμεθα γυναῖκας εἶναι.

[4] ἐπεὶ δὲ συνετίθεμεν τὴν πυράν, ἐξαίφνης βοῶντες συντρέχουσι καὶ τὰς μὲν δᾷδας ἡμῶν ἀποσβεννύουσι, φευγόντων δὲ ἀτάκτως ὑπὸ τῆς ἐκπλήξεως, τὰ ξίφη γυμνώσαντες ἁρπάζουσι τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἐνθέμενοι τῷ σκάφει, ἐμβάντες εὐθὺς ὄρνιθος δίκην ἀφίπτανται.

[5] ἡμῶν δὲ οἱ μὲν ἔφευγον, οὐδὲν οὔτε εἰδότες οὔτε ἑωρακότες, οἱ δὲ ἅμα τε εἶδον καὶ ἐβόων· "Λῃσταὶ Καλλιγόνην ἔχουσι." τὸ δὲ πλοῖον ἤδη μέσην ἐπέραινε τὴν θάλασσαν. ὡς δὲ τοῖς Σαράπτοις προσέσχον, πόρρωθεν ὁ Καλλισθένης τὸ σημεῖον ἰδὼν ὑπήντησεν ἐπιπλεύσας καὶ δέχεται μὲν τὴν κόρην, πλεῖ δὲ εὐθὺς πελάγιος.

[6] ἐγὼ δὲ ἀνέπνευσα μὲν οὕτω διαλυθέντων μοι παραδόξως τῶν γάμων, ἠχθόμην δὲ ὅμως ὑπὲρ ἀδελφῆς περιπεσούσης τοιαύτῃ συμφορᾷ.

[19]

[1]    Ὀλίγας δὲ ἡμέρας διαλιπὼν πρὸς τὴν Λευκίππην διελεγόμην· "Μέχρι τίνος ἐπὶ τῶν φιλημάτων ἱστάμεθα, φιλτάτη; καλὰ τὰ προοίμια· προσθῶμεν ἤδη τι καὶ ἐρωτικόν. φέρε ἀνάγκην ἀλλήλοις ἐπιθῶμεν πίστεως. ἂν γὰρ ἡμᾶς Ἀφροδίτη μυσταγωγήσῃ, οὐ μή τις ἄλλος κρείττων γένηται τῆς θεοῦ."

[2] ταῦτα πολλάκις κατεπᾴδων ἐπεπείκειν τὴν κόρην ὑποδέξασθαί με τῷ θαλάμῳ νυκτός, τῆς Κλειοῦς συνεργούσης, ἥτις ἦν αὐτῇ θαλαμηπόλος. εἶχε δὲ ὁ θάλαμος αὐτῆς οὕτως·

[3] χωρίον ἦν μέγα τέτταρα οἰκήματα ἔχον, δύο μὲν ἐπὶ δεξιά, δύο δὲ ἐπὶ θάτερα· μέσος δὲ διεῖργε στενωπὸς τὰ οἰκήματα· θύρα δὲ ἐν ἀρχῇ τοῦ στενωποῦ μία ἐκλείετο·

[4] ταύτην εἶχον τὴν καταγωγὴν αἱ γυναῖκες. καὶ τὰ μὲν ἐνδοτέρω τῶν οἰκημάτων ἥ τε παρθένος καὶ ἡ μήτηρ αὐτῆς διειλήφεσαν, ἑκάτερα τὰ ἀντικρύ, τὰ δὲ ἔξω δύο τὰ πρὸς τὴν εἴσοδον, τὸ μὲν ἡ Κλειὼ τὸ κατὰ τὴν παρθένον, τὸ δὲ ταμεῖον ἦν.

[5] κατακοιμίζουσα δὲ ἀεὶ τὴν Λευκίππην ἡ μήτηρ ἔκλειεν ἔνδοθεν τὴν ἐπὶ τοῦ στενωποῦ θύραν· ἔξωθεν δέ τις ἕτερος ἐπέκλειε καὶ τὰς κλεῖς ἔβαλλε διὰ τῆς ὀπῆς· ἡ δὲ λαβοῦσα ἐφύλαττε καὶ περὶ τὴν ἕω καλέσασα τὸν εἰς τοῦτο ἐπιτεταγμένον διέβαλλε πάλιν τὰς κλεῖς, ὅπως ἀνοίξειε.

[6] ταύταις οὖν ἴσας μηχανησάμενος ὁ Σάτυρος γενέσθαι τὴν ἄνοιξιν πειρᾶται καὶ ὡς εὗρε δυνατήν, τὴν Κλειὼ ἐπεπείκει, καὶ τῆς κόρης συνειδυίας, μηδὲν ἀντιπρᾶξαι τῇ τέχνῃ. ταῦτα ἦν τὰ συγκείμενα.

[20]

[1]    Ἦν δέ τις αὐτῶν οἰκέτης πολυπράγμων καὶ λάλος καὶ λίχνος καὶ πᾶν ὅ τι ἂν εἴποι τις, ὄνομα Κώνωψ. οὗτός μοι ἐδόκει πόρρωθεν ἐπιτηρεῖν τὰ πραττόμενα ἡμῖν· μάλιστα δέ, ὅπερ ἦν, ὑποπτεύσας μή τι νύκτωρ ἡμῖν πραχθῇ, διενυκτέρευε μέχρι πόρρω τῆς ἑσπέρας, ἀναπετάσας τοῦ δωματίου τὰς θύρας, ὥστε ἔργον ἦν αὐτὸν λαθεῖν.

[2] ὁ οὖν Σάτυρος, βουλόμενος αὐτὸν εἰς φιλίαν ἀγαγεῖν, προσέπαιζε πολλάκις καὶ κώνωπα ἐκάλει καὶ ἔσκωπτε τοὔνομα σὺν γέλωτι. καὶ οὗτος εἰδὼς τοῦ Σατύρου τὴν τέχνην προσεποιεῖτο μὲν ἀντιπαίζειν καὶ αὐτός, ἐνετίθει δὲ τῇ παιδιᾷ τῆς γνώμης τὸ ἄσπονδον.

[3] λέγει δὴ πρὸς αὐτόν· "Ἐπειδὴ καταμωκᾷ μου καὶ τοὔνομα, φέρε σοι μῦθον ἀπὸ κώνωπος εἴπω."

[21]

[1]    "Ὁ λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις, ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. 'Ὁ δὲ τοιοῦτος,' ἔφασκε, 'τὸν ἀλεκτρυόνα φοβοῦμαι.' [2] καὶ ὁ Προμηθεὺς ἐπιστὰς ἔφη· 'Τί με μάτην αἰτιᾷ; τὰ μὲν γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἠδυνάμην, ἡ δὲ σὴ ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.' ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν.

[3] οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. καὶ ὁρῶν διὰ παντὸς τὰ ὦτα κινοῦντα, 'Τί πάσχεις;' ἔφη· 'καὶ τί δή ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;'

[4] καὶ ὁ ἐλέφας, κατὰ τύχην παραπτάντος αὐτῷ κώνωπος, 'Ὁρᾷς,' ἔφη, 'τοῦτο τὸ βραχὺ τὸ βομβοῦν; ἢν εἰσδύῃ μου τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.' καὶ ὁ λέων, 'Τί οὖν ἔτι ἀποθνῄσκειν,' ἔφη, 'με δεῖ, τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών;' ὁρᾷς, ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν."

[5] συνεὶς οὖν ὁ Σάτυρος τὸ ὕπουλον αὐτοῦ τῶν λόγων, ἠρέμα μειδιῶν, "Ἄκουσον κἀμοῦ τινα λόγον," εἶπεν, "ἀπὸ κώνωπος καὶ λέοντος, ὃν ἀκήκοά τινος τῶν φιλοσόφων· χαρίζομαι δέ σοι τοῦ μύθου τὸν ἐλέφαντα."

[22]

[1]    "Λέγει τοίνυν κώνωψ ἀλαζών ποτε πρὸς τὸν λέοντα· 'Εἶτα κἀμοῦ βασιλεύειν νομίζεις ὡς καὶ τῶν ἄλλων θηρίων; ἀλλ' οὔτε μου καλλίων οὔτε ἀλκιμώτερος ἔφυς οὔτε μείζων. ἐπεὶ τί σοι πρῶτόν ἐστιν ἀλκή;

[2] ἀμύσσεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι. ταῦτα γὰρ οὐ ποιεῖ μαχομένη γυνή; ποῖον δὲ μέγεθος ἢ κάλλος σε κοσμεῖ; στέρνον πλατύ, ὦμοι παχεῖς καὶ πολλὴ περὶ τὸν αὐχένα κόμη. τὴν κατόπιν οὖν αἰσχύνην οὐχ ὁρᾷς; ἐμοὶ δὲ μέγεθος μὲν ὁ ἀὴρ ὅλος, ὅσον μου καταλαμβάνει τὸ πτερόν, κάλλος δὲ αἱ τῶν λειμώνων κόμαι· αἱ μὲν γάρ εἰσιν ὥσπερ ἐσθῆτες, ἃς ὅταν θέλω παῦσαι τὴν πτῆσιν ἐνδύομαι.

[3] τὴν δὲ ἀνδρείαν μου μὴ καὶ γελοῖον ᾖ καταλέγειν· ὄργανον γὰρ ὅλος εἰμὶ πολέμου. μετὰ μὲν σάλπιγγος παρατάττομαι, σάλπιγξ δέ μοι καὶ βέλος τὸ στόμα· ὥστε εἰμὶ καὶ αὐλητὴς καὶ τοξότης. ἐμαυτοῦ δὲ ὀϊστὸς καὶ τόξον γίνομαι· τοξεύει γάρ με διαέριον τὸ πτερόν, ἐμπεσὼν δὲ ὡς ἀπὸ βέλους ποιῶ τὸ τραῦμα· ὁ δὲ παταχθεὶς ἐξαίφνης βοᾷ καὶ τὸν τετρωκότα ζητεῖ. ἐγὼ δὲ παρὼν οὐ πάρειμι. ὁμοῦ δὲ καὶ φεύγω καὶ μένω, καὶ περιϊππεύω τὸν ἄνθρωπον τῷ πτερῷ, γελῶ δὲ αὐτὸν βλέπων περὶ τοῖς τραύμασιν ὀρχούμενον.

[4] ἀλλὰ τί δεῖ λόγων; ἀρχώμεθα μάχης.' ἅμα λέγων ἐμπίπτει τῷ λέοντι καὶ εἰς τοὺς ὀφθαλμοὺς ἐμπηδᾷ καὶ εἴ τι ἄλλο ἄτριχον τῶν προσώπων, περιϊπτάμενος ἅμα καὶ τῷ βόμβῳ καταυλῶν. ὁ δὲ λέων ἠγριαίνετο καὶ μετεστρέφετο πάντῃ καὶ τὸν ἀέρα περιέχασκεν· ὁ δὲ κώνωψ ταύτῃ πλέον τὴν ὀργὴν ἐτίθετο παιδιὰν καὶ ἐπ' αὐτοῖς ἐτίτρωσκε τοῖς χείλεσιν.

[5] καὶ ὁ μὲν ἔκλινεν εἰς τὸ λυποῦν μέρος, ἀνακάμπτων ἔνθα τοῦ τραύματος ἡ πληγή, ὁ δὲ ὥσπερ παλαιστὴς τὸ σῶμα σκευάζων εἰς τὴν συμπλοκὴν ἀπέρρει τῶν τοῦ λέοντος ὀδόντων, αὐτὴν μέσην διαπτὰς κλειομένην τὴν γένυν.

[6] οἱ δὲ ὀδόντες κενοὶ τῆς θήρας περὶ ἑαυτοὺς ἐκροτάλιζον. ἤδη τοίνυν ὁ λέων ἐκεκμήκει σκιαμαχῶν πρὸς τὸν ἀέρα τοῖς ὀδοῦσι καὶ εἱστήκει παρειμένος ὀργῇ. ὁ δὲ κώνωψ περιϊπτάμενος αὐτοῦ τὴν κόμην ἐπηύλει μέλος ἐπινίκιον.

[7] μακρότερον δὲ ποιούμενος τῆς πτήσεως τὸν κύκλον ὑπὸ περιττῆς ἀπειροκαλίας ἀράχνης λανθάνει νήμασιν ἐμπλακείς, καὶ τὴν ἀράχνην οὐκ ἔλαθεν ἐμπεσών. ὡς δὲ οὐκέτι εἶχε φυγεῖν, ἀδημονῶν εἶπεν· 'Ὢ τῆς ἀνοίας· προὐκαλούμην γὰρ ἐγὼ λέοντα, ὀλίγος δέ με ἤγρευσεν ἀράχνης χιτών.'" ταῦτα εἰπών, "Ὥρα τοίνυν," ἔφη, "καὶ σὲ τὰς ἀράχνας φοβεῖσθαι." καὶ ἅμα ἐγέλασεν.

[23]

[1]    Καὶ ὀλίγας διαλιπὼν ἡμέρας, εἰδὼς αὐτὸν γαστρὸς ἡττώμενον, φάρμακον πριάμενος ὕπνου βαθέος ἐφ' ἑστίασιν αὐτὸν ἐκάλεσεν. ὁ δὲ ὑπώπτευε μέν τινα μηχανὴν καὶ ὤκνει τὸ πρῶτον. ὡς δὲ ἡ βελτίστη γαστὴρ κατηνάγκασε, πείθεται.

[2] ἐπεὶ δὲ ἧκε πρὸς τὸν Σάτυρον, εἶτα δειπνήσας ἔμελλεν ἀπιέναι, ἐγχεῖ τοῦ φαρμάκου κατὰ τῆς τελευταίας κύλικος ὁ Σάτυρος αὐτῷ· καὶ ὁ μὲν ἔπιε, καὶ μικρὸν διαλιπών, ὅσον εἰς τὸ δωμάτιον αὐτοῦ φθάσαι, καταπεσὼν ἔκειτο, τὸν ὕπνον καθεύδων τοῦ φαρμάκου.

[3] ὁ δὲ Σάτυρος εἰστρέχει πρός με καὶ λέγει· "Κεῖταί σοι καθεύδων ὁ Κύκλωψ· σὺ δὲ ὅπως Ὀδυσσεὺς ἀγαθὸς γένῃ." ἅμα ἔλεγε καὶ ἥκομεν ἐπὶ τὰς θύρας τῆς ἐρωμένης. καὶ ὁ μὲν ὑπελείπετο, ἐγὼ δὲ εἰσῄειν, ὑποδεχομένης με τῆς Κλειοῦς ἀψοφητί, τρέμων τρόμον διπλοῦν, χαρᾶς ἅμα καὶ φόβου.

[4] ὁ μὲν γὰρ τοῦ κινδύνου φόβος ἐθορύβει τὰς τῆς ψυχῆς ἐλπίδας, ἡ δὲ ἐλπὶς τοῦ τυχεῖν ἐπεκάλυπτεν ἡδονῇ τὸν φόβον· οὕτω καὶ τὸ ἐλπίζον ἐφοβεῖτό μου καὶ ἔχαιρε τὸ λυπούμενον. ἄρτι δέ μου προσελθόντος εἴσω τοῦ θαλάμου τῆς παιδός, γίνεταί τι τοιοῦτον περὶ τὴν τῆς κόρης μητέρα· ἔτυχεν ὄνειρος αὐτὴν ταράξας.

[5] ἐδόκει τινὰ λῃστὴν μάχαιραν ἔχοντα γυμνὴν ἄγειν ἁρπασάμενον αὐτῆς τὴν θυγατέρα καὶ καταθέμενον ὑπτίαν, μέσην ἀνατεμεῖν τῇ μαχαίρᾳ τὴν γαστέρα, κάτωθεν ἀρξάμενον ἀπὸ τῆς αἰδοῦς. ταραχθεῖσα οὖν ὑπὸ δείματος, ὡς εἶχεν ἀναπηδᾷ καὶ ἐπὶ τὸν τῆς θυγατρὸς θάλαμον τρέχει (ἐγγὺς γὰρ ἦν), ἄρτι μου κατακλιθέντος.

[6] ἐγὼ μὲν δὴ τὸν ψόφον ἀκούσας ἀνοιγομένων τῶν θυρῶν, εὐθὺς ἀνεπήδησα· ἡ δὲ ἐπὶ τὴν κλίνην παρῆν. συνεὶς οὖν τὸ κακὸν ἐξάλλομαι καὶ διὰ τῶν θυρῶν ἵεμαι δρόμῳ, καὶ ὁ Σάτυρος ὑποδέχεται τρέμοντα καὶ τεταραγμένον. εἶτα ἐφεύγομεν διὰ τοῦ σκότους καὶ ἐπὶ τὸ δωμάτιον ἑαυτῶν ἤλθομεν.

[24]

[1]    Ἡ δὲ πρῶτον μὲν ὑπὸ ἰλίγγου κατέπεσεν, εἶτα ἀνενεγκοῦσα τὴν Κλειὼ κατὰ κόρρης ὡς εἶχε ῥαπίζει καὶ ἐπιλαβομένη τῶν τριχῶν ἅμα πρὸς τὴν θυγατέρα ἀνῴμωξεν, "Ἀπώλεσάς μου," λέγουσα, "Λευκίππη, τὰς ἐλπίδας.

[2] οἴμοι, Σώστρατε· σὺ μὲν ἐν Βυζαντίῳ πολεμεῖς ὑπὲρ ἀλλοτρίων γάμων, ἐν Τύρῳ δὲ καταπεπολέμησαι καὶ τῆς θυγατρός σού τις τοὺς γάμους σεσύληκεν. οἴμοι δειλαία, τοιούτους σοι γάμους ὄψεσθαι οὐ προσεδόκων.

[3] ὄφελον ἔμεινας ἐν Βυζαντίῳ· ὄφελον ἔπαθες πολέμου νόμῳ τὴν ὕβριν· ὄφελόν σε κἂν Θρᾲξ νικήσας ὕβρισεν· οὐκ εἶχεν ἡ συμφορὰ διὰ τὴν ἀνάγκην ὄνειδος. νῦν δέ, κακόδαιμον, ἀδοξεῖς ἐν οἷς δυστυχεῖς.

[4] ἐπλάνα δέ με καὶ τὰ τῶν ἐνυπνίων φαντάσματα, τὸν δὲ ἀληθέστερον ὄνειρον οὐκ ἐθεασάμην. νῦν ἀθλιώτερον ἀνετμήθης τὴν γαστέρα· αὕτη δυστυχεστέρα τῆς μαχαίρας τομή· οὐδὲ εἶδον τὸν ὑβρίσαντά σε, οὐδὲ οἶδά μου τῆς συμφορᾶς τὴν τύχην. οἴμοι τῶν κακῶν· μὴ καὶ δοῦλος ἦν;"

[25]

[1]    Ἐθάρσησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος, καὶ λέγει· "Μὴ λοιδόρει μου, μῆτερ, τὴν παρθενίαν· οὐδὲν ἔργον μοι πέπρακται τοιούτων ῥημάτων ‹ἄξιον›, οὐδὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε δαίμων, εἴτε ἥρως, εἴτε λῃστής.

[2] ἐκείμην δὲ πεφοβημένη, μηδὲ ἀνακραγεῖν διὰ τὸν φόβον δυναμένη. φόβος γὰρ γλώττης ἐστὶ δεσμός. ἓν οἶδα μόνον, οὐδείς μου τὴν παρθενίαν κατῄσχυνε."

[3] καταπεσοῦσα οὖν ἡ Πάνθεια πάλιν ἔστενεν. ἡμεῖς δὲ ἐσκοποῦμεν, καθ' ἑαυτοὺς γενόμενοι, τί ποιητέον εἴη, καὶ ἐδόκει κράτιστον εἶναι φεύγειν, πρὶν ἠὼς γένηται καὶ τὸ πᾶν ἡ Κλειὼ βασανιζομένη κατείπῃ.

[26]

[1]    Δόξαν οὖν οὕτως εἰχόμεθα ἔργου, σκηψάμενοι πρὸς τὸν θυρωρὸν ἀπιέναι πρὸς ἐρωμένην, καὶ ἐπὶ τὴν οἰκίαν ἐρχόμεθα τὴν Κλεινίου. ἦσαν δὲ λοιπὸν μέσαι νύκτες, ὥστε μόλις ὁ θυρωρὸς ἀνέῳξεν ἡμῖν. καὶ ὁ Κλεινίας, ἐν ὑπερῴῳ γὰρ τὸν θάλαμον εἶχε, διαλεγομένων ἡμῶν ἀκούσας κατατρέχει τεταραγμένος.

[2] καὶ ἐν τούτῳ τὴν Κλειὼ κατόπιν ὁρῶμεν σπουδῇ θέουσαν· ἦν γὰρ δρασμὸν βεβουλευμένη. ἅμα τε οὖν ὁ Κλεινίας ἤκουσεν ἡμῶν ἃ πεπόνθαμεν καὶ τῆς Κλειοῦς ἡμεῖς, ὅπως φύγοι, καὶ πάλιν ἡμῶν ἡ Κλειὼ τί ποιεῖν μέλλομεν.

[3] παρελθόντες οὖν εἴσω τῶν θυρῶν τῷ Κλεινίᾳ διηγούμεθα τὰ γεγονότα καὶ ὅτι φεύγειν διεγνώκαμεν. λέγει ἡ Κλειώ· "Κἀγὼ σὺν ὑμῖν· ἢν γὰρ περιμείνω τὴν ἕω, θάνατός μοι πρόκειται, τῶν βασάνων γλυκύτερος."

[27]

[1]    Ὁ οὖν Κλεινίας τῆς χειρός μου λαβόμενος ἄγει τῆς Κλειοῦς μακρὰν καὶ λέγει· "Δοκῶ μοι καλλίστην γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν, κἂν οὕτω δοκῇ, συσκευασαμένους ἀπελθεῖν.

[2] οὐδὲ γὰρ νῦν οἶδε τῆς κόρης ἡ μήτηρ τίνα κατέλαβεν, ὡς ὑμεῖς φατε, ὅ τε καταμηνύσων οὐκ ἔσται, τῆς Κλειοῦς ἐκ μέσου γενομένης· τάχα δὲ καὶ τὴν κόρην συμφυγεῖν πείσετε." ἔλεγε δὲ καὶ αὐτὸς ὅτι κοινωνὸς γενήσεται τῆς ἀποδημίας. [3] ταῦτα ἔδοξε. καὶ τὴν μὲν Κλειὼ τῶν οἰκετῶν αὑτοῦ τινι παραδίδωσι, κελεύσας ἐμβαλέσθαι σκάφει, ἡμεῖς δὲ αὐτοῦ καταμείναντες ἐφροντίζομεν περὶ τῶν ἐσομένων· καὶ τέλος ἔδοξεν ἀποπειραθῆναι τῆς κόρης καί, εἰ μὲν θελήσει συμφυγεῖν, οὕτω πράττειν, εἰ δὲ μή, μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ. κοιμηθέντες οὖν ὀλίγον τῆς νυκτὸς ὅσον τὸ λοιπόν, περὶ τὴν ἕω πάλιν ἐπὶ τὴν οἰκίαν ἐπανήλθομεν.

[28]

[1]    Ἡ οὖν Πάνθεια ἀναστᾶσα περὶ τὰς βασάνους τῆς Κλειοῦς ηὐτρεπίζετο καὶ καλεῖν αὐτὴν ἐκέλευεν. ὡς δ' ἦν ἀφανής, πάλιν ἐπὶ τὴν θυγατέρα ἵεται καί, "Οὐκ ἐρεῖς," ἔφη, "τὴν συσκευὴν τοῦ δράματος; ἰδοὺ καὶ ἡ Κλειὼ πέφευγεν."

[2] ἡ δὲ ἔτι μᾶλλον ἐθάρσησε καὶ λέγει· "Τί πλέον εἴπω σοι, τίνα δὲ ἄλλην προσαγάγω πίστιν τῆς ἀληθείας μείζονα; εἰ παρθενίας ἔστι τις δοκιμασία, δοκίμασον."

[3] "Ἔτι καὶ τοῦτο," ἔφη ἡ Πάνθεια, "λείπεται, ἵνα καὶ μετὰ μαρτύρων δυστυχῶμεν." ταῦτα ἅμα λέγουσα ἀνεπήδησεν ἔξω.

[29]

[1]    Ἡ δὲ Λευκίππη καθ' ἑαυτὴν γενομένη καὶ τῶν τῆς μητρὸς γεμισθεῖσα ῥημάτων παντοδαπή τις ἦν· ἤχθετο, ᾐσχύνετο, ὠργίζετο. ἤχθετο μὲν πεφωραμένη, ᾐσχύνετο δὲ ὀνειδιζομένη, ὠργίζετο δὲ ἀπιστουμένη. αἰδὼς δὲ καὶ λύπη καὶ ὀργὴ τρία τῆς ψυχῆς κύματα·

[2] ἡ μὲν γὰρ αἰδὼς διὰ τῶν ὀμμάτων εἰσρέουσα τὴν τῶν ὀφθαλμῶν ἐλευθερίαν καθαιρεῖ· ἡ λύπη δὲ περὶ τὰ στέρνα διανεμομένη κατατήκει τῆς ψυχῆς τὸ ζωπυροῦν· ἡ δὲ ὀργὴ περιϋλακτοῦσα τὴν καρδίαν ἐπικλύζει τὸν λογισμὸν τῷ τῆς μανίας ἀφρῷ.

[3] λόγος δὲ τούτων ἁπάντων πατήρ, καὶ ἔοικεν ἐπὶ σκοπῷ τόξον βάλλειν καὶ ἐπιτυγχάνειν καὶ ἐπὶ τὴν ψυχὴν πέμπειν τὰ βλήματα καὶ ποικίλα τοξεύματα. τὸ μέν ἐστιν αὐτῷ λοιδορίας βέλος, καὶ γίνεται τὸ ἕλκος ὀργή· τὸ δέ ἐστιν ἔλεγχος ἀτυχημάτων· ἐκ τούτου τοῦ βέλους λύπη γίνεται· τὸ δέ, ὄνειδος ἁμαρτημάτων, καὶ καλοῦσιν αἰδῶ τὸ τραῦμα.

[4] ἴδιον δὲ τούτων ἁπάντων τῶν βελῶν βαθέα μὲν τὰ βλήματα, ἄναιμα δὲ τὰ τοξεύματα. ἓν δὲ τούτων ἁπάντων φάρμακον, ἀμύνασθαι τὸν βαλόντα τοῖς αὐτοῖς βλήμασι· λόγος γὰρ γλώσσης βέλος ἄλλης γλώσσης βέλει θεραπεύεται· καὶ γὰρ τῆς καρδίας ἔπαυσε τὸ θυμούμενον καὶ τῆς ψυχῆς ἐμάρανε τὸ λυπούμενον.

[5] ἂν δέ τις ἀνάγκῃ τοῦ κρείττονος σιγήσῃ τὴν ἄμυναν, ἀλγεινότερα γίνεται τὰ ἕλκη τῇ σιωπῇ· αἱ γὰρ ὠδῖνες τῶν ἐκ τοῦ λόγου κυμάτων, οὐκ ἀποπτύσασαι τὸν ἀφρόν, οἰδοῦσι περὶ ἑαυτὰς πεφυσημέναι. τοσούτων οὖν ἡ Λευκίππη γεμισθεῖσα συμφορῶν οὐκ ἔφερε τὴν προσβολήν.

[30]

[1]    Ἐν τούτῳ δὲ ἔτυχον πέμψαι τὸν Σάτυρον πρὸς τὴν κόρην ἀποπειρασόμενον τῆς φυγῆς. ἡ δὲ πρὶν ἀκοῦσαι πρὸς τὸν Σάτυρον, "Δέομαι," ἔφη, "πρὸς θεῶν ξένων καὶ ἐγχωρίων, ἐξαρπάσατέ με τῶν τῆς μητρὸς ὀφθαλμῶν, ὅποι βούλεσθε.

[2] εἰ δέ με ἀπελθόντες καταλίποιτε, βρόχον πλεξαμένη τὴν ψυχήν μου οὕτως ἀφήσω." ἐγὼ δὲ ὡς ταῦτα ἤκουσα, τὸ πολὺ τῆς φροντίδος ἀπερριψάμην. δύο δὲ ἡμέρας διαλιπόντες, ὅτε καὶ ἀποδημῶν ἔτυχεν ὁ πατήρ, παρεσκευαζόμεθα πρὸς τὴν φυγήν.

[31]

[1]    Εἶχε δὲ ὁ Σάτυρος τοῦ φαρμάκου λείψανον, ᾧ τὸν Κώνωπα ἦν κατακοιμίσας· τούτου διακονούμενος ἡμῖν ἐγχεῖ λαθὼν κατὰ τῆς κύλικος τῆς τελευταίας, ἣν τῇ Πανθείᾳ προσέφερεν· ἡ δὲ ἀναστᾶσα ᾤχετο εἰς τὸν θάλαμον αὑτῆς καὶ εὐθὺς ἐκάθευδεν.

[2] εἶχε δὲ ἑτέραν ἡ Λευκίππη θαλαμηπόλον, ἣν τῷ αὐτῷ φαρμάκῳ καταβαπτίσας ὁ Σάτυρος (προσεπεποίητο γὰρ καὶ αὐτῆς, ἐξ οὗ τῷ θαλάμῳ προσεληλύθει, ἐρᾶν) ἐπὶ τὴν τρίτην θήραν ἔρχεται, ἐπὶ τὸν θυρωρόν. κἀκεῖνον βεβλήκει τῷ αὐτῷ πόματι.

[3] ὄχημα δὲ εὐτρεπὲς ἡμᾶς πρὸ τῶν πυλῶν ἐξεδέχετο, ὅπερ ὁ Κλεινίας παρεσκεύασε, καὶ ἔφθασεν ἡμᾶς ἐπ' αὐτοῦ περιμένων αὐτός. ἐπεὶ δὲ πάντες ἐκάθευδον, περὶ πρώτας νυκτὸς φυλακὰς προῄειμεν ἀψοφητί, Λευκίππην τοῦ Σατύρου χειραγωγοῦντος.

[4] καὶ γὰρ ὁ Κώνωψ, ὅσπερ ἡμῖν ἐφήδρευε, κατὰ τύχην ἐκείνην ἀπεδήμει τὴν ἡμέραν, τῇ δεσποίνῃ διακονησόμενος. ἀνοίγει δὴ τὰς θύρας ὁ Σάτυρος, καὶ προήλθομεν· ὡς δὲ παρῆμεν ἐπὶ τὰς πύλας, ἐπέβημεν τοῦ ὀχήματος.

[5] ἦμεν δὲ οἱ πάντες ἕξ, ὑμεῖς καὶ ὁ Κλεινίας καὶ δύο θεράποντες αὐτοῦ. ἐπελαύνομεν οὖν τὴν ἐπὶ Σιδῶνα καὶ περὶ μοίρας τῆς νυκτὸς δύο παρῆμεν ἐπὶ τὴν πόλιν καὶ εὐθὺς ἐπὶ Βηρυτὸν τὸν δρόμον ἐποιούμεθα, νομίζοντες εὑρήσειν ἐκεῖ ναῦν ἐφορμοῦσαν.

[6] καὶ οὐκ ἠτυχήσαμεν· ὡς γὰρ ἐπὶ τοῦ Βηρυτίων λιμένος ἤλθομεν, ἀναγόμενον σκάφος εὕρομεν, ἄρτι τὰ πρυμνήσια μέλλον ἀπολύειν. μηδὲν οὖν ἐρωτήσαντες ποῦ πλεῖ, μετεσκευαζόμεθα ἐπὶ τὴν θάλασσαν ἐκ τῆς γῆς, καὶ ἦν ὁ καιρὸς μικρὸν ἄνω τῆς ἕω. ἔπλει δὲ τὸ πλοῖον εἰς Ἀλεξάνδρειαν, τὴν μεγάλην τοῦ Νείλου πόλιν.

[32]

[1]    Ἔχαιρον δὲ τὸ πρῶτον ὁρῶν τὴν θάλασσαν, οὔπω πελαγίζοντος τοῦ σκάφους ἀλλ' ἐπὶ τοῖς λιμέσιν ἐποχουμένου. ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος, ἑλκομένων τῶν κάλων·

[2] ἡ κεραία περιήγετο, τὸ ἱστίον καθίετο, ἡ ναῦς ἀπεσαλεύετο, τὰς ἀγκύρας ἀνέσπων, ὁ λιμὴν κατελείπετο· τὴν γῆν ἑωρῶμεν ἀπὸ τῆς νηὸς κατὰ μικρὸν ἀναχωροῦσαν, ὡς αὐτὴν πλέουσαν· παιανισμὸς ἦν καὶ πολλή τις εὐχή, θεοὺς σωτῆρας καλοῦντες, εὐφημοῦντες αἴσιον τὸν πλοῦν γενέσθαι· τὸ πνεῦμα ᾔρετο σφοδρότερον, τὸ ἱστίον ἐκυρτοῦτο καὶ εἷλκε τὴν ναῦν.

[33]

[1]    Ἔτυχε δέ τις ἡμῖν νεανίσκος παρασκηνῶν, ὅς, ἐπεὶ καιρὸς ἦν ἀρίστου, φιλοφρονούμενος ἡμᾶς συναριστᾶν ἠξίου. καὶ ἡμῖν δὲ ὁ Σάτυρος παρέφερεν· ὥστε εἰς μέσον καταθέμενοι ἃ εἴχομεν τὸ ἄριστον ἐκοινωνοῦμεν, ἤδη δὲ καὶ λόγον.

[2] λέγω δὴ πρῶτος· "Πόθεν, ὦ νεανίσκε, καὶ τίνα σε δεῖ καλεῖν;" "Ἐγὼ Μενέλαος," εἶπεν, "τὸ δὲ γένος Αἰγύπτιος. τὰ δὲ ὑμέτερα τίνα;"

[3] "Ἐγὼ Κλειτοφῶν, οὗτος Κλεινίας, Φοίνικες ἄμφω." "Τίς οὖν ἡ πρόφασις ὑμῖν τῆς ἀποδημίας;" "Ἢν σὺ πρῶτος ἡμῖν φράσῃς, καὶ τὰ παρ' ἡμῶν ἀκούσῃ."

[34]

[1]    Λέγει οὖν ὁ Μενέλαος· "Τὸ μὲν κεφάλαιον τῆς ἐμῆς ἀποδημίας ἔρως βάσκανος καὶ θήρα δυστυχής. ἤρων μειρακίου καλοῦ· τὸ δὲ μειράκιον φιλόθηρον ἦν. ἐπεῖχον τὰ πολλά, κρατεῖν οὐκ ἠδυνάμην. ὡς δὲ οὐκ ἔπειθον, εἱπόμην κἀγὼ ἐπὶ τὰς ἄγρας.

[2] ἐθηρῶμεν οὖν ἱππεύοντες ἄμφω καὶ τὰ πρῶτα ηὐτυχοῦμεν, τὰ λεπτὰ διώκοντες τῶν θηρίων.

[3] ἐξαίφνης δὲ σῦς τῆς ὕλης προπηδᾷ, καὶ τὸ μειράκιον ἐδίωκε· καὶ ὁ σῦς ἐπιστρέφει τὴν γένυν καὶ ἀντιπρόσωπος ἐχώρει δρόμῳ, καὶ τὸ μειράκιον οὐκ ἐξετρέπετο, βοῶντος ἐμοῦ καὶ κεκραγότος· 'Ἕλκε τὸν ἵππον, μετένεγκε τὰς ἡνίας· πονηρὸν τὸ θηρίον.' ἀνᾴξας δὲ ὁ σῦς σπουδῇ ἔτρεχεν ὡς ἐπ' αὐτόν· [4] καὶ οἱ μὲν συνέπιπτον ἀλλήλοις, ἐμὲ δὲ τρόμος, ὡς εἶδον, λαμβάνει· καὶ φοβούμενος μὴ φθάσῃ τὸ θηρίον καὶ πατάξῃ τὸν ἵππον, ἐναγκυλωσάμενος τὸ ἀκόντιον, πρὶν ἀκριβῶς καταστοχάσασθαι τοῦ σκοποῦ, πέμπω τὸ βέλος· τὸ δὲ μειράκιον παραθέον ἁρπάζει τὴν βολήν.

[5] τίνα οἴει με τότε ψυχὴν ἔχειν; εἰ καὶ ψυχὴν εἶχον ὅλως, ὡς ἂν ἄλλος τις ἀποθάνοι ζῶν. τὸ δὲ οἰκτρότερον, τὰς χεῖρας ὤρεγέ μοι μικρὸν ἔτι ἐμπνέων καὶ περιέβαλλε καὶ ἀποθνῄσκων οὐκ ἐμίσει με τὸν πονηρὸν ὁ ὑπ' ἐμοῦ πεφονευμένος, ἀλλὰ τὴν ψυχὴν ἀφῆκε τῇ φονευσάσῃ μου περιπλεκόμενος δεξιᾷ.

[6] ἄγουσιν οὖν με ἐπὶ τὸ δικαστήριον οἱ τοῦ μειρακίου γονεῖς οὐκ ἄκοντα· καὶ γὰρ ἐπελθὼν ἀπελογούμην οὐδέν, θανάτου δὲ ἐτιμώμην ἐμαυτῷ. ἐλεήσαντες οὖν οἱ δικασταὶ προσετιμήσαντό μοι τριετῆ φυγήν, ἧς νῦν τέλος ἐχούσης αὖθις ἐπὶ τὴν ἐμαυτοῦ καταίρω."

[7] ἐπεδάκρυσεν ὁ Κλεινίας αὐτοῦ λέγοντος Πάτροκλον πρόφασιν, ἀναμνησθεὶς Χαρικλέους. καὶ ὁ Μενέλαος, "Τἀμὰ δακρύεις," ἔφη, "ἢ καὶ σέ τι τοιοῦτον ἐξήγαγε;" στενάξας οὖν ὁ Κλεινίας καταλέγει τὸν Χαρικλέα καὶ τὸν ἵππον, κἀγὼ τἀμαυτοῦ.

[35]

[1]    Ὁρῶν οὖν ἐγὼ τὸν Μενέλαον κατηφῆ πάνυ τῶν ἑαυτοῦ μεμνημένον, τὸν δὲ Κλεινίαν ὑποδακρύοντα μνήμῃ Χαρικλέους, βουλόμενος αὐτοὺς τῆς λύπης ἀπαγαγεῖν, ἐμβάλλω λόγον ἐρωτικῆς ἐχόμενον ψυχαγωγίας· καὶ γὰρ οὐδὲ ἡ Λευκίππη παρῆν, ἀλλ' ἐν μυχῷ ἐκάθευδε τῆς νηός.

[2] λέγω δὴ πρὸς αὐτοὺς ὑπομειδιῶν· "Ὡς παρὰ πολὺ κρατεῖ μου Κλεινίας· ἐβούλετο γὰρ λέγειν κατὰ γυναικῶν, ὥσπερ εἰώθει. ῥᾷον δ' ἂν εἴποι νῦν ἤτοι, ὡς κοινωνὸν ἔρωτος εὑρών.

[3] οὐκ οἶδα γὰρ πῶς ἐπιχωριάζει νῦν ὁ εἰς τοὺς ἄρρενας ἔρως." "Οὐ γὰρ πολὺ ἄμεινον," ὁ Μενέλαος ἔφη, "τοῦτο ἐκείνου; καὶ γὰρ ἁπλούστεροι παῖδες γυναικῶν, καὶ τὸ κάλλος αὐτοῖς δριμύτερον εἰς ἡδονήν."

[4] "Πῶς δριμύτερον," ἔφην, "ὅ τι παρακῦψαν μόνον οἴχεται καὶ οὐκ ἀπολαῦσαι δίδωσι τῷ φιλοῦντι, ἀλλ' ἔοικε τῷ τοῦ Ταντάλου πόματι;

[5] πολλάκις γὰρ ἐν ᾧ πίνεται πέφευγε, καὶ ἀπῆλθεν ὁ ἐραστὴς οὐχ εὑρὼν πιεῖν· τὸ δὲ ἔτι πινόμενον ἁρπάζεται πρὶν ὁ πίνων κορεσθῇ. καὶ οὐκ ἔστιν ἀπὸ παιδὸς ἀπελθεῖν ἐραστὴν ἄλυπον ἔχοντα τὴν ἡδονήν· καταλείπει γὰρ ἔτι διψῶντα."

[36]

[1]    Καὶ ὁ Μενέλαος, "Ἀγνοεῖς, ὦ Κλειτοφῶν," ἔφη, "τὸ κεφάλαιον τῆς ἡδονῆς. ποθεινὸν γὰρ ἀεὶ τὸ ἀκόρεστον. τὸ μὲν γὰρ εἰς χρῆσιν χρονιώτερον τῷ κόρῳ μαραίνει τὸ τερπνόν· τὸ δὲ ἁρπαζόμενον καινόν ἐστιν ἀεὶ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ γεγηρακυῖαν ἔχει τὴν ἡδονήν· καὶ τὸ κάλλος ὅσον ἐλαττοῦται τῷ χρόνῳ, τοσοῦτον εἰς μέγεθος ἐκτείνεται πόθῳ.

[2] καὶ τὸ ῥόδον διὰ τοῦτο τῶν ἄλλων εὐμορφότερόν ἐστι φυτῶν, ὅτι τὸ κάλλος αὐτοῦ φεύγει ταχύ. δύο γὰρ ἐγὼ νομίζω κατ' ἀνθρώπους κάλλη πλανᾶσθαι, τὸ μὲν οὐράνιον, τὸ δὲ πάνδημον, ὥσπερ τοῦ κάλλους αἱ χορηγοὶ θεαί.

[3] ἀλλὰ τὸ μὲν οὐράνιον ἄχθεται θνητῷ κάλλει δεδεμένον καὶ ζητεῖ πρὸς οὐρανὸν ταχὺ φεύγειν, τὸ δὲ πάνδημον ἔρριπται κάτω καὶ ἐγχρονίζει περὶ τοῖς σώμασιν. εἰ δὲ καὶ ποιητὴν δεῖ λαβεῖν μάρτυρα τῆς οὐρανίας τοῦ κάλλους ἀνόδου, ἄκουσον Ὁμήρου λέγοντος
   Τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν
   κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη.

[4] οὐδεμία δὲ ἀνέβη ποτὲ εἰς οὐρανοὺς διὰ κάλλος γυνή (καὶ γὰρ γυναιξὶ κεκοινώνηκεν ὁ Ζεύς), ἀλλ' Ἀλκμήνην μὲν ἔχει πένθος καὶ φυγή, Δανάην δὲ λάρναξ καὶ θάλασσα, Σεμέλη δὲ πυρὸς γέγονε τροφή. ἂν δὲ μειρακίου Φρυγὸς ἐρασθῇ, τὸν οὐρανὸν αὐτῷ δίδωσιν, ἵνα καὶ συνοικῇ καὶ οἰνοχόον ἔχῃ τοῦ νέκταρος· ἡ δὲ πρότερον διάκονος τῆς τιμῆς ἐξέωσται· ἦν γάρ, οἶμαι, γυνή."

[37]

[1]    Ὑπολαβὼν οὖν ἐγώ, "Καὶ μὴν οὐράνιον," ἔφην, "ἔοικεν εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται· ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον. τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον, οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον.

[2] ἠράσθη μειρακίου Φρυγός, ἀνήγαγεν εἰς οὐρανοὺς τὸν Φρύγα· τὸ δὲ κάλλος τῶν γυναικῶν αὐτὸν τὸν Δία κατήγαγεν ἐξ οὐρανοῦ. διὰ γυναῖκά ποτε Ζεὺς ἐμυκήσατο, διὰ γυναῖκά ποτε Σάτυρον ὠρχήσατο, καὶ χρυσὸν πεποίηκεν ἑαυτὸν ἄλλῃ γυναικί.

[3] οἰνοχοείτω μὲν Γανυμήδης, μετὰ δὲ τῶν θεῶν Ἥρα πινέτω, ἵνα ἔχῃ μειράκιον διάκονον γυνή. ἐλεῶ δὲ αὐτοῦ καὶ τὴν ἁρπαγήν· ὄρνις ἐπ' αὐτὸν κατέβη ὠμηστής, ὁ δὲ ἀνάρπαστος γενόμενος ὑβρίζεται καὶ ἔοικεν τυραννουμένῳ. καὶ τὸ θέαμά ἐστιν αἴσχιστον, μειράκιον ἐξ ὀνύχων κρεμάμενον.

[4] Σεμέλην δὲ εἰς οὐρανοὺς ἀνήγαγεν οὐκ ὄρνις ὠμηστής, ἀλλὰ πῦρ. καὶ μὴ θαυμάσῃς, εἰ διὰ πυρός τις ἀναβαίνει εἰς οὐρανόν· οὕτως ἀνέβη Ἡρακλῆς. εἰ δὲ Δανάης τὴν λάρνακα γελᾷς, πῶς τὸν Περσέα σιωπᾷς; Ἀλκμήνῃ δὲ τοῦτο μόνον δῶρον ἀρκεῖ, ὅτι δι' αὐτὴν ἔκλεψεν ὁ Ζεὺς τρεῖς ὅλους ἡλίους.

[5] εἰ δὲ δεῖ μεθέντα τὰς μυθολογίας αὐτὴν εἰπεῖν τὴν ἐν τοῖς ἔργοις ἡδονήν, ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας, ὅσον ὁμιλῆσαι ταῖς εἰς Ἀφροδίτην πωλουμέναις· ἄλλος γὰρ ἂν ἴσως εἰπεῖν τι καὶ πλέον ἔχοι μεμυημένος· εἰρήσεται δέ μοι, κἂν μετρίως ἔχω πείρας.

[6] γυναικὶ μὲν οὖν ὑγρὸν μὲν τὸ σῶμα ἐν ταῖς συμπλοκαῖς, μαλθακὰ δὲ τὰ χείλη πρὸς τὰ φιλήματα. καὶ διὰ τοῦτο μὲν ἔχει τὸ σῶμα ἐν τοῖς ἀγκαλίσμασιν, ἐν δὲ ταῖς σαρξὶν ὅλως ἐνηρμοσμένον, καὶ ὁ συγγινόμενος περιβάλλεται ἡδονῇ.

[7] ἐγγίζει δὲ τοῖς χείλεσιν ὥσπερ σφραγῖδας τὰ φιλήματα, φιλεῖ δὲ τέχνῃ καὶ σκευάζει τὸ φίλημα γλυκύτερον. οὐ γὰρ μόνον ἐθέλει φιλεῖν τοῖς χείλεσιν, ἀλλὰ καὶ τοῖς ὀδοῦσι συμβάλλεται καὶ περὶ τὸ τοῦ φιλοῦντος στόμα βόσκεται καὶ δάκνει τὰ φιλήματα. ἔχει δέ τινα καὶ μαστὸς ἐπαφώμενος ἰδίαν ἡδονήν.

[8] ἐν δὲ τῇ τῆς Ἀφροδίτης ἀκμῇ οἰστρεῖ μὲν ὑφ' ἡδονῆς, περικέχηνε δὲ φιλοῦσα καὶ μαίνεται. αἱ δὲ γλῶτται τοῦτον τὸν χρόνον φοιτῶσιν ἀλλήλαις εἰς ὁμιλίαν καὶ ὡς δύνανται βιάζονται κἀκεῖναι φιλεῖν· σὺ δὲ μείζονα ποιεῖς τὴν ἡδονὴν ἀνοίγων τὰ φιλήματα.

[9] πρὸς δὲ τὸ τέρμα αὐτὸ τῆς Ἀφροδίτης ἡ γυνὴ γενομένη πέφυκεν ἀσθμαίνειν ὑπὸ καυματώδους ἡδονῆς, τὸ δὲ ἄσθμα σὺν πνεύματι ἐρωτικῷ μέχρι τῶν τοῦ στόματος χειλέων ἀναθορὸν συντυγχάνει πλανωμένῳ τῷ φιλήματι καὶ ζητοῦντι καταβῆναι κάτω, [10] ἀναστρέφον τε σὺν τῷ ἄσθματι τὸ φίλημα καὶ μιχθὲν ἕπεται καὶ βάλλει τὴν καρδίαν· ἡ δὲ ταραχθεῖσα τῷ φιλήματι πάλλεται. εἰ δὲ μὴ τοῖς σπλάγχνοις ἦν δεδεμένη, ἠκολούθησεν ἂν καὶ ἀνείλκυσεν αὑτὴν ἄνω τοῖς φιλήμασι. παίδων δὲ φιλήματα μὲν ἀπαίδευτα, περιπλοκαὶ δὲ ἀμαθεῖς, Ἀφροδίτη δὲ ἀργή, ἡδονῆς δὲ οὐδέν."

[38]

[1]    Καὶ ὁ Μενέλαος, "Ἀλλὰ σύ μοι δοκεῖς," ἔφη, "μὴ πρωτόπειρος ἀλλὰ γέρων εἰς Ἀφροδίτην τυγχάνειν, τοσαύτας ἡμῖν καταχέας γυναικῶν περιεργίας. ἐν μέρει δὲ καὶ τὰ τῶν παίδων ἀντάκουσον.

[2] γυναικὶ μὲν γὰρ πάντα ἐπίπλαστα, καὶ τὰ ῥήματα καὶ τὰ σχήματα· κἂν εἶναι δόξῃ καλή, τῶν ἀλειμμάτων ἡ πολυπράγμων μηχανή. καὶ ἔστιν αὐτῆς τὸ κάλλος ἢ μύρων, ἢ τριχῶν βαφῆς, ἢ καὶ φαρμάκων· ἂν δὲ τῶν πολλῶν τούτων γυμνώσῃς δόλων, ἔοικε κολοιῷ γεγυμνωμένῳ τῶν τοῦ μύθου πτερῶν.

[3] τὸ δὲ κάλλος τὸ παιδικὸν οὐκ ἀρδεύεται μύρων ὀσφραῖς οὐδὲ δολεραῖς καὶ ἀλλοτρίαις ὀσμαῖς, πάσης δὲ γυναικῶν μυραλοιφίας ἥδιον ὄδωδεν ὁ τῶν παίδων ἱδρώς.

[4] ἔξεστι δὲ αὐτῷ καὶ πρὸ τῆς ἐν Ἀφροδίτῃ συμπλοκῆς καὶ ἐν παλαίστρᾳ συμπεσεῖν καὶ φανερῶς περιχυθῆναι, καὶ οὐκ ἔχουσιν αἰσχύνην αἱ περιπλοκαί· καὶ οὐ μαλθάσσει τὰς ἐν Ἀφροδίτῃ περιπλοκὰς ὑγρότητι σαρκῶν, ἀλλ' ἀντιτυπεῖ πρὸς ἄλληλα τὰ σώματα καὶ περὶ τῆς ἡδονῆς ἀθλεῖ.

[5] τὰ δὲ φιλήματα σοφίαν μὲν οὐκ ἔχει γυναικείαν, οὐδὲ μαγγανεύει τοῖς χείλεσι σινάμωρον ἀπάτην, ὡς δὲ οἶδε φιλεῖ, καὶ οὐκ ἔστι τέχνης ἀλλὰ τῆς φύσεως τὰ φιλήματα. αὕτη δὲ παιδὸς φιλήματος εἰκών· εἰ νέκταρ ἐπήγνυτο καὶ χεῖλος ἐγίνετο, τοιαῦτα ἂν ἔσχες τὰ φιλήματα. φιλῶν δὲ οὐκ ἂν ἔχοις κόρον, ἀλλ' ὅσον ἐμφορῇ, διψῇς ἔτι φιλεῖν, καὶ οὐκ ἂν ἀποσπάσειας τὸ στόμα, μέχρις ἂν ὑφ' ἡδονῆς ἐκφύγῃς τὰ φιλήματα."